Κυριακή Γ' τῶν Μυροφόρoν

english ελληνικά
Εκτύπωση

Μαίου 19

Apolytikion for Holy Myrrhbearers Sunday

Second Tone

Ὁ εὐσχήμων Ἰωσήφ, ἀπὸ τοῦ ξύλου καθελὼν τὸ ἄχραντόν σου Σῶμα, σινδόνι καθαρᾷ, εἱλήσας καὶ ἀρώμασιν, ἐν μνήματι καινῷ κηδεύσας ἀπέθετο, ἀλλὰ τριήμερος ἀνέστης Κύριε, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Apolytikion for Holy Myrrhbearers Sunday

Second Tone

Ταῖς Μυροφόροις Γυναιξί, παρὰ τὸ μνῆμα ἐπιστάς, ὁ Ἄγγελος ἐβόα. Τὰ μύρα τοῖς θνητοῖς ὑπάρχει ἁρμόδια, Χριστὸς δὲ διαφθορᾶς ἐδείχθη ἀλλότριος, ἀλλὰ κραυγάσατε, Ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Κοντάκιον

Second Tone

Τὸ Χαῖρε ταῖς Μυροφόροις φθεγξάμενος, τὸν θρῆνον τῆς προμήτορος, Εὔας κατέπαυσας, τῇ ἀναστάσει σου, Χριστὲ ὁ Θεός· τοῖς Ἀποστόλοις δὲ τοῖς σοῖς κηρύττειν ἐπέταξας· Ο Σωτὴρ ἐξανέστη τοῦ μνήματος.

Blessed Feast Day

Share the feast of Κυριακή Γ' τῶν Μυροφόρoν with an icon greeting ecard.

Online Chapel