Ἡ τρίτη εὕρεσις τῆς τιμίας Κεφαλῆς τοῦ Ἁγίου καί ἐνδόξου Προφήτου, Προδρόμου καί Βαπτιστοῦ Ἰωάννου

english ελληνικά
Εκτύπωση

Μαίου 25

Ἀπολυτίκιον Εύρεσης Κεφαλής Τιμίου Προδρόμου

Fourth Tone

Ὡς θεῖον θησαύρισμα, ἐγκεκρυμμένον τὴ γῆ, Χριστὸς ἀπεκάλυψε, τὴν Κεφαλήν σου ἡμῖν, Προφήτα καὶ Πρόδρομε, πάντες οὖν συνελθόντες, ἐν τῇ ταύτη εὑρέσει, ἄσμασι θεηγόροις, τὸν Σωτήρα ὑμνοῦμεν, τὸν σώζοντα ἡμᾶς ἐκ φθορᾶς ταὶς ἱκεσίαις σου.

Κοντάκιον Εύρεσης Κεφαλής Τιμίου Προδρόμου

Plagal of the Second Tone

Ὁ φωτοφανῆς καὶ θεῖος ἐν κόσμῳ στῦλος, ὁ τοῦ νοητοῦ Ἠλίου Πρόδρομος λύχνος, Κεφαλὴν τὴν φωσφόρον καὶ θείαν αὐτοῦ, ἀναδείξας ἐν τοῖς πέρασιν, ἁγιάζει τούς Πιστῶς αὐτήν, προσκυνοῦντας καὶ κραυγάζοντας, Χριστοῦ σοφὲ Βαπτιστά, σῶσον πάντας ἡμᾶς.

Online Chapel