BEGIN:VCALENDAR
PRODID:-//Greek Orthodox Archdiocese of America//Planner 2012-2013//EN
CALSCALE:GREGORIAN
VERSION:2.0
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20120901
DTEND;VALUE=DATE:20120902
SUMMARY:Ἀρχή τῆς Ἰνδίκτου
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 9/1/2012\n\nἍγιοι καὶ ἑορταί: Ἀρχή τῆς Ἰνδίκτου; Σύναξις τής Υπεραγίας Θεοτόκου τών Μιασηνών; Ιησού τού Ναυή; Συμεών ὁ Στυλίτης; 40 γυναικών παρθένων ; Μάρτυς Καλλίστη; Μελέτιος \n\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Τιμόθεον α' 2:1-7\n\nΤέκνον Τιμόθεε\, παρακαλῶ οὖν πρῶτον πάντων ποιεῖσθαι δεήσεις\, προσευχάς\, ἐντεύξεις\, εὐχαριστίας\, ὑπὲρ πάντων ἀνθρώπων\, ὑπὲρ βασιλέων καὶ πάντων τῶν ἐν ὑπεροχῇ ὄντων\, ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι. Τοῦτο γὰρ καλὸν καὶ ἀπόδεκτον ἐνώπιον τοῦ σωτῆρος ἡμῶν Θεοῦ\, ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. Εἷς γὰρ Θεός\, εἷς καὶ μεσίτης Θεοῦ καὶ ἀνθρώπων\, ἄνθρωπος Χριστὸς ᾿Ιησοῦς\, ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων\, τὸ μαρτύριον καιροῖς ἰδίοις\, εἰς ὃ ἐτέθην ἐγὼ κήρυξ καὶ ἀπόστολος\,- ἀλήθειαν λέγω ἐν Χριστῷ\, οὐ ψεύδομαι\,- διδάσκαλος ἐθνῶν ἐν πίστει καὶ ἀληθεία.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 4.16-22\n\nΤῷ καιρῷ ἐκείνῳ\, ἦλθεν ὁ Ἰησοῦς εἰς Ναζαρά\, οὗ ἦν τεθραμμένος\, καὶ εἰσῆλθε κατὰ τὸ εἰωθὸς αὐτῷ ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων εἰς τὴν συναγωγήν\, καὶ ἀνέστη ἀναγνῶναι.καὶ ἐπεδόθη αὐτῷ βιβλίον ῾Ησαΐου τοῦ προφήτου\, καὶ ἀναπτύξας τὸ βιβλίον εὗρε τὸν τόπον οὗ ἦν γεγραμμένον· Πνεῦμα Κυρίου ἐπ᾿ ἐμέ\, οὗ εἵνεκεν ἔχρισέ με\, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με\, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν\, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν\, ἀποστεῖλαι τεθραυσμένους ἐν ἀφέσει\, κηρῦξαι ἐνιαυτὸν Κυρίου δεκτόν. καὶ πτύξας τὸ βιβλίον ἀποδοὺς τῷ ὑπηρέτῃ ἐκάθισε· καὶ πάντων ἐν τῇ συναγωγῇ οἱ ὀφθαλμοὶ ἦσαν ἀτενίζοντες αὐτῷ.ἤρξατο δὲ λέγειν πρὸς αὐτοὺς ὅτι σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν.καὶ πάντες ἐμαρτύρουν αὐτῷ καὶ ἐθαύμαζον ἐπὶ τοῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος αὐτοῦ καὶ ἔλεγον· οὐχ οὗτός ἐστιν ὁ υἱὸς ᾿Ιωσήφ;\n \n \n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20120902
DTEND;VALUE=DATE:20120903
SUMMARY:ΙΓ΄ Ματθαῖου
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 9/2/2012\n\nἍγιοι καὶ ἑορταί: Μάμας Μάρτυς; Ἰωάννης Ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως; Μαρτύρων: Ἀειθαλά\, Ἀμμούν \n\nΗχος δ'\nΕωθ. Β'\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους α' 16:13-24\n\nἈδελφοί\, γρηγορεῖτε\, στήκετε ἐν τῇ πίστει\, ἀνδρίζεσθε\, κραταιοῦσθε. Πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω. Παρακαλῶ δὲ ὑμᾶς\, ἀδελφοί - οἴδατε τὴν οἰκίαν Στεφανᾶ\, ὅτι ἐστὶν ἀπαρχὴ τῆς Ἀχαΐας\, καὶ εἰς διακονίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτούς - ἵνα καὶ ὑμεῖς ὑποτάσσησθε τοῖς τοιούτοις\, καὶ παντὶ τῷ συνεργοῦντι καὶ κοπιῶντι. Χαίρω δὲ ἐπὶ τῇ παρουσίᾳ Στεφανᾶ καὶ Φουρτουνάτου καὶ Ἀχαϊκοῦ\, ὅτι τὸ ὑμῶν ὑστέρημα οὗτοι ἀνεπλήρωσαν. Ἀνέπαυσαν γὰρ τὸ ἐμὸν πνεῦμα καὶ τὸ ὑμῶν· ἐπιγινώσκετε οὖν τοὺς τοιούτους. Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τῆς Ἀσίας· ἀσπάζονται ὑμᾶς ἐν κυρίῳ πολλὰ Ἀκύλας καὶ Πρίσκιλλα\, σὺν τῇ κατʼ οἶκον αὐτῶν ἐκκλησίᾳ. Ἀσπάζονται ὑμᾶς οἱ ἀδελφοὶ πάντες. Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ. Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου. Εἴ τις οὐ φιλεῖ τὸν κύριον Ἰησοῦν Χριστόν\, ἤτω ἀνάθεμα. Μαρὰν ἀθά. Ἡ χάρις τοῦ κυρίου Ἰησοῦ Χριστοῦ μεθʼ ὑμῶν. Ἡ ἀγάπη μου μετὰ πάντων ὑμῶν ἐν Χριστῷ Ἰησοῦ. Ἀμήν.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 21.33-42\n\nΕἶπεν ὁ Κύριος τήν παραβολὴν ταύτην· ῎Αλλην παραβολὴν ἀκούσατε. ἄνθρωπός τις ἦν οἰκοδεσπότης\, ὅστις ἐφύτευσεν ἀμπελῶνα καὶ φραγμὸν αὐτῷ περιέθηκε καὶ ὤρυξεν ἐν αὐτῷ ληνὸν καὶ ᾠκοδόμησε πύργον\, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς καὶ ἀπεδήμησεν.ὅτε δὲ ἤγγισεν ὁ καιρὸς τῶν καρπῶν\, ἀπέστειλε τοὺς δούλους αὐτοῦ πρὸς τοὺς γεωργοὺς λαβεῖν τοὺς καρποὺς αὐτοῦ.καὶ λαβόντες οἱ γεωργοὶ τοὺς δούλους αὐτοῦ ὃν μὲν ἔδειραν\, ὃν δὲ ἀπέκτειναν\, ὃν δὲ ἐλιθοβόλησαν.πάλιν ἀπέστειλεν ἄλλους δούλους πλείονας τῶν πρώτων\, καὶ ἐποίησαν αὐτοῖς ὡσαύτως.ὕστερον δὲ ἀπέστειλε πρὸς αὐτοὺς τὸν υἱὸν αὐτοῦ λέγων· ἐντραπήσονται τὸν υἱόν μου.οἱ δὲ γεωργοὶ ἰδόντες τὸν υἱὸν εἶπον ἐν ἑαυτοῖς· οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτὸν καὶ κατάσχωμεν τὴν κληρονομίαν αὐτοῦ.καὶ λαβόντες αὐτὸν ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος\, καὶ ἀπέκτειναν.ὅταν οὖν ἔλθῃ ὁ κύριος τοῦ ἀμπελῶνος\, τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις;λέγουσιν αὐτῷ· κακοὺς κακῶς ἀπολέσει αὐτούς\, καὶ τὸν ἀμπελῶνα ἐκδώσεται ἄλλοις γεωργοῖς\, οἵτινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν.λέγει αὐτοῖς ὁ ᾿Ιησοῦς· οὐδέποτε ἀνέγνωτε ἐν ταῖς γραφαῖς\, λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες\,οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας·παρὰ Κυρίου ἐγένετο αὕτη\,καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν;\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20120903
DTEND;VALUE=DATE:20120904
SUMMARY:Ἄνθιμος Ἱερομάρτυς
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 9/3/2012\n\nἍγιοι καὶ ἑορταί: Ἄνθιμος Ἱερομάρτυς; Θεόκτιστος καί Εὐθύμιος; Πολυδώρου Μάρτυρος; Λείψανων τοῦ Ἀγίου Νεκταρίου\n\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους β' 12:10-19\n\nἈδελφοί\, εὐδοκῶ ἐν ἀσθενείαις\, ἐν ὕβρεσιν\, ἐν ἀνάγκαις\, ἐν διωγμοῖς\, ἐν στενοχωρίαις\, ὑπὲρ Χριστοῦ· ὅταν γὰρ ἀσθενῶ\, τότε δυνατός εἰμι. Γέγονα ἄφρων καυχώμενος· ὑμεῖς με ἠναγκάσατε· ἐγὼ γὰρ ὤφειλον ὑφʼ ὑμῶν συνίστασθαι· οὐδὲν γὰρ ὑστέρησα τῶν ὑπὲρ λίαν ἀποστόλων\, εἰ καὶ οὐδέν εἰμι. Τὰ μὲν σημεῖα τοῦ ἀποστόλου κατειργάσθη ἐν ὑμῖν ἐν πάσῃ ὑπομονῇ\, ἐν σημείοις καὶ τέρασιν καὶ δυνάμεσιν. Τί γάρ ἐστιν ὃ ἡττήθητε ὑπὲρ τὰς λοιπὰς ἐκκλησίας\, εἰ μὴ ὅτι αὐτὸς ἐγὼ οὐ κατενάρκησα ὑμῶν; Χαρίσασθέ μοι τὴν ἀδικίαν ταύτην. Ἰδού\, τρίτον ἑτοίμως ἔχω ἐλθεῖν πρὸς ὑμᾶς\, καὶ οὐ καταναρκήσω ὑμῶν· οὐ γὰρ ζητῶ τὰ ὑμῶν\, ἀλλὰ ὑμᾶς· οὐ γὰρ ὀφείλει τὰ τέκνα τοῖς γονεῦσιν θησαυρίζειν\, ἀλλʼ οἱ γονεῖς τοῖς τέκνοις. Ἐγὼ δὲ ἥδιστα δαπανήσω καὶ ἐκδαπανηθήσομαι ὑπὲρ τῶν ψυχῶν ὑμῶν\, εἰ καὶ περισσοτέρως ὑμᾶς ἀγαπῶν\, ἧττον ἀγαπῶμαι. Ἔστω δέ\, ἐγὼ οὐ κατεβάρησα ὑμᾶς· ἀλλʼ ὑπάρχων πανοῦργος\, δόλῳ ὑμᾶς ἔλαβον. Μή τινα ὧν ἀπέσταλκα πρὸς ὑμᾶς\, διʼ αὐτοῦ ἐπλεονέκτησα ὑμᾶς; Παρεκάλεσα Τίτον\, καὶ συναπέστειλα τὸν ἀδελφόν· μή τι ἐπλεονέκτησεν ὑμᾶς Τίτος; Οὐ τῷ αὐτῷ πνεύματι περιεπατήσαμεν; Οὐ τοῖς αὐτοῖς ἴχνεσιν; Πάλιν δοκεῖτε ὅτι ὑμῖν ἀπολογούμεθα; Κατενώπιον τοῦ θεοῦ ἐν Χριστῷ λαλοῦμεν· τὰ δὲ πάντα\, ἀγαπητοί\, ὑπὲρ τῆς ὑμῶν οἰκοδομῆς.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Μᾶρκον 4.10-23\n\nΤῷ καιρῷ ἐκείνῳ\, προςῆλθον οἱ μαθηταὶ τῲ Ἰησοῦ κατὰ μόνας καὶ ἠρώτησαν αὐτὸν οἱ περὶ αὐτὸν σὺν τοῖς δώδεκα τὴν παραβολήν.καὶ ἔλεγεν αὐτοῖς· ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τοῦ Θεοῦ· ἐκείνοις δὲ τοῖς ἔξω ἐν παραβολαῖς τὰ πάντα γίνεται\,ἵνα βλέποντες βλέπωσι καὶ μὴ ἴδωσι\,καὶ ἀκούοντες ἀκούωσι καὶ μὴ συνιῶσι\,μήποτε ἐπιστρέψωσι καὶ ἀφεθῇ αὐτοῖςτὰ ἁμαρτήματα. Kαὶ λέγει αὐτοῖς· οὐκ οἴδατε τὴν παραβολὴν ταύτην\, καὶ πῶς πάσας τὰς παραβολὰς γνώσεσθε;ὁ σπείρων τὸν λόγον σπείρει.οὗτοι δέ εἰσιν οἱ παρὰ τὴν ὁδὸν ὅπου σπείρεται ὁ λόγος\, καὶ ὅταν ἀκούσωσιν\, εὐθὺς ἔρχεται ὁ σατανᾶς καὶ αἴρει τὸν λόγον τὸν ἐσπαρμένον ἐν ταῖς καρδίαις αὐτῶν.καὶ οὗτοι ὁμοίως εἰσὶν οἱ ἐπὶ τὰ πετρώδη σπειρόμενοι\, οἳ ὅταν ἀκούσωσι τὸν λόγον\, εὐθὺς μετὰ χαρᾶς λαμβάνουσιν αὐτόν\,καὶ οὐκ ἔχουσι ῥίζαν ἐν ἑαυτοῖς\, ἀλλὰ πρόσκαιροί εἰσιν· εἶτα γενομένης θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον\, εὐθὺς σκανδαλίζονται.καὶ οὗτοί εἰσιν οἱ εἰς τὰς ἀκάνθας σπειρόμενοι\, οἱ τὸν λόγον ἀκούοντες\,καὶ αἱ μέριμναι τοῦ αἰῶνος τούτου καὶ ἡ ἀπάτη τοῦ πλούτου καὶ αἱ περὶ τὰ λοιπὰ ἐπιθυμίαι εἰσπορευόμεναι συμπνίγουσι τὸν λόγον\, καὶ ἄκαρπος γίνεται.καὶ οὗτοί εἰσιν οἱ ἐπὶ τὴν γῆν τὴν καλὴν σπαρέντες\, οἵτινες ἀκούουσι τὸν λόγον καὶ παραδέχονται\, καὶ καρποφοροῦσιν ἐν τριάκοντα καὶ ἐν ἑξήκοντα καὶ ἐν ἑκατόν. Καὶ ἔλεγεν αὐτοῖς· μήτι ἔρχεται ὁ λύχνος ἵνα ὑπὸ τὸν μόδιον τεθῇ ἢ ὑπὸ τὴν κλίνην; οὐχ ἵνα ἐπὶ τὴν λυχνίαν ἐπιτεθῇ;οὐ γάρ ἐστι κρυπτὸν ὃ ἐὰν μὴ φανερωθῇ\, οὐδὲ ἐγένετο ἀπόκρυφον ἀλλ᾿ ἵνα ἔλθῃ εἰς φανερόν.εἴ τις ἔχει ὦτα ἀκούειν\, ἀκουέτω.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20120904
DTEND;VALUE=DATE:20120905
SUMMARY:Βαβύλας Ἱερομάρτυς
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 9/4/2012\n\nἍγιοι καὶ ἑορταί: Βαβύλας Ἱερομάρτυς; Μωϋσῆς Προφήτης; Ανθίμου Οσίου; Ἐρμιόνης\, Μάρτυς\n\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους β' 12:20-21; 13:1-2\n\nἈδελφοί\, φοβοῦμαι γάρ μήπως ἐλθὼν οὐχ οἵους θέλω εὕρω ὑμᾶς\, κἀγὼ εὑρεθῶ ὑμῖν οἷον οὐ θέλετε· μήπως ἔρεις\, ζῆλοι\, θυμοί\, ἐριθεῖαι\, καταλαλιαί\, ψιθυρισμοί\, φυσιώσεις\, ἀκαταστασίαι· μὴ πάλιν ἐλθόντα με ταπεινώσει ὁ θεός μου πρὸς ὑμᾶς\, καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων\, καὶ μὴ μετανοησάντων ἐπὶ τῇ ἀκαθαρσίᾳ καὶ πορνείᾳ καὶ ἀσελγείᾳ ᾗ ἔπραξαν. Τρίτον τοῦτο ἔρχομαι πρὸς ὑμᾶς. Ἐπὶ στόματος δύο μαρτύρων καὶ τριῶν σταθήσεται πᾶν ῥῆμα. Προείρηκα καὶ προλέγω\, ὡς παρὼν τὸ δεύτερον\, καὶ ἀπὼν νῦν γράφω τοῖς προημαρτηκόσιν καὶ τοῖς λοιποῖς πᾶσιν\, ὅτι ἐὰν ἔλθω εἰς τὸ πάλιν\, οὐ φείσομαι·\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Μᾶρκον 4.24-34\n\nΕἶπεν ὁ Κὐριος τοῖς ἑαυτοῦ μαθηταῖς· βλέπετε τί ἀκούετε. ἐν ᾧ μέτρῳ μετρεῖτε\, μετρηθήσεται ὑμῖν\, καὶ προστεθήσεται ὑμῖν τοῖς ἀκούουσιν.ὃς γὰρ ἂν ἔχῃ\, δοθήσεται αὐτῷ· καὶ ὃς οὐκ ἔχει\, καὶ ὃ ἔχει ἀρθήσεται ἀπ᾿ αὐτοῦ. Καὶ ἔλεγεν· οὕτως ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ\, ὡς ἂν ἄνθρωπος βάλῃ τὸν σπόρον ἐπὶ τῆς γῆς\,καὶ καθεύδῃ καὶ ἐγείρηται νύκτα καὶ ἡμέραν\, καὶ ὁ σπόρος βλαστάνῃ καὶ μηκύνηται ὡς οὐκ οἶδεν αὐτός.αὐτομάτη γὰρ ἡ γῆ καρποφορεῖ\, πρῶτον χόρτον\, εἶτα στάχυν\, εἶτα πλήρη σῖτον ἐν τῷ στάχυϊ.ὅταν δὲ παραδῷ ὁ καρπός\, εὐθέως ἀποστέλλει τὸ δρέπανον\, ὅτι παρέστηκεν ὁ θερισμός. Καὶ ἔλεγε· πῶς ὁμοιώσωμεν τὴν βασιλείαν τοῦ Θεοῦ; ἢ ἐν τίνι παραβολῇ παραβάλωμεν αὐτήν;ὡς κόκκον σινάπεως\, ὃς ὅταν σπαρῇ ἐπὶ τῆς γῆς\, μικρότερος πάντων τῶν σπερμάτων ἐστὶ τῶν ἐπὶ τῆς γῆς·καὶ ὅταν σπαρῇ\, ἀναβαίνει καὶ γίνεται μείζων πάντων τῶν λαχάνων\, καὶ ποιεῖ κλάδους μεγάλους\, ὥστε δύνασθαι ὑπὸ τὴν σκιὰν αὐτοῦ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνοῦν. Καὶ τοιαύταις παραβολαῖς πολλαῖς ἐλάλει αὐτοῖς τὸν λόγον\, καθὼς ἠδύναντο ἀκούειν\,χωρὶς δὲ παραβολῆς οὐκ ἐλάλει αὐτοῖς τὸν λόγον· κατ᾿ ἰδίαν δὲ τοῖς μαθηταῖς αὐτοῦ ἐπέλυε πάντα.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20120905
DTEND;VALUE=DATE:20120906
SUMMARY:Ζαχαρίας καὶ Ἐλισάβετ\, γονέις τοῦ Προδρόμου
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 9/5/2012\n\nἍγιοι καὶ ἑορταί: Ζαχαρίας καὶ Ἐλισάβετ\, γονέις τοῦ Προδρόμου; Μέδιμνος\, Ὀυρβανός\, Θεόδωρος\, καὶ ὁι 77 σὺν αυτοίς \n\nξεροφαγία (αὐστηρή νηστεία)\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους β' 13:3-13\n\nἈδελφοί\, ἐπεὶ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ\, ὃς εἰς ὑμᾶς οὐκ ἀσθενεῖ\, ἀλλὰ δυνατεῖ ἐν ὑμῖν· καὶ γὰρ εἰ ἐσταυρώθη ἐξ ἀσθενείας\, ἀλλὰ ζῇ ἐκ δυνάμεως θεοῦ. Καὶ γὰρ ἡμεῖς ἀσθενοῦμεν ἐν αὐτῷ\, ἀλλὰ ζησόμεθα σὺν αὐτῷ ἐκ δυνάμεως θεοῦ εἰς ὑμᾶς. Ἑαυτοὺς πειράζετε εἰ ἐστὲ ἐν τῇ πίστει\, ἑαυτοὺς δοκιμάζετε. Ἢ οὐκ ἐπιγινώσκετε ἑαυτούς\, ὅτι Ἰησοῦς Χριστὸς ἐν ὑμῖν ἐστίν; εἰ μή τι ἀδόκιμοί ἐστε. Ἐλπίζω δὲ ὅτι γνώσεσθε ὅτι ἡμεῖς οὐκ ἐσμὲν ἀδόκιμοι. Εὐχόμαι δὲ πρὸς τὸν θεόν\, μὴ ποιῆσαι ὑμᾶς κακὸν μηδέν\, οὐχ ἵνα ἡμεῖς δόκιμοι φανῶμεν\, ἀλλʼ ἵνα ὑμεῖς τὸ καλὸν ποιῆτε\, ἡμεῖς δὲ ὡς ἀδόκιμοι ὦμεν. Οὐ γὰρ δυνάμεθά τι κατὰ τῆς ἀληθείας\, ἀλλʼ ὑπὲρ τῆς ἀληθείας. Χαίρομεν γὰρ ὅταν ἡμεῖς ἀσθενῶμεν\, ὑμεῖς δὲ δυνατοὶ ἦτε· τοῦτο δὲ καὶ εὐχόμεθα\, τὴν ὑμῶν κατάρτισιν. Διὰ τοῦτο ταῦτα ἀπὼν γράφω\, ἵνα παρὼν μὴ ἀποτόμως χρήσωμαι\, κατὰ τὴν ἐξουσίαν ἣν ἔδωκέν μοι ὁ κύριος εἰς οἰκοδομήν\, καὶ οὐκ εἰς καθαίρεσιν. Λοιπόν\, ἀδελφοί\, χαίρετε· καταρτίζεσθε\, παρακαλεῖσθε\, τὸ αὐτὸ φρονεῖτε\, εἰρηνεύετε· καὶ ὁ θεὸς τῆς ἀγάπης καὶ εἰρήνης ἔσται μεθʼ ὑμῶν. Ἀσπάσασθε ἀλλήλους ἐν ἁγίῳ φιλήματι. Ἀσπάζονται ὑμᾶς οἱ ἅγιοι πάντες. Ἡ χάρις τοῦ κυρίου Ἰησοῦ Χριστοῦ\, καὶ ἡ ἀγάπη τοῦ θεοῦ\, καὶ ἡ κοινωνία τοῦ ἁγίου πνεύματος μετὰ πάντων ὑμῶν. Ἀμήν.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 23.29-39\n\nΕἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· Οὐαὶ ὑμῖν\, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί\, ὅτι οἰκοδομεῖτε τοὺς τάφους τῶν προφητῶν καὶ κοσμεῖτε τὰ μνημεῖα τῶν δικαίων\,καὶ λέγετε· εἰ ἦμεν ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν\, οὐκ ἂν ἦμεν κοινωνοὶ αὐτῶν ἐν τῷ αἵματι τῶν προφητῶν.ὥστε μαρτυρεῖτε ἑαυτοῖς ὅτι υἱοί ἐστε τῶν φονευσάντων τοὺς προφήτας.καὶ ὑμεῖς πληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν.ὄφεις\, γεννήματα ἐχιδνῶν! πῶς φύγητε ἀπὸ τῆς κρίσεως τῆς γεέννης; Διὰ τοῦτο ἰδοὺ ἐγὼ ἀποστέλλω πρὸς ὑμᾶς προφήτας καὶ σοφοὺς καὶ γραμματεῖς\, καὶ ἐξ αὐτῶν ἀποκτενεῖτε καὶ σταυρώσετε\, καὶ ἐξ αὐτῶν μαστιγώσετε ἐν ταῖς συναγωγαῖς ὑμῶν καὶ διώξετε ἀπὸ πόλεως εἰς πόλιν\,ὅπως ἔλθῃ ἐφ᾿ ὑμᾶς πᾶν αἷμα δίκαιον ἐκχυνόμενον ἐπὶ τῆς γῆς ἀπὸ τοῦ αἵματος ῎Αβελ τοῦ δικαίου ἕως τοῦ αἵματος Ζαχαρίου υἱοῦ Βαραχίου\, ὃν ἐφονεύσατε μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου.ἀμὴν λέγω ὑμῖν ὅτι ἥξει ταῦτα πάντα ἐπὶ τὴν γενεὰν ταύτην.῾Ιερουσαλὴμ ῾Ιερουσαλήμ\, ἡ ἀποκτέννουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν! ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου ὃν τρόπον ἐπισυνάγει ὄρνις τὰ νοσσία ἑαυτῆς ὑπὸ τὰς πτέρυγας\, καὶ οὐκ ἠθελήσατε.ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος.λέγω γὰρ ὑμῖν\, οὐ μή με ἴδητε ἀπ᾿ ἄρτι ἕως ἂν εἴπητε\, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20120906
DTEND;VALUE=DATE:20120907
SUMMARY:θαῦμα ἐν Χώναις\, παρά τοῦ Άρχιστρατῆγου Μιχαὴλ
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 9/6/2012\n\nἍγιοι καὶ ἑορταί: θαῦμα ἐν Χώναις\, παρά τοῦ Άρχιστρατῆγου Μιχαὴλ; Καλοδότη Μάρτυς\n\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἑβραίους 2:2-10\n\nἈδελφοί\, εἰ ὁ δι΄ ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος\, καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν\, πῶς ἡμεῖς ἐκφευξόμεθα τηλικαύτης ἀμελήσαντες σωτηρίας; Ἥτις\, ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ κυρίου\, ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη\, συνεπιμαρτυροῦντος τοῦ θεοῦ σημείοις τε καὶ τέρασιν\, καὶ ποικίλαις δυνάμεσιν\, καὶ πνεύματος ἁγίου μερισμοῖς\, κατὰ τὴν αὐτοῦ θέλησιν. Οὐ γὰρ ἀγγέλοις ὑπέταξεν τὴν οἰκουμένην τὴν μέλλουσαν\, περὶ ἧς λαλοῦμεν. Διεμαρτύρατο δέ πού τις λέγων\, Τί ἐστιν ἄνθρωπος\, ὅτι μιμνήσκῃ αὐτοῦ; Ἢ υἱὸς ἀνθρώπου\, ὅτι ἐπισκέπτῃ αὐτόν; Ἠλάττωσας αὐτὸν βραχύ τι παρʼ ἀγγέλους· δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν· πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ. Ἐν γὰρ τῷ ὑποτάξαι αὐτῷ τὰ πάντα\, οὐδὲν ἀφῆκεν αὐτῷ ἀνυπότακτον. Νῦν δὲ οὔπω ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα. Τὸν δὲ βραχύ τι παρʼ ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν\, διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ καὶ τιμῇ ἐστεφανωμένον\, ὅπως χάριτι θεοῦ ὑπὲρ παντὸς γεύσηται θανάτου. Ἔπρεπεν γὰρ αὐτῷ\, διʼ ὃν τὰ πάντα\, καὶ διʼ οὗ τὰ πάντα\, πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα\, τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν διὰ παθημάτων τελειῶσαι.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 10.16-21\n\nΕἶπεν ὁ Κὐριος τοῖς ἑαυτοῦ μαθηταῖς· ῾Ο ἀκούων ὑμῶν ἐμοῦ ἀκούει\, καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με. ῾Υπέστρεψαν δὲ οἱ ἑβδομήκοντα μετὰ χαρᾶς λέγοντες· Κύριε\, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου. Εἶπε δὲ αὐτοῖς· ἐθεώρουν τὸν σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. ἰδοὺ δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ\, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ. πλὴν ἐν τούτῳ μὴ χαίρετε\, ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται· χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς. ᾿Εν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ πνεύματι ὁ ᾿Ιησοῦς καὶ εἶπεν· ἐξομολογοῦμαί σοι\, πάτερ\, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς\, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν\, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· ναί\, ὁ πατήρ\, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20120907
DTEND;VALUE=DATE:20120908
SUMMARY:Προεόρτια τῆς Γεννήσεως τῆς Θεοτόκου
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 9/7/2012\n\nἍγιοι καὶ ἑορταί: Προεόρτια τῆς Γεννήσεως τῆς Θεοτόκου; Σώζων Μάρτυς; Κασσιανή ; Αποστόλων Ευόδου καί Ονησιφόρου; Ἰωάννου του Θαυματουργού του Νόβγκοροντ\n\nξεροφαγία (αὐστηρή νηστεία)\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Γαλάτας 2:6-10\n\nἈδελφοί\, ἀπὸ δὲ τῶν δοκούντων εἶναί τι ὁποῖοί ποτε ἦσαν οὐδέν μοι διαφέρει· πρόσωπον θεὸς ἀνθρώπου οὐ λαμβάνει ἐμοὶ γὰρ οἱ δοκοῦντες οὐδὲν προσανέθεντο· ἀλλὰ τοὐναντίον\, ἰδόντες ὅτι πεπίστευμαι τὸ εὐαγγέλιον τῆς ἀκροβυστίας\, καθὼς Πέτρος τῆς περιτομῆς - ὁ γὰρ ἐνεργήσας Πέτρῳ εἰς ἀποστολὴν τῆς περιτομῆς\, ἐνήργησεν καὶ ἐμοὶ εἰς τὰ ἔθνη - καὶ γνόντες τὴν χάριν τὴν δοθεῖσάν μοι\, Ἰάκωβος καὶ Κηφᾶς καὶ Ἰωάννης\, οἱ δοκοῦντες στῦλοι εἶναι\, δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρναβᾷ κοινωνίας\, ἵνα ἡμεῖς μὲν εἰς τὰ ἔθνη\, αὐτοὶ δὲ εἰς τὴν περιτομήν· μόνον τῶν πτωχῶν ἵνα μνημονεύωμεν\, ὃ καὶ ἐσπούδασα αὐτὸ τοῦτο ποιῆσαι.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Μᾶρκον 5.22-24\, 35-43\n\nΤῷ καιρῷ ἐκείνῳ\, ἔρχεται εἷς τῶν ἀρχισυναγώγων\, ὀνόματι ᾿Ιάειρος\, καὶ ἰδὼν αὐτὸν πίπτει πρὸς τοὺς πόδας αὐτοῦ καὶ παρεκάλει αὐτὸν πολλά\, λέγων ὅτι τὸ θυγάτριόν μου ἐσχάτως ἔχει\, ἵνα ἐλθὼν ἐπιθῇς αὐτῇ τὰς χεῖρας\, ὅπως σωθῇ καὶ ζήσεται. καὶ ἀπῆλθε μετ᾿ αὐτοῦ· καὶ ἠκολούθει αὐτῷ ὄχλος πολύς\, καὶ συνέθλιβον αὐτόν. ῎Ετι αὐτοῦ λαλοῦντος ἔρχονται ἀπὸ τοῦ ἀρχισυναγώγου λέγοντες ὅτι ἡ θυγάτηρ σου ἀπέθανε· τί ἔτι σκύλλεις τὸν διδάσκαλον; ὁ δὲ ᾿Ιησοῦς εὐθέως ἀκούσας τὸν λόγον λαλούμενον λέγει τῷ ἀρχισυναγώγῳ· μὴ φοβοῦ\, μόνον πίστευε. καὶ οὐκ ἀφῆκεν αὑτῷ οὐδένα συνακολουθῆσαι εἰ μὴ Πέτρον καὶ ᾿Ιάκωβον καὶ ᾿Ιωάννην τὸν ἀδελφὸν ᾿Ιακώβου. καὶ ἔρχεται εἰς τὸν οἶκον τοῦ ἀρχισυναγώγου\, καὶ θεωρεῖ θόρυβον\, καὶ κλαίοντας καὶ ἀλαλάζοντας πολλά\, καὶ εἰσελθὼν λέγει αὐτοῖς· τί θορυβεῖσθε καὶ κλαίετε; τὸ παιδίον οὐκ ἀπέθανεν\, ἀλλὰ καθεύδει. καὶ κατεγέλων αὐτοῦ. ὁ δὲ ἐκβαλὼν πάντας παραλαμβάνει τὸν πατέρα τοῦ παιδίου καὶ τὴν μητέρα καὶ τοὺς μετ᾿ αὐτοῦ\, καὶ εἰσπορεύεται ὅπου ἦν τὸ παιδίον ἀνακείμενον\, καὶ κρατήσας τῆς χειρὸς τοῦ παιδίου λέγει αὐτῇ· ταλιθά\, κοῦμι· ὅ ἐστι μεθερμηνευόμενον\, τὸ κοράσιον\, σοὶ λέγω\, ἔγειρε. καὶ εὐθέως ἀνέστη τὸ κοράσιον καὶ περιεπάτει· ἦν γὰρ ἐτῶν δώδεκα. καὶ ἐξέστησαν ἐκστάσει μεγάλῃ. καὶ διεστείλατο αὐτοῖς πολλὰ ἵνα μηδεὶς γνῷ τοῦτο· καὶ εἶπε δοθῆναι αὐτῇ φαγεῖν. Καὶ ἐξῆλθεν ἐκεῖθεν καὶ ἦλθεν εἰς τὴν πατρίδα ἑαυτοῦ· καὶ ἀκολουθοῦσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ. \n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20120908
DTEND;VALUE=DATE:20120909
SUMMARY:Γενέθλιον τῆς Θεοτόκου
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 9/8/2012\n\nἍγιοι καὶ ἑορταί: Γενέθλιον τῆς Θεοτόκου; Σωφρόνιος Ἰβηρίας\n\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Φιλιππησίους 2:5-11\n\nἈδελφοί\, τοῦτο γὰρ φρονείσθω ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ· ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων\, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἶσα θεῷ\, ἀλλʼ ἑαυτὸν ἐκένωσεν\, μορφὴν δούλου λαβών\, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος· καί σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος\, ἐταπείνωσεν ἑαυτόν\, γενόμενος ὑπήκοος μέχρι θανάτου\, θανάτου δὲ σταυροῦ. Διὸ καὶ ὁ θεὸς αὐτὸν ὑπερύψωσεν\, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα· ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων\, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι κύριος Ἰησοῦς Χριστός\, εἰς δόξαν θεοῦ πατρός.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 10.38-42\, 11.2\n\nΤῷ καιρῷ ἐκείνῳ\, εἰσῆλθεν ὁ Ἰησοῦς εἰς κώμην τινά· γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτὸν εἰς τὸν οἶκον αὐτῆς. καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαρία\, ἣ καὶ παρακαθίσασα παρὰ τοὺς πόδας τοῦ ᾿Ιησοῦ ἤκουε τὸν λόγον αὐτοῦ. ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπε· Κύριε\, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπε διακονεῖν; εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται.ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ ᾿Ιησοῦς· Μάρθα Μάρθα\, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλά· ἑνὸς δέ ἐστι χρεία· Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο\, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ᾿ αὐτῆς. ᾿Εγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα ἐπάρασά τις γυνὴ φωνὴν ἐκ τοῦ ὄχλου εἶπεν αὐτῷ· μακαρία ἡ κοιλία ἡ βαστάσασά σε καὶ μαστοὶ οὓς ἐθήλασας.αὐτὸς δὲ εἶπε· μενοῦνγε μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ καὶ φυλάσσοντες αὐτόν.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20120909
DTEND;VALUE=DATE:20120910
SUMMARY:Κυριακή πρό τῆς Ὑψώσεως
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 9/9/2012\n\nἍγιοι καὶ ἑορταί: Σύναξις Ἰωακείμ καὶ Ἄννης; Σεβηριανός Μάρτυς; Θεοφάνης ὁ Ὀμολογητής; Μεθέορτος τοῦ Γενέθλιου τῆς Υπεραγίας Θεοτόκου\n\nΗχος πλ. α'\nΕωθ. Γ'\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Γαλάτας 6:11-18\n\nἈδελφοί\, ἴδετε πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί. Ὅσοι θέλουσιν εὐπροσωπῆσαι ἐν σαρκί\, οὗτοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι\, μόνον ἵνα μὴ τῷ σταυρῷ τοῦ Χριστοῦ διώκωνται. Οὐδὲ γὰρ οἱ περιτετμημένοι αὐτοὶ νόμον φυλάσσουσιν\, ἀλλὰ θέλουσιν ὑμᾶς περιτέμνεσθαι\, ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται. Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· διʼ οὗ ἐμοὶ κόσμος ἐσταύρωται\, κἀγὼ τῷ κόσμῳ. Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει\, οὔτε ἀκροβυστία\, ἀλλὰ καινὴ κτίσις. Καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν\, εἰρήνη ἐπʼ αὐτούς\, καὶ ἔλεος\, καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ θεοῦ. Τοῦ λοιποῦ\, κόπους μοι μηδεὶς παρεχέτω· ἐγὼ γὰρ τὰ στίγματα τοῦ κυρίου Ἰησοῦ ἐν τῷ σώματί μου βαστάζω. Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν\, ἀδελφοί. Ἀμήν.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ἰωάννην 3.13-17\n\nΕἶπεν ὁ Κύριος· καὶ οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς\, ὁ υἱὸς τοῦ ἀνθρώπου ὁ ὤν ἐν τῷ οὐρανῷ. καὶ καθὼς Μωϋσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ\, οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου\, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται ἀλλ' ἔχῃ ζωὴν αἰώνιον. Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον\, ὥστε τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν\, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται ἀλλ' ἔχῃ ζωὴν αἰώνιον. οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ εἰς τὸν κόσμον ἵνα κρίνῃ τὸν κόσμον\, ἀλλ' ἵνα σωθῇ ὁ κόσμος δι' αὐτοῦ\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20120910
DTEND;VALUE=DATE:20120911
SUMMARY:Προεόρτια Ὑψώσεως
