Ἰωάννης ὁ Καλυβίτης
Document Actions
Ιανουαρίου 15
Apolytikion in the Fourth Tone
Ἐκ βρέφους τὸν Κύριον, ἐπιποθήσας θερμῶς, τὸν κόσμον κατέλιπες, καὶ τὰ ἐν κόσμῳ τερπνά, καὶ ἤσκησας ἄριστα, ἔπηξας τὴν καλύβην, πρὸ πυλῶν σῶν γονέων, ἔθραυσας τῶν δαιμόνων, τὰς ἐνέδρας Παμμάκαρ, διὸ σε Ἰωάννη Χριστός, ἀξίως ἐδόξασεν.
Kontakion in the Second Tone
Ποθήσας σοφέ, πτωχείαν χριστομίμητον, γονέων τῶν σῶν, τὸν πλοῦτον ἐγκατέλιπες, καὶ τὸ Εὐαγγέλιον ἐν χερσί σου κρατῶν ἠκολούθησας, Ἰωάννη Χριστῷ τῶ Θεῷ, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.
The content on this page is under copyright and is used by permission. All rights reserved. These works may not be further reproduced, in print or on other websites or in any other form, without the prior written authorization of the copyright holder:
Icon compliments of St. Isaac of Syria Skete


