Skip to content. Skip to navigation
Personal tools

Μεγάλη Τετάρτη

Document Actions

Μαίου 01

Apolytikion of Holy Wednesday in the Plagal of the Fourth Tone

Ιδοὺ, ὁ Νυμφίος ἔρχεται ἐν τῷ μέσῳ τῆς νυκτός· καὶ μακάριος ὁ δοῦλος ὄν εὐρήσει γρηγοροῦντα· ἀνάξιος δέ πάλιν, ὄν εὑρήσει ῥαθυμοῦντα βλέπε οὗν, ψυχή μου, μὴ τῷ ὔπνῳ κατενεχθῇς, ἴνα μὴ τῷ θανάτῳ παραδοθῇς, καὶ τῆς βασιλείας ἔξω κλεισθῇς· ἀλλὰ ἀνάνηψον κράζουσα· Ἄγιος, Ἄγιος, Ἄγιος εἶ ὁ Θεός ἡμῶν, δυνάμει τοῦ Σταυροῦ σου, σῶσον ἡμᾶς.

Kontakion of Holy Wednesday in the Fourth Tone

Ὑπὲρ τὴν Πόρνην Ἀγαθὲ ἀνομήσας, δακρύων ὄμβρους οὐδαμῶς σοι προσῆξα, ἀλλὰ σιγῇ δεόμενος προσπίπτω σοι, πόθῳ ἀσπαζόμενος, τοὺς ἀχράντους σου πόδας, ὅπως μοι τὴν ἄφεσιν, ὡς Δεσπότης παράσχῃς, τῶν ὀφλημάτων κράζοντι Σωτήρ. Ἐκ τοῦ βορβόρου τῶν ἔργων μου ῥῦσαί με.