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 9/10/2012\n\nἍγιοι καὶ ἑορταί: Μηνοδώρα\, Μητροδώρα\, Νυμφοδώρα Μάρτυρες; Πουλχερία\, ἡ Βασίλισσα; Προεόρτια Ὑψώσεως; Μεθέορτος τοῦ Εἰσοδου τῆς Ὑπεραγίας Θεοτόκου\n\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Γαλάτας 2:11-16\n\nἈδελφοί\, ὅτε ἦλθεν Πέτρος εἰς Ἀντιόχειαν\, κατὰ πρόσωπον αὐτῷ ἀντέστην\, ὅτι κατεγνωσμένος ἦν. Πρὸ τοῦ γὰρ ἐλθεῖν τινας ἀπὸ Ἰακώβου\, μετὰ τῶν ἐθνῶν συνήσθιεν· ὅτε δὲ ἦλθον\, ὑπέστελλεν καὶ ἀφώριζεν ἑαυτόν\, φοβούμενος τοὺς ἐκ περιτομῆς. Καὶ συνυπεκρίθησαν αὐτῷ καὶ οἱ λοιποὶ Ἰουδαῖοι\, ὥστε καὶ Βαρναβᾶς συναπήχθη αὐτῶν τῇ ὑποκρίσει. Ἀλλʼ ὅτε εἶδον ὅτι οὐκ ὀρθοποδοῦσιν πρὸς τὴν ἀλήθειαν τοῦ εὐαγγελίου\, εἶπον\, τῷ Πέτρῳ ἔμπροσθεν πάντων\, Εἰ σύ\, Ἰουδαῖος ὑπάρχων\, ἐθνικῶς ζῇς καὶ οὐκ Ἰουδαϊκῶς\, τί τὰ ἔθνη ἀναγκάζεις Ἰουδαΐζειν; Ἡμεῖς φύσει Ἰουδαῖοι καὶ οὐκ ἐξ ἐθνῶν ἁμαρτωλοί\, εἰδότες ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου\, ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ\, καὶ ἡμεῖς εἰς Χριστὸν Ἰησοῦν ἐπιστεύσαμεν\, ἵνα δικαιωθῶμεν ἐκ πίστεως Χριστοῦ\, καὶ οὐκ ἐξ ἔργων νόμου· διότι οὐ δικαιωθήσεται ἐξ ἔργων νόμου πᾶσα σάρξ.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ἰωάννην 3.16-21\n\nΕἶπεν ὁ Κὐριος τοῖς ἑαυτοῦ μαθηταῖς· Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον\, ὥστε τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν\, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται\, ἀλλ᾽ ἔχῃ ζωὴν αἰώνιον. οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ εἰς τὸν κόσμον ἵνα κρίνῃ τὸν κόσμον\, ἀλλ᾽ ἵνα σωθῇ ὁ κόσμος δι᾽ αὐτοῦ. ὁ πιστεύων εἰς αὐτὸν οὐ κρίνεται\, ὁ δὲ μὴ πιστεύων ἤδη κέκριται\, ὅτι μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ μονογενοῦς υἱοῦ τοῦ Θεοῦ. αὕτη δέ ἐστιν ἡ κρίσις\, ὅτι τὸ φῶς ἐλήλυθεν εἰς τὸν κόσμον\, καὶ ἠγάπησαν οἱ ἄνθρωποι μᾶλλον τὸ σκότος ἢ τὸ φῶς· ἦν γὰρ πονηρὰ αὐτῶν τὰ ἔργα. πᾶς γὰρ ὁ φαῦλα πράσσων μισεῖ τὸ φῶς καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς\, ἵνα μὴ ἐλεγχθῇ τὰ ἔργα αὐτοῦ· ὁ δὲ ποιῶν τὴν ἀλήθειαν ἔρχεται πρὸς τὸ φῶς\, ἵνα φανερωθῇ αὐτοῦ τὰ ἔργα\, ὅτι ἐν Θεῷ ἐστιν εἰργασμένα.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20120911
DTEND;VALUE=DATE:20120912
SUMMARY:Προεόρτια Ὑψώσεως
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 9/11/2012\n\nἍγιοι καὶ ἑορταί: Θεοδώρα Μάρτυς; Ὅσιος Εὐφρόσυνος; Ευανθίας Μάρτυρος; Προεόρτια Ὑψώσεως; Σέργιος καί Γερμανός τοῦ Βαλαάμ\, Φινλανδία; Μεθέορτος τοῦ Εἰσοδου τῆς Ὑπεραγίας Θεοτόκου\n\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Γαλάτας 2:21;3:1-7\n\nἈδελφοί\, οὐκ ἀθετῶ τὴν χάριν τοῦ θεοῦ εἰ γὰρ διὰ νόμου δικαιοσύνη\, ἄρα Χριστὸς δωρεὰν ἀπέθανεν. Ὦ ἀνόητοι Γαλάται\, τίς ὑμᾶς ἐβάσκανεν τῇ ἀληθείᾳ μὴ πείθεσθαι\, οἷς κατʼ ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς προεγράφη ἐν ὑμῖν ἐσταυρωμένος; Τοῦτο μόνον θέλω μαθεῖν ἀφʼ ὑμῶν\, ἐξ ἔργων νόμου τὸ πνεῦμα ἐλάβετε\, ἢ ἐξ ἀκοῆς πίστεως; Οὕτως ἀνόητοί ἐστε; Ἐναρξάμενοι πνεύματι\, νῦν σαρκὶ ἐπιτελεῖσθε; Τοσαῦτα ἐπάθετε εἰκῇ; Εἴγε καὶ εἰκῇ. Ὁ οὖν ἐπιχορηγῶν ὑμῖν τὸ πνεῦμα καὶ ἐνεργῶν δυνάμεις ἐν ὑμῖν\, ἐξ ἔργων νόμου\, ἢ ἐξ ἀκοῆς πίστεως; Καθὼς Ἀβραὰμ ἐπίστευσεν τῷ θεῷ\, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. Γινώσκετε ἄρα ὅτι οἱ ἐκ πίστεως\, οὗτοί εἰσιν υἱοί Ἀβραάμ.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ἰωάννην 12.19-36\n\nΤῷ καιρῷ ἐκείνῳ\, οἱ οὖν Φαρισαῖοι εἶπον πρὸς ἑαυτούς· θεωρεῖτε ὅτι οὐκ ὠφελεῖτε οὐδέν; ἴδε ὁ κόσμος ὀπίσω αὐτοῦ ἀπῆλθεν. ῏Ησαν δέ τινες ῞Ελληνες ἐκ τῶν ἀναβαινόντων ἵνα προσκυνήσωσιν ἐν τῇ ἑορτῇ. οὗτοι οὖν προσῆλθον Φιλίππῳ τῷ ἀπὸ Βηθσαϊδὰ τῆς Γαλιλαίας\, καὶ ἠρώτων αὐτὸν λέγοντες· κύριε\, θέλομεν τὸν ᾿Ιησοῦν ἰδεῖν. ἔρχεται Φίλιππος καὶ λέγει τῷ ᾿Ανδρέᾳ\, καὶ πάλιν ᾿Ανδρέας καὶ Φίλιππος λέγουσι τῷ ᾿Ιησοῦ· ὁ δὲ ᾿Ιησοῦς ἀπεκρίνατο αὐτοῖς λέγων· ἐλήλυθεν ἡ ὥρα ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου. ἀμὴν ἀμὴν λέγω ὑμῖν\, ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ\, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ\, πολὺν καρπὸν φέρει. ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν\, καὶ ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ\, εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν. ἐὰν ἐμοὶ διακονῇ τις\, ἐμοὶ ἀκολουθείτω\, καὶ ὅπου εἰμὶ ἐγώ\, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται· καὶ ἐάν τις ἐμοὶ διακονῇ\, τιμήσει αὐτὸν ὁ πατήρ.\n \nΝῦν ἡ ψυχή μου τετάρακται\, καὶ τί εἴπω; πάτερ\, σῶσον με ἐκ τῆς ὥρας ταύτης. ἀλλὰ διά τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην. πάτερ\, δόξασόν σου τὸ ὄνομα. ἦλθεν οὖν φωνὴ ἐκ τοῦ οὐρανοῦ· καὶ ἐδόξασα καὶ πάλιν δοξάσω. ὁ οὖν ὄχλος ὁ ἑστὼς καὶ ἀκούσας ἔλεγε βροντὴν γεγονέναι· ἄλλοι ἔλεγον· ἄγγελος αὐτῷ λελάληκεν. ἀπεκρίθη ὁ ᾿Ιησοῦς καὶ εἶπεν· οὐ δι᾽ ἐμὲ αὕτη ἡ φωνὴ γέγονεν\, ἀλλὰ δι᾽ ὑμᾶς. νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου\, νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω· κἀγὼ ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς\, πάντας ἑλκύσω πρὸς ἐμαυτόν. τοῦτο δὲ ἔλεγε σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνήσκειν. ἀπεκρίθη αὐτῷ ὁ ὄχλος· ἡμεῖς ἠκούσαμεν ἐκ τοῦ νόμου ὅτι ὁ Χριστὸς μένει εἰς τὸν αἰῶνα\, καὶ πῶς σὺ λέγεις\, δεῖ ὑψωθῆναι τὸν υἱὸν τοῦ ἀνθρώπου; τίς ἐστιν οὗτος ὁ υἱὸς τοῦ ἀνθρώπου; εἶπεν οὖν αὐτοῖς ὁ ᾿Ιησοῦς· ἔτι μικρὸν χρόνον τὸ φῶς μεθ᾽ ὑμῶν ἐστι· περιπατεῖτε ἕως τὸ φῶς ἔχετε\, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ· καὶ ὁ περιπατῶν ἐν τῇ σκοτίᾳ οὐκ οἶδε ποῦ ὑπάγει. ἕως τὸ φῶς ἔχετε\, πιστεύετε εἰς τὸ φῶς\, ἵνα υἱοὶ φωτὸς γένησθε.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20120912
DTEND;VALUE=DATE:20120913
SUMMARY:Προεόρτια Ὑψώσεως
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 9/12/2012\n\nἍγιοι καὶ ἑορταί: Ἀπόδοσις τῆς ἑορτῆς τοῦ Γενεθλίου τῆς Θεοτόκου; Ἱερομάρτυς Αὐτόνομος; Ἰερομάρτυς Κορνάτος; Ἰερομάρτυς Ἄγιρος τοῦ Κορνούτου ; Προεόρτια Ὑψώσεως; Δανιήλ τοῦ Θάσσου; Ἰουλιανός ὁ Μάρτυς\n\nξεροφαγία (αὐστηρή νηστεία)\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Γαλάτας 3:15-22\n\nἈδελφοί\, κατὰ ἄνθρωπον λέγω· ὅμως ἀνθρώπου κεκυρωμένην διαθήκην οὐδεὶς ἀθετεῖ ἢ ἐπιδιατάσσεται. Τῷ δὲ Ἀβραὰμ ἐρρήθησαν αἱ ἐπαγγελίαι\, καὶ τῷ σπέρματι αὐτοῦ. Οὐ λέγει\, Καὶ τοῖς σπέρμασιν\, ὡς ἐπὶ πολλῶν\, ἀλλʼ ὡς ἐφʼ ἑνός\, Καὶ τῷ σπέρματί σου\, ὅς ἐστιν Χριστός. Τοῦτο δὲ λέγω\, διαθήκην προκεκυρωμένην ὑπὸ τοῦ θεοῦ εἰς Χριστὸν ὁ μετὰ ἔτη τετρακόσια καὶ τριάκοντα γεγονὼς νόμος οὐκ ἀκυροῖ\, εἰς τὸ καταργῆσαι τὴν ἐπαγγελίαν. Εἰ γὰρ ἐκ νόμου ἡ κληρονομία\, οὐκέτι ἐξ ἐπαγγελίας· τῷ δὲ Ἀβραὰμ διʼ ἐπαγγελίας κεχάρισται ὁ θεός. Τί οὖν ὁ νόμος; Τῶν παραβάσεων χάριν προσετέθη\, ἄχρι οὗ ἔλθῃ τὸ σπέρμα ᾧ ἐπήγγελται\, διαταγεὶς διʼ ἀγγέλων ἐν χειρὶ μεσίτου. Ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν\, ὁ δὲ θεὸς εἷς ἐστιν. Ὁ οὖν νόμος κατὰ τῶν ἐπαγγελιῶν τοῦ θεοῦ; Μὴ γένοιτο. Εἰ γὰρ ἐδόθη νόμος ὁ δυνάμενος ζωοποιῆσαι\, ὄντως ἂν ἐκ νόμου ἦν ἡ δικαιοσύνη. Ἀλλὰ συνέκλεισεν ἡ γραφὴ τὰ πάντα ὑπὸ ἁμαρτίαν\, ἵνα ἡ ἐπαγγελία ἐκ πίστεως Ἰησοῦ Χριστοῦ δοθῇ τοῖς πιστεύουσιν.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ἰωάννην 11.47-54\n\nΤῷ καιρῷ ἐκείνῳ\, συνήγαγον οὖν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι συνέδριον καὶ ἔλεγον· τί ποιοῦμεν\, ὅτι οὗτος ὁ ἄνθρωπος πολλὰ σημεῖα ποιεῖ; ἐὰν ἀφῶμεν αὐτὸν οὕτω\, πάντες πιστεύσουσιν εἰς αὐτόν\, καὶ ἐλεύσονται οἱ ῾Ρωμαῖοι καὶ ἀροῦσιν ἡμῶν καὶ τὸν τόπον καὶ τὸ ἔθνος. εἷς δέ τις ἐξ αὐτῶν Καϊάφας\, ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου\, εἶπεν αὐτοῖς· ὑμεῖς οὐκ οἴδατε οὐδέν\, οὐδὲ διαλογίζεσθε ὅτι συμφέρει ἡμῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται. τοῦτο δὲ ἀφ᾽ ἑαυτοῦ οὐκ εἶπεν\, ἀλλὰ ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου προεφήτευσεν ὅτι ἔμελλεν ὁ ᾿Ιησοῦς ἀποθνήσκειν ὑπὲρ τοῦ ἔθνους\, καὶ οὐχ ὑπὲρ τοῦ ἔθνους μόνον\, ἀλλ᾽ ἵνα καὶ τὰ τέκνα τοῦ Θεοῦ τὰ διεσκορπισμένα συναγάγῃ εἰς ἕν. ἀπ᾽ ἐκείνης οὖν τῆς ἡμέρας συνεβουλεύσαντο ἵνα ἀποκτείνωσιν αὐτόν. ᾿Ιησοῦς οὖν οὐκέτι παρρησίᾳ περιεπάτει ἐν τοῖς ᾿Ιουδαίοις\, ἀλλὰ ἀπῆλθεν ἐκεῖθεν εἰς τὴν χώραν ἐγγὺς τῆς ἐρήμου\, εἰς ᾿Εφραὶμ λεγομένην πόλιν\, κἀκεῖ διέτριβε μετὰ τῶν μαθητῶν αὐτοῦ.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20120913
DTEND;VALUE=DATE:20120914
SUMMARY:Προεόρτια Ὑψώσεως
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 9/13/2012\n\nἍγιοι καὶ ἑορταί: Προεόρτια Ὑψώσεως; Μνήμη τών ἐγκαινίων τῆς Ἁγίας τοῦ Χριστού ημῶν Ἀναστάσεως; Κορνηλίου Μάρτυρος; Οσίου Ιεροθέου του νέου Ιβηρίτου\n\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἑβραίους 3:1-4\n\nἈδελφοὶ ἅγιοι\, κλήσεως ἐπουρανίου μέτοχοι\, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν Χριστόν\, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν\, ὡς καὶ Μωϋσῆς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ. Πλείονος γὰρ δόξης οὗτος παρὰ Μωϋσῆν ἠξίωται\, καθʼ ὅσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν. Πᾶς γὰρ οἶκος κατασκευάζεται ὑπό τινος· ὁ δὲ τὰ πάντα κατασκευάσας θεός.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ἰωάννην 12.25-36\n\nΕἶπεν ὁ Κύριος· Ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν\, καὶ ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ\, εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν. ἐὰν ἐμοὶ διακονῇ τις\, ἐμοὶ ἀκολουθείτω\, καὶ ὅπου εἰμὶ ἐγώ\, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται· καὶ ἐάν τις ἐμοὶ διακονῇ\, τιμήσει αὐτὸν ὁ πατήρ. Νῦν ἡ ψυχή μου τετάρακται\, καὶ τί εἴπω; πάτερ\, σῶσον με ἐκ τῆς ὥρας ταύτης. ἀλλὰ διά τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην. πάτερ\, δόξασόν σου τὸ ὄνομα. ἦλθεν οὖν φωνὴ ἐκ τοῦ οὐρανοῦ· καὶ ἐδόξασα καὶ πάλιν δοξάσω. ὁ οὖν ὄχλος ὁ ἑστὼς καὶ ἀκούσας ἔλεγε βροντὴν γεγονέναι· ἄλλοι ἔλεγον· ἄγγελος αὐτῷ λελάληκεν. ἀπεκρίθη ὁ ᾿Ιησοῦς καὶ εἶπεν· οὐ δι᾽ ἐμὲ αὕτη ἡ φωνὴ γέγονεν\, ἀλλὰ δι᾽ ὑμᾶς. νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου\, νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω· κἀγὼ ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς\, πάντας ἑλκύσω πρὸς ἐμαυτόν. τοῦτο δὲ ἔλεγε σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνήσκειν. ἀπεκρίθη αὐτῷ ὁ ὄχλος· ἡμεῖς ἠκούσαμεν ἐκ τοῦ νόμου ὅτι ὁ Χριστὸς μένει εἰς τὸν αἰῶνα\, καὶ πῶς σὺ λέγεις\, δεῖ ὑψωθῆναι τὸν υἱὸν τοῦ ἀνθρώπου; τίς ἐστιν οὗτος ὁ υἱὸς τοῦ ἀνθρώπου; εἶπεν οὖν αὐτοῖς ὁ ᾿Ιησοῦς· ἔτι μικρὸν χρόνον τὸ φῶς μεθ᾽ ὑμῶν ἐστι· περιπατεῖτε ἕως τὸ φῶς ἔχετε\, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ· καὶ ὁ περιπατῶν ἐν τῇ σκοτίᾳ οὐκ οἶδε ποῦ ὑπάγει. ἕως τὸ φῶς ἔχετε\, πιστεύετε εἰς τὸ φῶς\, ἵνα υἱοὶ φωτὸς γένησθε. Ταῦτα ἐλάλησεν ὁ ᾿Ιησοῦς\, καὶ ἀπελθὼν ἐκρύβη ἀπ᾽ αὐτῶν.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20120914
DTEND;VALUE=DATE:20120915
SUMMARY:Ἡ Ύψωσις τοῦ Τιμίου Σταυροῦ
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 9/14/2012\n\nἍγιοι καὶ ἑορταί: Ἡ Ύψωσις τοῦ Τιμίου Σταυροῦ; Μνήμη της ΣΤ΄ Οικουμενικής Συνόδου εν Τρούλλω\n\nξεροφαγία (αὐστηρή νηστεία)\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους α' 1:18-24\n\nἈδελφοί\, ό λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστίν\, τοῖς δὲ σῳζομένοις ἡμῖν δύναμις θεοῦ ἐστιν. Γέγραπται γάρ\, Ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν\, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω. Ποῦ σοφός; Ποῦ γραμματεύς; Ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου; Οὐχὶ ἐμὼρανεν ὁ θεὸς τὴν σοφίαν τοῦ κόσμου τούτου; Ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν θεόν\, εὐδόκησεν ὁ θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας. Ἐπειδὴ καὶ Ἰουδαῖοι σημεῖον αἰτοῦσιν\, καὶ Ἕλληνες σοφίαν ζητοῦσιν· ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον\, Ἰουδαίοις μὲν σκάνδαλον\, Ἕλλησιν δὲ μωρίαν· αὐτοῖς δὲ τοῖς κλητοῖς\, Ἰουδαίοις τε καὶ Ἕλλησιν\, Χριστὸν θεοῦ δύναμιν καὶ θεοῦ σοφίαν.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ἰωάννην 19.6-11\, 13-20\n\nΤῷ καιρῷ ἐκείνῳ\, συμβούιον ἐποίησαν οἱ ἀρχιερεῖς καὶ οἱ ὑπηρέται\, ἐκραύγασαν λέγοντες· σταύρωσον σταύρωσον αὐτόν. λέγει αὐτοῖς ὁ Πιλᾶτος· λάβετε αὐτὸν ὑμεῖς καὶ σταυρώσατε· ἐγὼ γὰρ οὐχ εὑρίσκω ἐν αὐτῷ αἰτίαν. ἀπεκρίθησαν αὐτῷ οἱ ᾿Ιουδαῖοι· ἡμεῖς νόμον ἔχομεν\, καὶ κατὰ τὸν νόμον ἡμῶν ὀφείλει ἀποθανεῖν\, ὅτι ἑαυτὸν Θεοῦ υἱὸν ἐποίησεν. ῞Οτε οὖν ἤκουσεν ὁ Πιλᾶτος τοῦτον τὸν λόγον\, μᾶλλον ἐφοβήθη\, καὶ εἰσῆλθεν εἰς τὸ πραιτώριον πάλιν καὶ λέγει τῷ ᾿Ιησοῦ· πόθεν εἶ σύ; ὁ δὲ ᾿Ιησοῦς ἀπόκρισιν οὐκ ἔδωκεν αὐτῷ. λέγει οὖν αὐτῷ ὁ Πιλᾶτος· ἐμοὶ οὐ λαλεῖς; οὐκ οἶδας ὅτι ἐξουσίαν ἔχω σταυρῶσαί σε καὶ ἐξουσίαν ἔχω ἀπολῦσαί σε; ἀπεκρίθη ᾿Ιησοῦς· οὐκ εἶχες ἐξουσίαν οὐδεμίαν κατ᾽ ἐμοῦ\, εἰ μὴ ἦν σοι δεδομένον ἄνωθεν· διὰ τοῦτο ὁ παραδιδούς μέ σοι μείζονα ἁμαρτίαν ἔχει. ὁ οὖν Πιλᾶτος ἀκούσας τοῦτον τὸν λόγον ἤγαγεν ἔξω τὸν ᾿Ιησοῦν\, καὶ ἐκάθισεν ἐπὶ τοῦ βήματος εἰς τόπον λεγόμενον Λιθόστρωτον\, ἑβραϊστὶ δὲ Γαββαθᾶ· ἦν δὲ παρασκευὴ τοῦ πάσχα\, ὥρα δὲ ὡσεὶ ἕκτη· καὶ λέγει τοῖς ᾿Ιουδαίοις· ἴδε ὁ βασιλεὺς ὑμῶν. οἱ δὲ ἐκραύγασαν· ἆρον ἆρον\, σταύρωσον αὐτόν. λέγει αὐτοῖς ὁ Πιλᾶτος· τὸν βασιλέα ὑμῶν σταυρώσω; ἀπεκρίθησαν οἱ ἀρχιερεῖς· οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα. τότε οὖν παρέδωκεν αὐτὸν αὐτοῖς ἵνα σταυρωθῇ.\n \nΠαρέλαβον δὲ τὸν ᾿Ιησοῦν καὶ ἤγαγον· καὶ βαστάζων τὸν σταυρὸν αὐτοῦ ἐξῆλθεν εἰς τὸν λεγόμενον κρανίου τόπον\, ὃς λέγεται ἑβραϊστὶ Γολγοθᾶ\, ὅπου αὐτὸν ἐσταύρωσαν\, καὶ μετ᾽ αὐτοῦ ἄλλους δύο ἐντεῦθεν καὶ ἐντεῦθεν\, μέσον δὲ τὸν ᾿Ιησοῦν. ἔγραψε δὲ καὶ τίτλον ὁ Πιλᾶτος καὶ ἔθηκεν ἐπὶ τοῦ σταυροῦ· ἦν δὲ γεγραμμένον· ᾿Ιησοῦς ὁ Ναζωραῖος ὁ βασιλεὺς τῶν ᾿Ιουδαίων. τοῦτον οὖν τὸν τίτλον πολλοὶ ἀνέγνωσαν τῶν ᾿Ιουδαίων\, ὅτι ἐγγὺς ἦν τῆς πόλεως ὁ τόπος ὅπου ἐσταυρώθη ὁ ᾿Ιησοῦς· καὶ ἦν γεγραμμένον ῾Εβραϊστί\, ῾Ελληνιστί\, ῾Ρωμαϊστί. Οἱ μὲν οὖν στρατιῶται ταῦτα ἐποίησαν. εἱστήκεισαν δὲ παρὰ τῷ σταυρῷ τοῦ ᾿Ιησοῦ ἡ μήτηρ αὐτοῦ καὶ ἡ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ\, Μαρία ἡ τοῦ Κλωπᾶ καὶ Μαρία ἡ Μαγδαληνή. ᾿Ιησοῦς οὖν ἰδὼν τὴν μητέρα καὶ τὸν μαθητὴν παρεστῶτα ὃν ἠγάπα\, λέγει τῇ μητρὶ αὐτοῦ· γύναι\, ἴδε ὁ υἱός σου. εἶτα λέγει τῷ μαθητῇ· ἰδοὺ ἡ μήτηρ σου. καὶ ἀπ᾽ ἐκείνης τῆς ὥρας ἔλαβεν ὁ μαθητὴς αὐτὴν εἰς τὰ ἴδια. Μετὰ τοῦτο εἰδὼς ὁ ᾿Ιησοῦς ὅτι πάντα ἤδη τετέλεσται\, ἵνα τελειωθῇ ἡ γραφή\, λέγει· διψῶ. ὅτε οὖν ἔλαβε τὸ ὄξος ὁ ᾿Ιησοῦς εἶπε\, τετέλεσται\, καὶ κλίνας τὴν κεφαλὴν παρέδωκε τὸ πνεῦμα.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20120915
DTEND;VALUE=DATE:20120916
SUMMARY:Σάββατον μετὰ τὴν Ὕψωσιν
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 9/15/2012\n\nἍγιοι καὶ ἑορταί: Νικήτας Μεγαλομάρτυς; Φιλόθεος Θαυματουργός; Βησσαρίωνος εν Λαρίση; Συμεών\, αρχιεπισκόπου Θεσ/κης; Νεομάρτυρος Ιωάννου του Κρητός; Μεθέορτος τῆς Ὑψώσεως τοῦ τιμίου Σταυροῦ\n\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους α' 1:26-31;2:1-5\n\nἈδελφοί\, βλέπετε γὰρ τὴν κλῆσιν ὑμῶν\, ἀδελφοί\, ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα\, οὐ πολλοὶ δυνατοί\, οὐ πολλοὶ εὐγενεῖς· ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ θεός\, ἵνα τοὺς σοφοὺς καταισχύνῃ· καὶ τὰ ἀσθενῆ τοῦ κόσμου ἐξελέξατο ὁ θεός\, ἵνα καταισχύνῃ τὰ ἰσχυρά· καὶ τὰ ἀγενῆ τοῦ κόσμου καὶ τὰ ἐξουθενημένα ἐξελέξατο ὁ θεός\, καὶ τὰ μὴ ὄντα\, ἵνα τὰ ὄντα καταργήσῃ· ὅπως μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον τοῦ θεοῦ. Ἐξ αὐτοῦ δὲ ὑμεῖς ἐστε ἐν Χριστῷ Ἰησοῦ\, ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ θεοῦ\, δικαιοσύνη τε καὶ ἁγιασμός\, καὶ ἀπολύτρωσις· ἵνα\, καθὼς γέγραπται\, Ὁ καυχώμενος\, ἐν κυρίῳ καυχάσθω. Κἀγὼ ἐλθὼν πρὸς ὑμᾶς\, ἀδελφοί\, ἦλθον οὐ καθʼ ὑπεροχὴν λόγου ἢ σοφίας καταγγέλλων ὑμῖν τὸ μαρτύριον τοῦ θεοῦ. Οὐ γὰρ ἔκρινα τοῦ εἰδέναι τι ἐν ὑμῖν\, εἰ μὴ Ἰησοῦν Χριστόν\, καὶ τοῦτον ἐσταυρωμένον. Καὶ ἐγὼ ἐν ἀσθενείᾳ καὶ ἐν φόβῳ καὶ ἐν τρόμῳ πολλῷ ἐγενόμην πρὸς ὑμᾶς. Καὶ ὁ λόγος μου καὶ τὸ κήρυγμά μου οὐκ ἐν πειθοῖς ἀνθρωπίνης σοφίας λόγοις\, ἀλλʼ ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως· ἵνα ἡ πίστις ὑμῶν μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων\, ἀλλʼ ἐν δυνάμει θεοῦ.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ἰωάννην 8.21-30\n\nΕἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· Ἐγὼ ὑπάγω καὶ ζητήσετέ με\, καὶ ἐν τῇ ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε· ὅπου ἐγὼ ὑπάγω\, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν. ἔλεγον οὖν οἱ ᾿Ιουδαῖοι· μήτι ἀποκτενεῖ ἑαυτόν\, ὅτι λέγει\, ὅπου ἐγὼ ὑπάγω\, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν; καὶ εἶπεν αὐτοῖς· ὑμεῖς ἐκ τῶν κάτω ἐστέ\, ἐγὼ ἐκ τῶν ἄνω εἰμί· ὑμεῖς ἐκ τοῦ κόσμου τούτου ἐστέ\, ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου τούτου. εἶπον οὖν ὑμῖν ὅτι ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν· ἐὰν γὰρ μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι\, ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν. ἔλεγον οὖν αὐτῷ· σὺ τίς εἶ; καὶ εἶπεν αὐτοῖς ὁ ᾿Ιησοῦς· τὴν ἀρχὴν ὅ τι καὶ λαλῶ ὑμῖν. πολλὰ ἔχω περὶ ὑμῶν λαλεῖν καὶ κρίνειν· ἀλλ᾽ ὁ πέμψας με ἀληθής ἐστι\, κἀγὼ ἃ ἤκουσα παρ᾽ αὐτοῦ\, ταῦτα λέγω εἰς τὸν κόσμον. οὐκ ἔγνωσαν ὅτι τὸν πατέρα αὐτοῖς ἔλεγεν. εἶπεν οὖν αὐτοῖς ὁ ᾿Ιησοῦς· ὅταν ὑψώσητε τὸν υἱὸν τοῦ ἀνθρώπου\, τότε γνώσεσθε ὅτι ἐγώ εἰμι\, καὶ ἀπ᾽ ἐμαυτοῦ ποιῶ οὐδέν\, ἀλλὰ καθὼς ἐδίδαξέ με ὁ πατήρ μου\, ταῦτα λαλῶ. καὶ ὁ πέμψας με μετ᾽ ἐμοῦ ἐστιν· οὐκ ἀφῆκέ με μόνον ὁ πατήρ\, ὅτι ἐγὼ τὰ ἀρεστὰ αὐτῷ ποιῶ πάντοτε. Ταῦτα αὐτοῦ λαλοῦντος πολλοὶ ἐπίστευσαν εἰς αὐτόν.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20120916
DTEND;VALUE=DATE:20120917
SUMMARY:Κυριακή μετά τήν Ύψωσιν
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 9/16/2012\n\nἍγιοι καὶ ἑορταί: Εὐφημία Μεγαλομάρτυς; Σεβαστιάνα\, ἀποστολή τοῦ Παῦλου; Δωρόθεος τοῦ Αἰγύπτου ; Μάρτυς Μελιτηνή; Μεθέορτος τῆς Ὑψώσεως τοῦ τιμίου Σταυροῦ\n\nΗχος πλ. β'\nΕωθ. Δ'\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Γαλάτας 2:16-20\n\nἈδελφοί\, εἰδότες ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου\, ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ\, καὶ ἡμεῖς εἰς Χριστὸν Ἰησοῦν ἐπιστεύσαμεν\, ἵνα δικαιωθῶμεν ἐκ πίστεως Χριστοῦ\, καὶ οὐκ ἐξ ἔργων νόμου· διότι οὐ δικαιωθήσεται ἐξ ἔργων νόμου πᾶσα σάρξ. Εἰ δέ\, ζητοῦντες δικαιωθῆναι ἐν Χριστῷ\, εὑρέθημεν καὶ αὐτοὶ ἁμαρτωλοί\, ἆρα Χριστὸς ἁμαρτίας διάκονος; Μὴ γένοιτο. Εἰ γὰρ ἃ κατέλυσα\, ταῦτα πάλιν οἰκοδομῶ\, παραβάτην ἐμαυτὸν συνίστημι. Ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον\, ἵνα θεῷ ζήσω. Χριστῷ συνεσταύρωμαι· ζῶ δέ\, οὐκέτι ἐγώ\, ζῇ δὲ ἐν ἐμοὶ Χριστός· ὃ δὲ νῦν ζῶ ἐν σαρκί\, ἐν πίστει ζῶ τῇ τοῦ υἱοῦ τοῦ θεοῦ\, τοῦ ἀγαπήσαντός με καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Μᾶρκον 8.34-38\, 9.1\n\nΕἶπεν ὁ Κύριος· Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν\, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ\, καὶ ἀκολουθείτω μοι. ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι\, ἀπολέσει αὐτήν· ὃς δ᾿ ἂν ἀπολέσῃ τὴν ἑαυτοῦ ψυχὴν ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου\, οὗτος σώσει αὐτήν. τί γὰρ ὠφελήσει ἄνθρωπον ἐὰν κερδήσῃ τὸν κόσμον ὅλον\, καὶ ζημιωθῇ τὴν ψυχὴν αὐτοῦ; ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; ὃς γὰρ ἐὰν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ\, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτὸν ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων. Καὶ ἔλεγεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν ὅτι εἰσί τινες τῶν ὧδε ἑστηκότων\, οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσι τὴν βασιλείαν τοῦ Θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20120917
DTEND;VALUE=DATE:20120918
SUMMARY:Σοφία\, Πίστις\, Ἐλπὶς καὶ Αγάπη Μάρτυρες
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 9/17/2012\n\nἍγιοι καὶ ἑορταί: Σοφία\, Πίστις\, Ἐλπὶς καὶ Αγάπη Μάρτυρες; Ἡρακλείδης καί Μύρων; Μεθέορτος τῆς Ὑψώσεως τοῦ τιμίου Σταυροῦ\n\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Γαλάτας 4:28-31; 5:1-10\n\nἈδελφοί\, ὑμεῖς δέ\, ἀδελφοί\, κατὰ Ἰσαάκ\, ἐπαγγελίας τέκνα ἐσμέν. Ἀλλʼ ὥσπερ τότε ὁ κατὰ σάρκα γεννηθεὶς ἐδίωκεν τὸν κατὰ πνεῦμα\, οὕτως καὶ νῦν. Ἀλλὰ τί λέγει ἡ γραφή; Ἔκβαλε τὴν παιδίσκην καὶ τὸν υἱὸν αὐτῆς\, οὐ γὰρ μὴ κληρονομήσῃ ὁ υἱὸς τῆς παιδίσκης μετὰ τοῦ υἱοῦ τῆς ἐλευθέρας. Ἄρα\, ἀδελφοί\, οὐκ ἐσμὲν παιδίσκης τέκνα\, ἀλλὰ τῆς ἐλευθέρας. Τῇ ἐλευθερίᾳ οὖν ᾗ Χριστὸς ἡμᾶς ἠλευθέρωσεν\, στήκετε\, καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε. Ἴδε\, ἐγὼ Παῦλος λέγω ὑμῖν\, ὅτι ἐὰν περιτέμνησθε\, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει. Μαρτύρομαι δὲ πάλιν παντὶ ἀνθρώπῳ περιτεμνομένῳ\, ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον ποιῆσαι. Κατηργήθητε ἀπὸ τοῦ Χριστοῦ\, οἵτινες ἐν νόμῳ δικαιοῦσθε· τῆς χάριτος ἐξεπέσατε. Ἡμεῖς γὰρ πνεύματι ἐκ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα. Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει\, οὔτε ἀκροβυστία\, ἀλλὰ πίστις διʼ ἀγάπης ἐνεργουμένη. Ἐτρέχετε καλῶς· τίς ὑμᾶς ἐνέκοψεν τῇ ἀληθείᾳ μὴ πείθεσθαι; Ἡ πεισμονὴ οὐκ ἐκ τοῦ καλοῦντος ὑμᾶς. Μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ. Ἐγὼ πέποιθα εἰς ὑμᾶς ἐν κυρίῳ\, ὅτι οὐδὲν ἄλλο φρονήσετε· ὁ δὲ ταράσσων ὑμᾶς βαστάσει τὸ κρίμα\, ὅστις ἂν ᾖ.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 3.19-22\n\nΤῷ καιρῷ ἐκείνῳ\, ῾Ηρῴδης ὁ τετράρχης\, ἐλεγχόμενος ὑπ᾿ αὐτοῦ περὶ ῾Ηρῳδιάδος τῆς γυναικὸς τοῦ ἀδελφοῦ αὐτοῦ καὶ περὶ πάντων ὧν ἐποίησε πονηρῶν ὁ ῾Ηρῴδης\,προσέθηκε καὶ τοῦτο ἐπὶ πᾶσι καὶ κατέκλεισε τὸν ᾿Ιωάννην ἐν τῇ φυλακῇ. ᾿Εγένετο δὲ ἐν τῷ βαπτισθῆναι ἅπαντα τὸν λαὸν καὶ ᾿Ιησοῦ βαπτισθέντος καὶ προσευχομένου ἀνεῳχθῆναι τὸν οὐρανὸνκαὶ καταβῆναι τὸ Πνεῦμα τὸ ῞Αγιον σωματικῷ εἴδει ὡσεὶ περιστερὰν ἐπ᾿ αὐτόν\, καὶ φωνὴν ἐξ οὐρανοῦ γενέσθαι λέγουσαν· σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός\, ἐν σοὶ εὐδόκησα.\n \n \n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20120918
DTEND;VALUE=DATE:20120919
SUMMARY:Εὐμένιος Ἐπίσκοπος Γορτύνης
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 9/18/2012\n\nἍγιοι καὶ ἑορταί: Εὐμένιος Ἐπίσκοπος Γορτύνης; Μάρτυς Ἀριάδνη; Μεθέορτος τῆς Ὑψώσεως τοῦ τιμίου Σταυροῦ\n\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Γαλάτας 5:11-21\n\nἈδελφοί\, εἰ περιτομὴν ἔτι κηρύσσω\, τί ἔτι διώκομαι; Ἄρα κατήργηται τὸ σκάνδαλον τοῦ σταυροῦ. Ὄφελον καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑμᾶς. Ὑμεῖς γὰρ ἐπʼ ἐλευθερίᾳ ἐκλήθητε\, ἀδελφοί· μόνον μὴ τὴν ἐλευθερίαν εἰς ἀφορμὴν τῇ σαρκί\, ἀλλὰ διὰ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις. Ὁ γὰρ πᾶς νόμος ἐν ἑνὶ λόγῳ πληροῦται\, ἐν τῷ\, Ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν. Εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε\, βλέπετε μὴ ὑπό ἀλλήλων ἀναλωθῆτε. Λέγω δέ\, πνεύματι περιπατεῖτε\, καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε. Ἡ γὰρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος\, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός· ταῦτα δὲ ἀντίκειται ἀλλήλοις\, ἵνα μὴ ἃ ἂν θέλητε\, ταῦτα ποιῆτε. Εἰ δὲ πνεύματι ἄγεσθε\, οὐκ ἐστὲ ὑπὸ νόμον. Φανερὰ δέ ἐστιν τὰ ἔργα τῆς σαρκός\, ἅτινά ἐστιν μοιχεία\, πορνεία\, ἀκαθαρσία\, ἀσέλγεια\, εἰδωλολατρεία\, φαρμακεία\, ἔχθραι\, ἔρεις\, ζῆλοι\, θυμοί\, ἐριθεῖαι\, διχοστασίαι\, αἱρέσεις\, φθόνοι\, φόνοι\, μέθαι\, κῶμοι\, καὶ τὰ ὅμοια τούτοις· ἃ προλέγω ὑμῖν\, καθὼς καὶ προεῖπον\, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 3.23-38\, 4.1\n\nΤῷ καιρῷ ἐκείνῳ\, ἦν ὁ ᾿Ιησοῦς ὡσεὶ ἐτῶν τριάκοντα ἀρχόμενος\, ὤν\, ὡς ἐνομίζετο\, υἱὸς ᾿Ιωσήφ\, τοῦ ῾Ηλί\,τοῦ Ματθάν\, τοῦ Λευΐ\, τοῦ Μελχί\, τοῦ ᾿Ιωαννᾶ\, τοῦ ᾿Ιωσήφ\,τοῦ Ματταθίου\, τοῦ ᾿Αμώς\, τοῦ Ναούμ\, τοῦ ᾿Εσλίμ\, τοῦ Ναγγαί\,τοῦ Μαάθ\, τοῦ Ματταθίου\, τοῦ Σεμεΰ\, τοῦ ᾿Ιωσήχ\, τοῦ ᾿Ιωδᾶ\,τοῦ ᾿Ιωαννάν\, τοῦ ῾Ρησᾶ\, τοῦ Ζοροβάβελ\, τοῦ Σαλαθιήλ\, τοῦ Νηρί\,τοῦ Μελχί\, τοῦ ᾿Αδδί\, τοῦ Κωσάμ\, τοῦ ᾿Ελμωδάμ\, τοῦ ῎Ηρ\,τοῦ ᾿Ιωσῆ\, τοῦ ᾿Ελιέζερ\, τοῦ ᾿Ιωρείμ\, τοῦ Ματθάτ\, τοῦ Λευΐ\,τοῦ Συμεών\, τοῦ ᾿Ιούδα\, τοῦ ᾿Ιωσήφ\, τοῦ ᾿Ιωνᾶ\, τοῦ ᾿Ελιακείμ\,τοῦ Μελεᾶ\, τοῦ Μαϊνάν\, τοῦ Ματταθᾶ\, τοῦ Νάθαν\, τοῦ Δαυΐδ\,τοῦ ᾿Ιεσσαί\, τοῦ ᾿Ωβήδ\, τοῦ Βοόζ\, τοῦ Σαλμών\, τοῦ Ναασσών\,τοῦ ᾿Αμιναδάβ\, τοῦ ᾿Αράμ\, τοῦ ᾿Ιωράμ\, τοῦ ᾿Εσρώμ\, τοῦ Φαρές\, τοῦ ᾿Ιούδα\,τοῦ ᾿Ιακώβ\, τοῦ ᾿Ισαάκ\, τοῦ ᾿Αβραάμ\, τοῦ Θάρα\, τοῦ Ναχώρ\,τοῦ Σερούχ\, τοῦ ῾Ραγαῦ\, τοῦ Φάλεκ\, τοῦ ῎Εβερ\, τοῦ Σαλᾶ\,τοῦ Καϊνάν\, τοῦ ᾿Αρφαξάδ\, τοῦ Σήμ\, τοῦ Νῶε\, τοῦ Λάμεχ\,τοῦ Μαθουσάλα\, τοῦ ᾿Ενώχ\, τοῦ ᾿Ιάρεδ\, τοῦ Μαλελεήλ\, τοῦ Καϊνάν\,τοῦ ᾿Ενώς\, τοῦ Σήθ\, τοῦ ᾿Αδάμ\, τοῦ Θεοῦ. Ἰησοῦς δὲ πλήρης Πνεύματος ῾Αγίου ὑπέστρεψεν ἀπὸ τοῦ ᾿Ιορδάνου\, καὶ ἤγετο ἐν τῷ Πνεύματι εἰς τὴν ἔρημονἡ.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20120919
DTEND;VALUE=DATE:20120920
SUMMARY:Μάρτυρες Τρόφιμος\, Σαββάτιος\, καί Δορυμέδων
