Skip to content. Skip to navigation
Personal tools

Κυριακή μετά τῶν Φώτων

Document Actions

Ιανουαρίου 12

Tone of the week: Ηχος δ'

Εωθ. Eothinon

Resurrectional Apolytikion in the Fourth Tone

Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα, ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου Μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀπορρίψασαι, τοῖς Ἀποστόλοις καυχώμεναι ἔλεγον· Ἐσκύλευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Apolytikion of Sun. after Epiphany in the First Tone

Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις, τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοί, ἀγαπητὸν σὲ Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστεράς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεῖς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοί.

Seasonal Kontakion in the Fourth Tone

Ἐπεφάνης σήμερον τὴ οἰκουμένη, καὶ τὸ φῶς σου Κύριε, ἐσημειώθη ἐφ' ἡμᾶς, ἓν ἐπιγνώσει ὑμνούντάς σε. Ἦλθες ἐφάνης τὸ Φῶς τὸ ἀπρόσιτον.