Κυριακή πρό τῆς Χριστοῦ Γεννήσεως
Document Actions
Δεκεμβρίου 23
Tone of the week: Ηχος δ'
Εωθ. Eothinon
Resurrectional Apolytikion in the Fourth Tone
Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα, ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου Μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀπορρίψασαι, τοῖς Ἀποστόλοις καυχώμεναι ἔλεγον· Ἐσκύλευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Apolytikion in the Second Tone
Μεγάλα τὰ τῆς πίστεως κατορθώματα! ἐν τῇ πηγὴ τῆς φλογός, ὡς ἐπὶ ὕδατος ἀναπαύσεως, οἱ ἅγιοι τρεῖς παϊδες ἠγάλλοντο, καὶ ὁ Προφήτης Δανιήλ, λεόντων ποιμήν, ὡς προβάτων ἐδείκνυτο, Ταὶς αὐτῶν ἱκεσίαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς.
Seasonal Kontakion in the Third Tone
Ἡ Παρθένος σήμερον, τὸν Προαιώνιον Λόγον, ἐν Σπηλαίῳ ἔρχεται, ἀποτεκεῖν ἀπορρήτως. Χόρευε ἡ οἰκουμένη ἀκουτισθεῖσα, δόξασον μετὰ Ἀγγέλων καὶ τῶν Ποιμένων, βουληθέντα ἐποφθῆναι, παιδίον νέον, τὸν πρὸ αἰώνων Θεόν.