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 9/19/2012\n\nἍγιοι καὶ ἑορταί: Μάρτυρες Τρόφιμος\, Σαββάτιος\, καί Δορυμέδων; Μεθέορτος τῆς Ὑψώσεως τοῦ τιμίου Σταυροῦ\n\nξεροφαγία (αὐστηρή νηστεία)\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Γαλάτας 6:2-10\n\nἈδελφοί\, ἀλλήλων τὰ βάρη βαστάζετε\, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ. Εἰ γὰρ δοκεῖ τις εἶναί τι\, μηδὲν ὤν\, ἑαυτὸν φρεναπατᾷ· τὸ δὲ ἔργον ἑαυτοῦ δοκιμαζέτω ἕκαστος\, καὶ τότε εἰς ἑαυτὸν μόνον τὸ καύχημα ἕξει\, καὶ οὐκ εἰς τὸν ἕτερον. Ἕκαστος γὰρ τὸ ἴδιον φορτίον βαστάσει. Κοινωνείτω δὲ ὁ κατηχούμενος τὸν λόγον τῷ κατηχοῦντι ἐν πᾶσιν ἀγαθοῖς. Μὴ πλανᾶσθε\, θεὸς οὐ μυκτηρίζεται· ὃ γὰρ ἐὰν σπείρῃ ἄνθρωπος\, τοῦτο καὶ θερίσει. Ὅτι ὁ σπείρων εἰς τὴν σάρκα ἑαυτοῦ\, ἐκ τῆς σαρκὸς θερίσει φθοράν· ὁ δὲ σπείρων εἰς τὸ πνεῦμα\, ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον. Τὸ δὲ καλὸν ποιοῦντες μὴ ἐκκακῶμεν· καιρῷ γὰρ ἰδίῳ θερίσομεν\, μὴ ἐκλυόμενοι. Ἄρα οὖν ὡς καιρὸν ἔχομεν\, ἐργαζώμεθα τὸ ἀγαθὸν πρὸς πάντας\, μάλιστα δὲ πρὸς τοὺς οἰκείους τῆς πίστεως.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 4.1-15\n\nΤῷ καιρῷ ἐκείνῳ\, ὑπέστρεψεν ὁ Ἰησοῦς ἀπὸ τοῦ ᾽Ιορδάνου\, καὶ ἤγετο ἐν τῷ Πνεύματι εἰς τὴν ἔρημονἡμέρας τεσσαράκοντα πειραζόμενος ὑπὸ τοῦ διαβόλου\, καὶ οὐκ ἔφαγεν οὐδὲν ἐν ταῖς ἡμέραις ἐκείναις· καὶ συντελεσθεισῶν αὐτῶν ὕστερον ἐπείνασε.καὶ εἶπεν αὐτῷ ὁ διάβολος· εἰ υἱὸς εἶ τοῦ Θεοῦ\, εἰπὲ τῷ λίθῳ τούτῳ ἵνα γένηται ἄρτος.καὶ ἀπεκρίθη ὁ ᾿Ιησοῦς πρὸς αὐτὸν λέγων· γέγραπται ὅτι οὐκ ἐπ᾿ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος\, ἀλλ᾿ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ.Καὶ ἀναγαγὼν αὐτὸν ὁ διάβολος εἰς ὄρος ὑψηλὸν ἔδειξεν αὐτῷ πάσας τὰς βασιλείας τῆς οἰκουμένης ἐν στιγμῇ χρόνου\,καὶ εἶπεν αὐτῷ ὁ διάβολος· σοὶ δώσω τὴν ἐξουσίαν ταύτην ἅπασαν καὶ τὴν δόξαν αὐτῶν\, ὅτι ἐμοὶ παραδέδοται\, καὶ ᾧ ἐὰν θέλω δίδωμι αὐτήν.σὺ οὖν ἐὰν προσκυνήσῃς ἐνώπιόν μου\, ἔσται σου πᾶσα.καὶ ἀποκριθεὶς αὐτῷ εἶπεν ὁ ᾿Ιησοῦς· ὕπαγε ὀπίσω μου\, σατανᾶ· γέγραπται γάρ\, Κύριον τὸν Θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις.Καὶ ἤγαγεν αὐτὸν εἰς ῾Ιεροσόλυμα\, καὶ ἔστησεν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ καὶ εἶπεν αὐτῷ· εἰ υἱὸς εἶ τοῦ Θεοῦ\, βάλε σεαυτὸν ἐντεῦθεν κάτω·γέγραπται γὰρ ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε\, καὶ ὅτι ἐπὶ χειρῶν ἀροῦσί σε\, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. καὶ ἀποκριθεὶς εἶπεν αὐτῷ ὁ ᾿Ιησοῦς ὅτι εἴρηται\, οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου.Καὶ συντελέσας πάντα πειρασμὸν ὁ διάβολος ἀπέστη ἀπ᾿ αὐτοῦ ἄχρι καιροῦ. Καὶ ὑπέστρεψεν ὁ ᾿Ιησοῦς ἐν τῇ δυνάμει τοῦ Πνεύματος εἰς τὴν Γαλιλαίαν· καὶ φήμη ἐξῆλθε καθ᾿ ὅλης τῆς περιχώρου περὶ αὐτοῦ.καὶ αὐτὸς ἐδίδασκεν ἐν ταῖς συναγωγαῖς αὐτῶν δοξαζόμενος ὑπὸ πάντων.\n \n \n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20120920
DTEND;VALUE=DATE:20120921
SUMMARY:Μάρτυς Εὐστάθιος καί οἱ σὺν αὐτῶ
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 9/20/2012\n\nἍγιοι καὶ ἑορταί: Μάρτυς Εὐστάθιος καί οἱ σὺν αὐτῶ; Εὐστάθιος\, Ἀρχιεπίσκοπος Θεσσαλονίκης; Ιλαρίωνος Κρητός; Μεθέορτος τῆς Ὑψώσεως τοῦ τιμίου Σταυροῦ\n\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἐφεσίους 6:10-17\n\nἈδελφοί\, ἐνδυναμοῦσθε ἐν κυρίῳ\, καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ. Ἐνδύσασθε τὴν πανοπλίαν τοῦ θεοῦ\, πρὸς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου. Ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα\, ἀλλὰ πρὸς τὰς ἀρχάς\, πρὸς τὰς ἐξουσίας\, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου\, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. Διὰ τοῦτο ἀναλάβετε τὴν πανοπλίαν τοῦ θεοῦ\, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ\, καὶ ἅπαντα κατεργασάμενοι στῆναι. Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ\, καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης\, καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης· ἐπὶ πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως\, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι. Καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθαι\, καὶ τὴν μάχαιραν τοῦ πνεύματος\, ὅ ἐστιν ῥῆμα θεοῦ·\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 21.12-19\n\nΕἶπεν ὁ Κὐριος τοῖς ἑαυτοῦ μαθηταῖς· Πρὸ δὲ τούτων πάντων ἐπιβαλοῦσιν ἐφ᾿ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσι\, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς\, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου· ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν\, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ συγγενῶν καὶ φίλων καὶ ἀδελφῶν\, καὶ θανατώσουσιν ἐξ ὑμῶν\, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20120921
DTEND;VALUE=DATE:20120922
SUMMARY:Ἀπόδοσις Ὑψώσεως Τιμίου Σταυροῦ
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 9/21/2012\n\nἍγιοι καὶ ἑορταί: Ἀπόδοσις Ὑψώσεως Τιμίου Σταυροῦ; Κοδρᾶτος Ἀπόστολος; Ιωνά Προδρόμου; Κοδράτου του απολογητού; Οσίων Ισαακίου και Μελετίου\, επισκόπων Σίτης\n\nξεροφαγία (αὐστηρή νηστεία)\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἐφεσίους 1:7-17\n\nἈδελφοί\, ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ\, τὴν ἄφεσιν τῶν παραπτωμάτων\, κατὰ τὸν πλοῦτον τῆς χάριτος αὐτοῦ\, ἧς ἐπερίσσευσεν εἰς ἡμᾶς ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει\, γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ\, κατὰ τὴν εὐδοκίαν αὐτοῦ\, ἣν προέθετο ἐν αὐτῷ εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν καιρῶν\, ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ\, τὰ ἐπὶ τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς· ἐν αὐτῷ\, ἐν ᾧ καὶ ἐκληρώθημεν προορισθέντες κατὰ πρόθεσιν τοῦ τὰ πάντα ἐνεργοῦντος κατὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ\, εἰς τὸ εἶναι ἡμᾶς εἰς ἔπαινον δόξης αὐτοῦ\, τοὺς προηλπικότας ἐν τῷ Χριστῷ· ἐν ᾧ καὶ ὑμεῖς\, ἀκούσαντες τὸν λόγον τῆς ἀληθείας\, τὸ εὐαγγέλιον τῆς σωτηρίας ὑμῶν\, ἐν ᾧ καὶ πιστεύσαντες ἐσφραγίσθητε τῷ πνεύματι τῆς ἐπαγγελίας τῷ ἁγίῳ\, ὅς ἐστιν ἀρραβὼν τῆς κληρονομίας ἡμῶν\, εἰς ἀπολύτρωσιν τῆς περιποιήσεως\, εἰς ἔπαινον τῆς δόξης αὐτοῦ. Διὰ τοῦτο κἀγώ ἀκούσας τὴν καθʼ ὑμᾶς πίστιν ἐν τῷ κυρίῳ Ἰησοῦ καὶ τὴν ἀγάπην τὴν εἰς πάντας τοὺς ἁγίους\, οὐ παύομαι εὐχαριστῶν ὑπὲρ ὑμῶν\, μνείαν ὑμῶν ποιούμενος ἐπὶ τῶν προσευχῶν μου· ἵνα ὁ θεὸς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ\, ὁ πατὴρ τῆς δόξης\, δώῃ ὑμῖν πνεῦμα σοφίας καὶ ἀποκαλύψεως\, ἐν ἐπιγνώσει αὐτοῦ·\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 4.22-30\n\nΤῷ καιρῷ ἐκείνῳ\, ἐθαύμαζον ἐπὶ τοῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος αὐτοῦ καὶ ἔλεγον· οὐχ οὗτός ἐστιν ὁ υἱὸς ᾿Ιωσήφ;καὶ εἶπε πρὸς αὐτούς· πάντως ἐρεῖτέ μοι τὴν παραβολὴν ταύτην· ἰατρέ\, θεράπευσον σεαυτόν· ὅσα ἠκούσαμεν γενόμενα ἐν τῇ Καπερναούμ\, ποίησον καὶ ὧδε ἐν τῇ πατρίδι σου.εἶπε δέ· ἀμὴν λέγω ὑμῖν ὅτι οὐδεὶς προφήτης δεκτός ἐστιν ἐν τῇ πατρίδι αὐτοῦ.ἐπ᾿ ἀληθείας δὲ λέγω ὑμῖν\, πολλαὶ χῆραι ἦσαν ἐν ταῖς ἡμέραις ᾿Ηλιοὺ ἐν τῷ ᾿Ισραήλ\, ὅτε ἐκλείσθη ὁ οὐρανὸς ἐπὶ ἔτη τρία καὶ μῆνας ἕξ\, ὡς ἐγένετο λιμὸς μέγας ἐπὶ πᾶσαν τὴν γῆν\,καὶ πρὸς οὐδεμίαν αὐτῶν ἐπέμφθη ᾿Ηλίας εἰ μὴ εἰς Σάρεπτα τῆς Σιδωνίας πρὸς γυναῖκα χήραν.καὶ πολλοὶ λεπροὶ ἦσαν ἐπὶ ᾿Ελισαίου τοῦ προφήτου ἐν τῷ ᾿Ισραήλ\, καὶ οὐδεὶς αὐτῶν ἐκαθαρίσθη εἰ μὴ Νεεμὰν ὁ Σύρος.καὶ ἐπλήσθησαν πάντες θυμοῦ ἐν τῇ συναγωγῇ ἀκούοντες ταῦτα\,καὶ ἀναστάντες ἐξέβαλον αὐτὸν ἔξω τῆς πόλεως καὶ ἤγαγον αὐτὸν ἕως ὀφρύος τοῦ ὄρους\, ἐφ᾿ οὗ ἡ πόλις αὐτῶν ᾠκοδόμητο\, εἰς τὸ κατακρημνίσαι αὐτόν.αὐτὸς δὲ διελθὼν διὰ μέσου αὐτῶν ἐπορεύετο.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20120922
DTEND;VALUE=DATE:20120923
SUMMARY:Φωκᾶς Ἱερομάρτυς
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 9/22/2012\n\nἍγιοι καὶ ἑορταί: Φωκᾶς Ἱερομάρτυς; Φωκᾶς ὁ Κηπουρός; Αγίου Μάρτυρος Ισαάκ\, καί τού Αγίου Μαρτίνου\n\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους α' 10:23-28\n\nἈδελφοί\, πάντα μοι ἔξεστιν\, ἀλλʼ οὐ πάντα συμφέρει. Πάντα μοι ἔξεστιν\, ἀλλʼ οὐ πάντα οἰκοδομεῖ. Μηδεὶς τὸ ἑαυτοῦ ζητείτω\, ἀλλὰ τὸ τοῦ ἑτέρου ἕκαστος. Πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον ἐσθίετε\, μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν· Τοῦ γὰρ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς. Εἰ δέ τις καλεῖ ὑμᾶς τῶν ἀπίστων\, καὶ θέλετε πορεύεσθαι\, πᾶν τὸ παρατιθέμενον ὑμῖν ἐσθίετε\, μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν. Ἐὰν δέ τις ὑμῖν εἴπῃ\, Τοῦτο εἰδωλόθυτόν ἐστιν\, μὴ ἐσθίετε διʼ ἐκεῖνον τὸν μηνύσαντα καὶ τὴν συνείδησιν· Τοῦ γὰρ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 4.31-36\n\nΤῷ καιρῷ ἐκείνῳ\, κατῆλθεν ὁ Ἰησοῦς εἰς Καπερναοὺμ πόλιν τῆς Γαλιλαίας\, καὶ ἦν διδάσκων αὐτοὺς ἐν τοῖς σάββασι·καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ\, ὅτι ἐν ἐξουσίᾳ ἦν ὁ λόγος αὐτοῦ.Καὶ ἐν τῇ συναγωγῇ ἦν ἄνθρωπος ἔχων πνεῦμα δαιμονίου ἀκαθάρτου\, καὶ ἀνέκραξε φωνῇ μεγάλῃλέγων· ἔα\, τί ἡμῖν καὶ σοί\, ᾿Ιησοῦ Ναζαρηνέ; ἦλθες ἀπολέσαι ἡμᾶς; οἶδά σε τίς εἶ\, ὁ ἅγιος τοῦ Θεοῦ.καὶ ἐπετίμησεν αὐτῷ ὁ ᾿Ιησοῦς λέγων· φιμώθητι καὶ ἔξελθε ἐξ αὐτοῦ. καὶ ῥῖψαν αὐτὸν τὸ δαιμόνιον εἰς τὸ μέσον ἐξῆλθεν ἀπ᾿ αὐτοῦ\, μηδὲν βλάψαν αὐτόν.καὶ ἐγένετο θάμβος ἐπὶ πάντας\, καὶ συνελάλουν πρὸς ἀλλήλους λέγοντες· τίς ὁ λόγος οὗτος\, ὅτι ἐν ἐξουσίᾳ καὶ δυνάμει ἐπιτάσσει τοῖς ἀκαθάρτοις πνεύμασι\, καὶ ἐξέρχονται;\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20120923
DTEND;VALUE=DATE:20120924
SUMMARY:Α΄ Λουκᾶ
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 9/23/2012\n\nἍγιοι καὶ ἑορταί: Σύλληψις Προδρόμου; Ξανθίππη καὶ Πολυξένη ἁι αὐτάδελφαι; Νεομάρτυρος Ιωάννου; Νεομαρτύρος Νικολάου\n\nΗχος βαρύς\nΕωθ. Ε'\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Γαλάτας 4:22-27\n\nἈδελφοί\, Ἀβραὰμ δύο υἱοὺς ἔσχεν· ἕνα ἐκ τῆς παιδίσκης\, καὶ ἕνα ἐκ τῆς ἐλευθέρας. Ἀλλʼ ὁ μὲν ἐκ τῆς παιδίσκης κατὰ σάρκα γεγέννηται\, ὁ δὲ ἐκ τῆς ἐλευθέρας διὰ τῆς ἐπαγγελίας. Ἅτινά ἐστιν ἀλληγορούμενα· αὗται γάρ εἰσιν δύο διαθῆκαι· μία μὲν ἀπὸ ὄρους Σινᾶ\, εἰς δουλείαν γεννῶσα\, ἥτις ἐστὶν Ἅγαρ. Τὸ γὰρ Ἅγαρ Σινᾶ ὄρος ἐστὶν ἐν τῇ Ἀραβίᾳ\, συστοιχεῖ δὲ τῇ νῦν Ἱερουσαλήμ\, δουλεύει δὲ μετὰ τῶν τέκνων αὐτῆς. Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστίν\, ἥτις ἐστὶν μήτηρ πάντων ἡμῶν· γέγραπται γάρ\, Εὐφράνθητι\, στεῖρα\, ἡ οὐ τίκτουσα· ῥῆξον καὶ βόησον\, ἡ οὐκ ὠδίνουσα· ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 5.1-11\n\nΤῷ καιρῷ ἐκείνῳ\, ἑστὼς ὁ Ἰησοῦς παρὰ τὴν λίμνην Γεννησαρέτ\, καὶ εἶδε δύο πλοῖα ἑστῶτα παρὰ τὴν λίμνην· οἱ δὲ ἁλιεῖς ἀποβάντες ἀπ᾿ αὐτῶν ἀπέπλυναν τὰ δίκτυα.ἐμβὰς δὲ εἰς ἓν τῶν πλοίων\, ὃ ἦν τοῦ Σίμωνος\, ἠρώτησεν αὐτὸν ἀπὸ τῆς γῆς ἐπαναγαγεῖν ὀλίγον· καὶ καθίσας ἐδίδασκεν ἐκ τοῦ πλοίου τοὺς ὄχλους.ὡς δὲ ἐπαύσατο λαλῶν\, εἶπε πρὸς τὸν Σίμωνα· ἐπανάγαγε εἰς τὸ βάθος καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν.καὶ ἀποκριθεὶς ὁ Σίμων εἶπεν αὐτῷ· ἐπιστάτα\, δι᾿ ὅλης τῆς νυκτὸς κοπιάσαντες οὐδὲν ἐλάβομεν· ἐπὶ δὲ τῷ ῥήματί σου χαλάσω τὸ δίκτυον.καὶ τοῦτο ποιήσαντες συνέκλεισαν πλῆθος ἰχθύων πολύ· διερρήγνυτο δὲ τὸ δίκτυον αὐτῶν.καὶ κατένευσαν τοῖς μετόχοις τοῖς ἐν τῷ ἑτέρῳ πλοίῳ τοῦ ἐλθόντας συλλαβέσθαι αὐτοῖς· καὶ ἦλθον καὶ ἔπλησαν ἀμφότερα τὰ πλοῖα\, ὥστε βυθίζεσθαι αὐτά.ἰδὼν δὲ Σίμων Πέτρος προσέπεσε τοῖς γόνασιν ᾿Ιησοῦ λέγων· ἔξελθε ἀπ᾿ ἐμοῦ\, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι\, Κύριε·θάμβος γὰρ περιέσχεν αὐτὸν καὶ πάντας τοὺς σὺν αὐτῷ ἐπὶ τῇ ἄγρᾳ τῶν ἰχθύων ᾗ συνέλαβον\,ὁμοίως δὲ καὶ ᾿Ιάκωβον καὶ ᾿Ιωάννην\, υἱοὺς Ζεβεδαίου\, οἳ ἦσαν κοινωνοὶ τῷ Σίμωνι. καὶ εἶπε πρὸς τὸν Σίμωνα ὁ ᾿Ιησοῦς· μὴ φοβοῦ· ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν.καὶ καταγαγόντες τὰ πλοῖα ἐπὶ τὴν γῆν\, ἀφέντες ἅπαντα ἠκολούθησαν αὐτῷ.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20120924
DTEND;VALUE=DATE:20120925
SUMMARY:Θέκλα Πρωτομάρτυς
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 9/24/2012\n\nἍγιοι καὶ ἑορταί: Θέκλα Πρωτομάρτυς; Σιλουανός ὁ Ἀθωνίτης; Ὅσιος Κόπριος; Ἰουβενάλιος καί Πέτρος \n\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Τιμόθεον β' 3:10-15\n\nΤέκνον Τιμόθεε\, παρηκολούθηκάς μου τῇ διδασκαλίᾳ\, τῇ ἀγωγῇ\, τῇ προθέσει\, τῇ πίστει\, τῇ μακροθυμίᾳ\, τῇ ἀγάπῃ\, τῇ ὑπομονῇ\, τοῖς διωγμοῖς\, τοῖς παθήμασιν\, οἷά μοι ἐγένετο ἐν Ἀντιοχείᾳ\, ἐν Ἰκονίῳ\, ἐν Λύστροις\, οἵους διωγμοὺς ὑπήνεγκα· καὶ ἐκ πάντων με ἐρρύσατο ὁ κύριος. Καὶ πάντες δὲ οἱ θέλοντες εὐσεβῶς ζῇν ἐν Χριστῷ Ἰησοῦ διωχθήσονται. Πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον\, πλανῶντες καὶ πλανώμενοι. Σὺ δὲ μένε ἐν οἷς ἔμαθες καὶ ἐπιστώθης\, εἰδὼς παρὰ τίνος ἔμαθες\, καὶ ὅτι ἀπὸ βρέφους τὰ ἱερὰ γράμματα οἶδας\, τὰ δυνάμενά σε σοφίσαι εἰς σωτηρίαν διὰ πίστεως τῆς ἐν Χριστῷ Ἰησοῦ.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 10.38-42\, 11.2\n\nΤῷ καιρῷ ἐκείνῳ\, εἰσῆλθεν ὁ Ἰησοῦς εἰς κώμην τινά· γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτὸν εἰς τὸν οἶκον αὐτῆς. καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαρία\, ἣ καὶ παρακαθίσασα παρὰ τοὺς πόδας τοῦ ᾿Ιησοῦ ἤκουε τὸν λόγον αὐτοῦ. ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπε· Κύριε\, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπε διακονεῖν; εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται.ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ ᾿Ιησοῦς· Μάρθα Μάρθα\, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλά· ἑνὸς δέ ἐστι χρεία· Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο\, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ᾿ αὐτῆς. ᾿Εγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα ἐπάρασά τις γυνὴ φωνὴν ἐκ τοῦ ὄχλου εἶπεν αὐτῷ· μακαρία ἡ κοιλία ἡ βαστάσασά σε καὶ μαστοὶ οὓς ἐθήλασας.αὐτὸς δὲ εἶπε· μενοῦνγε μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ καὶ φυλάσσοντες αὐτόν.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20120925
DTEND;VALUE=DATE:20120926
SUMMARY:Εὐφροσύνη Ἀλεξανδρείας
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 9/25/2012\n\nἍγιοι καὶ ἑορταί: Εὐφροσύνη Ἀλεξανδρείας; Παφνούτιος καί οἱ 546 σύν αὐτῶ; Σεργίου θαυματουργού\, του Ρώσου\n\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἐφεσίους 2:19-22;3:1-7\n\nἈδελφοί\, οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι\, ἀλλὰ συμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ θεοῦ\, ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν\, ὄντος ἀκρογωνιαίου αὐτοῦ Ἰησοῦ Χριστοῦ\, ἐν ᾧ πᾶσα οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον ἐν κυρίῳ\, ἐν ᾧ καὶ ὑμεῖς συνοικοδομεῖσθε εἰς κατοικητήριον τοῦ θεοῦ ἐν πνεύματι. Τούτου χάριν ἐγὼ Παῦλος ὁ δέσμιος τοῦ Χριστοῦ Ἰησοῦ ὑπὲρ ὑμῶν τῶν ἐθνῶν\, εἴγε ἠκούσατε τὴν οἰκονομίαν τῆς χάριτος τοῦ θεοῦ τῆς δοθείσης μοι εἰς ὑμᾶς\, ὅτι κατὰ ἀποκάλυψιν ἐγνώρισέν μοι τὸ μυστήριον\, καθὼς προέγραψα ἐν ὀλίγῳ\, πρὸς ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν μου ἐν τῷ μυστηρίῳ τοῦ Χριστοῦ· ὃ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων\, ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις ἐν πνεύματι· εἶναι τὰ ἔθνη συγκληρονόμα καὶ σύσσωμα καὶ συμμέτοχα τῆς ἐπαγγελίας αὐτοῦ ἐν τῷ Χριστῷ\, διὰ τοῦ εὐαγγελίου\, οὗ ἐγενόμην διάκονος κατὰ τὴν δωρεὰν τῆς χάριτος τοῦ θεοῦ\, τὴν δοθεῖσάν μοι κατὰ τὴν ἐνέργειαν τῆς δυνάμεως αὐτοῦ.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 5.12-16\n\nΤῷ καιρῷ ἐκείνῳ\, ἦν ὁ Ἰησοῦς ἐν μιᾷ τῶν πόλεων καὶ ἰδοὺ ἀνὴρ πλήρης λέπρας· καὶ ἰδὼν τὸν ᾿Ιησοῦν\, πεσὼν ἐπὶ πρόσωπον ἐδεήθη αὐτοῦ λέγων· Κύριε\, ἐὰν θέλῃς\, δύνασαί με καθαρίσαι.καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ εἰπών· θέλω\, καθαρίσθητι. καὶ εὐθέως ἡ λέπρα ἀπῆλθεν ἀπ᾿ αὐτοῦ.καὶ αὐτὸς παρήγγειλεν αὐτῷ μηδενὶ εἰπεῖν\, ἀλλὰ ἀπελθὼν δεῖξον σεαυτὸν τῷ ἱερεῖ καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου καθὼς προσέταξε Μωϋσῆς εἰς μαρτύριον αὐτοῖς.διήρχετο δὲ μᾶλλον ὁ λόγος περὶ αὐτοῦ\, καὶ συνήρχοντο ὄχλοι πολλοὶ ἀκούειν καὶ θεραπεύεσθαι ὑπ᾿ αὐτοῦ ἀπὸ τῶν ἀσθενειῶν αὐτῶν·αὐτὸς δὲ ἦν ὑποχωρῶν ἐν ταῖς ἐρήμοις καὶ προσευχόμενος.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20120926
DTEND;VALUE=DATE:20120927
SUMMARY:Ἡ Μετάστασις τοῦ Ἰωάννου τοῦ Θεολόγου
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 9/26/2012\n\nἍγιοι καὶ ἑορταί: Ἡ Μετάστασις τοῦ Ἰωάννου τοῦ Θεολόγου\n\nΚατάλυσις οἴνου καί ἐλαίου\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Ἰωάννου α' 4:12-19\n\nθεὸν οὐδεὶς πώποτε τεθέαται· ἐὰν ἀγαπῶμεν ἀλλήλους\, ὁ θεὸς ἐν ἡμῖν μένει\, καὶ ἡ ἀγάπη αὐτοῦ τετελειωμένη ἐστιν ἐν ἡμῖν. Ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ μένομεν καὶ αὐτὸς ἐν ἡμῖν\, ὅτι ἐκ τοῦ πνεύματος αὐτοῦ δέδωκεν ἡμῖν. Καὶ ἡμεῖς τεθεάμεθα καὶ μαρτυροῦμεν ὅτι ὁ πατὴρ ἀπέσταλκεν τὸν υἱὸν σωτῆρα τοῦ κόσμου. Ὃς ἂν ὁμολογήσῃ ὅτι Ἰησοῦς ἐστιν ὁ υἱὸς τοῦ θεοῦ\, ὁ θεὸς ἐν αὐτῷ μένει\, καὶ αὐτὸς ἐν τῷ θεῷ. Καὶ ἡμεῖς ἐγνώκαμεν καὶ πεπιστεύκαμεν τὴν ἀγάπην ἣν ἔχει ὁ θεὸς ἐν ἡμῖν. Ὁ θεὸς ἀγάπη ἐστίν\, καὶ ὁ μένων ἐν τῇ ἀγάπῃ\, ἐν τῷ θεῷ μένει\, καὶ ὁ θεὸς ἐν αὐτῷ μένει. Ἐν τούτῳ τετελείωται ἡ ἀγάπη μεθʼ ἡμῶν\, ἵνα παρρησίαν ἔχωμεν ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως\, ὅτι καθὼς ἐκεῖνός ἐστιν\, καὶ ἡμεῖς ἐσμεν ἐν τῷ κόσμῳ τούτῳ. Φόβος οὐκ ἔστιν ἐν τῇ ἀγάπῃ\, ἀλλʼ ἡ τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον\, ὅτι ὁ φόβος κόλασιν ἔχει· ὁ δὲ φοβούμενος οὐ τετελείωται ἐν τῇ ἀγάπῃ. Ἡμεῖς ἀγαπῶμεν αὐτόν\, ὅτι αὐτὸς πρῶτος ἠγάπησεν ἡμᾶς.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ἰωάννην 19.25-27\, 21.2\n\nΤῷ καιρῷ ἐκείνῳ\, εἱστήκεισαν δὲ παρὰ τῷ σταυρῷ τοῦ ᾿Ιησοῦ ἡ μήτηρ αὐτοῦ καὶ ἡ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ\, Μαρία ἡ τοῦ Κλωπᾶ καὶ Μαρία ἡ Μαγδαληνή. ᾿Ιησοῦς οὖν ἰδὼν τὴν μητέρα καὶ τὸν μαθητὴν παρεστῶτα ὃν ἠγάπα\, λέγει τῇ μητρὶ αὐτοῦ· γύναι\, ἴδε ὁ υἱός σου. εἶτα λέγει τῷ μαθητῇ· ἰδοὺ ἡ μήτηρ σου. καὶ ἀπ᾽ ἐκείνης τῆς ὥρας ἔλαβεν ὁ μαθητὴς αὐτὴν εἰς τὰ ἴδια. Οὗτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων καὶ γράψας ταῦτα\, καὶ οἴδαμεν ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ. ἔστι δὲ καὶ ἄλλα πολλὰ ὅσα ἐποίησεν ὁ ᾿Ιησοῦς\, ἅτινα ἐὰν γράφηται καθ᾽ ἕν\, οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία. ἀμήν.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20120927
DTEND;VALUE=DATE:20120928
SUMMARY:Καλλίστρατος Μάρτυς καί οἱ 49 σύν αὐτῶ
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 9/27/2012\n\nἍγιοι καὶ ἑορταί: Καλλίστρατος Μάρτυς καί οἱ 49 σύν αὐτῶ; Ἀρίσταρχος\, Ἀπόστολος; Νεομάρτυρος Ακυλίνης της Θεσσαλονίκης; Γεδεών ὁ δίκαιος \n\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἐφεσίους 4:14-17\n\nἈδελφοί\, μηκέτι ὦμεν νήπιοι\, κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ τῆς διδασκαλίας\, ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων\, ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης· ἀληθεύοντες δὲ ἐν ἀγάπῃ αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα\, ὅς ἐστιν ἡ κεφαλή\, ὁ Χριστός\, ἐξ οὗ πᾶν τὸ σῶμα συναρμολογούμενον καὶ συμβιβαζόμενον διὰ πάσης ἁφῆς τῆς ἐπιχορηγίας\, κατʼ ἐνέργειαν ἐν μέτρῳ ἑνὸς ἑκάστου μέρους\, τὴν αὔξησιν τοῦ σώματος ποιεῖται εἰς οἰκοδομὴν ἑαυτοῦ ἐν ἀγάπῃ. Τοῦτο οὖν λέγω καὶ μαρτύρομαι ἐν κυρίῳ\, μηκέτι ὑμᾶς περιπατεῖν\, καθὼς καὶ τὰ λοιπὰ ἔθνη περιπατεῖ ἐν ματαιότητι τοῦ νοὸς αὐτῶν.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 6.12-19\n\nΤῷ καιρῷ ἐκείνῳ\, ἐξῆλθεν ὁ Ἰησοῦς εἰς τὸ ὄρος προσεύξασθαι\, καὶ ἦν διανυκτερεύων ἐν τῇ προσευχῇ τοῦ Θεοῦ.καὶ ὅτε ἐγένετο ἡμέρα\, προσεφώνησε τοὺς μαθητὰς αὐτοῦ\, καὶ ἐκλεξάμενος ἀπ᾿ αὐτῶν δώδεκα\, οὓς καὶ ἀποστόλους ὠνόμασε\,Σίμωνα\, ὃν καὶ ὠνόμασε Πέτρον\, καὶ ᾿Ανδρέαν τὸν ἀδελφὸν αὐτοῦ\, ᾿Ιάκωβον καὶ ᾿Ιωάννην\, Φίλιππον καὶ Βαρθολομαῖον\,Ματθαῖον καὶ Θωμᾶν\, ᾿Ιάκωβον τὸν τοῦ ᾿Αλφαίου καὶ Σίμωνα τὸν καλούμενον Ζηλωτήν\,᾿Ιούδαν ᾿Ιακώβου καὶ ᾿Ιούδαν ᾿Ισκαριώτην\, ὃς καὶ ἐγένετο προδότης\,καὶ καταβὰς μετ᾿ αὐτῶν ἔστη ἐπὶ τόπου πεδινοῦ\, καὶ ὄχλος μαθητῶν αὐτοῦ\, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς ᾿Ιουδαίας καὶ ῾Ιερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος\, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν\,καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων\, καὶ ἐθεραπεύοντο·καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ\, ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20120928
DTEND;VALUE=DATE:20120929
SUMMARY:Χαρίτων ὁ Ὁμολογητής
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 9/28/2012\n\nἍγιοι καὶ ἑορταί: Χαρίτων ὁ Ὁμολογητής; Ἀλκίσων Νικοπόλεως; Βαροὺχ Προφήτης; Αυξεντίου και Νεοφύτου του Εγκλείστου των εν Κύπρω; Οὐένσεσλαυς τῶν Τσέχων\n\nξεροφαγία (αὐστηρή νηστεία)\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους β' 4:6-15\n\nἈδελφοί\, ὁ θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι\, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ θεοῦ ἐν προσώπῳ Ἰησοῦ Χριστοῦ. Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν\, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ θεοῦ\, καὶ μὴ ἐξ ἡμῶν· ἐν παντὶ θλιβόμενοι\, ἀλλʼ οὐ στενοχωρούμενοι· ἀπορούμενοι\, ἀλλʼ οὐκ ἐξαπορούμενοι· διωκόμενοι\, ἀλλʼ οὐκ ἐγκαταλειπόμενοι· καταβαλλόμενοι\, ἀλλʼ οὐκ ἀπολλύμενοι· πάντοτε τὴν νέκρωσιν τοῦ κυρίου Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες\, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ. Ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν\, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν. Ὥστε ὁ μὲν θάνατος ἐν ἡμῖν ἐνεργεῖται\, ἡ δὲ ζωὴ ἐν ὑμῖν. Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως\, κατὰ τὸ γεγραμμένον\, Ἐπίστευσα\, διὸ ἐλάλησα\, καὶ ἡμεῖς πιστεύομεν\, διὸ καὶ λαλοῦμεν· εἰδότες ὅτι ὁ ἐγείρας τὸν κύριον Ἰησοῦν καὶ ἡμᾶς διὰ Ἰησοῦ ἐγερεῖ\, καὶ παραστήσει σὺν ὑμῖν. Τὰ γὰρ πάντα διʼ ὑμᾶς\, ἵνα ἡ χάρις πλεονάσασα διὰ τῶν πλειόνων τὴν εὐχαριστίαν περισσεύσῃ εἰς τὴν δόξαν τοῦ θεοῦ.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 6.17-23\n\nΤῷ καιρῷ ἐκείνῳ\, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ\, καὶ ὄχλος μαθητῶν αὐτοῦ\, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς ᾿Ιουδαίας καὶ ῾Ιερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος\, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν\,καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων\, καὶ ἐθεραπεύοντο·καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ\, ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγε· Mακάριοι οἱ πτωχοί\, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. μακάριοι οἱ πεινῶντες νῦν\, ὅτι χορτασθήσεσθε. μακάριοι οἱ κλαίοντες νῦν\, ὅτι γελάσετε. μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι\, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου. χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ· κατὰ τὰ αὐτὰ γὰρ ἐποίουν τοῖς προφήταις οἱ πατέρες αὐτῶν.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20120929
DTEND;VALUE=DATE:20120930
SUMMARY:Κυριακός Ἀναχωρητὴς
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 9/29/2012\n\nἍγιοι καὶ ἑορταί: Κυριακός Ἀναχωρητὴς; Μάρτυς Πετρωνία; Θεοφάνης τῆς Γάζα; Διονυσίου Α` πατριάρχου Κωνσταντινοπόλεως\n\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους α' 14:20-25\n\nἈδελφοί\, μὴ παιδία γίνεσθε ταῖς φρεσίν· ἀλλὰ τῇ κακίᾳ νηπιάζετε\, ταῖς δὲ φρεσὶν τέλειοι γίνεσθε. Ἐν τῷ νόμῳ γέγραπται ὅτι Ἐν ἑτερογλώσσοις καὶ ἐν χείλεσιν ἑτέροις λαλήσω τῷ λαῷ τούτῳ\, καὶ οὐδʼ οὕτως εἰσακούσονταί μου\, λέγει κύριος. Ὥστε αἱ γλῶσσαι εἰς σημεῖόν εἰσιν\, οὐ τοῖς πιστεύουσιν\, ἀλλὰ τοῖς ἀπίστοις· ἡ δὲ προφητεία\, οὐ τοῖς ἀπίστοις\, ἀλλὰ τοῖς πιστεύουσιν. Ἐὰν οὖν συνέλθῃ ἡ ἐκκλησία ὅλη ἐπὶ τὸ αὐτό\, καὶ πάντες γλώσσαις λαλῶσιν\, εἰσέλθωσιν δὲ ἰδιῶται ἢ ἄπιστοι\, οὐκ ἐροῦσιν ὅτι μαίνεσθε; Ἐὰν δὲ πάντες προφητεύωσιν\, εἰσέλθῃ δέ τις ἄπιστος ἢ ἰδιώτης\, ἐλέγχεται ὑπὸ πάντων\, ἀνακρίνεται ὑπὸ πάντων\, καὶ οὕτως τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται· καὶ οὕτως πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει τῷ θεῷ ἀπαγγέλλων ὅτι Ὁ θεὸς ὄντως ἐν ὑμῖν ἐστιν.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 5.17-26\n\nΤῷ καιρῷ ἐκείνῳ\, ἦν διδάσκων ὁ Ἰησοῦς\, καὶ ἦσαν καθήμενοι Φαρισαῖοι καὶ νομοδιδάσκαλοι\, οἳ ἦσαν ἐληλυθότες ἐκ πάσης κώμης τῆς Γαλιλαίας καὶ ᾿Ιουδαίας καὶ ῾Ιερουσαλήμ· καὶ δύναμις Κυρίου ἦν εἰς τὸ ἰᾶσθαι αὐτούς.καὶ ἰδοὺ ἄνδρες φέροντες ἐπὶ κλίνης ἄνθρωπον ὃς ἦν παραλελυμένος\, καὶ ἐζήτουν αὐτὸν εἰσενεγκεῖν καὶ θεῖναι ἐνώπιον αὐτοῦ.καὶ μὴ εὑρόντες ποίας εἰσενέγκωσιν αὐτὸν διὰ τὸν ὄχλον\, ἀναβάντες ἐπὶ τὸ δῶμα διὰ τῶν κεράμων καθῆκαν αὐτὸν σὺν τῷ κλινιδίῳ εἰς τὸ μέσον ἔμπροσθεν τοῦ ᾿Ιησοῦ.καὶ ἰδὼν τὴν πίστιν αὐτῶν εἶπεν αὐτῷ· ἄνθρωπε\, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου.καὶ ἤρξαντο διαλογίζεσθαι οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι λέγοντες· τίς ἐστιν οὗτος ὃς λαλεῖ βλασφημίας· τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ μόνος ὁ Θεός;ἐπιγνοὺς δὲ ὁ ᾿Ιησοῦς τοὺς διαλογισμοὺς αὐτῶν ἀποκριθεὶς εἶπε πρὸς αὐτούς· τί διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν;τί ἐστιν εὐκοπώτερον\, εἰπεῖν\, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου\, ἢ εἰπεῖν\, ἔγειρε καὶ περιπάτει;ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας - εἶπε τῷ παραλελυμένῳ· σοὶ λέγω\, ἔγειρε καὶ ἄρας τὸ κλινίδιόν σου πορεύου εἰς τὸν οἶκόν σου.καὶ παραχρῆμα ἀναστὰς ἐνώπιον αὐτῶν\, ἄρας ἐφ᾿ ὃ κατέκειτο ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ δοξάζων τὸν Θεόν.καὶ ἔκστασις ἔλαβεν ἅπαντας καὶ ἐδόξαζον τὸν Θεόν\, καὶ ἐπλήσθησαν φόβου λέγοντες ὅτι εἴδομεν παράδοξα σήμερον.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20120930
