Skip to content. Skip to navigation
Personal tools

Ἰωσὴφ ὁ Ὁμολογητής

Document Actions

Ιουλίου 14

Tone of the week: Ηχος β'

Εωθ. Eothinon

Resurrectional Apolytikion in the Second Tone

Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ Ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾅδην ἐνέκρωσας τῇ ἀστραπῇ τῆς Θεότητος, ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον·Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοι.

Apolytikion in the Fourth Tone

Καί τρόπων μέτοχος, καί θρόνων διάδοχος, τών Αποστόλων γενόμενος, τήν πράξιν εύρες Θεόπνευστε, εις θεωρίας επίβασιν, διά τούτο τόν λόγον τής αληθείας ορθοτομών, καί τή πίστει ενήθλησας μέχρις αίματος, Ιερομάρτυς Ιωσήφ, πρέσβευε Χριστώ τώ Θεώ, σωθήναι τάς ψυχάς ημών.

Seasonal Kontakion in the Second Tone

Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε. Μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι· Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τῶν τιμώντων σε.