Skip to content. Skip to navigation
Personal tools

Μεγάλη Τρίτη

Document Actions

Απριλίου 15

Apolytikion in the Plagal of the Fourth Tone

Ιδοὺ, ὁ Νυμφίος ἔρχεται ἐν τῷ μέσῳ τῆς νυκτός· καὶ μακάριος ὁ δοῦλος ὄν εὐρήσει γρηγοροῦντα· ἀνάξιος δέ πάλιν, ὄν εὑρήσει ῥαθυμοῦντα βλέπε οὗν, ψυχή μου, μὴ τῷ ὔπνῳ κατενεχθῇς, ἴνα μὴ τῷ θανάτῳ παραδοθῇς, καὶ τῆς βασιλείας ἔξω κλεισθῇς· ἀλλὰ ἀνάνηψον κράζουσα· Ἄγιος, Ἄγιος, Ἄγιος εἶ ὁ Θεός ἡμῶν, πρεσβείαις τοῦ Προδρόμου σῶσον ἡμᾶς.

Kontakion in the Second Tone

Τὴν ὥραν ψυχή, τοῦ τέλους ἐννοήσασα, καὶ τὴν ἐκκοπήν, τῆς συκῆς δειλιάσασα, τὸ δοθέν σοι τάλαντον, φιλοπόνως ἔργασαι ταλαίπωρε, γρηγοροῦσα καὶ κράζουσα· Μὴ μείνωμεν ἔξω τοῦ νυμφῶνος Χριστοῦ.