DTEND;VALUE=DATE:20121001
SUMMARY:Β΄ Λουκᾶ
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 9/30/2012\n\nἍγιοι καὶ ἑορταί: Γρηγόριος Ἐπίσκοπος Ἀρμενίας; Μάρτυρες Μαρδόνιος καί Στρατόνικος\n\nΗχος πλ. δ'\nΕωθ. ΣΤ'\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους β' 6:16-18; 7:1\n\nἈδελφοί\, ὑμεῖς ἐστε ναὸς Θεοῦ ζῶντος\, καθὼς εἶπεν ὁ θεός ὅτι Ἐνοικήσω ἐν αὐτοῖς\, καὶ ἐμπεριπατήσω· καὶ ἔσομαι αὐτῶν θεός\, καὶ αὐτοὶ ἔσονταί μοι λαός. Διὸ\, Ἐξέλθετε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε\, λέγει κύριος\, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε· κἀγὼ εἰσδέξομαι ὑμᾶς\, καὶ ἔσομαι ὑμῖν εἰς πατέρα\, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας\, λέγει κύριος παντοκράτωρ. Ταύτας οὖν ἔχοντες τὰς ἐπαγγελίας\, ἀγαπητοί\, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος\, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ θεοῦ.\n\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 6.31-36\n\nΕἶπεν ὁ Κύριος· καθὼς θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι\, ποιεῖτε αὐτοῖς ὁμοίως.καὶ εἰ ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς\, ποία ὑμῖν χάρις ἐστί; καὶ γὰρ οἱ ἁμαρτωλοὶ τοὺς ἀγαπῶντας αὐτοὺς ἀγαπῶσι.καὶ ἐὰν ἀγαθοποιῆτε τοὺς ἀγαθοποιοῦντας ὑμᾶς\, ποία ὑμῖν χάρις ἐστί; καὶ γὰρ οἱ ἁμαρτωλοὶ τὸ αὐτὸ ποιοῦσι.καὶ ἐὰν δανείζητε παρ᾿ ὧν ἐλπίζετε ἀπολαβεῖν\, ποία ὑμῖν χάρις ἐστί; καὶ γὰρ ἁμαρτωλοὶ ἁμαρτωλοῖς δανείζουσιν ἵνα ἀπολάβωσι τὰ ἴσα.πλὴν ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν καὶ ἀγαθοποιεῖτε καὶ δανείζετε μηδὲν ἀπελπίζοντες\, καὶ ἔσται ὁ μισθὸς ὑμῶν πολύς\, καὶ ἔσεσθε υἱοὶ ὑψίστου\, ὅτι αὐτὸς χρηστός ἐστιν ἐπὶ τοὺς ἀχαρίστους καὶ πονηρούς.Γίνεσθε οὖν οἰκτίρμονες\, καθὼς καὶ ὁ πατὴρ ὑμῶν οἰκτίρμων ἐστί.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20121001
DTEND;VALUE=DATE:20121002
SUMMARY:Ανανίας ἐκ τῶν 70
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 10/1/2012\n\nἍγιοι καὶ ἑορταί: Ἁγία Σκέπη τῆς Θεοτόκου; Ανανίας ἐκ τῶν 70; Ρωμανός ὁ Μελωδός\n\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πράξεις Ἀποστόλων 9:10-19\n\nἘν ταῖς ἡμεραῖς ἐκείναις\, ἦν δέ τις μαθητὴς ἐν Δαμασκῷ ὀνόματι Ἀνανίας\, καὶ εἶπεν πρὸς αὐτὸν ὁ κύριος ἐν ὁράματι\, Ἀνανία. Ὁ δὲ εἶπεν\, Ἰδοὺ ἐγώ\, κύριε. Ὁ δὲ κύριος πρὸς αὐτόν\, Ἀναστὰς πορεύθητι ἐπὶ τὴν ῥύμην τὴν καλουμένην Εὐθεῖαν\, καὶ ζήτησον ἐν οἰκίᾳ Ἰούδα Σαῦλον ὀνόματι\, Ταρσέα· ἰδοὺ γὰρ προσεύχεται\, καὶ εἶδεν ἐν ὁράματι ἄνδρα ὀνόματι Ἀνανίαν εἰσελθόντα καὶ ἐπιθέντα αὐτῷ χεῖρα\, ὅπως ἀναβλέψῃ. Ἀπεκρίθη δὲ Ἀνανίας\, Κύριε\, ἀκήκοα ἀπὸ πολλῶν περὶ τοῦ ἀνδρὸς τούτου\, ὅσα κακὰ ἐποίησεν τοῖς ἁγίοις σου ἐν Ἱερουσαλήμ· καὶ ὧδε ἔχει ἐξουσίαν παρὰ τῶν ἀρχιερέων\, δῆσαι πάντας τοὺς ἐπικαλουμένους τὸ ὄνομά σου. Εἶπεν δὲ πρὸς αὐτὸν ὁ κύριος\, Πορεύου\, ὅτι σκεῦος ἐκλογῆς μοι ἐστὶν οὗτος\, τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν καὶ βασιλέων\, υἱῶν τε Ἰσραήλ· ἐγὼ γὰρ ὑποδείξω αὐτῷ ὅσα δεῖ αὐτὸν ὑπὲρ τοῦ ὀνόματός μου παθεῖν. Ἀπῆλθεν δὲ Ἀνανίας καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν\, καὶ ἐπιθεὶς ἐπʼ αὐτὸν τὰς χεῖρας εἶπεν\, Σαοὺλ ἀδελφέ\, ὁ κύριος ἀπέσταλκέν με\, ὁ ὀφθείς σοι ἐν τῇ ὁδῷ ᾗ ἤρχου\, ὅπως ἀναβλέψῃς καὶ πλησθῇς πνεύματος ἁγίου. Καὶ εὐθέως ἀπέπεσον ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ ὡσεὶ λεπίδες\, ἀνέβλεψέν τε καὶ ἀναστὰς ἐβαπτίσθη\, καὶ λαβὼν τροφὴν ἐνίσχυσεν. Ἐγένετο δὲ ὁ Σαῦλος μετὰ τῶν ἐν Δαμασκῷ μαθητῶν ἡμέρας τινάς.\n\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 6.24-30\n\nΕἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· Πλὴν οὐαὶ ὑμῖν τοῖς πλουσίοις\, ὅτι ἀπέχετε τὴν παράκλησιν ὑμῶν. οὐαὶ ὑμῖν οἱ ἐμπεπλησμένοι\, ὅτι πεινάσετε. οὐαὶ ὑμῖν οἱ γελῶντες νῦν\, ὅτι πενθήσετε καὶ κλαύσετε. οὐαὶ ὅταν καλῶς ὑμᾶς εἴπωσι πάντες οἱ ἄνθρωποι· κατὰ τὰ αὐτὰ γὰρ ἐποίουν τοῖς ψευδοπροφήταις οἱ πατέρες αὐτῶν. ᾿Αλλὰ ὑμῖν λέγω τοῖς ἀκούουσιν· ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν\, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς\,εὐλογεῖτε τοὺς καταρωμένους ὑμῖν\, προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς.τῷ τύπτοντί σε ἐπὶ τὴν σιαγόνα πάρεχε καὶ τὴν ἄλλην\, καὶ ἀπὸ τοῦ αἴροντός σου τὸ ἱμάτιον καὶ τὸν χιτῶνα μὴ κωλύσῃς.παντὶ δὲ τῷ αἰτοῦντί σε δίδου\, καὶ ἀπὸ τοῦ αἴροντος τὰ σὰ μὴ ἀπαίτει\n \n \n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20121002
DTEND;VALUE=DATE:20121003
SUMMARY:Κυπριανός καὶ Ἰουστίνα
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 10/2/2012\n\nἍγιοι καὶ ἑορταί: Κυπριανός καὶ Ἰουστίνα; Ρουστικός καί Ἐλευθέριος; Οσίου Θεοφίλου\n\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Τιμόθεον α' 1:12-17\n\nΤέκνον Τιμόθεε\, χάριν ἔχω τῷ ἐνδυναμώσαντί με Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν\, ὅτι πιστόν με ἡγήσατο\, θέμενος εἰς διακονίαν\, τὸν πρότερον ὄντα βλάσφημον καὶ διώκτην καὶ ὑβριστήν· ἀλλὰ ἠλεήθην\, ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ· ὑπερεπλεόνασεν δὲ ἡ χάρις τοῦ κυρίου ἡμῶν μετὰ πίστεως καὶ ἀγάπης τῆς ἐν Χριστῷ Ἰησοῦ. Πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος\, ὅτι Χριστὸς Ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι\, ὧν πρῶτός εἰμι ἐγώ· ἀλλὰ διὰ τοῦτο ἠλεήθην\, ἵνα ἐν ἐμοὶ πρώτῳ ἐνδείξηται Ἰησοῦς Χριστὸς τὴν πᾶσαν μακροθυμίαν\, πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν ἐπʼ αὐτῷ εἰς ζωὴν αἰώνιον. Τῷ δὲ βασιλεῖ τῶν αἰώνων\, ἀφθάρτῳ\, ἀοράτῳ\, μόνῳ σοφῶ θεῷ\, τιμὴ καὶ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 6.37-45\n\nΕἶπεν ὁ Κύριος· Μὴ κρίνετε\, καὶ οὐ μὴ κριθῆτε· Καὶ μὴ κρίνετε\, καὶ οὐ μὴ κριθῆτε· μὴ καταδικάζετε\, καὶ οὐ μὴ καταδικασθῆτε· ἀπολύετε\, καὶ ἀπολυθήσεσθε·δίδοτε\, καὶ δοθήσεται ὑμῖν· μέτρον καλόν\, πεπιεσμένον καὶ σεσαλευμένον καὶ ὑπερεκχυνόμενον δώσουσιν εἰς τὸν κόλπον ὑμῶν· τῷ γὰρ αὐτῷ μέτρῳ\, ᾧ μετρεῖτε\, ἀντιμετρηθήσεται ὑμῖν.Εἶπε δὲ παραβολὴν αὐτοῖς· μήτι δύναται τυφλὸς τυφλὸν ὁδηγεῖν; οὐχὶ ἀμφότεροι εἰς βόθυνον πεσοῦνται;οὐκ ἔστι μαθητὴς ὑπὲρ τὸν διδάσκαλον αὐτοῦ· κατηρτισμένος δὲ πᾶς ἔσται ὡς ὁ διδάσκαλος αὐτοῦ.Τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου\, τὴν δὲ δοκὸν τὴν ἐν τῷ ἰδίῳ ὀφθαλμῷ οὐ κατανοεῖς;ἢ πῶς δύνασαι λέγειν τῷ ἀδελφῷ σου\, ἀδελφέ\, ἄφες ἐκβάλω τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ σου\, αὐτὸς τὴν ἐν τῷ ὀφθαλμῷ σου δοκὸν οὐ βλέπων; ὑποκριτά\, ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου\, καὶ τότε διαβλέψεις ἐκβαλεῖν τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου.\n \nΟὐ γάρ ἐστι δένδρον καλὸν ποιοῦν καρπὸν σαπρόν\, οὐδὲ δένδρον σαπρὸν ποιοῦν καρπὸν καλόν·ἕκαστον γὰρ δένδρον ἐκ τοῦ ἰδίου καρποῦ γινώσκεται. οὐ γὰρ ἐξ ἀκανθῶν συλλέγουσι σῦκα\, οὐδὲ ἐκ βάτου τρυγῶσι σταφυλήν.ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ προφέρει τὸ ἀγαθόν\, καὶ ὁ πονηρὸς ἄνθρωπος ἐκ τοῦ πονηροῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ προφέρει τὸ πονηρόν· ἐκ γὰρ τοῦ περισσεύματος τῆς καρδίας λαλεῖ τὸ στόμα αὐτοῦ.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20121003
DTEND;VALUE=DATE:20121004
SUMMARY:Διονύσιος ὁ Αρεοπαγίτης
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 10/3/2012\n\nἍγιοι καὶ ἑορταί: Διονύσιος ὁ Αρεοπαγίτης; Ἰωάννης ὁ Χοζεβίτης\n\nξεροφαγία (αὐστηρή νηστεία)\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πράξεις Ἀποστόλων 17:16-34\n\nἘν ταῖς ἡμεραῖς ἐκείναις\, ἐν δὲ ταῖς Ἀθήναις ἐκδεχομένου αὐτοὺς τοῦ Παύλου\, παρωξύνετο τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ\, θεωροῦντι κατείδωλον οὖσαν τὴν πόλιν. Διελέγετο μὲν οὖν ἐν τῇ συναγωγῇ τοῖς Ἰουδαίοις καὶ τοῖς σεβομένοις\, καὶ ἐν τῇ ἀγορᾷ κατὰ πᾶσαν ἡμέραν πρὸς τοὺς παρατυγχάνοντας. Τινὲς δὲ καὶ τῶν Ἐπικουρείων καὶ τῶν Στοϊκῶν φιλοσόφων συνέβαλλον αὐτῷ. Καί τινες ἔλεγον\, Τί ἂν θέλοι ὁ σπερμολόγος οὗτος λέγειν; Οἱ δέ\, Ξένων δαιμονίων δοκεῖ καταγγελεὺς εἶναι· ὅτι τὸν Ἰησοῦν καὶ τὴν ἀνάστασιν εὐηγγελίζετο. Ἐπιλαβόμενοί τε αὐτοῦ\, ἐπὶ τὸν Ἄρειον πάγον ἤγαγον λέγοντες\, Δυνάμεθα γνῶναι\, τίς ἡ καινὴ αὕτη ἡ ὑπὸ σοῦ λαλουμένη διδαχή; Ξενίζοντα γάρ τινα εἰσφέρεις εἰς τὰς ἀκοὰς ἡμῶν· βουλόμεθα οὖν γνῶναι\, τί ἂν θέλοι ταῦτα εἶναι - Ἀθηναῖοι δὲ πάντες καὶ οἱ ἐπιδημοῦντες ξένοι εἰς οὐδὲν ἕτερον εὐκαίρουν\,N ἢ λέγειν τι καὶN ἀκούειν καινότερον. Σταθεὶς δὲ ὁ Παῦλος ἐν μέσῳ τοῦ Ἀρείου πάγου ἔφη\, Ἄνδρες Ἀθηναῖοι\, κατὰ πάντα ὡς δεισιδαιμονεστέρους ὑμᾶς θεωρῶ. Διερχόμενος γὰρ καὶ ἀναθεωρῶν τὰ σεβάσματα ὑμῶν\, εὗρον καὶ βωμὸν ἐν ᾧ ἐπεγέγραπτο\, Ἀγνώστῳ θεῷ. Ὃν οὖν ἀγνοοῦντες εὐσεβεῖτε\, τοῦτον ἐγὼ καταγγέλλω ὑμῖν. Ὁ θεὸς ὁ ποιήσας τὸν κόσμον καὶ πάντα τὰ ἐν αὐτῷ\, οὗτος\, οὐρανοῦ καὶ γῆς κύριος ὑπάρχων\, οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ\, οὐδὲ ὑπὸ χειρῶν ἀνθρώπων θεραπεύεται\, προσδεόμενός τινος\, αὐτὸς διδοὺς πᾶσιν ζωὴν καὶ πνοὴν κατὰ πάντα· ἐποίησέν τε ἐξ ἑνὸς αἵματος πᾶν ἔθνος ἀνθρώπων\, κατοικεῖν ἐπὶ πᾶν τὸ πρόσωπον τῆς γῆς\, ὁρίσας προστεταγμένους καιροὺς καὶ τὰς ὁροθεσίας τῆς κατοικίας αὐτῶν· ζητεῖν τὸν κύριον\, εἰ ἄρα γε ψηλαφήσειαν αὐτὸν καὶ εὕροιεν\, καί γε οὐ μακρὰν ἀπὸ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντα. Ἐν αὐτῷ γὰρ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμεν· ὡς καί τινες τῶν καθʼ ὑμᾶς ποιητῶν εἰρήκασιν\, Τοῦ γὰρ καὶ γένος ἐσμέν. Γένος οὖν ὑπάρχοντες τοῦ θεοῦ\, οὐκ ὀφείλομεν νομίζειν χρυσῷ ἢ ἀργύρῳ ἢ λίθῳ\, χαράγματι τέχνης καὶ ἐνθυμήσεως ἀνθρώπου\, τὸ θεῖον εἶναι ὅμοιον. Τοὺς μὲν οὖν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ θεός\, τὰ νῦν παραγγέλλει τοῖς ἀνθρώποις πᾶσινN πανταχοῦ μετανοεῖν· διότιN ἔστησεν ἡμέραν\, ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ\, ἐν ἀνδρὶ ᾧ ὥρισεν\, πίστιν παρασχὼν πᾶσιν\, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν. Ἀκούσαντες δὲ ἀνάστασιν νεκρῶν\, οἱ μὲν ἐχλεύαζον· οἱ δὲ εἶπον\, Ἀκουσόμεθά σου πάλιν περὶ τούτου. Καὶ οὕτως ὁ Παῦλος ἐξῆλθεν ἐκ μέσου αὐτῶν. Τινὲς δὲ ἄνδρες κολληθέντες αὐτῷ\, ἐπίστευσαν· ἐν οἷς καὶ Διονύσιος ὁ Ἀρεοπαγίτης\, καὶ γυνὴ ὀνόματι Δάμαρις\, καὶ ἕτεροι σὺν αὐτοῖς.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 6.46-49\, 7.1\n\nΕἶπεν ὁ Κύριος· Τί δέ με καλεῖτε Κύριε Κύριε\, καὶ οὐ ποιεῖτε ἃ λέγω;πᾶς ὁ ἐρχόμενος πρός με καὶ ἀκούων μου τῶν λόγων καὶ ποιῶν αὐτούς\, ὑποδείξω ὑμῖν τίνι ἐστὶν ὅμοιος·ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδομοῦντι οἰκίαν\, ὃς καὶ ἔσκαψε καὶ ἐβάθυνε καὶ ἔθηκε θεμέλιον ἐπὶ τὴν πέτραν· πλημμύρας δὲ γενομένης προσέρρηξεν ὁ ποταμὸς τῇ οἰκίᾳ ἐκείνῃ\, καὶ οὐκ ἴσχυσε σαλεῦσαι αὐτήν· τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν.ὁ δὲ ἀκούσας καὶ μὴ ποιήσας ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδομήσαντι οἰκίαν ἐπὶ τὴν γῆν χωρὶς θεμελίου· ᾗ προσέρρηξεν ὁ ποταμός\, καὶ εὐθὺς ἔπεσε\, καὶ ἐγένετο τὸ ῥῆγμα τῆς οἰκίας ἐκείνης μέγα. Ἐπεὶ δὲ ἐπλήρωσε πάντα τὰ ῥήματα αὐτοῦ εἰς τὰς ἀκοὰς τοῦ λαοῦ\, εἰσῆλθεν εἰς Καπερναούμ.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20121004
DTEND;VALUE=DATE:20121005
SUMMARY:Ἱερόθεος Ἐπίσκοπος Ἀθηνῶν
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 10/4/2012\n\nἍγιοι καὶ ἑορταί: Ἱερόθεος Ἐπίσκοπος Ἀθηνῶν; Δομνίνα\, Βερίνη καὶ Προσδόκη\n\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἐφεσίους 5:33;6:1-9\n\nἈδελφοί\,ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω ὡς ἑαυτόν· ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα. Τὰ τέκνα\, ὑπακούετε τοῖς γονεῦσιν ὑμῶν ἐν κυρίῳ· τοῦτο γάρ ἐστιν δίκαιον. Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα ἥτις ἐστὶν ἐντολὴ πρώτη ἐν ἐπαγγελίᾳ\, ἵνα εὖ σοι γένηται\, καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς. Καὶ οἱ πατέρες\, μὴ παροργίζετε τὰ τέκνα ὑμῶν\, ἀλλʼ ἐκτρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ κυρίου. Οἱ δοῦλοι\, ὑπακούετε τοῖς κυρίοις κατὰ σάρκα\, μετὰ φόβου καὶ τρόμου\, ἐν ἁπλότητι τῆς καρδίας ὑμῶν\, ὡς τῷ Χριστῷ· μὴ κατʼ ὀφθαλμοδουλείαν ὡς ἀνθρωπάρεσκοι\, ἀλλʼ ὡς δοῦλοι τοῦ Χριστοῦ\, ποιοῦντες τὸ θέλημα τοῦ θεοῦ ἐκ ψυχῆς\, μετʼ εὐνοίας δουλεύοντες ὡς τῷ κυρίῳ καὶ οὐκ ἀνθρώποις· εἰδότες ὅτι ὃ ἐάν τι ἕκαστος ποιήσῃ ἀγαθόν\, τοῦτο κομιεῖται παρὰ τοῦ κυρίου\, εἴτε δοῦλος\, εἴτε ἐλεύθερος. Καὶ οἱ κύριοι\, τὰ αὐτὰ ποιεῖτε πρὸς αὐτούς\, ἀνιέντες τὴν ἀπειλήν· εἰδότες ὅτι καὶ ὑμῶν αὐτῶν ὁ κύριός ἐστιν ἐν οὐρανοῖς\, καὶ προσωποληψία οὐκ ἔστιν παρʼ αὐτῷ.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 7.17-30\n\nΤῷ καιρῷ ἐκείνῳ\, ἐξῆλθεν ὁ λόγος οὗτος ἐν ὅλῃ τῇ ᾿Ιουδαίᾳ περὶ αὐτοῦ καὶ ἐν πάσῃ τῇ περιχώρῳ. Καὶ ἀπήγγειλαν ᾿Ιωάννῃ οἱ μαθηταὶ αὐτοῦ περὶ πάντων τούτων.καὶ προσκαλεσάμενος δύο τινὰς τῶν μαθητῶν αὐτοῦ ὁ ᾿Ιωάννης ἔπεμψε πρὸς τὸν ᾿Ιησοῦν λέγων· σὺ εἶ ὁ ἐρχόμενος ἢ ἕτερον προσδοκῶμεν;παραγενόμενοι δὲ πρὸς αὐτὸν οἱ ἄνδρες εἶπον· ᾿Ιωάννης ὁ βαπτιστὴς ἀπέσταλκεν ἡμᾶς πρός σε λέγων· σὺ εἶ ὁ ἐρχόμενος ἢ ἕτερον προσδοκῶμεν;ἐν αὐτῇ δὲ τῇ ὥρᾳ ἐθεράπευσε πολλοὺς ἀπὸ νόσων καὶ μαστίγων καὶ πνευμάτων πονηρῶν\, καὶ τυφλοῖς πολλοῖς ἐχαρίσατο τὸ βλέπειν.καὶ ἀποκριθεὶς ὁ ᾿Ιησοῦς εἶπεν αὐτοῖς· πορευθέντες ἀπαγγείλατε ᾿Ιωάννῃ ἃ εἴδετε καὶ ἠκούσατε· τυφλοὶ ἀναβλέπουσι καὶ χωλοὶ περιπατοῦσι\, λεπροὶ καθαρίζονται\, κωφοὶ ἀκούουσι\, νεκροὶ ἐγείρονται\, πτωχοὶ εὐαγγελίζονται· καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί.ἀπελθόντων δὲ τῶν μαθητῶν ᾿Ιωάννου ἤρξατο λέγειν πρὸς τοὺς ὄχλους περὶ ᾿Ιωάννου· τί ἐξεληλύθατε εἰς τὴν ἔρημον θεάσασθαι; κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον;ἀλλὰ τί ἐξεληλύθατε ἰδεῖν; ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον; ἰδοὺ οἱ ἐν ἱματισμῷ ἐνδόξῳ καὶ τρυφῇ ὑπάρχοντες ἐν τοῖς βασιλείοις εἰσίν.ἀλλὰ τί ἐξεληλύθατε ἰδεῖν; προφήτην; ναὶ λέγω ὑμῖν\, καὶ περισσότερον προφήτου.οὗτός ἐστι περὶ οὗ γέγραπται\, ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου\, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου· λέγω γὰρ ὑμῖν\, μείζων ἐν γεννητοῖς γυναικῶν προφήτης ᾿Ιωάννου τοῦ βαπτιστοῦ οὐδείς ἐστιν· ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ μείζων αὐτοῦ ἐστι.καὶ πᾶς ὁ λαὸς ἀκούσας καὶ οἱ τελῶναι ἐδικαίωσαν τὸν Θεόν\, βαπτισθέντες τὸ βάπτισμα ᾿Ιωάννου·οἱ δὲ Φαρισαῖοι καὶ οἱ νομικοὶ τὴν βουλὴν τοῦ Θεοῦ ἠθέτησαν εἰς ἑαυτούς\, μὴ βαπτισθέντες ὑπ᾿ αὐτοῦ.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20121005
DTEND;VALUE=DATE:20121006
SUMMARY:Χαριτίνη Μάρτυς
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 10/5/2012\n\nἍγιοι καὶ ἑορταί: Χαριτίνη Μάρτυς; Μεθοδία ἡ ἐν Κιμώλῳ; Ευδοκίμου νεοφανούς\, του Βατοπεδινού; Πέτρου\, Αλεξίου και Ιωνά\, των θαυματουργών μητροπολιτών Μόσχας\n\nξεροφαγία (αὐστηρή νηστεία)\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἐφεσίους 6:18-24\n\nἈδελφοί\, στῆτε διὰ πάσης προσευχῆς καὶ δεήσεως προσευχόμενοι ἐν παντὶ καιρῷ ἐν πνεύματι\, καὶ εἰς αὐτὸ τοῦτο ἀγρυπνοῦντες ἐν πάσῃ προσκαρτερήσει καὶ δεήσει περὶ πάντων τῶν ἁγίων\, καὶ ὑπὲρ ἐμοῦ\, ἵνα μοι δοθῇ λόγος ἐν ἀνοίξει τοῦ στόματός μου ἐν παρρησίᾳ γνωρίσαι τὸ μυστήριον τοῦ εὐαγγελίου\, ὑπὲρ οὗ πρεσβεύω ἐν ἁλύσει\, ἵνα ἐν αὐτῷ παρρησιάσωμαι\, ὡς δεῖ με λαλῆσαι. Ἵνα δὲ εἰδῆτε καὶ ὑμεῖς τὰ κατʼ ἐμέ\, τί πράσσω\, πάντα ὑμῖν γνωρίσει Τυχικὸς ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος ἐν κυρίῳ· ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο\, ἵνα γνῶτε τὰ περὶ ἡμῶν\, καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν. Εἰρήνη τοῖς ἀδελφοῖς καὶ ἀγάπη μετὰ πίστεως ἀπὸ θεοῦ πατρὸς καὶ κυρίου Ἰησοῦ Χριστοῦ. Ἡ χάρις μετὰ πάντων τῶν ἀγαπώντων τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν ἀφθαρσίᾳ. Ἀμήν.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 7.31-35\n\nΕἶπεν ὁ Κύριος· Τίνι οὖν ὁμοιώσω τοὺς ἀνθρώπους τῆς γενεᾶς ταύτης\, καὶ τίνι εἰσὶν ὅμοιοι;ὅμοιοί εἰσι παιδίοις τοῖς ἐν ἀγορᾷ καθημένοις καὶ προσφωνοῦσιν ἀλλήλοις καὶ λέγουσιν· ηὐλήσαμεν ὑμῖν\, καὶ οὐκ ὠρχήσασθε\, ἐθρηνήσαμεν ὑμῖν\, καὶ οὐκ ἐκλαύσατε.ἐλήλυθε γὰρ ᾿Ιωάννης ὁ βαπτιστὴς μήτε ἄρτον ἐσθίων μήτε οἶνον πίνων\, καὶ λέγετε· δαιμόνιον ἔχει.ἐλήλυθεν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων\, καὶ λέγετε· ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης\, φίλος τελωνῶν καὶ ἁμαρτωλῶν.καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν τέκνων αὐτῆς πάντων!\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20121006
DTEND;VALUE=DATE:20121007
SUMMARY:Θωμᾶς Ἀπόστολος
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 10/6/2012\n\nἍγιοι καὶ ἑορταί: Θωμᾶς Ἀπόστολος; Mάρτυς Ερωτηΐς; Οσιομάρτυς Μακάριος\n\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους α' 4:9-16\n\nἈδελφοί\, ὁ θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους· ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ\, καὶ ἀγγέλοις\, καὶ ἀνθρώποις. Ἡμεῖς μωροὶ διὰ Χριστόν\, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς\, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι\, ἡμεῖς δὲ ἄτιμοι. Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν\, καὶ διψῶμεν\, καὶ γυμνητεύομεν\, καὶ κολαφιζόμεθα\, καὶ ἀστατοῦμεν\, καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσίν· λοιδορούμενοι εὐλογοῦμεν· διωκόμενοι ἀνεχόμεθα· βλασφημούμενοι παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν\, πάντων περίψημα ἕως ἄρτι. Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα\, ἀλλʼ ὡς τέκνα μου ἀγαπητὰ νουθετῶ. Ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ\, ἀλλʼ οὐ πολλοὺς πατέρας· ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. Παρακαλῶ οὖν ὑμᾶς\, μιμηταί μου γίνεσθε.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ἰωάννην 20.19-31\n\nΟὔσης οὖν ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ τῶν σαββάτων\, καὶ τῶν θυρῶν κεκλεισμένων ὅπου ἦσαν οἱ μαθηταὶ συνηγμένοι διὰ τὸν φόβον τῶν ᾿Ιουδαίων\, ἦλθεν ὁ ᾿Ιησοῦς καὶ ἔστη εἰς τὸ μέσον\, καὶ λέγει αὐτοῖς· εἰρήνη ὑμῖν. καὶ τοῦτο εἰπὼν ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῦ. ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τὸν Κύριον. εἶπεν οὖν αὐτοῖς ὁ ᾿Ιησοῦς πάλιν· εἰρήνη ὑμῖν. καθὼς ἀπέσταλκέ με ὁ πατήρ\, κἀγὼ πέμπω ὑμᾶς. καὶ τοῦτο εἰπὼν ἐνεφύσησε καὶ λέγει αὐτοῖς· λάβετε Πνεῦμα ῞Αγιον· ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας\, ἀφίενται αὐτοῖς\, ἄν τινων κρατῆτε\, κεκράτηνται.\n \nΘωμᾶς δὲ εἷς ἐκ τῶν δώδεκα\, ὁ λεγόμενος Δίδυμος\, οὐκ ἦν μετ᾽ αὐτῶν ὅτε ἦλθεν ὁ ᾿Ιησοῦς. ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί· ἑωράκαμεν τὸν Κύριον. ὁ δὲ εἶπεν αὐτοῖς· ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων\, καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων\, καὶ βάλω τὴν χεῖρά μου εἰς τὴν πλευρὰν αὐτοῦ\, οὐ μὴ πιστεύσω. Καὶ μεθ᾽ ἡμέρας ὀκτὼ πάλιν ἦσαν ἔσω οἱ μαθηταὶ αὐτοῦ καὶ Θωμᾶς μετ᾽ αὐτῶν. ἔρχεται ὁ ᾿Ιησοῦς τῶν θυρῶν κεκλεισμένων\, καὶ ἔστη εἰς τὸ μέσον καὶ εἶπεν· εἰρήνη ὑμῖν. εἶτα λέγει τῷ Θωμᾷ· φέρε τὸν δάκτυλόν σου ὧδε καὶ ἴδε τὰς χεῖράς μου\, καὶ φέρε τὴν χεῖρά σου καὶ βάλε εἰς τὴν πλευράν μου\, καὶ μὴ γίνου ἄπιστος\, ἀλλὰ πιστός. καὶ ἀπεκρίθη Θωμᾶς καὶ εἶπεν αὐτῷ· ὁ Κύριός μου καὶ ὁ Θεός μου. λέγει αὐτῷ ὁ ᾿Ιησοῦς· ὅτι ἑώρακάς με\, πεπίστευκας· μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες. Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ ᾿Ιησοῦς ἐνώπιον τῶν μαθητῶν αὐτοῦ\, ἃ οὐκ ἔστι γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ· ταῦτα δὲ γέγραπται ἵνα πιστεύσητε ὅτι ᾿Ιησοῦς ἐστιν ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ\, καὶ ἵνα πιστεύοντες ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20121007
DTEND;VALUE=DATE:20121008
SUMMARY:Γ΄ Λουκᾶ
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 10/7/2012\n\nἍγιοι καὶ ἑορταί: Σέργιος καί Βάκχος Μάρτυρες; Ἱερομάρτυς Πολυχρόνιος; Ιουλιανού Πρεσβυτέρου\, καί Kαισαρίου Διακόνου; Ἰωάννης Κρήτης\n\nΗχος α'\nΕωθ. Ζ'\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους β' 9:6-11\n\nἈδελφοί\, ὁ σπείρων φειδομένως\, φειδομένως καὶ θερίσει· καὶ ὁ σπείρων ἐπʼ εὐλογίαις\, ἐπʼ εὐλογίαις καὶ θερίσει. Ἕκαστος καθὼς προαιρεῖται τῇ καρδίᾳ· μὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης· ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ θεός. Δυνατὸς δὲ ὁ θεὸς πᾶσαν χάριν περισσεῦσαι εἰς ὑμᾶς\, ἵνα ἐν παντὶ πάντοτε πᾶσαν αὐτάρκειαν ἔχοντες περισσεύητε εἰς πᾶν ἔργον ἀγαθόν· καθὼς γέγραπται\, Ἐσκόρπισεν\, ἔδωκεν τοῖς πένησιν· ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα. Ὁ δὲ ἐπιχορηγῶν σπέρμα τῷ σπείροντι\, καὶ ἄρτον εἰς βρῶσιν χορηγήσαι\, καὶ πληθύναι τὸν σπόρον ὑμῶν\, καὶ αὐξήσαι τὰ γενήματα τῆς δικαιοσύνης ὑμῶν· ἐν παντὶ πλουτιζόμενοι εἰς πᾶσαν ἁπλότητα\, ἥτις κατεργάζεται διʼ ἡμῶν εὐχαριστίαν τῷ θεῷ.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 7.11-16\n\nΤῷ καιρῷ ἐκείνῳ\, ἐπορεύετο εἰς πόλιν καλουμένην Ναΐν· καὶ συνεπορεύοντο αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ἱκανοὶ καὶ ὄχλος πολύς.ὡς δὲ ἤγγισε τῇ πύλῃ τῆς πόλεως\, καὶ ἰδοὺ ἐξεκομίζετο τεθνηκὼς υἱὸς μονογενὴς τῇ μητρὶ αὐτοῦ\, καὶ αὕτη ἦν χήρα\, καὶ ὄχλος τῆς πόλεως ἱκανὸς ἦν σὺν αὐτῇ.καὶ ἰδὼν αὐτὴν ὁ Κύριος ἐσπλαγχνίσθη ἐπ᾿ αὐτῇ καὶ εἶπεν αὐτῇ· μὴ κλαῖε·καὶ προσελθὼν ἥψατο τῆς σοροῦ\, οἱ δὲ βαστάζοντες ἔστησαν\, καὶ εἶπε· νεανίσκε\, σοὶ λέγω\, ἐγέρθητι.καὶ ἀνεκάθισεν ὁ νεκρὸς καὶ ἤρξατο λαλεῖν\, καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ.ἔλαβε δὲ φόβος πάντας καὶ ἐδόξαζον τὸν Θεόν\, λέγοντες ὅτι προφήτης μέγας ἐγήγερται ἐν ἡμῖν\, καὶ ὅτι ἐπεσκέψατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ.καὶ ἐξῆλθεν ὁ λόγος οὗτος ἐν ὅλῃ τῇ ᾿Ιουδαίᾳ περὶ αὐτοῦ καὶ ἐν πάσῃ τῇ περιχώρῳ.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20121008
DTEND;VALUE=DATE:20121009
SUMMARY:Ὁσία Πελαγία ; Πελαγία ἡ Παρθένος
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 10/8/2012\n\nἍγιοι καὶ ἑορταί: Ὁσία Πελαγία ; Πελαγία ἡ Παρθένος; Ταϊσίας της πρώην πόρνης\n\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Φιλιππησίους 1:1-7\n\nἈδελφοί\, Παῦλος καὶ Τιμόθεος\, δοῦλοι ᾿Ιησοῦ Χριστοῦ\, πᾶσι τοῖς ἁγίοις ἐν Χριστῷ ᾿Ιησοῦ τοῖς οὖσιν ἐν Φιλίπποις σὺν ἐπισκόποις καὶ διακόνοις· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου ᾿Ιησοῦ Χριστοῦ. Εὐχαριστῶ τῷ Θεῷ μου ἐπὶ πάσῃ τῇ μνείᾳ ὑμῶν\, πάντοτε ἐν πάσῃ δεήσει μου ὑπὲρ πάντων ὑμῶν μετὰ χαρᾶς τὴν δέησιν ποιούμενος ἐπὶ τῇ κοινωνίᾳ ὑμῶν εἰς τὸ εὐαγγέλιον ἀπὸ πρώτης ἡμέρας ἄχρι τοῦ νῦν\, πεποιθὼς αὐτὸ τοῦτο\, ὅτι ὁ ἐναρξάμενος ἐν ὑμῖν ἔργον ἀγαθὸν ἐπιτελέσει ἄχρις ἡμέρας ᾿Ιησοῦ Χριστοῦ\, καθώς ἐστι δίκαιον ἐμοὶ τοῦτο φρονεῖν ὑπὲρ πάντων ὑμῶν διὰ τὸ ἔχειν με ἐν τῇ καρδίᾳ ὑμᾶς\, ἔν τε τοῖς δεσμοῖς μου καὶ ἐν τῇ ἀπολογίᾳ καὶ βεβαιώσει τοῦ εὐαγγελίου συγκοινωνούς μου τῆς χάριτος πάντας ὑμᾶς ὄντας.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 7.36-50\n\nΤῷ καιρῷ ἐκείνῳ\, ᾿Ηρώτα δέ τις αὐτὸν τῶν Φαρισαίων ἵνα φάγῃ μετ᾿ αὐτοῦ· καὶ εἰσελθὼν εἰς τὴν οἰκίαν τοῦ Φαρισαίου ἀνεκλίθη.καὶ ἰδοὺ γυνὴ ἐν τῇ πόλει ἥτις ἦν ἁμαρτωλός\, καὶ ἐπιγνοῦσα ὅτι ἀνάκειται ἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου\, κομίσασα ἀλάβαστρον μύρουκαὶ στᾶσα ὀπίσω παρὰ τοὺς πόδας αὐτοῦ κλαίουσα\, ἤρξατο βρέχειν τοὺς πόδας αὐτοῦ τοῖς δάκρυσι καὶ ταῖς θριξὶ τῆς κεφαλῆς αὐτῆς ἐξέμασσε\, καὶ κατεφίλει τοὺς πόδας αὐτοῦ καὶ ἤλειφε τῷ μύρῳ.ἰδὼν δὲ ὁ Φαρισαῖος ὁ καλέσας αὐτὸν εἶπεν ἐν ἑαυτῷ λέγων· οὗτος εἰ ἦν προφήτης\, ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ ἡ γυνὴ ἥτις ἅπτεται αὐτοῦ\, ὅτι ἁμαρτωλός ἐστι.καὶ ἀποκριθεὶς ὁ ᾿Ιησοῦς εἶπε πρὸς αὐτόν· Σίμων\, ἔχω σοί τι εἰπεῖν. ὁ δέ φησι· διδάσκαλε\, εἰπέ.δύο χρεωφειλέται ἦσαν δανειστῇ τινι· ὁ εἷς ὤφειλε δηνάρια πεντακόσια\, ὁ δὲ ἕτερος πεντήκοντα.μὴ ἐχόντων δὲ αὐτῶν ἀποδοῦναι\, ἀμφοτέροις ἐχαρίσατο· τίς οὖν αὐτῶν\, εἰπέ\, πλεῖον αὐτὸν ἀγαπήσει;ἀποκριθεὶς δὲ ὁ Σίμων εἶπεν· ὑπολαμβάνω ὅτι ᾧ τὸ πλεῖον ἐχαρίσατο. ὁ δὲ εἶπεν αὐτῷ· ὀρθῶς ἔκρινας.καὶ στραφεὶς πρὸς τὴν γυναῖκα τῷ Σίμωνι ἔφη· βλέπεις ταύτην τὴν γυναῖκα; εἰσῆλθόν σου εἰς τὴν οἰκίαν\, ὕδωρ ἐπὶ τοὺς πόδας μου οὐκ ἔδωκας· αὕτη δὲ τοῖς δάκρυσιν ἔβρεξέ μου τοὺς πόδας καὶ ταῖς θριξὶ τῆς κεφαλῆς αὐτῆς ἐξέμαξε.φίλημά μοι οὐκ ἔδωκας· αὕτη δὲ ἀφ᾿ ἧς εἰσῆλθεν οὐ διέλιπε καταφιλοῦσά μου τοὺς πόδας.ἐλαίῳ τὴν κεφαλήν μου οὐκ ἤλειψας· αὕτη δὲ μύρῳ ἤλειψέ μου τοὺς πόδας.οὗ χάριν λέγω σοι\, ἀφέωνται αἱ ἁμαρτίαι αὐτῆς αἱ πολλαί\, ὅτι ἠγάπησε πολύ· ᾧ δὲ ὀλίγον ἀφίεται\, ὀλίγον ἀγαπᾷ.εἶπε δὲ αὐτῇ· ἀφέωνταί σου αἱ ἁμαρτίαι.καὶ ἤρξαντο οἱ συνανακείμενοι λέγειν ἐν ἑαυτοῖς· τίς οὗτός ἐστιν ὃς καὶ ἁμαρτίας ἀφίησιν;εἶπε δὲ πρὸς τὴν γυναῖκα· ἡ πίστις σου σέσωκέ σε· πορεύου εἰς εἰρήνην. \n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20121009
DTEND;VALUE=DATE:20121010
SUMMARY:Ἰάκωβος Ἀπόστολος
