Ἕρμυλος και Στρατόνικος Μάρτυρες
Document Actions
Ιανουαρίου 13
Tone of the week: Ηχος βαρύς
Εωθ. Eothinon
Resurrectional Apolytikion in the Grave Tone
Κατέλυσας τῷ Σταυρῷ σου τὸν θάνατον, ἠνέῳξας τῷ Λῃστῇ τὸν Παράδεισον, τῶν Μυροφόρων τὸν θρῆνον μετέβαλες, καὶ τοῖς σοῖς Ἀποστόλοις κηρύττειν ἐπέταξας, ὅτι ἀνέστης Χριστὲ ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Apolytikion in the Fourth Tone
Οι Μάρτυρές σου, Κύριε, εν τή αθλήσει αυτών, στεφάνους εκομίσαντο τής αφθαρσίας, εκ σού τού Θεού ημών, σχόντες γάρ τήν ισχύν σου, τούς τυράννους καθείλον, έθραυσαν καί δαιμόνων, τά ανίσχυρα θράση. Αυτών ταίς ικεσίαις, Χριστέ ο Θεός, σώσον τάς ψυχάς ημών.
Seasonal Kontakion in the Fourth Tone
Ἐπεφάνης σήμερον τὴ οἰκουμένη, καὶ τὸ φῶς σου Κύριε, ἐσημειώθη ἐφ' ἡμᾶς, ἓν ἐπιγνώσει ὑμνούντάς σε. Ἦλθες ἐφάνης τὸ Φῶς τὸ ἀπρόσιτον.