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 10/9/2012\n\nἍγιοι καὶ ἑορταί: Ἰάκωβος Ἀπόστολος; Ἀνδρόνικος καί Ἀθανασία; Οσίου Ποπλίας διακονίσσης της ομολογητρίας; Του αγίου και δικαίου προπάτορος Αβραάμ του Πατριάρχου και Λωτ του ανεψιού αυτού\n\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους α' 4:9-16\n\nἈδελφοί\, ὁ θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους· ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ\, καὶ ἀγγέλοις\, καὶ ἀνθρώποις. Ἡμεῖς μωροὶ διὰ Χριστόν\, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς\, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι\, ἡμεῖς δὲ ἄτιμοι. Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν\, καὶ διψῶμεν\, καὶ γυμνητεύομεν\, καὶ κολαφιζόμεθα\, καὶ ἀστατοῦμεν\, καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσίν· λοιδορούμενοι εὐλογοῦμεν· διωκόμενοι ἀνεχόμεθα· βλασφημούμενοι παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν\, πάντων περίψημα ἕως ἄρτι. Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα\, ἀλλʼ ὡς τέκνα μου ἀγαπητὰ νουθετῶ. Ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ\, ἀλλʼ οὐ πολλοὺς πατέρας· ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. Παρακαλῶ οὖν ὑμᾶς\, μιμηταί μου γίνεσθε.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 9.36-38\, 10.1-\n\nΤῷ καιρῷ ἐκείνῳ\, ᾿Ιδὼν δὲ τοὺς ὄχλους ἐσπλαγχνίσθη περὶ αὐτῶν\, ὅτι ἦσαν ἐκλελυμένοι καὶ ἐρριμμένοι ὡς πρόβατα μὴ ἔχοντα ποιμένα. τότε λέγει τοῖς μαθηταῖς αὐτοῦ· ὁ μὲν θερισμὸς πολύς\, οἱ δὲ ἐργάται ὀλίγοι. δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ. Καὶ προσκαλεσάμενος τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν.Τῶν δὲ δώδεκα ἀποστόλων τὰ ὀνόματά εἰσι ταῦτα· πρῶτος Σίμων ὁ λεγόμενος Πέτρος καὶ ᾿Ανδρέας ὁ ἀδελφὸς αὐτοῦ\, ᾿Ιάκωβος ὁ τοῦ Ζεβεδαίου καὶ ᾿Ιωάννης ὁ ἀδελφὸς αὐτοῦ\, Φίλιππος καὶ Βαρθολομαῖος\, Θωμᾶς καὶ Ματθαῖος ὁ τελώνης\, ᾿Ιάκωβος ὁ τοῦ ᾿Αλφαίου καὶ Λεββαῖος ὁ ἐπικληθεὶς Θαδδαῖος\, Σίμων ὁ Κανανίτης καὶ ᾿Ιούδας ὁ ᾿Ισκαριώτης ὁ καὶ παραδοὺς αὐτόν. Τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ ᾿Ιησοῦς παραγγείλας αὐτοῖς λέγων· εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε· πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου ᾿Ισραήλ. πορευόμενοι δὲ κηρύσσετε λέγοντες ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. ἀσθενοῦντας θεραπεύετε\, λεπροὺς καθαρίζετε\, νεκροὺς ἐγείρετε\, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε\, δωρεὰν δότε.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20121010
DTEND;VALUE=DATE:20121011
SUMMARY:Εὐλάμπιος καί Εὐλαμπία ; Ὅσιος Θεόφιλος
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 10/10/2012\n\nἍγιοι καὶ ἑορταί: Εὐλάμπιος καί Εὐλαμπία ; Ὅσιος Θεόφιλος; 200 μοναχός-μάρτυρες τῆς Νικομηδείας ; Οσίου Βασσιανού; 14 υπερήλικες τῆς Μονής τῆς Ὀπτίνας\n\nξεροφαγία (αὐστηρή νηστεία)\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Φιλιππησίους 1:12-20\n\nἈδελφοί\, γνώσκειν δὲ ὑμᾶς βούλομαι\, ἀδελφοί\, ὅτι τὰ κατʼ ἐμὲ μᾶλλον εἰς προκοπὴν τοῦ εὐαγγελίου ἐλήλυθεν· ὥστε τοὺς δεσμούς μου φανεροὺς ἐν Χριστῷ γενέσθαι ἐν ὅλῳ τῷ πραιτωρίῳ καὶ τοῖς λοιποῖς πάσιν\, καὶ τοὺς πλείονας τῶν ἀδελφῶν ἐν κυρίῳ\, πεποιθότας τοῖς δεσμοῖς μου\, περισσοτέρως τολμᾷν ἀφόβως τὸν λόγον λαλεῖν. Τινὲς μὲν καὶ διὰ φθόνον καὶ ἔριν\, τινὲς δὲ καὶ διʼ εὐδοκίαν τὸν Χριστὸν κηρύσσουσιν· οἱ μὲν ἐξ ἐριθείας τὸν Χριστὸν καταγγέλλουσιν\, οὐχ ἁγνῶς\, οἰόμενοι θλῖψιν ἐπιφέρειν τοῖς δεσμοῖς μου· οἱ δὲ ἐξ ἀγάπης\, εἰδότες ὅτι εἰς ἀπολογίαν τοῦ εὐαγγελίου κεῖμαι. Τί γάρ; Πλὴν παντὶ τρόπῳ\, εἴτε προφάσει εἴτε ἀληθείᾳ\, Χριστὸς καταγγέλλεται· καὶ ἐν τούτῳ χαίρω\, ἀλλὰ καὶ χαρήσομαι. Οἶδα γὰρ ὅτι τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν διὰ τῆς ὑμῶν δεήσεως\, καὶ ἐπιχορηγίας τοῦ πνεύματος Ἰησοῦ Χριστοῦ\, κατὰ τὴν ἀποκαραδοκίαν καὶ ἐλπίδα μου.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 8.22-25\n\nΤῷ καιρῷ ἐκείνῳ\, ἐνέβη ὁ Ἰησοῦς εἰς πλοῖον καὶ οἱ μαθηταὶ αὐτοῦ\, καὶ εἶπεν πρὸς αὐτούς\, Διέλθωμεν εἰς τὸ πέραν τῆς λίμνης· καὶ ἀνήχθησαν.πλεόντων δὲ αὐτῶν ἀφύπνωσε. καὶ κατέβη λαῖλαψ ἀνέμου εἰς τὴν λίμνην\, καὶ συνεπληροῦντο καὶ ἐκινδύνευον.προσελθόντες δὲ διήγειραν αὐτὸν λέγοντες· ἐπιστάτα ἐπιστάτα\, ἀπολλύμεθα! ὁ δὲ ἐγερθεὶς ἐπετίμησε τῷ ἀνέμῳ καὶ τῷ κλύδωνι τοῦ ὕδατος\, καὶ ἐπαύσαντο\, καὶ ἐγένετο γαλήνη.εἶπε δὲ αὐτοῖς· ποῦ ἐστιν ἡ πίστις ὑμῶν; φοβηθέντες δὲ ἐθαύμασαν λέγοντες πρὸς ἀλλήλους· τίς ἄρα οὗτός ἐστιν\, ὅτι καὶ τοῖς ἀνέμοις ἐπιτάσσει καὶ τῷ ὕδατι\, καὶ ὑπακούουσιν αὐτῷ;\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20121011
DTEND;VALUE=DATE:20121012
SUMMARY:Φίλιππος ἐκ τῶν 70
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 10/11/2012\n\nἍγιοι καὶ ἑορταί: Φίλιππος ἐκ τῶν 70; Θεοφάνης ὁ Ὁμολογητής; Οσίων Ζηναΐδος και Φιλονίλλης; Οσίων επισκόπου Αρσακίου\, Νεκταρίου\, καί Σισινίου\n\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πράξεις Ἀποστόλων 8:26-39\n\nἘν ταῖς ἡμεραῖς ἐκείναις\, Ἄγγελος δὲ κυρίου ἐλάλησεν πρὸς Φίλιππον\, λέγων\, Ἀνάστηθι καὶ πορεύου κατὰ μεσημβρίαν ἐπὶ τὴν ὁδὸν τὴν καταβαίνουσαν ἀπὸ Ἱερουσαλὴμ εἰς Γάζαν· αὕτη ἐστὶν ἔρημος. Καὶ ἀναστὰς ἐπορεύθη· καὶ ἰδού\, ἀνὴρ Αἰθίοψ εὐνοῦχος δυνάστης Κανδάκης τῆς βασιλίσσης Αἰθιόπων\, ὃς ἦν ἐπὶ πάσης τῆς γάζης αὐτῆς\, ὃς ἐληλύθει προσκυνήσων εἰς Ἱερουσαλήμ\, ἦν τε ὑποστρέφων καὶ καθήμενος ἐπὶ τοῦ ἅρματος αὐτοῦ\, καὶ ἀνεγίνωσκεν τὸν προφήτην Ἠσαΐαν. Εἶπεν δὲ τὸ πνεῦμα τῷ Φιλίππῳ\, Πρόσελθε καὶ κολλήθητι τῷ ἅρματι τούτῳ. Προσδραμὼν δὲ ὁ Φίλιππος ἤκουσεν αὐτοῦ ἀναγινώσκοντος τὸν προφήτην Ἠσαΐαν\, καὶ εἶπεν\, Ἆρά γε γινώσκεις ἃ ἀναγινώσκεις; Ὁ δὲ εἶπεν\, Πῶς γὰρ ἂν δυναίμην\, ἐὰν μή τις ὁδηγήσῃ με; Παρεκάλεσέν τε τὸν Φίλιππον ἀναβάντα καθίσαι σὺν αὐτῷ. Ἡ δὲ περιοχὴ τῆς γραφῆς ἣν ἀνεγίνωσκεν ἦν αὕτη\, Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη\, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος\, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ. Ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη\, τὴν δὲ γενεὰν αὐτοῦ τίς διηγήσεται; Ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ. Ἀποκριθεὶς δὲ ὁ εὐνοῦχος τῷ Φιλίππῳ εἶπεν\, Δέομαί σου\, περὶ τίνος ὁ προφήτης λέγει τοῦτο; Περὶ ἑαυτοῦ\, ἢ περὶ ἑτέρου τινός; Ἀνοίξας δὲ ὁ Φίλιππος τὸ στόμα αὐτοῦ\, καὶ ἀρξάμενος ἀπὸ τῆς γραφῆς ταύτης\, εὐηγγελίσατο αὐτῷ τὸν Ἰησοῦν. Ὡς δὲ ἐπορεύοντο κατὰ τὴν ὁδόν\, ἦλθον ἐπί τι ὕδωρ· καί φησιν ὁ εὐνοῦχος\, Ἰδού\, ὕδωρ· τί κωλύει με βαπτισθῆναι; εἶπε δὲ ὁ Φίλιππος. Εἰ πιστεύεις ἐξ ὅλης τῆς καρδίας\, ἔξεστιν. 'Aποκριθεὶς δὲ εἶπε· Πιστεύω τὸν υἱὸν τοῦ Θεοῦ εἶναι τὸν ᾿Ιησοῦν Χριστόν. Καὶ ἐκέλευσεν στῆναι τὸ ἅρμα· καὶ κατέβησαν ἀμφότεροι εἰς τὸ ὕδωρ\, ὅ τε Φίλιππος καὶ ὁ εὐνοῦχος· καὶ ἐβάπτισεν αὐτόν. Ὅτε δὲ ἀνέβησαν ἐκ τοῦ ὕδατος\, πνεῦμα κυρίου ἥρπασεν τὸν Φίλιππον· καὶ οὐκ εἶδεν αὐτὸν οὐκέτι ὁ εὐνοῦχος\, ἐπορεύετο γὰρ τὴν ὁδὸν αὐτοῦ χαίρων.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 9.7-11\n\nΤῷ καιρῷ ἐκείνῳ\, ῎Ηκουσε δὲ ῾Ηρῴδης ὁ τετράρχης τὰ γινόμενα ὑπ᾿ αὐτοῦ πάντα\, καὶ διηπόρει διὰ τὸ λέγεσθαι ὑπό τινων ὅτι ᾿Ιωάννης ἐγήγερται ἐκ τῶν νεκρῶν\, ὑπό τινων δὲ ὅτι ᾿Ηλίας ἐφάνη\, ἄλλων δὲ ὅτι προφήτης τις τῶν ἀρχαίων ἀνέστη. καὶ εἶπεν ὁ ῾Ηρῴδης· ᾿Ιωάννην ἐγὼ ἀπεκεφάλισα· τίς δέ ἐστιν οὗτος περὶ οὗ ἐγὼ ἀκούω τοιαῦτα; καὶ ἐζήτει ἰδεῖν αὐτόν. Καὶ ὑποστρέψαντες οἱ ἀπόστολοι διηγήσαντο αὐτῷ ὅσα ἐποίησαν. καὶ παραλαβὼν αὐτοὺς ὑπεχώρησε κατ᾿ ἰδίαν εἰς τόπον ἔρημον πόλεως καλουμένης Βηθσαϊδά. οἱ δὲ ὄχλοι γνόντες ἠκολούθησαν αὐτῷ\, καὶ δεξάμενος αὐτοὺς ἐλάλει αὐτοῖς περὶ τῆς βασιλείας τοῦ Θεοῦ\, καὶ τοὺς χρείαν ἔχοντας θεραπείας ἰάσατο.\n \n \n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20121012
DTEND;VALUE=DATE:20121013
SUMMARY:Συμεὼν ὁ Νέος θεολόγος
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 10/12/2012\n\nἍγιοι καὶ ἑορταί: Συμεὼν ὁ Νέος θεολόγος; Πρόβος\, Τάραχος καί Ἀνδρόνικος; Μαρτῖνος\, Ἐπίσκοπος Ταρακίνης; Οσίου Κοσμά επισκόπου\n\nξεροφαγία (αὐστηρή νηστεία)\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Φιλιππησίους 1:27-30; 2:1-4\n\nἈδελφοί\, ἀξίως τοῦ εὐαγγελίου τοῦ Χριστοῦ πολιτεύεσθε\, ἵνα εἴτε ἐλθὼν καὶ ἰδὼν ὑμᾶς\, εἴτε ἀπών\, ἀκούσω τὰ περὶ ὑμῶν\, ὅτι στήκετε ἐν ἑνὶ πνεύματι\, μιᾷ ψυχῇ συναθλοῦντες τῇ πίστει τοῦ εὐαγγελίου\, καὶ μὴ πτυρόμενοι ἐν μηδενὶ ὑπὸ τῶν ἀντικειμένων· ἥτις αὐτοῖς μέν ἐστιν ἔνδειξις ἀπωλείας\, ὑμῖν δὲ σωτηρίας\, καὶ τοῦτο ἀπὸ θεοῦ· ὅτι ὑμῖν ἐχαρίσθη τὸ ὑπὲρ Χριστοῦ\, οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν\, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν· τὸν αὐτὸν ἀγῶνα ἔχοντες οἷον εἴδετε ἐν ἐμοί\, καὶ νῦν ἀκούετε ἐν ἐμοί. Εἴ τις οὖν παράκλησις ἐν Χριστῷ\, εἴ τι παραμύθιον ἀγάπης\, εἴ τις κοινωνία πνεύματος\, εἴ τις σπλάγχνα καὶ οἰκτιρμοί\, πληρώσατέ μου τὴν χαράν\, ἵνα τὸ αὐτὸ φρονῆτε\, τὴν αὐτὴν ἀγάπην ἔχοντες\, σύμψυχοι\, τὸ ἓν φρονοῦντες· μηδὲν κατὰ ἐρίθειαν ἢ κενοδοξίαν\, ἀλλὰ τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν· μὴ τὰ ἑαυτῶν ἕκαστος σκοπεῖτε\, ἀλλὰ καὶ τὰ ἑτέρων ἕκαστος.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 9.12-18\n\nΤῷ καιρῷ ἐκείνῳ\,προσελθόντες δὲ οἱ δώδεκα εἶπον αὐτῷ· ἀπόλυσον τὸν ὄχλον\, ἵνα πορευθέντες εἰς τὰς κύκλῳ κώμας καὶ τοὺς ἀγροὺς καταλύσωσι καὶ εὕρωσιν ἐπισιτισμόν\, ὅτι ὧδε ἐν ἐρήμῳ τόπῳ ἐσμέν. εἶπε δὲ πρὸς αὐτούς· δότε αὐτοῖς ὑμεῖς φαγεῖν. οἱ δὲ εἶπον· οὐκ εἰσὶν ἡμῖν πλεῖον ἢ πέντε ἄρτοι καὶ ἰχθύες δύο\, εἰ μήτι πορευθέντες ἡμεῖς ἀγοράσωμεν εἰς πάντα τὸν λαὸν τοῦτον βρώματα· ἦσαν γὰρ ὡσεὶ ἄνδρες πεντακισχίλιοι. εἶπε δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ· κατακλίνατε αὐτοὺς κλισίας ἀνὰ πεντήκοντα. καὶ ἐποίησαν οὕτω καὶ ἀνέκλιναν ἅπαντας. λαβὼν δὲ τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας\, ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν αὐτοὺς καὶ κατέκλασε\, καὶ ἐδίδου τοῖς μαθηταῖς παραθεῖναι τῷ ὄχλῳ. καὶ ἔφαγον καὶ ἐχορτάσθησαν πάντες\, καὶ ἤρθη τὸ περισσεῦσαν αὐτοῖς κλασμάτων κόφινοι δώδεκα. Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν προσευχόμενον καταμόνας\, συνῆσαν αὐτῷ οἱ μαθηταί\, καὶ ἐπηρώτησεν αὐτοὺς λέγων· τίνα με λέγουσιν οἱ ὄχλοι εἶναι;\n \n \n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20121013
DTEND;VALUE=DATE:20121014
SUMMARY:Κάρπος\, Πάπυλος\, Ἀγαθόδωρος\, καὶ Ἀγαθονίκη
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 10/13/2012\n\nἍγιοι καὶ ἑορταί: Κάρπος\, Πάπυλος\, Ἀγαθόδωρος\, καὶ Ἀγαθονίκη; Bεvιαμίν ὁ Διακόνος; Νεομάρτυρος Χρυσής\, της εις Σλάτεινα της Βουλγαρίας αθλησάσης; Αγίος Μάρτυς Φλωρεvτίος\n\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους α' 15:58;16:1-3\n\nἈδελφοί\, ἑδραῖοι γίνεσθε\, ἀμετακίνητοι\, περισσεύοντες ἐν τῷ ἔργῳ τοῦ κυρίου πάντοτε\, εἰδότες ὅτι ὁ κόπος ὑμῶν οὐκ ἔστιν κενὸς ἐν κυρίῳ. Περὶ δὲ τῆς λογίας τῆς εἰς τοὺς ἁγίους\, ὥσπερ διέταξα ταῖς ἐκκλησίαις τῆς Γαλατίας\, οὕτως καὶ ὑμεῖς ποιήσατε. Κατὰ μίαν σαββάτων ἕκαστος ὑμῶν παρʼ ἑαυτῷ τιθέτω\, θησαυρίζων ὅ τι ἂν εὐοδῶται\, ἵνα μή\, ὅταν ἔλθω\, τότε λογίαι γίνωνται. Ὅταν δὲ παραγένωμαι\, οὓς ἐὰν δοκιμάσητε διʼ ἐπιστολῶν\, τούτους πέμψω ἀπενεγκεῖν τὴν χάριν ὑμῶν εἰς Ἱερουσαλήμ·\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 6.1-10\n\nΤῷ καιρῷ ἐκείνῳ\, ἐπορεύετο ὁ Ἰησοῦς τοῖς σαββάτῳ δευτεροπρώτῳ διαπορεύεσθαι αὐτὸν διὰ τῶν σπορίμων· καὶ ἔτιλλον οἱ μαθηταὶ αὐτοῦ τοὺς στάχυας καὶ ἤσθιον ψώχοντες ταῖς χερσί.τινὲς δὲ τῶν Φαρισαίων εἶπον αὐτοῖς· τί ποιεῖτε ὃ οὐκ ἔξεστι ποιεῖν ἐν τοῖς σάββασι;καὶ ἀποκριθεὶς πρὸς αὐτοὺς εἶπεν ὁ ᾿Ιησοῦς· οὐδὲ τοῦτο ἀνέγνωτε ὃ ἐποίησε Δαυῒδ ὁπότε ἐπείνασεν αὐτὸς καὶ οἱ μετ᾿ αὐτοῦ ὄντες;ὡς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔλαβε καὶ ἔφαγε\, καὶ ἔδωκε καὶ τοῖς μετ᾿ αὐτοῦ\, οὓς οὐκ ἔξεστι φαγεῖν εἰ μὴ μόνους τοὺς ἱερεῖς;καὶ ἔλεγεν αὐτοῖς ὅτι κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου. ᾿Εγένετο δὲ καὶ ἐν ἑτέρῳ σαββάτῳ εἰσελθεῖν αὐτὸν εἰς τὴν συναγωγὴν καὶ διδάσκειν· καὶ ἦν ἐκεῖ ἄνθρωπος\, καὶ ἡ χεὶρ αὐτοῦ ἡ δεξιὰ ἦν ξηρά.παρετήρουν δὲ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι εἰ ἐν τῷ σαββάτῳ θεραπεύσει\, ἵνα εὕρωσι κατηγορίαν αὐτοῦ.αὐτὸς δὲ ᾔδει τοὺς διαλογισμοὺς αὐτῶν\, καὶ εἶπε τῷ ἀνθρώπῳ τῷ ξηρὰν ἔχοντι τὴν χεῖρα· ἔγειρε καὶ στῆθι εἰς τὸ μέσον. ὁ δὲ ἀναστὰς ἔστη.εἶπεν οὖν ὁ ᾿Ιησοῦς πρὸς αὐτούς· ἐπερωτήσω ὑμᾶς τί ἔξεστι τοῖς σάββασιν\, ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι\, ψυχὴν σῶσαι ἢ ἀποκτεῖναι\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20121014
DTEND;VALUE=DATE:20121015
SUMMARY:Δ' Λουκᾶ
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 10/14/2012\n\nἍγιοι καὶ ἑορταί: Ναζάριος\, Γερβάσιος\, Προστάσιος καὶ Κέλσιος; Κοσμᾶς ὁ Ποιητής; Ἰγνάτιος (του Αγαλλιανού)\, ἐπίσκοπος Μηθύμνης; Οσίας Παρασκευής; Ἰουστινιανός καί Θεοδώρα; Παντελεήμων τῆς Ἀνατολίας\n\nΗχος β'\nΕωθ. Η'\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Τίτον 3:8-15\n\nΠιστὸς ὁ λόγος\, καὶ περὶ τούτων βούλομαί σε διαβεβαιοῦσθαι\, ἵνα φροντίζωσιν καλῶν ἔργων προΐστασθαι οἱ πεπιστευκότες θεῷ. ταῦτά ἐστιν καλὰ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις · μωρὰς δὲ ζητήσεις καὶ γενεαλογίας καὶ ἔριν καὶ μάχας νομικὰς περιΐστασο\, εἰσὶν γὰρ ἀνωφελεῖς καὶ μάταιοι. αιῥετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ\, εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος καὶ ἁμαρτάνει\, ὢν αὐτοκατάκριτος. Ὅταν πέμψω Ἀρτεμᾶν πρὸς σὲ ἢ Τυχικόν\, σπούδασον ἐλθεῖν πρός με εἰς Νικόπολιν\, ἐκεῖ γὰρ κέκρικα παραχειμάσαι. Ζηνᾶν τὸν νομικὸν καὶ Ἀπολλῶν σπουδαίως πρόπεμψον\, ἵνα μηδὲν αὐτοῖς λείπῃ. μανθανέτωσαν δὲ καὶ οἱ ἡμέτεροι καλῶν ἔργων προΐστασθαι εἰς τὰς ἀναγκαίας χρείας\, ἵνα μὴ ὦσιν ἄκαρποι. Ἀσπάζονταί σε οἱ μετ ᾽ἐμοῦ πάντες. Ἄσπασαι τοὺς φιλοῦντας ἡμᾶς ἐν πίστει. ἡ χάρις μετὰ πάντων ὑμῶν.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 8.5-15\n\nΕἶπεν ὁ Κύριος τήν παραβολὴν ταύτην· Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ. καὶ ἐν τῷ σπείρειν αὐτὸν ὃ μὲν ἔπεσε παρὰ τὴν ὁδόν\, καὶ κατεπατήθη\, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατέφαγεν αὐτό·καὶ ἕτερον ἔπεσεν ἐπὶ τὴν πέτραν\, καὶ φυὲν ἐξηράνθη διὰ τὸ μὴ ἔχειν ἰκμάδα·καὶ ἕτερον ἔπεσεν ἐν μέσῳ τῶν ἀκανθῶν\, καὶ συμφυεῖσαι αἱ ἄκανθαι ἀπέπνιξαν αὐτό.καὶ ἕτερον ἔπεσεν εἰς τὴν γῆν τὴν ἀγαθήν\, καὶ φυὲν ἐποίησε καρπὸν ἑκατονταπλασίονα. ταῦτα λέγων ἐφώνει· ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω. ᾿Επηρώτων δὲ αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες· τίς εἴη ἡ παραβολὴ αὕτη;ὁ δὲ εἶπεν· ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τοῦ Θεοῦ\, τοῖς δὲ λοιποῖς ἐν παραβολαῖς\, ἵνα βλέποντες μὴ βλέπωσι καὶ ἀκούοντες μὴ συνιῶσιν. ἔστι δὲ αὕτη ἡ παραβολή· ὁ σπόρος ἐστὶν ὁ λόγος τοῦ Θεοῦ·οἱ δὲ παρὰ τὴν ὁδόν εἰσιν οἱ ἀκούσαντες\, εἶτα ἔρχεται ὁ διάβολος καὶ αἴρει τὸν λόγον ἀπὸ τῆς καρδίας αὐτῶν\, ἵνα μὴ πιστεύσαντες σωθῶσιν.οἱ δὲ ἐπὶ τῆς πέτρας οἳ ὅταν ἀκούσωσι\, μετὰ χαρᾶς δέχονται τὸν λόγον\, καὶ οὗτοι ῥίζαν οὐκ ἔχουσιν\, οἳ πρὸς καιρὸν πιστεύουσι καὶ ἐν καιρῷ πειρασμοῦ ἀφίστανται.τὸ δὲ εἰς τὰς ἀκάνθας πεσόν\, οὗτοί εἰσιν οἱ ἀκούσαντες\, καὶ ὑπὸ μεριμνῶν καὶ πλούτου καὶ ἡδονῶν τοῦ βίου πορευόμενοι συμπνίγονται καὶ οὐ τελεσφοροῦσι.τὸ δὲ ἐν τῇ καλῇ γῇ\, οὗτοί εἰσιν οἵτινες ἐν καρδίᾳ καλῇ καὶ ἀγαθῇ ἀκούσαντες τὸν λόγον κατέχουσι καὶ καρποφοροῦσιν ἐν ὑπομονῇ.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20121015
DTEND;VALUE=DATE:20121016
SUMMARY:Λουκιανός Ἱερομάρτυς
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 10/15/2012\n\nἍγιοι καὶ ἑορταί: Λουκιανός Ἱερομάρτυς; Ὅσιος Σαβῖνος; Ὅσιος Βάρσος; Ὅσιος Ευθύμιος ὁ νέος\n\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Φιλιππησίους 2:12-15\n\nἈδελφοί\, καθὼς πάντοτε ὑπηκούσατε\, μὴ ὡς ἐν τῇ παρουσίᾳ μου μόνον\, ἀλλὰ νῦν πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου\, μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε· ὁ θεὸς γάρ ἐστιν ὁ ἐνεργῶν ἐν ὑμῖν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ὑπὲρ τῆς εὐδοκίας. Πάντα ποιεῖτε χωρὶς γογγυσμῶν καὶ διαλογισμῶν\, ἵνα γένησθε ἄμεμπτοι καὶ ἀκέραιοι\, τέκνα θεοῦ ἀμώμητα ἐν μέσῳ γενεᾶς σκολιᾶς καὶ διεστραμμένης\, ἐν οἷς φαίνεσθε ὡς φωστῆρες ἐν κόσμῳ\, λόγον ζωῆς ἐπέχοντες\, εἰς καύχημα ἐμοὶ εἰς ἡμέραν Xριστοῦ.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 9.18-22\n\nΤῷ καιρῷ ἐκείνῳ\, ἐγένετο ἐν τῷ εἶναι αὐτὸν προσευχόμενον καταμόνας\, συνῆσαν αὐτῷ οἱ μαθηταί\, καὶ ἐπηρώτησεν αὐτοὺς λέγων· τίνα με λέγουσιν οἱ ὄχλοι εἶναι; οἱ δὲ ἀποκριθέντες εἶπον· ᾿Ιωάννην τὸν βαπτιστήν\, ἄλλοι δὲ ᾿Ηλίαν\, ἄλλοι δὲ ὅτι προφήτης τις τῶν ἀρχαίων ἀνέστη. εἶπε δὲ αὐτοῖς· ὑμεῖς δὲ τίνα μὲ λέγετε εἶναι; ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπε· τὸν Χριστὸν τοῦ Θεοῦ. ῾Ο δὲ ἐπιτιμήσας αὐτοῖς παρήγγειλε μηδενὶ λέγειν τοῦτο\, εἰπὼν ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων\, καὶ ἀποκτανθῆναι\, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20121016
DTEND;VALUE=DATE:20121017
SUMMARY:Λογγῖνος Ἑκατόνταρχος
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 10/16/2012\n\nἍγιοι καὶ ἑορταί: Λογγῖνος Ἑκατόνταρχος\n\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Φιλιππησίους 2:16-23\n\nἈδελφοί\, οὐκ εἰς κενὸν ἔδραμον\, οὐδὲ εἰς κενὸν ἐκοπίασα. Ἀλλʼ εἰ καὶ σπένδομαι ἐπὶ τῇ θυσίᾳ καὶ λειτουργίᾳ τῆς πίστεως ὑμῶν\, χαίρω καὶ συγχαίρω πᾶσιν ὑμῖν· τὸ δʼ αὐτὸ καὶ ὑμεῖς χαίρετε καὶ συγχαίρετέ μοι. Ἐλπίζω δὲ ἐν κυρίῳ Ἰησοῦ\, Τιμόθεον ταχέως πέμψαι ὑμῖν\, ἵνα κἀγὼ εὐψυχῶ\, γνοὺς τὰ περὶ ὑμῶν. Οὐδένα γὰρ ἔχω ἰσόψυχον\, ὅστις γνησίως τὰ περὶ ὑμῶν μεριμνήσει. Οἱ πάντες γὰρ τὰ ἑαυτῶν ζητοῦσιν\, οὐ τὰ Χριστοῦ Ἰησοῦ. Τὴν δὲ δοκιμὴν αὐτοῦ γινώσκετε\, ὅτι ὡς πατρὶ τέκνον\, σὺν ἐμοὶ ἐδούλευσεν εἰς τὸ εὐαγγέλιον. Τοῦτον μὲν οὖν ἐλπίζω πέμψαι\, ὡς ἂν ἀπίδω τὰ περὶ ἐμέ\, ἐξαυτῆς·\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 27.33-54\n\nΤῷ καιρῷ ἐκείνῳ\, ἐλθόντες εἰς τόπον λεγόμενον Γολγοθᾶ\, ὅ ἐστι λεγόμενος κρανίου τόπος\,ἔδωκαν αὐτῷ πιεῖν ὄξος μετὰ χολῆς μεμιγμένον· καὶ γευσάμενος οὐκ ἤθελε πιεῖν.σταυρώσαντες δὲ αὐτὸν διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ βαλόντες κλῆρον\,καὶ καθήμενοι ἐτήρουν αὐτὸν ἐκεῖ.καὶ ἐπέθηκαν ἐπάνω τῆς κεφαλῆς αὐτοῦ τὴν αἰτίαν αὐτοῦ γεγραμμένην· οὗτός ἐστιν ᾿Ιησοῦς ὁ βασιλεὺς τῶν ᾿Ιουδαίων.Τότε σταυροῦνται σὺν αὐτῷ δύο λῃσταί\, εἷς ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων.Οἱ δὲ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὐτῶνκαὶ λέγοντες· ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν! σῶσον σεαυτόν· εἰ υἱὸς εἶ τοῦ Θεοῦ\, κατάβηθι ἀπὸ τοῦ σταυροῦ.ὁμοίως δὲ καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες μετὰ τῶν γραμματέων καὶ πρεσβυτέρων καὶ Φαρισαίων ἔλεγον·ἄλλους ἔσωσεν\, ἑαυτὸν οὐ δύναται σῶσαι· εἰ βασιλεὺς ᾿Ισραήλ ἐστι\, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ καὶ πιστεύσομεν ἐπ᾿ αὐτῷ·πέποιθεν ἐπὶ τὸν Θεόν\, ῥυσάσθω νῦν αὐτόν\, εἰ θέλει αὐτόν· εἶπε γὰρ ὅτι Θεοῦ εἰμι υἱός.τὸ δ᾿ αὐτὸ καὶ οἱ λῃσταὶ οἱ συσταυρωθέντες αὐτῷ ὠνείδιζον αὐτόν.\n \n᾿Απὸ δὲ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐνάτης.περὶ δὲ τὴν ἐνάτην ὥραν ἀνεβόησεν ὁ ᾿Ιησοῦς φωνῇ μεγάλῃ λέγων· ἠλὶ ἠλί\, λιμᾶ σαβαχθανί; τοῦτ᾿ ἔστι\, Θεέ μου Θεέ μου\, ἱνατί με ἐγκατέλιπες; τινὲς δὲ τῶν ἐκεῖ ἑστώτων ἀκούσαντες ἔλεγον ὅτι ᾿Ηλίαν φωνεῖ οὗτος.καὶ εὐθέως δραμὼν εἷς ἐξ αὐτῶν καὶ λαβὼν σπόγγον πλήσας τε ὄξους καὶ περιθεὶς καλάμῳ ἐπότιζεν αὐτόν.οἱ δὲ λοιποὶ ἔλεγον· ἄφες ἴδωμεν εἰ ἔρχεται ᾿Ηλίας σώσων αὐτόν.ὁ δὲ ᾿Ιησοῦς πάλιν κράξας φωνῇ μεγάλῃ ἀφῆκε τὸ πνεῦμα.Καὶ ἰδοὺ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπὸ ἄνωθεν ἕως κάτω\, καὶ ἡ γῆ ἐσείσθη καὶ αἱ πέτραι ἐσχίσθησαν\,καὶ τὰ μνημεῖα ἀνεῴχθησαν καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθη\,καὶ ἐξελθόντες ἐκ τῶν μνημείων\, μετὰ τὴν ἔγερσιν αὐτοῦ εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν καὶ ἐνεφανίσθησαν πολλοῖς.῾Ο δὲ ἑκατόνταρχος καὶ οἱ μετ᾿ αὐτοῦ τηροῦντες τὸν ᾿Ιησοῦν\, ἰδόντες τὸν σεισμὸν καὶ τὰ γενόμενα ἐφοβήθησαν σφόδρα λέγοντες· ἀληθῶς Θεοῦ υἱὸς ἦν οὗτος.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20121017
DTEND;VALUE=DATE:20121018
SUMMARY:Ὠσηὲ Προφήτης
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 10/17/2012\n\nἍγιοι καὶ ἑορταί: Ὠσηὲ Προφήτης; Κοσμᾶς καὶ Δαμιανὸς Άραβίας; Ἀνδρέας Ὁσιομάρτυς\n\nξεροφαγία (αὐστηρή νηστεία)\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς ῾Ρωμαίους 9:18-33\n\nἈδελφοί\, ὃν θέλει ἐλεεῖ· ὃν δὲ θέλει σκληρύνει. Ἐρεῖς οὖν μοι\, Τί ἔτι μέμφεται; Τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν; Μενοῦνγε\, ὦ ἄνθρωπε\, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ θεῷ; Μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι\, Τί με ἐποίησας οὕτως; Ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς τοῦ πηλοῦ\, ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι ὃ μὲν εἰς τιμὴν σκεῦος\, ὃ δὲ εἰς ἀτιμίαν; Εἰ δὲ θέλων ὁ θεὸς ἐνδείξασθαι τὴν ὀργήν\, καὶ γνωρίσαι τὸ δυνατὸν αὐτοῦ\, ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν· καὶ ἵνα γνωρίσῃ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ ἐπὶ σκεύη ἐλέους\, ἃ προητοίμασεν εἰς δόξαν\, οὓς καὶ ἐκάλεσεν ἡμᾶς οὐ μόνον ἐξ Ἰουδαίων\, ἀλλὰ καὶ ἐξ ἐθνῶν; Ὡς καὶ ἐν τῷ Ὡσηὲ λέγει\, Καλέσω τὸν οὐ λαόν μου λαόν μου· καὶ τὴν οὐκ ἠγαπημένην ἠγαπημένην. Καὶ ἔσται\, ἐν τῷ τόπῳ οὗ ἐρρήθη αὐτοῖς\, Οὐ λαός μου ὑμεῖς\, ἐκεῖ κληθήσονται υἱοὶ θεοῦ ζῶντος. Ἠσαΐας δὲ κράζει ὑπὲρ τοῦ Ἰσραήλ\, Ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης\, τὸ κατάλειμμα σωθήσεται· λόγον γὰρ συντελῶν καὶ συντέμνων ἐν δικαιοσύνῃ· ὅτι λόγον συντετμημένον ποιήσει κύριος ἐπὶ τῆς γῆς. Καὶ καθὼς προείρηκεν Ἠσαΐας\, Εἰ μὴ κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα\, ὡς Σόδομα ἂν ἐγενήθημεν\, καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν. Τί οὖν ἐροῦμεν; Ὅτι ἔθνη τὰ μὴ διώκοντα δικαιοσύνην\, κατέλαβεν δικαιοσύνην\, δικαιοσύνην δὲ τὴν ἐκ πίστεως· Ἰσραὴλ δέ\, διώκων νόμον δικαιοσύνης\, εἰς νόμον δικαιοσύνης οὐκ ἔφθασεν. Διὰ τί; Ὅτι οὐκ ἐκ πίστεως\, ἀλλʼ ὡς ἐξ ἔργων νόμου· προσέκοψαν γὰρ τῷ λίθῳ τοῦ προσκόμματος\, καθὼς γέγραπται\, Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον προσκόμματος καὶ πέτραν σκανδάλου· καὶ πᾶς ὁ πιστεύων ἐπʼ αὐτῷ οὐ καταισχυνθήσεται.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 9.44-50\n\nΕἶπεν ὁ Κὐριος τοῖς ἑαυτοῦ μαθηταῖς· θέσθε ὑμεῖς εἰς τὰ ὦτα ὑμῶν τοὺς λόγους τούτους· ὁ γὰρ υἱὸς τοῦ ἀνθρώπου μέλλει παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων. οἱ δὲ ἠγνόουν τὸ ῥῆμα τοῦτο\, καὶ ἦν παρακεκαλυμμένον ἀπ᾿ αὐτῶν ἵνα μὴ αἴσθωνται αὐτό\, καὶ ἐφοβοῦντο ἐρωτῆσαι αὐτὸν περὶ τοῦ ῥήματος τούτου. Εἰσῆλθε δὲ διαλογισμὸς ἐν αὐτοῖς\, τὸ τίς ἂν εἴη μείζων αὐτῶν. ὁ δὲ ᾿Ιησοῦς ἰδὼν τὸν διαλογισμὸν τῆς καρδίας αὐτῶν\, ἐπιλαβόμενος παιδίου ἔστησεν αὐτὸ παρ᾿ ἑαυτῷ καὶ εἶπεν αὐτοῖς· ὃς ἐὰν δέξηται τοῦτο τὸ παιδίον ἐπὶ τῷ ὀνόματί μου\, ἐμὲ δέχεται\, καὶ ὃς ἐὰν ἐμὲ δέξηται\, δέχεται τὸν ἀποστείλαντά με. ὁ γὰρ μικρότερος ἐν πᾶσιν ὑμῖν ὑπάρχων\, οὗτός ἐστι μέγας. ᾿Αποκριθεὶς δὲ ὁ ᾿Ιωάννης εἶπεν· ἐπιστάτα\, εἴδομέν τινα ἐπὶ τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια\, καὶ ἐκωλύσαμεν αὐτόν\, ὅτι οὐκ ἀκολουθεῖ μεθ᾿ ἡμῶν. καὶ εἶπε πρὸς αὐτὸν ὁ ᾿Ιησοῦς· μὴ κωλύετε· οὐ γάρ ἐστι καθ᾿ ὑμῶν· ὃς γὰρ οὐκ ἔστι καθ᾿ ὑμῶν\, ὑπὲρ ὑμῶν ἐστιν.\n \n \n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20121018
DTEND;VALUE=DATE:20121019
SUMMARY:Εὐαγγελιστὴς Λουκᾶς
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 10/18/2012\n\nἍγιοι καὶ ἑορταί: Εὐαγγελιστὴς Λουκᾶς; Μαρῖνος\, Μάρτυς\n\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κολοσσαεῖς 4:5-11\,14-18\n\nἈδελφοί\, ἐν σοφίᾳ περιπατεῖτε πρὸς τοὺς ἔξω\, τὸν καιρὸν ἐξαγοραζόμενοι. Ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι\, ἅλατι ἠρτυμένος\, εἰδέναι πῶς δεῖ ὑμᾶς ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι. Τὰ κατʼ ἐμὲ πάντα γνωρίσει ὑμῖν Τυχικός\, ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος καὶ σύνδουλος ἐν κυρίῳ· ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο\, ἵνα γνῷ τὰ περὶ ὑμῶν καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν· σὺν Ὀνησίμῳ τῷ πιστῷ καὶ ἀγαπητῷ ἀδελφῷ\, ὅς ἐστιν ἐξ ὑμῶν. Πάντα ὑμῖν γνωριοῦσιν τὰ ὧδε. Ἀσπάζεται ὑμᾶς Ἀρίσταρχος ὁ συναιχμάλωτός μου\, καὶ Μᾶρκος ὁ ἀνεψιὸς Βαρνάβᾳ\, περὶ οὗ ἐλάβετε ἐντολάς - ἐὰν ἔλθῃ πρὸς ὑμᾶς\, δέξασθε αὐτόν· καὶ Ἰησοῦς ὁ λεγόμενος Ἰοῦστος\, οἱ ὄντες ἐκ περιτομῆς· οὗτοι μόνοι συνεργοὶ εἰς τὴν βασιλείαν τοῦ θεοῦ\, οἵτινες ἐγενήθησάν μοι παρηγορία. Ἀσπάζεται ὑμᾶς Λουκᾶς ὁ ἰατρὸς ὁ ἀγαπητός\, καὶ Δημᾶς. Ἀσπάσασθε τοὺς ἐν Λαοδικείᾳ ἀδελφούς\, καὶ Νυμφᾶν\, καὶ τὴν κατʼ οἶκον αὐτοῦ ἐκκλησίαν. Καὶ ὅταν ἀναγνωσθῇ παρʼ ὑμῖν ἡ ἐπιστολή\, ποιήσατε ἵνα καὶ ἐν τῇ Λαοδικαίων ἐκκλησίᾳ ἀναγνωσθῇ\, καὶ τὴν ἐκ Λαοδικείας ἵνα καὶ ὑμεῖς ἀναγνῶτε. Καὶ εἴπατε Ἀρχίππῳ\, Βλέπε τὴν διακονίαν ἣν παρέλαβες ἐν κυρίῳ\, ἵνα αὐτὴν πληροῖς. Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου. Μνημονεύετέ μου τῶν δεσμῶν. Ἡ χάρις μεθʼ ὑμῶν. Ἀμήν.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 10.16-21\n\nΕἶπεν ὁ Κὐριος τοῖς ἑαυτοῦ μαθηταῖς· ῾Ο ἀκούων ὑμῶν ἐμοῦ ἀκούει\, καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με. ῾Υπέστρεψαν δὲ οἱ ἑβδομήκοντα μετὰ χαρᾶς λέγοντες· Κύριε\, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου. Εἶπε δὲ αὐτοῖς· ἐθεώρουν τὸν σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. ἰδοὺ δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ\, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ. πλὴν ἐν τούτῳ μὴ χαίρετε\, ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται· χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς. ᾿Εν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ πνεύματι ὁ ᾿Ιησοῦς καὶ εἶπεν· ἐξομολογοῦμαί σοι\, πάτερ\, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς\, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν\, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· ναί\, ὁ πατήρ\, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20121019
DTEND;VALUE=DATE:20121020
SUMMARY:Ἰωήλ Προφήτης
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 10/19/2012\n\nἍγιοι καὶ ἑορταί: Ἰωήλ Προφήτης; Οὒαρος Μάρτυς; Ἰωάννης Ρίλας; Μαρτύρων Ευσεβίου καί Φίλωνος; Ἰωάννης Κρονστὰδτ\n\nξεροφαγία (αὐστηρή νηστεία)\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πράξεις Ἀποστόλων 2:14-21\n\nἘν ταῖς ἡμεραῖς ἐκείναις\, σταθεὶς δὲ Πέτρος σὺν τοῖς ἕνδεκα\, ἐπῆρεν τὴν φωνὴν αὐτοῦ\, καὶ ἀπεφθέγξατο αὐτοῖς\, Ἄνδρες Ἰουδαῖοι\, καὶ οἱ κατοικοῦντες Ἱερουσαλὴμ ἅπαντες\, τοῦτο ὑμῖν γνωστὸν ἔστω\, καὶ ἐνωτίσασθε τὰ ῥήματά μου. Οὐ γάρ\, ὡς ὑμεῖς ὑπολαμβάνετε\, οὗτοι μεθύουσιν· ἔστιν γὰρ ὥρα τρίτη τῆς ἡμέρας· ἀλλὰ τοῦτό ἐστιν τὸ εἰρημένον διὰ τοῦ προφήτου Ἰωήλ\, Καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις\, λέγει ὁ θεός\, ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα· καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν\, καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται\, καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνύπνια ἐνυπνιασθήσονται· καί γε ἐπὶ τοὺς δούλους μου καί ἐπὶ τὰς δούλας μου ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου\, καὶ προφητεύσουσιν. Καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω\, καὶ σημεῖα ἐπὶ τῆς γῆς κάτω\, αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ· ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος\, καὶ ἡ σελήνη εἰς αἷμα\, πρὶν ἢ ἐλθεῖν τὴν ἡμέραν κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ· καὶ ἔσται\, πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα κυρίου σωθήσεται.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 10.1-15\n\nΤῷ καιρῷ ἐκείνῳ\, ἀνέδειξεν ὁ Κύριος καὶ ἑτέρους ἑβδομήκοντα\, καὶ ἀπέστειλεν αὐτοὺς ἀνὰ δύο πρὸ προσώπου αὐτοῦ εἰς πᾶσαν πόλιν καὶ τόπον οὗ ἤμελλεν αὐτὸς ἔρχεσθαι. ἔλεγεν οὖν πρὸς αὐτούς· ὁ μὲν θερισμὸς πολύς\, οἱ δὲ ἐργάται ὀλίγοι· δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ. ὑπάγετε· ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς ἄρνας ἐν μέσῳ λύκων. μὴ βαστάζετε βαλλάντιον\, μὴ πήραν\, μηδὲ ὑποδήματα\, καὶ μηδένα κατὰ τὴν ὁδὸν ἀσπάσησθε. εἰς ἣν δ᾿ ἂν οἰκίαν εἰσέρχησθε\, πρῶτον λέγετε· εἰρήνη τῷ οἴκῳ τούτῳ. καὶ ἐὰν ᾖ ἐκεῖ υἱὸς εἰρήνης\, ἐπαναπαύσεται ἐπ᾿ αὐτὸν ἡ εἰρήνη ὑμῶν· εἰ δὲ μήγε\, ἐφ᾿ ὑμᾶς ἐπανακάμψει. ἐν αὐτῇ δὲ τῇ οἰκίᾳ μένετε ἐσθίοντες καὶ πίνοντες τὰ παρ᾿ αὐτῶν· ἄξιος γὰρ ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ ἐστι· μὴ μεταβαίνετε ἐξ οἰκίας εἰς οἰκίαν. καὶ εἰς ἣν ἂν πόλιν εἰσέρχησθε καὶ δέχωνται ὑμᾶς\, ἐσθίετε τὰ παρατιθέμενα ὑμῖν\, καὶ θεραπεύετε τοὺς ἐν αὐτῇ ἀσθενεῖς\, καὶ λέγετε αὐτοῖς· ἤγγικεν ἐφ᾿ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ. εἰς ἣν δ᾿ ἂν πόλιν εἰσέρχησθε καὶ μὴ δέχωνται ὑμᾶς\, ἐξελθόντες εἰς τὰς πλατείας αὐτῆς εἴπατε·καὶ τὸν κονιορτὸν τὸν κολληθέντα ἡμῖν ἀπὸ τῆς πόλεως ὑμῶν εἰς τοὺς πόδας ἡμῶν ἀπομασσόμεθα ὑμῖν· πλὴν τοῦτο γινώσκετε\, ὅτι ἤγγικεν ἐφ᾿ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ. λέγω δὲ ὑμῖν ὅτι Σοδόμοις ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνεκτότερον ἔσται ἢ τῇ πόλει ἐκείνῃ. Oὐαί σοι\, Χοραζίν\, οὐαί σοι\, Βηθσαϊδά· ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγένοντο αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν\, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ καθήμενοι μετενόησαν. πλὴν Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἐν τῇ κρίσει ἢ ὑμῖν. καὶ σύ\, Καπερναούμ\, ἡ ἕως τοῦ οὐρανοῦ ὑψωθεῖσα\, ἕως ᾅδου καταβιβασθήσῃ.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20121020
DTEND;VALUE=DATE:20121021
SUMMARY:Ἀρτέμιοs Μεγαλομάρτυς
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 10/20/2012\n\nἍγιοι καὶ ἑορταί: Ἀρτέμιοs Μεγαλομάρτυς; Γεράσιμος ὁ ἐν Κεφαλληνίᾳ; Ματρώνa Χιοπολίτιδος\n\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους β' 1:8-11\n\nἈδελφοί\, oὐ θέλομεν ὑμᾶς ἀγνοεῖν\, ἀδελφοί\, ὑπὲρ τῆς θλίψεως ἡμῶν τῆς γενομένης ἡμῖν ἐν τῇ Ἀσίᾳ\, ὅτι καθʼ ὑπερβολὴν ἐβαρήθημεν ὑπὲρ δύναμιν\, ὥστε ἐξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῇν. Ἀλλὰ αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν\, ἵνα μὴ πεποιθότες ὦμεν ἐφʼ ἑαυτοῖς ἀλλʼ ἐπὶ τῷ θεῷ τῷ ἐγείροντι τοὺς νεκρούς· ὃς ἐκ τηλικούτου θανάτου ἐρρύσατο ἡμᾶς καὶ ῥύεται\, εἰς ὃν ἠλπίκαμεν ὅτι καὶ ἔτι ῥύσεται\, συνυπουργούντων καὶ ὑμῶν ὑπὲρ ἡμῶν τῇ δεήσει\, ἵνα ἐκ πολλῶν προσώπων τὸ εἰς ἡμᾶς χάρισμα διὰ πολλῶν εὐχαριστηθῇ ὑπὲρ ὑμῶν.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 7.1-10\n\nΤῷ καιρῷ ἐκείνῳ\, εἰσῆλθεν ὁ Ἰησοῦς εἰς Καφαρναούμ. ῾Εκατοντάρχου δέ τινος δοῦλος κακῶς ἔχων ἤμελλε τελευτᾶν\, ὃς ἦν αὐτῷ ἔντιμος.ἀκούσας δὲ περὶ τοῦ ᾿Ιησοῦ ἀπέστειλε πρὸς αὐτὸν πρεσβυτέρους τῶν ᾿Ιουδαίων ἐρωτῶν αὐτὸν ὅπως ἐλθὼν διασώσῃ τὸν δοῦλον αὐτοῦ.οἱ δὲ παραγενόμενοι πρὸς τὸν ᾿Ιησοῦν παρεκάλουν αὐτὸν σπουδαίως\, λέγοντες ὅτι ἄξιός ἐστιν ᾧ παρέξει τοῦτο.ἀγαπᾷ γὰρ τὸ ἔθνος ἡμῶν\, καὶ τὴν συναγωγὴν αὐτὸς ᾠκοδόμησεν ἡμῖν.ὁ δὲ ᾿Ιησοῦς ἐπορεύετο σὺν αὐτοῖς. ἤδη δὲ αὐτοῦ οὐ μακρὰν ἀπέχοντος ἀπὸ τῆς οἰκίας ἔπεμψε πρὸς αὐτὸν ὁ ἑκατόνταρχος φίλους λέγων αὐτῷ· Κύριε\, μὴ σκύλλου· οὐ γάρ εἰμι ἱκανὸς ἵνα ὑπὸ τὴν στέγην μου εἰσέλθῃς·διὸ οὐδὲ ἐμαυτὸν ἠξίωσα πρός σε ἐλθεῖν· ἀλλ᾿ εἰπὲ λόγῳ\, καὶ ἰαθήσεται ὁ παῖς μου.καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν τασσόμενος\, ἔχων ὑπ᾿ ἐμαυτὸν στρατιώτας\, καὶ λέγω τούτῳ\, πορεύθητι\, καὶ πορεύεται\, καὶ ἄλλῳ\, ἔρχου\, καὶ ἔρχεται\, καὶ τῷ δούλῳ μου\, ποίησον τοῦτο\, καὶ ποιεῖ.ἀκούσας δὲ ταῦτα ὁ ᾿Ιησοῦς ἐθαύμασεν αὐτόν\, καὶ στραφεὶς τῷ ἀκολουθοῦντι αὐτῷ ὄχλῳ εἶπε· λέγω ὑμῖν\, οὐδὲ ἐν τῷ ᾿Ισραὴλ τοσαύτην πίστιν εὗρον.καὶ ὑποστρέψαντες οἱ πεμφθέντες εἰς τὸν οἶκον εὗρον τὸν ἀσθενοῦντα δοῦλον ὑγιαίνοντα.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20121021
DTEND;VALUE=DATE:20121022
SUMMARY:ΣΤ΄ Λουκᾶ
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 10/21/2012\n\nἍγιοι καὶ ἑορταί: Ὅσιος Ἱλαρίων; Χριστόδουλος ὁ Θαυματουργός ; Θεοδότη καὶ Σωκράτης\, Μάρτυρες; Ἰωάννης\, Νεομάρτυς; Ὅσιος Φιλόθεος\n\nΗχος γ'\nΕωθ. Θ'\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Γαλάτας 1:11-19\n\nἈδελφοί\, γνωρίζω δὲ ὑμῖν\, ἀδελφοί\, τὸ εὐαγγέλιον τὸ εὐαγγελισθὲν ὑπʼ ἐμοῦ\, ὅτι οὐκ ἔστιν κατὰ ἄνθρωπον. Οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό\, οὔτε ἐδιδάχθην\, ἀλλὰ διʼ ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ. Ἠκούσατε γὰρ τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τῷ Ἰουδαϊσμῷ\, ὅτι καθʼ ὑπερβολὴν ἐδίωκον τὴν ἐκκλησίαν τοῦ θεοῦ\, καὶ ἐπόρθουν αὐτήν· καὶ προέκοπτον ἐν τῷ Ἰουδαϊσμῷ ὑπὲρ πολλοὺς συνηλικιώτας ἐν τῷ γένει μου\, περισσοτέρως ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων. Ὅτε δὲ εὐδόκησεν ὁ θεὸς ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου καὶ καλέσας διὰ τῆς χάριτος αὐτοῦ\, ἀποκαλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐμοὶ ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν\, εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι· οὐδὲ ἀνῆλθον εἰς Ἱεροσόλυμα πρὸς τοὺς πρὸ ἐμοῦ ἀποστόλους\, ἀλλὰ ἀπῆλθον εἰς Ἀραβίαν\, καὶ πάλιν ὑπέστρεψα εἰς Δαμασκόν. Ἔπειτα μετὰ ἔτη τρία ἀνῆλθον εἰς Ἱεροσόλυμα ἱστορῆσαι Πέτρον\, καὶ ἐπέμεινα πρὸς αὐτὸν ἡμέρας δεκαπέντε. Ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον\, εἰ μὴ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ κυρίου.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 8.26-39\n\nΤῷ καιρῷ ἐκείνῳ\, ἐλθόντι τῷ Ἰησοῦ εἰς τὴν χώραν τῶν Γαδαρηνῶν\, ἥτις ἐστὶν ἀντίπερα τῆς Γαλιλαίας.ἐξελθόντι δὲ αὐτῷ ἐπὶ τὴν γῆν ὑπήντησεν αὐτῷ ἀνήρ τις ἐκ τῆς πόλεως\, ὃς εἶχε δαιμόνια ἐκ χρόνων ἱκανῶν\, καὶ ἱμάτιον οὐκ ἐνεδιδύσκετο καὶ ἐν οἰκίᾳ οὐκ ἔμενεν\, ἀλλ᾿ ἐν τοῖς μνήμασιν.ἰδὼν δὲ τὸν ᾿Ιησοῦν καὶ ἀνακράξας προσέπεσεν αὐτῷ καὶ φωνῇ μεγάλῃ εἶπε· τί ἐμοὶ καὶ σοί\, ᾿Ιησοῦ\, υἱὲ τοῦ Θεοῦ τοῦ ὑψίστου; δέομαί σου\, μή με βασανίσῃς.παρήγγειλε γὰρ τῷ πνεύματι τῷ ἀκαθάρτῳ ἐξελθεῖν ἀπὸ τοῦ ἀνθρώπου. πολλοῖς γὰρ χρόνοις συνηρπάκει αὐτόν\, καὶ ἐδεσμεῖτο ἁλύσεσι καὶ πέδαις φυλασσόμενος\, καὶ διαρρήσσων τὰ δεσμὰ ἠλαύνετο ὑπὸ τοῦ δαίμονος εἰς τὰς ἐρήμους.ἐπηρώτησε δὲ αὐτὸν ὁ ᾿Ιησοῦς λέγων· τί σοί ἐστιν ὄνομα; ὁ δὲ εἶπε· λεγεών· ὅτι δαιμόνια πολλὰ εἰσῆλθεν εἰς αὐτόν·καὶ παρεκάλει αὐτὸν ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν.ἦν δὲ ἐκεῖ ἀγέλη χοίρων ἱκανῶν βοσκομένων ἐν τῷ ὄρει· καὶ παρεκάλουν αὐτὸν ἵνα ἐπιτρέψῃ αὐτοῖς εἰς ἐκείνους εἰσελθεῖν· καὶ ἐπέτρεψεν αὐτοῖς.ἐξελθόντα δὲ τὰ δαιμόνια ἀπὸ τοῦ ἀνθρώπου εἰσῆλθον εἰς τοὺς χοίρους\, καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν λίμνην καὶ ἀπεπνίγη.ἰδόντες δὲ οἱ βόσκοντες τὸ γεγενημένον ἔφυγον\, καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς.ἐξῆλθον δὲ ἰδεῖν τὸ γεγονός\, καὶ ἦλθον πρὸς τὸν ᾿Ιησοῦν καὶ εὗρον καθήμενον τὸν ἄνθρωπον\, ἀφ᾿ οὗ τὰ δαιμόνια ἐξεληλύθει\, ἱματισμένον καὶ σωφρονοῦντα παρὰ τοὺς πόδας τοῦ ᾿Ιησοῦ\, καὶ ἐφοβήθησαν.ἀπήγγειλαν δὲ αὐτοῖς οἱ ἰδόντες πῶς ἐσώθη ὁ δαιμονισθείς.καὶ ἠρώτησαν αὐτὸν ἅπαν τὸ πλῆθος τῆς περιχώρου τῶν Γαδαρηνῶν ἀπελθεῖν ἀπ᾿ αὐτῶν\, ὅτι φόβῳ μεγάλῳ συνείχοντο. αὐτὸς δὲ ἐμβὰς εἰς τὸ πλοῖον ὑπέστρεψεν.ἐδέετο δὲ αὐτοῦ ὁ ἀνήρ\, ἀφ᾿ οὗ ἐξεληλύθει τὰ δαιμόνια\, εἶναι σὺν αὐτῷ· ἀπέλυσε δὲ αὐτὸν ὁ ᾿Ιησοῦς λέγων·ὑπόστρεφε εἰς τὸν οἶκόν σου καὶ διηγοῦ ὅσα ἐποίησέ σοι ὁ Θεός. καὶ ἀπῆλθε καθ᾿ ὅλην τὴν πόλιν κηρύσσων ὅσα ἐποίησεν αὐτῷ ὁ ᾿Ιησοῦς.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20121022
DTEND;VALUE=DATE:20121023
SUMMARY:Ἀβέρκιος Ἐπί. Ἱεραπόλεως
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 10/22/2012\n\nἍγιοι καὶ ἑορταί: Ἀβέρκιος Ἐπί. Ἱεραπόλεως; 7 Παῖδες Μάρτυρες ὁι ἐν Ἐφέσῳ; Κικιλία Μάρτυς\n\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Φιλιππησίους 4:10-23\n\nἈδελφοί\, ἐχάρην δὲ ἐν κυρίῳ μεγάλως\, ὅτι ἤδη ποτὲ ἀνεθάλετε τὸ ὑπὲρ ἐμοῦ φρονεῖν· ἐφʼ ᾧ καὶ ἐφρονεῖτε\, ἠκαιρεῖσθε δέ. Οὐχ ὅτι καθʼ ὑστέρησιν λέγω· ἐγὼ γὰρ ἔμαθον\, ἐν οἷς εἰμί\, αὐτάρκης εἶναι. Οἶδα καὶ ταπεινοῦσθαι\, οἶδα καὶ περισσεύειν· ἐν παντὶ καὶ ἐν πᾶσιν μεμύημαι καὶ χορτάζεσθαι καὶ πεινᾷν\, καὶ περισσεύειν καὶ ὑστερεῖσθαι. Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ. Πλὴν καλῶς ἐποιήσατε συγκοινωνήσαντές μου τῇ θλίψει. Οἴδατε δὲ καὶ ὑμεῖς\, Φιλιππήσιοι\, ὅτι ἐν ἀρχῇ τοῦ εὐαγγελίου\, ὅτε ἐξῆλθον ἀπὸ Μακεδονίας\, οὐδεμία μοι ἐκκλησία ἐκοινώνησεν εἰς λόγον δόσεως καὶ λήψεως\, εἰ μὴ ὑμεῖς μόνοι· ὅτι καὶ ἐν Θεσσαλονίκῃ καὶ ἅπαξ καὶ δὶς εἰς τὴν χρείαν μοι ἐπέμψατε. Οὐχ ὅτι ἐπιζητῶ τὸ δόμα\, ἀλλʼ ἐπιζητῶ τὸν καρπὸν τὸν πλεονάζοντα εἰς λόγον ὑμῶν. Ἀπέχω δὲ πάντα καὶ περισσεύω· πεπλήρωμαι\, δεξάμενος παρὰ Ἐπαφροδίτου τὰ παρʼ ὑμῶν\, ὀσμὴν εὐωδίας\, θυσίαν δεκτήν\, εὐάρεστον τῷ θεῷ. Ὁ δὲ θεός μου πληρώσει πᾶσαν χρείαν ὑμῶν κατὰ τὸν πλοῦτον αὐτοῦ ἐν δόξῃ\, ἐν Χριστῷ Ἰησοῦ. Τῷ δὲ θεῷ καὶ πατρὶ ἡμῶν ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἀσπάσασθε πάντα ἅγιον ἐν Χριστῷ Ἰησοῦ. Ἀσπάζονται ὑμᾶς οἱ σὺν ἐμοὶ ἀδελφοί. Ἀσπάζονται ὑμᾶς πάντες οἱ ἅγιοι\, μάλιστα δὲ οἱ ἐκ τῆς Καίσαρος οἰκίας. Ἡ χάρις τοῦ κυρίου Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν. Ἀμην.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 10.22-24\n\nΕἶπεν ὁ Κύριος· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τίς ἐστιν ὁ υἱός\, εἰ μὴ ὁ πατήρ\, καὶ τίς ἐστιν ὁ πατήρ\, εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι. Καὶ στραφεὶς πρὸς τοὺς μαθητὰς κατ᾿ ἰδίαν εἶπε· μακάριοι οἱ ὀφθαλμοὶ οἱ βλέποντες ἃ βλέπετε. λέγω γὰρ ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ βασιλεῖς ἠθέλησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε\, καὶ οὐκ εἶδον\, καὶ ἀκοῦσαι ἃ ἀκούετε\, καὶ οὐκ ἤκουσαν.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20121023
DTEND;VALUE=DATE:20121024
SUMMARY:Ἰάκωβος ὁ Ἀδελφόθεος
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 10/23/2012\n\nἍγιοι καὶ ἑορταί: Ἰάκωβος ὁ Ἀδελφόθεος; Ἰγνάτιος\, Πατ. Κωνσταv.\n\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Γαλάτας 1:11-19\n\nἈδελφοί\, γνωρίζω δὲ ὑμῖν\, ἀδελφοί\, τὸ εὐαγγέλιον τὸ εὐαγγελισθὲν ὑπʼ ἐμοῦ\, ὅτι οὐκ ἔστιν κατὰ ἄνθρωπον. Οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό\, οὔτε ἐδιδάχθην\, ἀλλὰ διʼ ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ. Ἠκούσατε γὰρ τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τῷ Ἰουδαϊσμῷ\, ὅτι καθʼ ὑπερβολὴν ἐδίωκον τὴν ἐκκλησίαν τοῦ θεοῦ\, καὶ ἐπόρθουν αὐτήν· καὶ προέκοπτον ἐν τῷ Ἰουδαϊσμῷ ὑπὲρ πολλοὺς συνηλικιώτας ἐν τῷ γένει μου\, περισσοτέρως ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων. Ὅτε δὲ εὐδόκησεν ὁ θεὸς ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου καὶ καλέσας διὰ τῆς χάριτος αὐτοῦ\, ἀποκαλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐμοὶ ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν\, εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι· οὐδὲ ἀνῆλθον εἰς Ἱεροσόλυμα πρὸς τοὺς πρὸ ἐμοῦ ἀποστόλους\, ἀλλὰ ἀπῆλθον εἰς Ἀραβίαν\, καὶ πάλιν ὑπέστρεψα εἰς Δαμασκόν. Ἔπειτα μετὰ ἔτη τρία ἀνῆλθον εἰς Ἱεροσόλυμα ἱστορῆσαι Πέτρον\, καὶ ἐπέμεινα πρὸς αὐτὸν ἡμέρας δεκαπέντε. Ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον\, εἰ μὴ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ κυρίου.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 13.54-58\n\nΤῷ καιρῷ ἐκείνῳ\, ἐλθὼν εἰς τὴν πατρίδα αὐτοῦ ἐδίδασκεν αὐτοὺς ἐν τῇ συναγωγῇ αὐτῶν\, ὥστε ἐκπλήττεσθαι αὐτοὺς καὶ λέγειν· πόθεν τούτῳ ἡ σοφία αὕτη καὶ αἱ δυνάμεις;οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός; οὐχὶ ἡ μήτηρ αὐτοῦ λέγεται Μαριὰμ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ᾿Ιάκωβος καὶ ᾿Ιωσῆς καὶ Σίμων καὶ ᾿Ιούδας;καὶ αἱ ἀδελφαὶ αὐτοῦ οὐχὶ πᾶσαι πρὸς ἡμᾶς εἰσι; πόθεν οὖν τούτῳ ταῦτα πάντα;καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ. ὁ δὲ ᾿Ιησοῦς εἶπεν αὐτοῖς· οὐκ ἔστι προφήτης ἄτιμος εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ.καὶ οὐκ ἐποίησεν ἐκεῖ δυνάμεις πολλὰς διὰ τὴν ἀπιστίαν αὐτῶν.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20121024
DTEND;VALUE=DATE:20121025
SUMMARY:Ἀρέθας Μεγαλομάρτυς
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 10/24/2012\n\nἍγιοι καὶ ἑορταί: Ἀρέθας Μεγαλομάρτυς; Μάρτυς Σεβαστιανὸς\n\nξεροφαγία (αὐστηρή νηστεία)\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κολοσσαεῖς 1:18-23\n\nἈδελφοί\, Χριστὸς ἐστιν ἡ κεφαλὴ τοῦ σώματος\, τῆς ἐκκλησίας· ὅς ἐστιν ἀρχή\, πρωτότοκος ἐκ τῶν νεκρῶν\, ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων· ὅτι ἐν αὐτῷ εὐδόκησεν πᾶν τὸ πλήρωμα κατοικῆσαι\, καὶ διʼ αὐτοῦ ἀποκαταλλάξαι τὰ πάντα εἰς αὐτόν\, εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ\, διʼ αὐτοῦ\, εἴτε τὰ ἐπὶ τῆς γῆς\, εἴτε τὰ ἐπὶ τοῖς οὐρανοῖς. Καὶ ὑμᾶς ποτὲ ὄντας ἀπηλλοτριωμένους καὶ ἐχθροὺς τῇ διανοίᾳ ἐν τοῖς ἔργοις τοῖς πονηροῖς\, νυνὶ δὲ ἀποκατήλλαξεν ἐν τῷ σώματι τῆς σαρκὸς αὐτοῦ διὰ τοῦ θανάτου\, παραστῆσαι ὑμᾶς ἁγίους καὶ ἀμώμους καὶ ἀνεγκλήτους κατενώπιον αὐτοῦ· εἴγε ἐπιμένετε τῇ πίστει τεθεμελιωμένοι καὶ ἑδραῖοι\, καὶ μὴ μετακινούμενοι ἀπὸ τῆς ἐλπίδος τοῦ εὐαγγελίου οὗ ἠκούσατε\, τοῦ κηρυχθέντος ἐν πάσῃ τῇ κτίσει τῇ ὑπὸ τὸν οὐρανόν\, οὗ ἐγενόμην ἐγὼ Παῦλος διάκονος.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 11.9-13\n\nΕἶπεν ὁ Κὐριος τοῖς ἑαυτοῦ μαθηταῖς· Αἰτεῖτε\, καὶ δοθήσεται ὑμῖν\, ζητεῖτε\, καὶ εὑρήσετε\, κρούετε\, καὶ ἀνοιγήσεται ὑμῖν·πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει καὶ ὁ ζητῶν εὑρίσκει καὶ τῷ κρούοντι ἀνοιχθήσεται.τίνα δὲ ἐξ ὑμῶν τὸν πατέρα αἰτήσει ὁ υἱὸς ἄρτον\, μὴ λίθον ἐπιδώσει αὐτῷ; ἢ καὶ ἰχθύν\, μὴ ἀντὶ ἰχθύος ὄφιν ἐπιδώσει αὐτῷ;ἢ καὶ ἐὰν αἰτήσῃ ᾠόν\, μὴ ἐπιδώσει αὐτῷ σκορπίον;εἰ οὖν ὑμεῖς\, ὑπάρχοντες πονηροί\, οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν\, πόσῳ μᾶλλον ὁ πατὴρ ὁ ἐξ οὐρανοῦ δώσει πνεῦμα ἀγαθὸν τοῖς αἰτοῦσιν αὐτόν;\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20121025
DTEND;VALUE=DATE:20121026
SUMMARY:Μαρκιανός καὶ Μαρτύριος
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 10/25/2012\n\nἍγιοι καὶ ἑορταί: Μαρκιανός καὶ Μαρτύριος; Ταβιθᾶ ἡ Ἑλεήμων\n\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κολοσσαεῖς 1:24-29\, 2:1\n\nἈδελφοί\, νῦν χαίρω ἐν τοῖς παθήμασιν ὑπὲρ ὑμῶν\, καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου ὑπὲρ τοῦ σώματος αὐτοῦ\, ὅ ἐστιν ἡ ἐκκλησία· ἧς ἐγενόμην ἐγὼ διάκονος\, κατὰ τὴν οἰκονομίαν τοῦ θεοῦ τὴν δοθεῖσάν μοι εἰς ὑμᾶς\, πληρῶσαι τὸν λόγον τοῦ θεοῦ\, τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν· νυνὶ δὲ ἐφανερώθη τοῖς ἁγίοις αὐτοῦ\, οἷς ἠθέλησεν ὁ θεὸς γνωρίσαι τί τὸ πλοῦτος τῆς δόξης τοῦ μυστηρίου τούτου ἐν τοῖς ἔθνεσιν\, ὅς ἐστιν Χριστὸς ἐν ὑμῖν\, ἡ ἐλπὶς τῆς δόξης· ὃν ἡμεῖς καταγγέλλομεν\, νουθετοῦντες πάντα ἄνθρωπον\, καὶ διδάσκοντες πάντα ἄνθρωπον ἐν πάσῃ σοφίᾳ\, ἵνα παραστήσωμεν πάντα ἄνθρωπον τέλειον ἐν Χριστῷ Ἰησοῦ· εἰς ὃ καὶ κοπιῶ\, ἀγωνιζόμενος κατὰ τὴν ἐνέργειαν αὐτοῦ\, τὴν ἐνεργουμένην ἐν ἐμοὶ ἐν δυνάμει. Θέλω γὰρ ὑμᾶς εἰδέναι ἡλίκον ἀγῶνα ἔχω περὶ ὑμῶν.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 11.14-23\n\nΤῷ καιρῷ ἐκείνῳ\, ἦν ὁ Ἰησοῦς ἐκβάλλων δαιμόνιον\, καὶ αὐτὸ ἦν κωφόν. Ἐγένετο δὲ τοῦ δαιμονίου ἐξελθόντος ἐλάλησεν ὁ κωφός\, καὶ ἐθαύμαζον οἱ ὄχλοι·τινὲς δὲ ἐξ αὐτῶν εἶπον· ἐν Βεελζεβοὺλ τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια.ἕτεροι δὲ πειράζοντες σημεῖον παρ᾿ αὐτοῦ ἐζήτουν ἐξ οὐρανοῦ.αὐτὸς δὲ εἰδὼς αὐτῶν τὰ διανοήματα εἶπεν αὐτοῖς· πᾶσα βασιλεία ἐφ᾿ ἑαυτὴν διαμερισθεῖσα\, ἐρημοῦται\, καὶ οἶκος ἐπὶ οἶκον\, πίπτει.εἰ δὲ καὶ ὁ σατανᾶς ἐφ᾿ ἑαυτὸν διεμερίσθη\, πῶς σταθήσεται ἡ βασιλεία αὐτοῦ\, ὅτι λέγετε ἐν Βεελζεβούλ με ἐκβάλλειν τὰ δαιμόνια;εἰ δὲ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια\, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβαλοῦσι; διὰ τοῦτο αὐτοὶ κριταὶ ὑμῶν ἔσονται.εἰ δὲ ἐν δακτύλῳ Θεοῦ ἐκβάλλω τὰ δαιμόνια\, ἄρα ἔφθασεν ἐφ᾿ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ.ὅταν ὁ ἰσχυρὸς καθωπλισμένος φυλάσσῃ τὴν ἑαυτοῦ αὐλήν\, ἐν εἰρήνῃ ἐστὶ τὰ ὑπάρχοντα αὐτοῦ·ἐπὰν δὲ ὁ ἰσχυρότερος αὐτοῦ ἐπελθὼν νικήσῃ αὐτόν\, τὴν πανοπλίαν αὐτοῦ αἴρει\, ἐφ᾿ ᾗ ἐπεποίθει\, καὶ τὰ σκῦλα αὐτοῦ διαδίδωσιν.ὁ μὴ ὢν μετ᾿ ἐμοῦ κατ᾿ ἐμοῦ ἐστι\, καὶ ὁ μὴ συνάγων μετ᾿ ἐμοῦ σκορπίζει.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20121026
DTEND;VALUE=DATE:20121027
SUMMARY:Δημήτριος ὁ Μεγαλομάρτυς
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 10/26/2012\n\nἍγιοι καὶ ἑορταί: Ἀνάμνησις τοῦ Σεισμοῦ τῆς Κωνσταντινουπόλεως; Δημήτριος ὁ Μεγαλομάρτυς\n\nΚατάλυσις οἴνου καί ἐλαίου\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Τιμόθεον β' 2:1-10\n\nΤέκνον Τιμόθεε\, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ. Καὶ ἃ ἤκουσας παρʼ ἐμοῦ διὰ πολλῶν μαρτύρων\, ταῦτα παράθου πιστοῖς ἀνθρώποις\, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι. Σὺ οὖν κακοπάθησον ὡς καλὸς στρατιώτης Ἰησοῦ Χριστοῦ. Οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις\, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ. Ἐὰν δὲ καὶ ἀθλῇ τις\, οὐ στεφανοῦται ἐὰν μὴ νομίμως ἀθλήσῃ. Τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν. Νόει ἃ λέγω· δῴη γάρ σοι ὁ κύριος σύνεσιν ἐν πᾶσιν. 8 Μνημόνευε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν\, ἐκ σπέρματος Δαυίδ\, κατὰ τὸ εὐαγγέλιόν μου· ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν\, ὡς κακοῦργος· ἀλλʼ ὁ λόγος τοῦ θεοῦ οὐ δέδεται. Διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς\, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσιν τῆς ἐν Χριστῷ Ἰησοῦ\, μετὰ δόξης αἰωνίου.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ἰωάννην 15.17-27\, 16.1\n\nΕἶπεν ὁ Κὐριος τοῖς ἑαυτοῦ μαθηταῖς· Ταῦτα ἐντέλλομαι ὑμῖν\, ἵνα ἀγαπᾶτε ἀλλήλους. Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ\, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν. εἰ ἐκ τοῦ κόσμου ἦτε\, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ\, ἀλλ᾽ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου\, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν· οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. εἰ ἐμὲ ἐδίωξαν\, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν\, καὶ τὸν ὑμέτερον τηρήσουσιν. ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομά μου\, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με. εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς\, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. ὁ ἐμὲ μισῶν καὶ τὸν πατέρα μου μισεῖ. εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος πεποίηκεν\, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ καὶ ἑωράκασι καὶ μεμισήκασι καὶ ἐμὲ καὶ τὸν πατέρα μου. ἀλλ᾽ ἵνα πληρωθῇ ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν\, ὅτι ἐμίσησάν με δωρεάν. ὅταν δὲ ἔλθῃ ὁ παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός\, τὸ Πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται\, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ· καὶ ὑμεῖς δὲ μαρτυρεῖτε\, ὅτι ἀπ᾽ ἀρχῆς μετ᾽ ἐμοῦ ἐστε.\n \nΤαῦτα λελάληκα ὑμῖν ἵνα μὴ σκανδαλισθῆτε. ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ᾽ ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20121027
DTEND;VALUE=DATE:20121028
SUMMARY:Νέστωρ Μάρτυς
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 10/27/2012\n\nἍγιοι καὶ ἑορταί: Νέστωρ Μάρτυς; Κυριακὸς\, Πατριάρχης Κωνσταντινουπόλεως\n\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους β' 3:12-18\n\nἈδελφοί\, ἔχοντες οὖν τοιαύτην ἐλπίδα\, πολλῇ παρρησίᾳ χρώμεθα· καὶ οὐ καθάπερ Μωϋσῆς ἐτίθει κάλυμμα ἐπὶ τὸ πρόσωπον ἑαυτοῦ\, πρὸς τὸ μὴ ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ τέλος τοῦ καταργουμένου· ἀλλʼ ἐπωρώθη τὰ νοήματα αὐτῶν· ἄχρι γὰρ τῆς σήμερον τὸ αὐτὸ κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς παλαιᾶς διαθήκης μένει μὴ ἀνακαλυπτόμενον\, ὅ τι ἐν Χριστῷ καταργεῖται. Ἀλλʼ ἕως σήμερον\, ἡνίκα ἀναγινώσκεται Μωϋσῆς\, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται. Ἡνίκα δʼ ἂν ἐπιστρέψῃ πρὸς κύριον\, περιαιρεῖται τὸ κάλυμμα. Ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν· οὗ δὲ τὸ πνεῦμα κυρίου\, ἐκεῖ ἐλευθερία. Ἡμεῖς δὲ πάντες\, ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου κατοπτριζόμενοι\, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν\, καθάπερ ἀπὸ κυρίου πνεύματος.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 8.16-21\n\nΕἶπεν ὁ Κύριος· Οὐδεὶς δὲ λύχνον ἅψας καλύπτει αὐτὸν σκεύει ἢ ὑποκάτω κλίνης τίθησιν\, ἀλλ᾿ ἐπὶ λυχνίας ἐπιτίθησιν\, ἵνα οἱ εἰσπορευόμενοι βλέπωσι τὸ φῶς.οὐ γάρ ἐστι κρυπτὸν ὃ οὐ φανερὸν γενήσεται\, οὐδὲ ἀπόκρυφον ὃ οὐ γνωσθήσεται καὶ εἰς φανερὸν ἔλθῃ.βλέπετε οὖν πῶς ἀκούετε· ὃς γὰρ ἐὰν ἔχῃ\, δοθήσεται αὐτῷ\, καὶ ὃς ἐὰν μὴ ἔχῃ\, καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ᾿ αὐτοῦ. Παρεγένοντο δὲ πρὸς αὐτὸν ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ\, καὶ οὐκ ἠδύναντο συντυχεῖν αὐτῷ διὰ τὸν ὄχλον.καὶ ἀπηγγέλη αὐτῷ λεγόντων· ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἑστήκασιν ἔξω ἰδεῖν σε θέλοντες.ὁ δὲ ἀποκριθεὶς εἶπε πρὸς αὐτούς· μήτηρ μου καὶ ἀδελφοί μου οὗτοί εἰσιν οἱ τὸν λόγον τοῦ Θεοῦ ἀκούοντες καὶ ποιοῦντες αὐτόν.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20121028
DTEND;VALUE=DATE:20121029
SUMMARY:Ζ΄ Λουκᾶ
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 10/28/2012\n\nἍγιοι καὶ ἑορταί: Ἁγία Σκέπη τῆς Θεοτόκου; Μάρτυρες Τερέντιος καὶ Εὐνίκη; Στέφανος ὁ Σαβαῒτης; Ἀθανάσιος\, Πατριάρχης; Ἀγγελῆς\, Μανουὴλ\, Γεώργιος καὶ Νικόλαος\, Νεομάρτυρες\n\nΗχος δ'\nΕωθ. Ι'\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἑβραίους 9:1-7\n\nἈδελφοί\, εἶχεν ἡ πρώτη σκηνὴ δικαιώματα λατρείας\, τό τε ἅγιον κοσμικόν. Σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη\, ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν ἄρτων\, ἥτις λέγεται ἅγια. Μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη ἅγια ἁγίων\, χρυσοῦν ἔχουσα θυμιατήριον\, καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ\, ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα\, καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα\, καὶ αἱ πλάκες τῆς διαθήκης· ὑπεράνω δὲ αὐτῆς Χερουβὶμ δόξης κατασκιάζοντα τὸ ἱλαστήριον· περὶ ὧν οὐκ ἔστιν νῦν λέγειν κατὰ μέρος. Τούτων δὲ οὕτως κατεσκευασμένων\, εἰς μὲν τὴν πρώτην σκηνὴν διὰ παντὸς εἰσίασιν οἱ ἱερεῖς\, τὰς λατρείας ἐπιτελοῦντες· εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεύς\, οὐ χωρὶς αἵματος\, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων·\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 8.41-56\n\nΤῷ καιρῷ ἐκείνῳ\, ἄνθρωπός τις προςῆλθε τῷ Ἰησοῦ ᾧ ὄνομα ᾽Ιάϊρος\, καὶ ἰδοὺ ἦλθεν ἀνὴρ ᾧ ὄνομα ᾿Ιάειρος\, καὶ αὐτὸς ἄρχων τῆς συναγωγῆς ὑπῆρχε· καὶ πεσὼν παρὰ τοὺς πόδας τοῦ ᾿Ιησοῦ παρεκάλει αὐτὸν εἰσελθεῖν εἰς τὸν οἶκον αὐτοῦ\,ὅτι θυγάτηρ μονογενὴς ἦν αὐτῷ ὡς ἐτῶν δώδεκα\, καὶ αὕτη ἀπέθνησκεν. ᾿Εν δὲ τῷ ὑπάγειν αὐτὸν οἱ ὄχλοι συνέπνιγον αὐτόν.καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα\, ἥτις ἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον οὐκ ἴσχυσεν ὑπ᾿ οὐδενὸς θεραπευθῆναι\,προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ\, καὶ παραχρῆμα ἔστη ἡ ῥύσις τοῦ αἵματος αὐτῆς.καὶ εἶπεν ὁ ᾿Ιησοῦς· τίς ὁ ἁψάμενός μου; ἀρνουμένων δὲ πάντων εἶπεν ὁ Πέτρος καὶ οἱ σὺν αὐτῷ· ἐπιστάτα\, οἱ ὄχλοι συνέχουσί σε καὶ ἀποθλίβουσι\, καὶ λέγεις τίς ὁ ἁψάμενός μου;ὁ δὲ ᾿Ιησοῦς εἶπεν· ἥψατό μού τις· ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξελθοῦσαν ἀπ᾿ ἐμοῦ.ἰδοῦσα δὲ ἡ γυνὴ ὅτι οὐκ ἔλαθε\, τρέμουσα ἦλθε καὶ προσπεσοῦσα αὐτῷ δι᾿ ἣν αἰτίαν ἥψατο αὐτοῦ ἀπήγγειλεν αὐτῷ ἐνώπιον παντὸς τοῦ λαοῦ\, καὶ ὡς ἰάθη παραχρῆμα.ὁ δὲ εἶπεν αὐτῇ· θάρσει\, θύγατερ\, ἡ πίστις σου σέσωκέ σε· πορεύου εἰς εἰρήνην.῎Ετι αὐτοῦ λαλοῦντος ἔρχεταί τις παρὰ τοῦ ἀρχισυναγώγου λέγων αὐτῷ ὅτι τέθνηκεν ἡ θυγάτηρ σου· μὴ σκύλλε τὸν διδάσκαλον.ὁ δὲ ᾿Ιησοῦς ἀκούσας ἀπεκρίθη αὐτῷ λέγων· μὴ φοβοῦ· μόνον πίστευε\, καὶ σωθήσεται.ἐλθὼν δὲ εἰς τὴν οἰκίαν οὐκ ἀφῆκεν εἰσελθεῖν οὐδένα εἰ μὴ Πέτρον καὶ ᾿Ιωάννην καὶ ᾿Ιάκωβον καὶ τὸν πατέρα τῆς παιδὸς καὶ τὴν μητέρα.ἔκλαιον δὲ πάντες καὶ ἐκόπτοντο αὐτήν. ὁ δὲ εἶπε· μὴ κλαίετε· οὐκ ἀπέθανεν\, ἀλλὰ καθεύδει.καὶ κατεγέλων αὐτοῦ\, εἰδότες ὅτι ἀπέθανεν.αὐτὸς δὲ ἐκβαλὼν ἔξω πάντας καὶ κρατήσας τῆς χειρὸς αὐτῆς ἐφώνησε λέγων· ἡ παῖς\, ἐγείρου.καὶ ἐπέστρεψε τὸ πνεῦμα αὐτῆς\, καὶ ἀνέστη παραχρῆμα\, καὶ διέταξεν αὐτῇ δοθῆναι φαγεῖν.καὶ ἐξέστησαν οἱ γονεῖς αὐτοῖς. ὁ δὲ παρήγγειλεν αὐτοῖς μηδενὶ εἰπεῖν τὸ γεγονός.\n \n \n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20121029
DTEND;VALUE=DATE:20121030
SUMMARY:Ἀναστασία Ὁσία
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 10/29/2012\n\nἍγιοι καὶ ἑορταί: Ἀναστασία Ὁσία; Ἀβράμιος Ὅσιος\n\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κολοσσαεῖς 2:13-20\n\nἈδελφοί\, Χριστὸς ὑμᾶς νεκροὺς ὄντας ἐν τοῖς παραπτώμασιν καὶ τῇ ἀκροβυστίᾳ τῆς σαρκὸς ὑμῶν\, συνεζωοποίησεν ὑμᾶς σὺν αὐτῷ\, χαρισάμενος ἡμῖν πάντα τὰ παραπτώματα\, ἐξαλείψας τὸ καθʼ ἡμῶν χειρόγραφον τοῖς δόγμασιν\, ὃ ἦν ὑπεναντίον ἡμῖν· καὶ αὐτὸ ἦρκεν ἐκ τοῦ μέσου\, προσηλώσας αὐτὸ τῷ σταυρῷ· ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας\, ἐδειγμάτισεν ἐν παρρησίᾳ\, θριαμβεύσας αὐτοὺς ἐν αὐτῷ. Μὴ οὖν τις ὑμᾶς κρινέτω ἐν βρώσει ἢ ἐν πόσει\, ἢ ἐν μέρει ἑορτῆς ἢ νουμηνίας ἢ σαββάτων· ἅ ἐστιν σκιὰ τῶν μελλόντων\, τὸ δὲ σῶμα Χριστοῦ. Μηδεὶς ὑμᾶς καταβραβευέτω θέλων ἐν ταπεινοφροσύνῃ καὶ θρησκείᾳ τῶν ἀγγέλων\, ἃ μὴ ἑώρακεν ἐμβατεύων\, εἰκῆ φυσιούμενος ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὐτοῦ\, καὶ οὐ κρατῶν τὴν κεφαλήν\, ἐξ οὗ πᾶν τὸ σῶμα\, διὰ τῶν ἁφῶν καὶ συνδέσμων ἐπιχορηγούμενον καὶ συμβιβαζόμενον\, αὔξει τὴν αὔξησιν τοῦ θεοῦ. Εἰ οὖν ἀπεθάνετε σὺν Χριστῷ\, ἀπὸ τῶν στοιχείων τοῦ κόσμου\, τί ὡς ζῶντες ἐν κόσμῳ δογματίζεσθε;\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 11.29-33\n\nΤῷ καιρῷ ἐκείνῳ\, ἐπαθροιζομένων ἤρξατο λέγειν· ἡ γενεὰ αὕτη γενεὰ πονηρά ἐστι· σημεῖον ζητεῖ\, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον ᾿Ιωνᾶ τοῦ προφήτου.καθὼς γὰρ ἐγένετο ᾿Ιωνᾶς σημεῖον τοῖς Νινευΐταις\, οὕτως ἔσται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου τῇ γενεᾷ ταύτῃ σημεῖον.βασίλισσα νότου ἐγερθήσεται ἐν τῇ κρίσει μετὰ τῶν ἀνδρῶν τῆς γενεᾶς ταύτης καὶ κατακρινεῖ αὐτούς\, ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν Σολομῶντος\, καὶ ἰδοὺ πλεῖον Σολομῶντος ὧδε.ἄνδρες Νινευῒ ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινοῦσιν αὐτήν\, ὅτι μετενόησαν εἰς τὸ κήρυγμα ᾿Ιωνᾶ\, καὶ ἰδοὺ πλεῖον ᾿Ιωνᾶ ὧδε.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20121030
DTEND;VALUE=DATE:20121031
SUMMARY:Κλεόπας ἐκ τῶν 70; Ζηνόβιος καὶ Ζηνοβία Μάρτυρες
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 10/30/2012\n\nἍγιοι καὶ ἑορταί: Κλεόπας ἐκ τῶν 70; Ζηνόβιος καὶ Ζηνοβία Μάρτυρες\n\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κολοσσαεῖς 2:20-23;3:1-3\n\nἈδελφοὶ \,εἰ ἀπεθάνετε σὺν Χριστῷ\, ἀπὸ τῶν στοιχείων τοῦ κόσμου\, τί ὡς ζῶντες ἐν κόσμῳ δογματίζεσθε\, Μὴ ἅψῃ\, μηδὲ γεύσῃ\, μηδὲ θίγῃς - ἅ ἐστιν πάντα εἰς φθορὰν τῇ ἀποχρήσει - κατὰ τὰ ἐντάλματα καὶ διδασκαλίας τῶν ἀνθρώπων; Ἅτινά ἐστιν λόγον μὲν ἔχοντα σοφίας ἐν ἐθελοθρησκείᾳ καὶ ταπεινοφροσύνῃ καὶ ἀφειδίᾳ σώματος\, οὐκ ἐν τιμῇ τινὶ πρὸς πλησμονὴν τῆς σαρκός. Εἰ οὖν συνηγέρθητε τῷ Χριστῷ\, τὰ ἄνω ζητεῖτε\, οὗ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ θεοῦ καθήμενος. Τὰ ἄνω φρονεῖτε\, μὴ τὰ ἐπὶ τῆς γῆς. 3 Ἀπεθάνετε γάρ\, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ θεῷ.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 11.34-41\n\nΕἶπεν ὁ Κύριος· Ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός· ὅταν οὖν ὁ ὀφθαλμός σου ἁπλοῦς ᾖ\, καὶ ὅλον τὸ σῶμά σου φωτεινόν ἐστιν· ἐπὰν δὲ πονηρὸς ᾖ\, καὶ τὸ σῶμά σου σκοτεινόν.σκόπει οὖν μὴ τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστίν.εἰ οὖν τὸ σῶμά σου ὅλον φωτεινόν\, μὴ ἔχον τι μέρος σκοτεινόν\, ἔσται φωτεινὸν ὅλον ὡς ὅταν ὁ λύχνος τῇ ἀστραπῇ φωτίζῃ σε. ᾿Εν δὲ τῷ λαλῆσαι αὐτὸν ταῦτα ἠρώτα αὐτὸν Φαρισαῖός τις ὅπως ἀριστήσῃ παρ᾿ αὐτῷ· εἰσελθὼν δὲ ἀνέπεσεν.ὁ δὲ Φαρισαῖος ἰδὼν ἐθαύμασεν ὅτι οὐ πρῶτον ἐβαπτίσθη πρὸ τοῦ ἀρίστου.εἶπε δὲ ὁ Κύριος πρὸς αὐτόν· νῦν ὑμεῖς οἱ Φαρισαῖοι τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τοῦ πίνακος καθαρίζετε\, τὸ δὲ ἔσωθεν ὑμῶν γέμει ἁρπαγῆς καὶ πονηρίας.ἄφρονες! οὐχ ὁ ποιήσας τὸ ἔξωθεν καὶ τὸ ἔσωθεν ἐποίησε;πλὴν τὰ ἐνόντα δότε ἐλεημοσύνην\, καὶ ἰδοὺ ἅπαντα καθαρὰ ὑμῖν ἔσται.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20121031
DTEND;VALUE=DATE:20121101
SUMMARY:Στάχυς καί οἱ σύν αὐτῶ
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 10/31/2012\n\nἍγιοι καὶ ἑορταί: Στάχυς καί οἱ σύν αὐτῶ; Νικόλαος Νεομάρτυς ἐν Αλεξανδρεια\n\nξεροφαγία (αὐστηρή νηστεία)\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κολοσσαεῖς 3:17-25;4:1\n\nἈδελφοί\, πᾶν ὅ τι ἂν ποιῆτε\, ἐν λόγῳ ἢ ἐν ἔργῳ\, πάντα ἐν ὀνόματι κυρίου Ἰησοῦ\, εὐχαριστοῦντες τῷ θεῷ καὶ πατρὶ διʼ αὐτοῦ. Αἱ γυναῖκες\, ὑποτάσσεσθε τοῖς ἰδίοις ἀνδράσιν\, ὡς ἀνῆκεν ἐν κυρίῳ. Οἱ ἄνδρες\, ἀγαπᾶτε τὰς γυναῖκας\, καὶ μὴ πικραίνεσθε πρὸς αὐτάς. Τὰ τέκνα\, ὑπακούετε τοῖς γονεῦσιν κατὰ πάντα· τοῦτο γὰρ ἐστιν εὐάρεστόν ἐν κυρίῳ. Οἱ πατέρες\, μὴ ἐρεθίζετε τὰ τέκνα ὑμῶν\, ἵνα μὴ ἀθυμῶσιν. Οἱ δοῦλοι\, ὑπακούετε κατὰ πάντα τοῖς κατὰ σάρκα κυρίοις\, μὴ ἐν ὀφθαλμοδουλείαις ὡς ἀνθρωπάρεσκοι\, ἀλλʼ ἐν ἁπλότητι καρδίας\, φοβούμενοι τὸν θεόν· καὶ πᾶν ὃ τι ἐὰν ποιῆτε\, ἐκ ψυχῆς ἐργάζεσθε\, ὡς τῷ κυρίῳ καὶ οὐκ ἀνθρώποις· εἰδότες ὅτι ἀπὸ κυρίου λήψεσθε τὴν ἀνταπόδοσιν τῆς κληρονομίας· τῷ γὰρ κυρίῳ Χριστῷ δουλεύετε. Ὁ δὲ ἀδικῶν κομιεῖται ὃ ἠδίκησεν· καὶ οὐκ ἔστιν προσωποληψία. Οἱ κύριοι\, τὸ δίκαιον καὶ τὴν ἰσότητα τοῖς δούλοις παρέχεσθε\, εἰδότες ὅτι καὶ ὑμεῖς ἔχετε κύριον ἐν οὐρανοῖς.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 11.42-46\n\nΕἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· Οὐαὶ ὑμῖν τοῖς Φαρισαίοις\, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ πήγανον καὶ πᾶν λάχανον\, καὶ παρέρχεσθε τὴν κρίσιν καὶ τὴν ἀγάπην τοῦ Θεοῦ· ταῦτα δὲ ἔδει ποιῆσαι\, κἀκεῖνα μὴ ἀφιέναι.οὐαὶ ὑμῖν τοῖς Φαρισαίοις\, ὅτι ἀγαπᾶτε τὴν πρωτοκαθεδρίαν ἐν ταῖς συναγωγαῖς καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς.οὐαὶ ὑμῖν\, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί\, ὅτι ἐστὲ ὡς τὰ μνημεῖα τὰ ἄδηλα\, καὶ οἱ ἄνθρωποι περιπατοῦντες ἐπάνω οὐκ οἴδασιν.᾿Αποκριθεὶς δέ τις τῶν νομικῶν λέγει αὐτῷ· διδάσκαλε\, ταῦτα λέγων καὶ ἡμᾶς ὑβρίζεις.ὁ δὲ εἶπε· καὶ ὑμῖν τοῖς νομικοῖς οὐαί\, ὅτι φορτίζετε τοὺς ἀνθρώπους φορτία δυσβάστακτα\, καὶ αὐτοὶ ἑνὶ τῶν δακτύλων ὑμῶν οὐ προσψαύετε τοῖς φορτίοις.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20121101
DTEND;VALUE=DATE:20121102
SUMMARY:Κοσμᾶς καὶ Δαμιανός Ἁνάργυροι
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 11/1/2012\n\nἍγιοι καὶ ἑορταί: Κοσμᾶς καὶ Δαμιανός Ἁνάργυροι; Δαβὶδ\, ὁ ἐν Εὔβοιᾳ\n\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους α' 12:27-31;13:1-8\n\nἈδελφοί\, ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ\, καὶ μέλη ἐκ μέρους. Καὶ οὓς μὲν ἔθετο ὁ θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους\, δεύτερον προφήτας\, τρίτον διδασκάλους\, ἔπειτα δυνάμεις\, εἶτα χαρίσματα ἰαμάτων\, ἀντιλήψεις\, κυβερνήσεις\, γένη γλωσσῶν. Μὴ πάντες ἀπόστολοι; Μὴ πάντες προφῆται; Μὴ πάντες διδάσκαλοι; Μὴ πάντες δυνάμεις; Μὴ πάντες χαρίσματα ἔχουσιν ἰαμάτων; Μὴ πάντες γλώσσαις λαλοῦσιν; Μὴ πάντες διερμηνεύουσιν; Ζηλοῦτε δὲ τὰ χαρίσματα τὰ κρείττονα. Καὶ ἔτι καθʼ ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι. Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων\, ἀγάπην δὲ μὴ ἔχω\, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον. Καὶ ἐὰν ἔχω προφητείαν\, καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν\, καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν\, ὥστε ὄρη μεθιστάνειν\, ἀγάπην δὲ μὴ ἔχω\, οὐθέν εἰμι. Καὶ ἐὰν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου\, καὶ ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα καυθήσωμαι\, ἀγάπην δὲ μὴ ἔχω\, οὐδὲν ὠφελοῦμαι. Ἡ ἀγάπη μακροθυμεῖ\, χρηστεύεται· ἡ ἀγάπη οὐ ζηλοῖ· ἡ ἀγάπη οὐ περπερεύεται\, οὐ φυσιοῦται\, οὐκ ἀσχημονεῖ\, οὐ ζητεῖ τὰ ἑαυτῆς\, οὐ παροξύνεται\, οὐ λογίζεται τὸ κακόν\, οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ\, συγχαίρει δὲ τῇ ἀληθείᾳ\, πάντα στέγει\, πάντα πιστεύει\, πάντα ἐλπίζει\, πάντα ὑπομένει. 8 Ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει· εἴτε δὲ προφητεῖαι\, καταργηθήσονται· εἴτε γλῶσσαι\, παύσονται· εἴτε γνῶσις\, καταργηθήσεται.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 10.1\, 5-8\n\nΤῷ καιρῷ ἐκείνῳ\, προσκαλεσάμενος τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ ᾿Ιησοῦς παραγγείλας αὐτοῖς λέγων· εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε· πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου ᾿Ισραήλ. πορευόμενοι δὲ κηρύσσετε λέγοντες ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. ἀσθενοῦντας θεραπεύετε\, λεπροὺς καθαρίζετε\, νεκροὺς ἐγείρετε\, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε\, δωρεὰν δότε.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20121102
DTEND;VALUE=DATE:20121103
SUMMARY:Ακίνδυνος καί οἱ σύν αὐτῶ
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 11/2/2012\n\nἍγιοι καὶ ἑορταί: Ακίνδυνος καί οἱ σύν αὐτῶ; Δομνίνα\, Δόμνη καί Κυριακή\n\nξεροφαγία (αὐστηρή νηστεία)\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κολοσσαεῖς 4:10-18\n\nἈδελφοί\, ἀσπάζεται ὑμᾶς Ἀρίσταρχος ὁ συναιχμάλωτός μου\, καὶ Μᾶρκος ὁ ἀνεψιὸς Βαρνάβᾳ\, περὶ οὗ ἐλάβετε ἐντολάς - ἐὰν ἔλθῃ πρὸς ὑμᾶς\, δέξασθε αὐτόν· καὶ Ἰησοῦς ὁ λεγόμενος Ἰοῦστος\, οἱ ὄντες ἐκ περιτομῆς· οὗτοι μόνοι συνεργοὶ εἰς τὴν βασιλείαν τοῦ θεοῦ\, οἵτινες ἐγενήθησάν μοι παρηγορία. Ἀσπάζεται ὑμᾶς Ἐπαφρᾶς ὁ ἐξ ὑμῶν\, δοῦλος Χριστοῦ\, πάντοτε ἀγωνιζόμενος ὑπὲρ ὑμῶν ἐν ταῖς προσευχαῖς\, ἵνα στῆτε τέλειοι καὶ πεπληρωμένοι ἐν παντὶ θελήματι τοῦ θεοῦ. Μαρτυρῶ γὰρ αὐτῷ ὅτι ἔχει ζῆλον πολὺν ὑπὲρ ὑμῶν καὶ τῶν ἐν Λαοδικείᾳ καὶ τῶν ἐν Ἱεραπόλει. Ἀσπάζεται ὑμᾶς Λουκᾶς ὁ ἰατρὸς ὁ ἀγαπητός\, καὶ Δημᾶς. Ἀσπάσασθε τοὺς ἐν Λαοδικείᾳ ἀδελφούς\, καὶ Νυμφᾶν\, καὶ τὴν κατʼ οἶκον αὐτοῦ ἐκκλησίαν. Καὶ ὅταν ἀναγνωσθῇ παρʼ ὑμῖν ἡ ἐπιστολή\, ποιήσατε ἵνα καὶ ἐν τῇ Λαοδικαίων ἐκκλησίᾳ ἀναγνωσθῇ\, καὶ τὴν ἐκ Λαοδικείας ἵνα καὶ ὑμεῖς ἀναγνῶτε. Καὶ εἴπατε Ἀρχίππῳ\, Βλέπε τὴν διακονίαν ἣν παρέλαβες ἐν κυρίῳ\, ἵνα αὐτὴν πληροῖς. Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου. Μνημονεύετέ μου τῶν δεσμῶν. Ἡ χάρις μεθʼ ὑμῶν. Ἀμήν.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 12.2-12\n\nΕἶπεν ὁ Κὐριος τοῖς ἑαυτοῦ μαθηταῖς· Οὐδὲν δὲ συγκεκαλυμμένον ἐστὶν ὃ οὐκ ἀποκαλυφθήσεται\, καὶ κρυπτὸν ὃ οὐ γνωσθήσεται· ἀνθ᾿ ὧν ὅσα ἐν τῇ σκοτίᾳ εἴπατε\, ἐν τῷ φωτὶ ἀκουσθήσεται\, καὶ ὃ πρὸς τὸ οὖς ἐλαλήσατε ἐν τοῖς ταμείοις\, κηρυχθήσεται ἐπὶ τῶν δωμάτων. Λέγω δὲ ὑμῖν τοῖς φίλοις μου· μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα\, καὶ μετὰ ταῦτα μὴ ἐχόντων περισσότερόν τι ποιῆσαι. ὑποδείξω δὲ ὑμῖν τίνα φοβηθῆτε· φοβήθητε τὸν μετὰ τὸ ἀποκτεῖναι ἔχοντα ἐξουσίαν ἐμβαλεῖν εἰς τὴν γέενναν· ναί\, λέγω ὑμῖν\, τοῦτον φοβήθητε. οὐχὶ πέντε στρουθία πωλεῖται ἀσσαρίων δύο; καὶ ἓν ἐξ αὐτῶν οὐκ ἔστιν ἐπιλελησμένον ἐνώπιον τοῦ Θεοῦ· ἀλλὰ καὶ αἱ τρίχες τῆς κεφαλῆς ὑμῶν πᾶσαι ἠρίθμηνται. μὴ οὖν φοβεῖσθε· πολλῶν στρουθίων διαφέρετε. Λέγω δὲ ὑμῖν· πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων\, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν ἀγγέλων τοῦ Θεοῦ· ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων ἀπαρνηθήσεται ἐνώπιον τῶν ἀγγέλων τοῦ Θεοῦ. καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου\, ἀφεθήσεται αὐτῷ· τῷ δὲ εἰς τὸ ῞Αγιον Πνεῦμα βλασφημήσαντι οὐκ ἀφεθήσεται. ὅταν δὲ προσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας\, μὴ μεριμνᾶτε πῶς ἢ τί ἀπολογήσησθε\, ἢ τί εἴπητε· τὸ γὰρ ῞Αγιον Πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ ἃ δεῖ εἰπεῖν.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20121103
DTEND;VALUE=DATE:20121104
SUMMARY:Ραφαήλ\, ἐπίσκοπος τοῦ Μπρούκλην
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 11/3/2012\n\nἍγιοι καὶ ἑορταί: Ραφαήλ\, ἐπίσκοπος τοῦ Μπρούκλην;Ἀκεψιμᾶς\, Ἰωσήφ καὶ Ἀειθαλᾶς ; Ἐγκαίνια ναοῦ Γεωργίου Λύδδῃ; Γρηγόριος Νεοιερομάρτυς; Θεοδώρου Αγκύρας; Ιερομάρτυρος Γεωργίου Νεαπολίτου\, του νέου\n\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους β' 5:1-10\n\nἈδελφοί\, oἴδαμεν γὰρ ὅτι ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ\, οἰκοδομὴν ἐκ θεοῦ ἔχομεν\, οἰκίαν ἀχειροποίητον\, αἰώνιον ἐν τοῖς οὐρανοῖς. Καὶ γὰρ ἐν τούτῳ στενάζομεν\, τὸ οἰκητήριον ἡμῶν τὸ ἐξ οὐρανοῦ ἐπενδύσασθαι ἐπιποθοῦντες· εἴγε καὶ ἐνδυσάμενοι οὐ γυμνοὶ εὑρεθησόμεθα. Καὶ γὰρ οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν βαρούμενοι· ἐφʼ ᾧ οὐ θέλομεν ἐκδύσασθαι\, ἀλλʼ ἐπενδύσασθαι\, ἵνα καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς. Ὁ δὲ κατεργασάμενος ἡμᾶς εἰς αὐτὸ τοῦτο θεός\, ὁ καὶ δοὺς ἡμῖν τὸν ἀρραβῶνα τοῦ πνεύματος. Θαρροῦντες οὖν πάντοτε\, καὶ εἰδότες ὅτι ἐνδημοῦντες ἐν τῷ σώματι ἐκδημοῦμεν ἀπὸ τοῦ κυρίου - διὰ πίστεως γὰρ περιπατοῦμεν\, οὐ διὰ εἴδους - θαρροῦμεν δέ\, καὶ εὐδοκοῦμεν μᾶλλον ἐκδημῆσαι ἐκ τοῦ σώματος\, καὶ ἐνδημῆσαι πρὸς τὸν κύριον. Διὸ καὶ φιλοτιμούμεθα\, εἴτε ἐνδημοῦντες\, εἴτε ἐκδημοῦντες\, εὐάρεστοι αὐτῷ εἶναι. Τοὺς γὰρ πάντας ἡμᾶς φανερωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ\, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος\, πρὸς ἃ ἔπραξεν\, εἴτε ἀγαθόν\, εἴτε κακόν.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 9.1-6\n\nΤῷ καιρῷ ἐκείνῳ\, Συγκαλεσάμενος δὲ τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια καὶ νόσους θεραπεύειν· καὶ ἀπέστειλεν αὐτοὺς κηρύσσειν τὴν βασιλείαν τοῦ Θεοῦ καὶ ἰᾶσθαι τοὺς ἀσθενοῦντας\, καὶ εἶπε πρὸς αὐτούς· μηδὲν αἴρετε εἰς τὴν ὁδόν\, μήτε ῥάβδους μήτε πήραν μήτε ἄρτον μήτε ἀργύριον μήτε ἀνὰ δύο χιτῶνας ἔχειν. καὶ εἰς ἣν ἂν οἰκίαν εἰσέλθητε\, ἐκεῖ μένετε καὶ ἐκεῖθεν ἐξέρχεσθε. καὶ ὅσοι ἐὰν μὴ δέξωνται ὑμᾶς\, ἐξερχόμενοι ἀπὸ τῆς πόλεως ἐκείνης καὶ τὸν κονιορτὸν ἀπὸ τῶν ποδῶν ὑμῶν ἀποτινάξατε εἰς μαρτύριον ἐπ᾿ αὐτούς. ἐξερχόμενοι δὲ διήρχοντο κατὰ τὰς κώμας εὐαγγελιζόμενοι καὶ θεραπεύοντες πανταχοῦ.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20121104
DTEND;VALUE=DATE:20121105
SUMMARY:Ε΄ Λουκᾶ
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 11/4/2012\n\nἍγιοι καὶ ἑορταί: Ἰωαννίκιος Ὅσιος; Νίκανδρος Μάρτυς; Μάρτυρος Πορφυρίου; Ευσεβέστατου βασιλέως Ιωάννου (Βατάζη) \n\nΗχος πλ. α'\nΕωθ. ΙΑ'\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Γαλάτας 6:11-18\n\nἈδελφοί\, ἴδετε πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί. Ὅσοι θέλουσιν εὐπροσωπῆσαι ἐν σαρκί\, οὗτοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι\, μόνον ἵνα μὴ τῷ σταυρῷ τοῦ Χριστοῦ διώκωνται. Οὐδὲ γὰρ οἱ περιτετμημένοι αὐτοὶ νόμον φυλάσσουσιν\, ἀλλὰ θέλουσιν ὑμᾶς περιτέμνεσθαι\, ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται. Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· διʼ οὗ ἐμοὶ κόσμος ἐσταύρωται\, κἀγὼ τῷ κόσμῳ. Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει\, οὔτε ἀκροβυστία\, ἀλλὰ καινὴ κτίσις. Καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν\, εἰρήνη ἐπʼ αὐτούς\, καὶ ἔλεος\, καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ θεοῦ. Τοῦ λοιποῦ\, κόπους μοι μηδεὶς παρεχέτω· ἐγὼ γὰρ τὰ στίγματα τοῦ κυρίου Ἰησοῦ ἐν τῷ σώματί μου βαστάζω. Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν\, ἀδελφοί. Ἀμήν.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 16.19-31\n\nΕἶπεν ὁ Κύριος· ῎Ανθρωπος δέ τις ἦν πλούσιος\, καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον εὐφραινόμενος καθ᾿ ἡμέραν λαμπρῶς. πτωχὸς δέ τις ἦν ὀνόματι Λάζαρος\, ὃς ἐβέβλητο πρὸς τὸν πυλῶνα αὐτοῦ ἡλκωμένος καὶ ἐπιθυμῶν χορτασθῆναι ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου· ἀλλὰ καὶ οἱ κύνες ἐρχόμενοι ἀπέλειχον τὰ ἕλκη αὐτοῦ. ἐγένετο δὲ ἀποθανεῖν τὸν πτωχὸν καὶ ἀπενεχθῆναι αὐτὸν ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον ᾿Αβραάμ· ἀπέθανε δὲ καὶ ὁ πλούσιος καὶ ἐτάφη. καὶ ἐν τῷ ᾅδῃ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ\, ὑπάρχων ἐν βασάνοις\, ὁρᾷ τὸν ᾿Αβραὰμ ἀπὸ μακρόθεν καὶ Λάζαρον ἐν τοῖς κόλποις αὐτοῦ. καὶ αὐτὸς φωνήσας εἶπε· πάτερ ᾿Αβραάμ\, ἐλέησόν με καὶ πέμψον Λάζαρον ἵνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατος καὶ καταψύξῃ τὴν γλῶσσάν μου\, ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ. εἶπε δὲ ᾿Αβραάμ· τέκνον\, μνήσθητι ὅτι ἀπέλαβες σὺ τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου\, καὶ Λάζαρος ὁμοίως τὰ κακά· νῦν δὲ ὧδε παρακαλεῖται\, σὺ δὲ ὀδυνᾶσαι· καὶ ἐπὶ πᾶσι τούτοις μεταξὺ ἡμῶν καὶ ὑμῶν χάσμα μέγα ἐστήρικται\, ὅπως οἱ θέλοντες διαβῆναι ἔνθεν πρὸς ὑμᾶς μὴ δύνωνται\, μηδὲ οἱ ἐκεῖθεν πρὸς ἡμᾶς διαπερῶσιν. εἶπε δέ· ἐρωτῶ οὖν σε\, πάτερ\, ἵνα πέμψῃς αὐτὸν εἰς τὸν οἶκον τοῦ πατρός μου· ἔχω γὰρ πέντε ἀδελφούς· ὅπως διαμαρτύρηται αὐτοῖς\, ἵνα μὴ καὶ αὐτοὶ ἔλθωσιν εἰς τὸν τόπον τοῦτον τῆς βασάνου. λέγει αὐτῷ ᾿Αβραάμ· ἔχουσι Μωϋσέα καὶ τοὺς προφήτας· ἀκουσάτωσαν αὐτῶν. ὁ δὲ εἶπεν· οὐχί\, πάτερ ᾿Αβραάμ\, ἀλλ᾿ ἐάν τις ἀπὸ νεκρῶν πορευθῇ πρὸς αὐτούς\, μετανοήσουσιν. εἶπε δὲ αὐτῷ· εἰ Μωϋσέως καὶ τῶν προφητῶν οὐκ ἀκούουσιν\, οὐδὲ ἐάν τις ἐκ νεκρῶν ἀναστῇ πεισθήσονται.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20121105
DTEND;VALUE=DATE:20121106
SUMMARY:Γαλακτίων καὶ Ἐπιστήμη
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 11/5/2012\n\nἍγιοι καὶ ἑορταί: Γαλακτίων καὶ Ἐπιστήμη; Ἑρμᾶς ἐκ τῶν 70\n\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Θεσσαλονικεῖς α' 1:1-5\n\nΠαῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος\, τῇ ἐκκλησίᾳ Θεσσαλονικέων ἐν θεῷ πατρί\, καὶ κυρίῳ Ἰησοῦ Χριστῷ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ. Εὐχαριστοῦμεν τῷ θεῷ πάντοτε περὶ πάντων ὑμῶν\, μνείαν ὑμῶν ποιούμενοι ἐπὶ τῶν προσευχῶν ἡμῶν\, ἀδιαλείπτως μνημονεύοντες ὑμῶν τοῦ ἔργου τῆς πίστεως\, καὶ τοῦ κόπου τῆς ἀγάπης\, καὶ τῆς ὑπομονῆς τῆς ἐλπίδος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ\, ἔμπροσθεν τοῦ θεοῦ καὶ πατρὸς ἡμῶν· εἰδότες\, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ θεοῦ\, τὴν ἐκλογὴν ὑμῶν· ὅτι τὸ εὐαγγέλιον ἡμῶν οὐκ ἐγενήθη εἰς ὑμᾶς ἐν λόγῳ μόνον\, ἀλλὰ καὶ ἐν δυνάμει\, καὶ ἐν πνεύματι ἁγίῳ\, καὶ ἐν πληροφορίᾳ πολλῇ\, καθὼς οἴδατε οἷοι ἐγενήθημεν ἐν ὑμῖν διʼ ὑμᾶς.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 12.13-15\, 22-3\n\nΤῷ καιρῷ ἐκείνῳ\, διδάσκοντας τοῦ Ἰησοῦ\, εἶπε τις αὐτῷ ἐκ τοῦ ὄχλου· Διδάσκαλε\, εἰπὲ τῷ ἀδελφῷ μου μερίσασθαι τὴν κληρονομίαν μετ᾿ ἐμοῦ. ὁ δὲ εἶπεν αὐτῷ· ἄνθρωπε\, τίς με κατέστησε δικαστὴν ἢ μεριστὴν ἐφ᾿ ὑμᾶς; εἶπε δὲ πρὸς αὐτούς· ὁρᾶτε καὶ φυλάσσεσθε ἀπὸ πάσης πλεονεξίας· ὅτι οὐκ ἐν τῷ περισσεύειν τινὶ ἡ ζωὴ αὐτοῦ ἐστιν ἐκ τῶν ὑπαρχόντων αὐτοῦ. Εἶπε δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ· διὰ τοῦτο λέγω ὑμῖν\, μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν τί φάγητε\, μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε. οὐχὶ ἡ ψυχὴ πλεῖόν ἐστι τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύματος; κατανοήσατε τοὺς κόρακας\, ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν\, οἷς οὐκ ἔστι ταμεῖον οὐδὲ ἀποθήκη\, καὶ ὁ Θεὸς τρέφει αὐτούς· πόσῳ μᾶλλον ὑμεῖς διαφέρετε τῶν πετεινῶν; τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα; εἰ οὖν οὔτε ἐλάχιστον δύνασθε\, τί περὶ τῶν λοιπῶν μεριμνᾶτε; κατανοήσατε τὰ κρίνα πῶς αὐξάνει· οὐ κοπιᾷ οὐδὲ νήθει· λέγω δὲ ὑμῖν\, οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων. εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ\, σήμερον ὄντα καὶ αὔριον εἰς κλίβανον βαλλόμενον\, ὁ Θεὸς οὕτως ἀμφιέννυσι\, πόσῳ μᾶλλον ὑμᾶς\, ὀλιγόπιστοι; καὶ ὑμεῖς μὴ ζητεῖτε τί φάγητε καὶ τί πίητε\, καὶ μὴ μετεωρίζεσθε·ταῦτα γὰρ πάντα τὰ ἔθνη τοῦ κόσμου ἐπιζητεῖ· ὑμῶν δὲ ὁ πατὴρ οἶδεν ὅτι χρῄζετε τούτων· πλὴν ζητεῖτε τὴν βασιλείαν τοῦ Θεοῦ\, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20121106
DTEND;VALUE=DATE:20121107
SUMMARY:Παῦλος ὁ Ὁμολογητής
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 11/6/2012\n\nἍγιοι καὶ ἑορταί: Παῦλος ὁ Ὁμολογητής\n\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἑβραίους 8:1-6\n\nἈδελφοί\, τοιοῦτον ἔχομεν ἀρχιερέα\, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς\, τῶν ἁγίων λειτουργός\, καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς\, ἣν ἔπηξεν ὁ κύριος\, καὶ οὐκ ἄνθρωπος· πᾶς γὰρ ἀρχιερεὺς εἰς τὸ προσφέρειν δῶρά τε καὶ θυσίας καθίσταται· ὅθεν ἀναγκαῖον ἔχειν τι καὶ τοῦτον ὃ προσενέγκῃ. Εἰ μὲν γὰρ ἦν ἐπὶ γῆς\, οὐδʼ ἂν ἦν ἱερεύς\, ὄντων τῶν ἱερέων τῶν προσφερόντων κατὰ τὸν νόμον τὰ δῶρα\, οἵτινες ὑποδείγματι καὶ σκιᾷ λατρεύουσιν τῶν ἐπουρανίων\, καθὼς κεχρημάτισται Μωϋσῆς μέλλων ἐπιτελεῖν τὴν σκηνήν\, Ὅρα\, γάρ φησίν\, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει. Νυνὶ δὲ διαφορωτέρας τέτυχεν λειτουργίας\, ὅσῳ καὶ κρείττονός ἐστιν διαθήκης μεσίτης\, ἥτις ἐπὶ κρείττοσιν ἐπαγγελίαις νενομοθέτηται.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 12.8-12\n\nΕἶπεν ὁ Κὐριος τοῖς ἑαυτοῦ μαθηταῖς· Πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων\, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν ἀγγέλων τοῦ Θεοῦ· ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων ἀπαρνηθήσεται ἐνώπιον τῶν ἀγγέλων τοῦ Θεοῦ. καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου\, ἀφεθήσεται αὐτῷ· τῷ δὲ εἰς τὸ ῞Αγιον Πνεῦμα βλασφημήσαντι οὐκ ἀφεθήσεται. ὅταν δὲ προσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας\, μὴ μεριμνᾶτε πῶς ἢ τί ἀπολογήσησθε\, ἢ τί εἴπητε· τὸ γὰρ ῞Αγιον Πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ ἃ δεῖ εἰπεῖν.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20121107
DTEND;VALUE=DATE:20121108
SUMMARY:33 Μάρτυρες ἐν Μελιτινή
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 11/7/2012\n\nἍγιοι καὶ ἑορταί: 33 Μάρτυρες ἐν Μελιτινή; Λάζαρος ὁ Θαυματουργός; Μαρτύρος Αθηνοδώρου; Μαρτύρος Αλεξάνδρου της Θεσσαλονίκης\n\nξεροφαγία (αὐστηρή νηστεία)\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Θεσσαλονικεῖς α' 2:1-8\n\nἈδελφοί\, αὐτοὶ οἴδατε τὴν εἴσοδον ἡμῶν τὴν πρὸς ὑμᾶς\, ὅτι οὐ κενὴ γέγονεν· ἀλλὰ προπαθόντες καὶ ὑβρισθέντες\, καθὼς οἴδατε\, ἐν Φιλίπποις\, ἐπαρρησιασάμεθα ἐν τῷ θεῷ ἡμῶν λαλῆσαι πρὸς ὑμᾶς τὸ εὐαγγέλιον τοῦ θεοῦ ἐν πολλῷ ἀγῶνι. Ἡ γὰρ παράκλησις ἡμῶν οὐκ ἐκ πλάνης\, οὐδὲ ἐξ ἀκαθαρσίας\, οὔτε ἐν δόλῳ· ἀλλὰ καθὼς δεδοκιμάσμεθα ὑπὸ τοῦ θεοῦ πιστευθῆναι τὸ εὐαγγέλιον\, οὕτως λαλοῦμεν\, οὐχ ὡς ἀνθρώποις ἀρέσκοντες\, ἀλλὰ τῷ θεῷ τῷ δοκιμάζοντι τὰς καρδίας ἡμῶν. Οὔτε γάρ ποτε ἐν λόγῳ κολακείας ἐγενήθημεν\, καθὼς οἴδατε\, οὔτε ἐν προφάσει πλεονεξίας· θεὸς μάρτυς· οὔτε ζητοῦντες ἐξ ἀνθρώπων δόξαν\, οὔτε ἀφʼ ὑμῶν οὔτε ἀπό ἄλλων\, δυνάμενοι ἐν βάρει εἶναι\, ὡς Χριστοῦ ἀπόστολοι\, ἀλλʼ ἐγενήθημεν ἤπιοι ἐν μέσῳ ὑμῶν ὡς ἂν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα· οὕτως\, ὁμειρόμενοι ὑμῶν\, εὐδοκοῦμεν μεταδοῦναι ὑμῖν οὐ μόνον τὸ εὐαγγέλιον τοῦ θεοῦ\, ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχάς\, διότι ἀγαπητοὶ ἡμῖν γεγένησθε.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 12.48-59\n\nΕἶπεν ὁ Κύριος· Παντὶ δὲ ᾧ ἐδόθη πολύ\, πολὺ ζητηθήσεται παρ᾿ αὐτοῦ\, καὶ ᾧ παρέθεντο πολύ\, περισσότερον αἰτήσουσιν αὐτόν. Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν\, καὶ τί θέλω εἰ ἤδη ἀνήφθη! βάπτισμα δὲ ἔχω βαπτισθῆναι\, καὶ πῶς συνέχομαι ἕως οὗ τελεσθῇ! δοκεῖτε ὅτι εἰρήνην παρεγενόμην δοῦναι ἐν τῇ γῇ; οὐχί\, λέγω ὑμῖν\, ἀλλ᾿ ἢ διαμερισμόν.ἔσονται γὰρ ἀπὸ τοῦ νῦν πέντε ἐν οἴκῳ ἑνὶ διαμεμερισμένοι\, τρεῖς ἐπὶ δυσὶ καὶ δύο ἐπὶ τρισί· διαμερισθήσονται πατὴρ ἐπὶ υἱῷ καὶ υἱὸς ἐπὶ πατρί\, μήτηρ ἐπὶ θυγατρὶ καὶ θυγάτηρ ἐπὶ μητρί\, πενθερὰ ἐπὶ τὴν νύμφην αὐτῆς καὶ νύμφη ἐπὶ τὴν πενθερὰν αὐτῆς. ῎Ελεγε δὲ καὶ τοῖς ὄχλοις· ὅταν ἴδητε τὴν νεφέλην ἀνατέλλουσαν ἀπὸ δυσμῶν\, εὐθέως λέγετε\, ὄμβρος ἔρχεται\, καὶ γίνεται οὕτω· καὶ ὅταν νότον πνέοντα\, λέγετε ὅτι καύσων ἔσται\, καὶ γίνεται. ὑποκριταί\, τὸ πρόσωπον τοῦ οὐρανοῦ καὶ τῆς γῆς οἴδατε δοκιμάζειν\, τὸν δὲ καιρὸν τοῦτον πῶς οὐ δοκιμάζετε; Τί δὲ καὶ ἀφ᾿ ἑαυτῶν οὐ κρίνετε τὸ δίκαιον; ὡς γὰρ ὑπάγεις μετὰ τοῦ ἀντιδίκου σου ἐπ᾿ ἄρχοντα\, ἐν τῇ ὁδῷ δὸς ἐργασίαν ἀπηλλάχθαι ἀπ᾿ αὐτοῦ\, μήποτε κατασύρῃ σε πρὸς τὸν κριτήν\, καὶ ὁ κριτής σε παραδῷ τῷ πράκτορι\, καὶ ὁ πράκτωρ σε βαλεῖ εἰς φυλακήν. λέγω σοι\, οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν ἕως οὗ καὶ τὸ ἔσχατον λεπτὸν ἀποδῷς.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20121108
DTEND;VALUE=DATE:20121109
SUMMARY:Σύναξις Ταξιαρχών Μιχαήλ καί Γαβριήλ
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 11/8/2012\n\nἍγιοι καὶ ἑορταί: Σύναξις Ταξιαρχών Μιχαήλ καί Γαβριήλ\n\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἑβραίους 2:2-10\n\nἈδελφοί\, εἰ ὁ δι΄ ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος\, καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν\, πῶς ἡμεῖς ἐκφευξόμεθα τηλικαύτης ἀμελήσαντες σωτηρίας; Ἥτις\, ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ κυρίου\, ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη\, συνεπιμαρτυροῦντος τοῦ θεοῦ σημείοις τε καὶ τέρασιν\, καὶ ποικίλαις δυνάμεσιν\, καὶ πνεύματος ἁγίου μερισμοῖς\, κατὰ τὴν αὐτοῦ θέλησιν. Οὐ γὰρ ἀγγέλοις ὑπέταξεν τὴν οἰκουμένην τὴν μέλλουσαν\, περὶ ἧς λαλοῦμεν. Διεμαρτύρατο δέ πού τις λέγων\, Τί ἐστιν ἄνθρωπος\, ὅτι μιμνήσκῃ αὐτοῦ; Ἢ υἱὸς ἀνθρώπου\, ὅτι ἐπισκέπτῃ αὐτόν; Ἠλάττωσας αὐτὸν βραχύ τι παρʼ ἀγγέλους· δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν· πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ. Ἐν γὰρ τῷ ὑποτάξαι αὐτῷ τὰ πάντα\, οὐδὲν ἀφῆκεν αὐτῷ ἀνυπότακτον. Νῦν δὲ οὔπω ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα. Τὸν δὲ βραχύ τι παρʼ ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν\, διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ καὶ τιμῇ ἐστεφανωμένον\, ὅπως χάριτι θεοῦ ὑπὲρ παντὸς γεύσηται θανάτου. Ἔπρεπεν γὰρ αὐτῷ\, διʼ ὃν τὰ πάντα\, καὶ διʼ οὗ τὰ πάντα\, πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα\, τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν διὰ παθημάτων τελειῶσαι.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 10.16-21\n\nΕἶπεν ὁ Κὐριος τοῖς ἑαυτοῦ μαθηταῖς· ῾Ο ἀκούων ὑμῶν ἐμοῦ ἀκούει\, καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με. ῾Υπέστρεψαν δὲ οἱ ἑβδομήκοντα μετὰ χαρᾶς λέγοντες· Κύριε\, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου. Εἶπε δὲ αὐτοῖς· ἐθεώρουν τὸν σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. ἰδοὺ δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ\, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ. πλὴν ἐν τούτῳ μὴ χαίρετε\, ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται· χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς. ᾿Εν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ πνεύματι ὁ ᾿Ιησοῦς καὶ εἶπεν· ἐξομολογοῦμαί σοι\, πάτερ\, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς\, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν\, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· ναί\, ὁ πατήρ\, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20121109
DTEND;VALUE=DATE:20121110
SUMMARY:Νεκτάριος ὁ Θαυματουργός
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 11/9/2012\n\nἍγιοι καὶ ἑορταί: Νεκτάριος ὁ Θαυματουργός; Ὀνησιφόρος καὶ Πορφύριος; Ὁσία Ματρώνα; Θεοκτίστη Λέσβου; Συμεώνος του μεταφράστου\n\nξεροφαγία (αὐστηρή νηστεία)\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Θεσσαλονικεῖς α' 2:14-20\n\nἈδελφοί\, ὑμεῖς γὰρ μιμηταὶ ἐγενήθητε\, ἀδελφοί\, τῶν ἐκκλησιῶν τοῦ θεοῦ τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ ἐν Χριστῷ Ἰησοῦ· ὅτι τὰ αὐτὰ ἐπάθετε καὶ ὑμεῖς ὑπὸ τῶν ἰδίων συμφυλετῶν\, καθὼς καὶ αὐτοὶ ὑπὸ τῶν Ἰουδαίων\, τῶν καὶ τὸν κύριον ἀποκτεινάντων Ἰησοῦν καὶ τοὺς ἰδίους προφήτας\, καὶ ἡμᾶς ἐκδιωξάντων\, καὶ θεῷ μὴ ἀρεσκόντων\, καὶ πᾶσιν ἀνθρώποις ἐναντίων\, κωλυόντων ἡμᾶς τοῖς ἔθνεσιν λαλῆσαι ἵνα σωθῶσιν\, εἰς τὸ ἀναπληρῶσαι αὐτῶν τὰς ἁμαρτίας πάντοτε· ἔφθασεν δὲ ἐπʼ αὐτοὺς ἡ ὀργὴ εἰς τέλος. Ἡμεῖς δέ\, ἀδελφοί\, ἀπορφανισθέντες ἀφʼ ὑμῶν πρὸς καιρὸν ὥρας\, προσώπῳ οὐ καρδίᾳ\, περισσοτέρως ἐσπουδάσαμεν τὸ πρόσωπον ὑμῶν ἰδεῖν ἐν πολλῇ ἐπιθυμίᾳ· διό ἠθελήσαμεν ἐλθεῖν πρὸς ὑμᾶς\, ἐγὼ μὲν Παῦλος καὶ ἅπαξ καὶ δίς\, καὶ ἐνέκοψεν ἡμᾶς ὁ Σατανᾶς. Τίς γὰρ ἡμῶν ἐλπὶς ἢ χαρὰ ἢ στέφανος καυχήσεως; Ἢ οὐχὶ καὶ ὑμεῖς\, ἔμπροσθεν τοῦ κυρίου ἡμῶν Ἰησοῦ ἐν τῇ αὐτοῦ παρουσίᾳ; Ὑμεῖς γάρ ἐστε ἡ δόξα ἡμῶν καὶ ἡ χαρά.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 13.31-35\n\nΤῷ καιρῷ ἐκείνῳ\, προσῆλθόν τινες Φαρισαῖοι λέγοντες αὐτῷ· ἔξελθε καὶ πορεύου ἐντεῦθεν\, ὅτι ῾Ηρῴδης θέλει σε ἀποκτεῖναι. καὶ εἶπεν αὐτοῖς· πορευθέντες εἴπατε τῇ ἀλώπεκι ταύτῃ· ἰδοὺ ἐκβάλλω δαιμόνια καὶ ἰάσεις ἐπιτελῶ σήμερον καὶ αὔριον\, καὶ τῇ τρίτῃ τελειοῦμαι· πλὴν δεῖ με σήμερον καὶ αὔριον καὶ τῇ ἐχομένῃ πορεύεσθαι\, ὅτι οὐκ ἐνδέχεται προφήτην ἀπολέσθαι ἔξω ῾Ιερουσαλήμ. ῾Ιερουσαλὴμ ῾Ιερουσαλήμ\, ἡ ἀποκτέννουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν! ποσάκις ἠθέλησα ἐπισυνάξαι τὰ τέκνα σου ὃν τρόπον ὄρνις τὴν ἑαυτῆς νοσσιὰν ὑπὸ τὰς πτέρυγας\, καὶ οὐκ ἠθελήσατε! ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος. λέγω δὲ ὑμῖν ὅτι οὐ μή με ἴδητε ἕως ἂν ἥξῃ ὅτε εἴπητε· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20121110
DTEND;VALUE=DATE:20121111
SUMMARY:Ὀλυμπᾶς ἐκ τῶν 70
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 11/10/2012\n\nἍγιοι καὶ ἑορταί: Ὀλυμπᾶς ἐκ τῶν 70; Ἀρσένιος ὁ Καππαδόκης; Γρηγόριος Ἐπίσκοπος Ἄσσου; Ὀρέστης Μάρτυς\n\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους α' 4:9-16\n\nἈδελφοί\, ὁ θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους· ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ\, καὶ ἀγγέλοις\, καὶ ἀνθρώποις. Ἡμεῖς μωροὶ διὰ Χριστόν\, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς\, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι\, ἡμεῖς δὲ ἄτιμοι. Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν\, καὶ διψῶμεν\, καὶ γυμνητεύομεν\, καὶ κολαφιζόμεθα\, καὶ ἀστατοῦμεν\, καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσίν· λοιδορούμενοι εὐλογοῦμεν· διωκόμενοι ἀνεχόμεθα· βλασφημούμενοι παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν\, πάντων περίψημα ἕως ἄρτι. Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα\, ἀλλʼ ὡς τέκνα μου ἀγαπητὰ νουθετῶ. Ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ\, ἀλλʼ οὐ πολλοὺς πατέρας· ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. Παρακαλῶ οὖν ὑμᾶς\, μιμηταί μου γίνεσθε.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 9.37-43\n\nΤῷ καιρῷ ἐκείνῳ\, ᾿Εγένετο δὲ ἐν τῇ ἑξῆς ἡμέρᾳ κατελθόντων αὐτῶν ἀπὸ τοῦ ὄρους συνήντησεν αὐτῷ ὄχλος πολύς. καὶ ἰδοὺ ἀνὴρ ἀπὸ τοῦ ὄχλου ἀνεβόησε λέγων· διδάσκαλε\, δέομαί σου\, ἐπίβλεψον ἐπὶ τὸν υἱόν μου\, ὅτι μονογενής μοί ἐστι· καὶ ἰδοὺ πνεῦμα λαμβάνει αὐτόν\, καὶ ἐξαίφνης κράζει καὶ σπαράσσει αὐτὸν μετὰ ἀφροῦ\, καὶ μόγις ἀποχωρεῖ ἀπ᾿ αὐτοῦ συντρῖβον αὐτόν· καὶ ἐδεήθην τῶν μαθητῶν σου ἵνα ἐκβάλωσιν αὐτό\, καὶ οὐκ ἠδυνήθησαν. ἀποκριθεὶς δὲ ὁ ᾿Ιησοῦς εἶπεν· ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη\, ἕως πότε ἔσομαι πρὸς ὑμᾶς καὶ ἀνέξομαι ὑμῶν; προσάγαγε τὸν υἱόν σου ὧδε. ἔτι δὲ προσερχομένου αὐτοῦ ἔρρηξεν αὐτὸν τὸ δαιμόνιον καὶ συνεσπάραξεν· ἐπετίμησε δὲ ὁ ᾿Ιησοῦς τῷ πνεύματι τῷ ἀκαθάρτῳ\, καὶ ἰάσατο τὸν παῖδα καὶ ἀπέδωκεν αὐτὸν τῷ πατρὶ αὐτοῦ. ἐξεπλήσσοντο δὲ πάντες ἐπὶ τῇ μεγαλειότητι τοῦ Θεοῦ. Πάντων δὲ θαυμαζόντων ἐπὶ πᾶσιν οἷς ἐποίησεν ὁ ᾿Ιησοῦς\, εἶπε πρὸς τοὺς μαθητὰς αὐτοῦ·\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20121111
DTEND;VALUE=DATE:20121112
SUMMARY:Η΄ Λουκᾶ
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 11/11/2012\n\nἍγιοι καὶ ἑορταί: Μηνᾶς Μάρτυς; Βίκτωρ καί Στεφανίς Μάρτυρες; Θεοδώρος ὁ Ὁμολογητής Στουδίτου; Ὅσιος Βικέντιος\n\nΗχος πλ. β'\nΕωθ. Α'\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους β' 4:6-15\n\nἈδελφοί\, ὁ θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι\, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ θεοῦ ἐν προσώπῳ Ἰησοῦ Χριστοῦ. Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν\, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ θεοῦ\, καὶ μὴ ἐξ ἡμῶν· ἐν παντὶ θλιβόμενοι\, ἀλλʼ οὐ στενοχωρούμενοι· ἀπορούμενοι\, ἀλλʼ οὐκ ἐξαπορούμενοι· διωκόμενοι\, ἀλλʼ οὐκ ἐγκαταλειπόμενοι· καταβαλλόμενοι\, ἀλλʼ οὐκ ἀπολλύμενοι· πάντοτε τὴν νέκρωσιν τοῦ κυρίου Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες\, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ. Ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν\, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν. Ὥστε ὁ μὲν θάνατος ἐν ἡμῖν ἐνεργεῖται\, ἡ δὲ ζωὴ ἐν ὑμῖν. Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως\, κατὰ τὸ γεγραμμένον\, Ἐπίστευσα\, διὸ ἐλάλησα\, καὶ ἡμεῖς πιστεύομεν\, διὸ καὶ λαλοῦμεν· εἰδότες ὅτι ὁ ἐγείρας τὸν κύριον Ἰησοῦν καὶ ἡμᾶς διὰ Ἰησοῦ ἐγερεῖ\, καὶ παραστήσει σὺν ὑμῖν. Τὰ γὰρ πάντα διʼ ὑμᾶς\, ἵνα ἡ χάρις πλεονάσασα διὰ τῶν πλειόνων τὴν εὐχαριστίαν περισσεύσῃ εἰς τὴν δόξαν τοῦ θεοῦ.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 10.25-37\n\nΤῷ καιρῷ ἐκείνῳ\, νομικός τις ἀνέστη ἐκπειράζων αὐτὸν καὶ λέγων· διδάσκαλε\, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; ὁ δὲ εἶπε πρὸς αὐτόν· ἐν τῷ νόμῳ τί γέγραπται; πῶς ἀναγινώσκεις; ὁ δὲ ἀποκριθεὶς εἶπεν· ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου καὶ ἐξ ὅλης τῆς διανοίας σου\, καὶ τὸν πλησίον σου ὡς σεαυτόν· εἶπε δὲ αὐτῷ· ὀρθῶς ἀπεκρίθης· τοῦτο ποίει καὶ ζήσῃ. ὁ δὲ θέλων δικαιοῦν ἑαυτὸν εἶπε πρὸς τὸν ᾿Ιησοῦν· καὶ τίς ἐστί μου πλησίον; ὑπολαβὼν δὲ ὁ ᾿Ιησοῦς εἶπεν· ἄνθρωπός τις κατέβαινεν ἀπὸ ῾Ιερουσαλὴμ εἰς ῾Ιεριχώ\, καὶ λῃσταῖς περιέπεσεν· οἳ καὶ ἐκδύσαντες αὐτὸν καὶ πληγὰς ἐπιθέντες ἀπῆλθον ἀφέντες ἡμιθανῆ τυγχάνοντα. κατὰ συγκυρίαν δὲ ἱερεύς τις κατέβαινεν ἐν τῇ ὁδῷ ἐκείνῃ\, καὶ ἰδὼν αὐτὸν ἀντιπαρῆλθεν. ὁμοίως δὲ καὶ Λευΐτης γενόμενος κατὰ τὸν τόπον\, ἐλθὼν καὶ ἰδὼν ἀντιπαρῆλθε. Σαμαρείτης δέ τις ὁδεύων ἦλθε κατ᾿ αὐτόν\, καὶ ἰδὼν αὐτὸν ἐσπλαγχνίσθη\, καὶ προσελθὼν κατέδησε τὰ τραύματα αὐτοῦ ἐπιχέων ἔλαιον καὶ οἶνον\, ἐπιβιβάσας δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος ἤγαγεν αὐτὸν εἰς πανδοχεῖον καὶ ἐπεμελήθη αὐτοῦ· καὶ ἐπὶ τὴν αὔριον ἐξελθών\, ἐκβαλὼν δύο δηνάρια ἔδωκε τῷ πανδοχεῖ καὶ εἶπεν αὐτῷ· ἐπιμελήθητι αὐτοῦ\, καὶ ὅ τι ἂν προσδαπανήσῃς\, ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι. τίς οὖν τούτων τῶν τριῶν πλησίον δοκεῖ σοι γεγονέναι τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς; ὁ δὲ εἶπεν· ὁ ποιήσας τὸ ἔλεος μετ᾿ αὐτοῦ. εἶπεν οὖν αὐτῷ ὁ ᾿Ιησοῦς· πορεύου καὶ σὺ ποίει ὁμοίως.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20121112
DTEND;VALUE=DATE:20121113
SUMMARY:Ἰωάννης ὁ Ἑλεήμων
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 11/12/2012\n\nἍγιοι καὶ ἑορταί: Ἰωάννης ὁ Ἑλεήμων; Νεῖλος ὁ Ἀσκητής; Μαρτῖνος\, Ἐπίσκοπος Ταρακίνης\n\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους β' 9:6-11\n\nἈδελφοί\, ὁ σπείρων φειδομένως\, φειδομένως καὶ θερίσει· καὶ ὁ σπείρων ἐπʼ εὐλογίαις\, ἐπʼ εὐλογίαις καὶ θερίσει. Ἕκαστος καθὼς προαιρεῖται τῇ καρδίᾳ· μὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης· ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ θεός. Δυνατὸς δὲ ὁ θεὸς πᾶσαν χάριν περισσεῦσαι εἰς ὑμᾶς\, ἵνα ἐν παντὶ πάντοτε πᾶσαν αὐτάρκειαν ἔχοντες περισσεύητε εἰς πᾶν ἔργον ἀγαθόν· καθὼς γέγραπται\, Ἐσκόρπισεν\, ἔδωκεν τοῖς πένησιν· ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα. Ὁ δὲ ἐπιχορηγῶν σπέρμα τῷ σπείροντι\, καὶ ἄρτον εἰς βρῶσιν χορηγήσαι\, καὶ πληθύναι τὸν σπόρον ὑμῶν\, καὶ αὐξήσαι τὰ γενήματα τῆς δικαιοσύνης ὑμῶν· ἐν παντὶ πλουτιζόμενοι εἰς πᾶσαν ἁπλότητα\, ἥτις κατεργάζεται διʼ ἡμῶν εὐχαριστίαν τῷ θεῷ.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 5.14-19\n\nΕἶπεν ὁ Κὐριος τοῖς ἑαυτοῦ μαθηταῖς· ῾Υμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη·οὐδὲ καίουσι λύχνον καὶ τιθέασι αὐτὸν ὑπὸ τὸν μόδιον\, ἀλλ᾿ ἐπὶ τὴν λυχνίαν\, καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ.οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων\, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι\, ἀλλὰ πληρῶσαι.ἀμὴν γὰρ λέγω ὑμῖν\, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ\, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου ἕως ἂν πάντα γένηται.ὃς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξῃ οὕτω τοὺς ἀνθρώπους\, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ὃς δ᾿ ἂν ποιήσῃ καὶ διδάξῃ\, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20121113
DTEND;VALUE=DATE:20121114
SUMMARY:Ἰωάννης Χρυσόστομος\, Ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 11/13/2012\n\nἍγιοι καὶ ἑορταί: Ἰωάννης Χρυσόστομος\, Ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως; Δαμασκηνός ὁ Νέος\n\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἑβραίους 7:26-28; 8:1-2\n\nἈδελφοί\, τοιοῦτος γὰρ ἡμῖν ἔπρεπεν ἀρχιερεύς\, ὅσιος\, ἄκακος\, ἀμίαντος\, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν\, καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος· ὃς οὐκ ἔχει καθʼ ἡμέραν ἀνάγκην\, ὥσπερ οἱ ἀρχιερεῖς\, πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν θυσίας ἀναφέρειν\, ἔπειτα τῶν τοῦ λαοῦ· τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ\, ἑαυτὸν ἀνενέγκας. Ὁ νόμος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς\, ἔχοντας ἀσθένειαν· ὁ λόγος δὲ τῆς ὁρκωμοσίας τῆς μετὰ τὸν νόμον\, υἱὸν εἰς τὸν αἰῶνα τετελειωμένον. Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις· τοιοῦτον ἔχομεν ἀρχιερέα\, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς\, τῶν ἁγίων λειτουργός\, καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς\, ἣν ἔπηξεν ὁ κύριος\, καὶ οὐκ ἄνθρωπος·\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ἰωάννην 10.9-16\n\nΕἶπεν ὁ Κύριος· ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ\, κλέπται εἰσὶ καὶ λῃσταί· ἀλλ᾽ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. ἐγώ εἰμι ἡ θύρα· δι᾽ ἐμοῦ ἐάν τις εἰσέλθῃ\, σωθήσεται\, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται\, καὶ νομὴν εὑρήσει. ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι καὶ περισσὸν ἔχωσιν. ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· ὁ μισθωτὸς δὲ καὶ οὐκ ὢν ποιμήν\, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια\, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα. ὁ δὲ μισθωτὸς φεύγει\, ὅτι μισθωτός ἐστι καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός\, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν\, καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα\, καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. καὶ ἄλλα πρόβατα ἔχω\, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν\, καὶ τῆς φωνῆς μου ἀκούσουσι\, καὶ γενήσεται μία ποίμνη\, εἷς ποιμήν.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20121114
DTEND;VALUE=DATE:20121115
SUMMARY:Φίλιππος ὁ Ἀπόστολος
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 11/14/2012\n\nἍγιοι καὶ ἑορταί: Φίλιππος ὁ Ἀπόστολος; Γρηγόριος Παλαμάς\, Ἀρχιεπίσκοπος Θεσσαλονίκης; Κωνσταντῖνος Νεομάρτυρος\n\nΚατάλυσις ἰχθύος\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους α' 4:9-16\n\nἈδελφοί\, ὁ θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους· ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ\, καὶ ἀγγέλοις\, καὶ ἀνθρώποις. Ἡμεῖς μωροὶ διὰ Χριστόν\, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς\, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι\, ἡμεῖς δὲ ἄτιμοι. Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν\, καὶ διψῶμεν\, καὶ γυμνητεύομεν\, καὶ κολαφιζόμεθα\, καὶ ἀστατοῦμεν\, καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσίν· λοιδορούμενοι εὐλογοῦμεν· διωκόμενοι ἀνεχόμεθα· βλασφημούμενοι παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν\, πάντων περίψημα ἕως ἄρτι. Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα\, ἀλλʼ ὡς τέκνα μου ἀγαπητὰ νουθετῶ. Ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ\, ἀλλʼ οὐ πολλοὺς πατέρας· ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. Παρακαλῶ οὖν ὑμᾶς\, μιμηταί μου γίνεσθε.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ἰωάννην 1.44-52\n\nΤῷ καιρῷ ἐκείνῳ\, ἠθέλησεν ὁ ᾿Ιησοῦς ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν· καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ· ἀκολούθει μοι. ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά\, ἐκ τῆς πόλεως ᾿Ανδρέου καὶ Πέτρου.εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ· ὃν ἔγραψε Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται\, εὑρήκαμεν\, ᾿Ιησοῦν τὸν υἱὸν τοῦ ᾿Ιωσὴφ τὸν ἀπὸ Ναζαρέτ. καὶ εἶπεν αὐτῷ Ναθαναήλ· ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; λέγει αὐτῷ Φίλιππος· ἔρχου καὶ ἴδε. εἶδεν ὁ ᾿Ιησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ· ἴδε ἀληθῶς ᾿Ισραηλίτης\, ἐν ᾧ δόλος οὐκ ἔστι. λέγει αὐτῷ Ναθαναήλ· πόθεν με γινώσκεις; ἀπεκρίθη ᾿Ιησοῦς καὶ εἶπεν αὐτῷ· πρὸ τοῦ σε Φίλιππον φωνῆσαι\, ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε. ἀπεκρίθη Ναθαναὴλ καὶ λέγει αὐτῷ· ῥαββί\, σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ\, σὺ εἶ ὁ βασιλεὺς τοῦ ᾿Ισραήλ. ἀπεκρίθη ᾿Ιησοῦς καὶ εἶπεν αὐτῷ· ὅτι εἶπόν σοι\, εἶδόν σε ὑποκάτω τῆς συκῆς\, πιστεύεις; μείζω τούτων ὄψει. καὶ λέγει αὐτῷ· ἀμὴν ἀμὴν λέγω ὑμῖν\, ἀπ᾽ ἄρτι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα\, καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20121115
DTEND;VALUE=DATE:20121116
SUMMARY:Γουρίας ὁ Ὁμολογητής
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 11/15/2012\n\nἍγιοι καὶ ἑορταί: Γουρίας ὁ Ὁμολογητής; Θωμᾶς ὁ Νέος\, Πατριάρχης Κωνσταντινουπόλεως\n\nΚατάλυσις ἰχθύος\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Θεσσαλονικεῖς α' 4:18-5:10\n\nἈδελφοί\, παρακαλεῖτε ἀλλήλους ἐν τοῖς λόγοις τούτοις. Περὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν\, ἀδελφοί\, οὐ χρείαν ἔχετε ὑμῖν γράφεσθαι. Αὐτοὶ γὰρ ἀκριβῶς οἴδατε ὅτι ἡ ἡμέρα κυρίου ὡς κλέπτης ἐν νυκτὶ οὕτως ἔρχεται· ὅταν γὰρ λέγωσιν\, Εἰρήνη καὶ ἀσφάλεια\, τότε αἰφνίδιος αὐτοῖς ἐφίσταται ὄλεθρος\, ὥσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ\, καὶ οὐ μὴ ἐκφύγωσιν. Ὑμεῖς δέ\, ἀδελφοί\, οὐκ ἐστὲ ἐν σκότει\, ἵνα ἡ ἡμέρα ὑμᾶς ὡς κλέπτης καταλάβῃ· πάντες ὑμεῖς υἱοὶ φωτός ἐστε καὶ υἱοὶ ἡμέρας· οὐκ ἐσμὲν νυκτὸς οὐδὲ σκότους· ἄρα οὖν μὴ καθεύδωμεν ὡς καὶ οἱ λοιποί\, ἀλλὰ γρηγορῶμεν καὶ νήφωμεν. Οἱ γὰρ καθεύδοντες νυκτὸς καθεύδουσιν· καὶ οἱ μεθυσκόμενοι\, νυκτὸς μεθύουσιν. Ἡμεῖς δέ\, ἡμέρας ὄντες\, νήφωμεν\, ἐνδυσάμενοι θώρακα πίστεως καὶ ἀγάπης\, καὶ περικεφαλαίαν\, ἐλπίδα σωτηρίας. Ὅτι οὐκ ἔθετο ἡμᾶς ὁ θεὸς εἰς ὀργήν\, ἀλλʼ εἰς περιποίησιν σωτηρίας διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ\, τοῦ ἀποθανόντος ὑπὲρ ἡμῶν\, ἵνα\, εἴτε γρηγορῶμεν εἴτε καθεύδωμεν\, ἅμα σὺν αὐτῷ ζήσωμεν.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 16.1-9\n\nΕἶπεν ὁ Κύριος τήν παραβολὴν ταύτην ·Ἄνθρωπός τις ἦν πλούσιος\, ὃς εἶχεν οἰκονόμον\, καὶ οὗτος διεβλήθη αὐτῷ ὡς διασκορπίζων τὰ ὑπάρχοντα αὐτοῦ. καὶ φωνήσας αὐτὸν εἶπεν αὐτῷ· τί τοῦτο ἀκούω περὶ σοῦ; ἀπόδος τὸν λόγον τῆς οἰκονομίας σου· οὐ γὰρ δύνῃ ἔτι οἰκονομεῖν. εἶπε δὲ ἐν ἑαυτῷ ὁ οἰκονόμος· τί ποιήσω\, ὅτι ὁ κύριός μου ἀφαιρεῖται τὴν οἰκονομίαν ἀπ᾿ ἐμοῦ; σκάπτειν οὐκ ἰσχύω\, ἐπαιτεῖν αἰσχύνομαι· ἔγνων τί ποιήσω\, ἵνα\, ὅταν μετασταθῶ ἐκ τῆς οἰκονομίας\, δέξωνταί με εἰς τοὺς οἴκους ἑαυτῶν. καὶ προσκαλεσάμενος ἕνα ἕκαστον τῶν χρεωφειλετῶν τοῦ κυρίου ἑαυτοῦ ἔλεγε τῷ πρώτῳ· πόσον ὀφείλεις σὺ τῷ κυρίῳ μου; ὁ δὲ εἶπεν· ἑκατὸν βάτους ἐλαίου. καὶ εἶπεν αὐτῷ· δέξαι σου τὸ γράμμα καὶ καθίσας ταχέως γράψον πεντήκοντα. ἔπειτα ἑτέρῳ εἶπε· σὺ δὲ πόσον ὀφείλεις; ὁ δὲ εἶπεν· ἑκατὸν κόρους σίτου. καὶ λέγει αὐτῷ· δέξαι σου τὸ γράμμα καὶ γράψον ὀγδοήκοντα. καὶ ἐπῄνεσεν ὁ κύριος τὸν οἰκονόμον τῆς ἀδικίας\, ὅτι φρονίμως ἐποίησεν· ὅτι οἱ υἱοὶ τοῦ αἰῶνος τούτου φρονιμώτεροι ὑπὲρ τοὺς υἱοὺς τοῦ φωτὸς εἰς τὴν γενεὰν τὴν ἑαυτῶν εἰσι. Κἀγὼ ὑμῖν λέγω· ποιήσατε ἑαυτοῖς φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας\, ἵνα\, ὅταν ἐκλίπητε\, δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους σκηνάς.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20121116
DTEND;VALUE=DATE:20121117
SUMMARY:Ἀπόστολος καὶ Εὐαγγελιστὴς Ματθαῖος
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 11/16/2012\n\nἍγιοι καὶ ἑορταί: Ἀπόστολος καὶ Εὐαγγελιστὴς Ματθαῖος\n\nΚατάλυσις οἴνου καί ἐλαίου\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς ῾Ρωμαίους 10:11-21; 11:1-2\n\nἈδελφοί\, λέγει γὰρ ἡ γραφή\, Πᾶς ὁ πιστεύων ἐπʼ αὐτῷ οὐ καταισχυνθήσεται. Οὐ γάρ ἐστιν διαστολὴ Ἰουδαίου τε καὶ Ἕλληνος· ὁ γὰρ αὐτὸς κύριος πάντων\, πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν. Πᾶς γὰρ ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα κυρίου σωθήσεται. Πῶς οὖν ἐπικαλέσονται εἰς ὃν οὐκ ἐπίστευσαν; Πῶς δὲ πιστεύσουσιν οὗ οὐκ ἤκουσαν; Πῶς δὲ ἀκούσουσιν χωρὶς κηρύσσοντος; Πῶς δὲ κηρύξουσιν ἐὰν μὴ ἀποσταλῶσιν; Καθὼς γέγραπται\, Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων εἰρήνην\, τῶν εὐαγγελιζομένων τὰ ἀγαθά. Ἀλλʼ οὐ πάντες ὑπήκουσαν τῷ εὐαγγελίῳ. Ἠσαΐας γὰρ λέγει\, Κύριε\, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν; Ἄρα ἡ πίστις ἐξ ἀκοῆς\, ἡ δὲ ἀκοὴ διὰ ῥήματος θεοῦ. Ἀλλὰ λέγω\, μὴ οὐκ ἤκουσαν; Μενοῦνγε· Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν\, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Ἀλλὰ λέγω\, μὴ οὐκ ἔγνω Ἰσραήλ; Πρῶτος Μωϋσῆς λέγει\, Ἐγὼ παραζηλώσω ὑμᾶς ἐπʼ οὐκ ἔθνει\, ἐπὶ ἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς. Ἠσαΐας δὲ ἀποτολμᾷ καὶ λέγει\, Εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν\, ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν. Πρὸς δὲ τὸν Ἰσραὴλ λέγει\, Ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα. Λέγω οὖν\, μὴ ἀπώσατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ; Μὴ γένοιτο. Καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰμί\, ἐκ σπέρματος Ἀβραάμ\, φυλῆς Βενϊαμίν. Οὐκ ἀπώσατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ ὃν προέγνω.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 9.9-13\n\nΤῷ καιρῷ ἐκείνῳ\, παράγων ὁ ῾Ιησοῦς ἐκεῖθεν εἶδεν ἄνθρωπον καθήμενον ἐπὶ τὸ τελώνιον\, Ματθαῖον λεγόμενον\, καὶ λέγει αὐτῷ· ἀκολούθει μοι. καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ. Καὶ ἐγένετο αὐτοῦ ἀνακειμένου ἐν τῇ οἰκίᾳ\, καὶ ἰδοὺ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ ἐλθόντες συνανέκειντο τῷ ᾿Ιησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ. καὶ ἰδόντες οἱ Φαρισαῖοι εἶπον τοῖς μαθηταῖς αὐτοῦ· διατί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει ὁ διδάσκαλος ὑμῶν; ὁ δὲ ᾿Ιησοῦς ἀκούσας εἶπεν αὐτοῖς· οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ\, ἀλλ᾿ οἱ κακῶς ἔχοντες. πορευθέντες δὲ μάθετε τί ἐστιν ἔλεον θέλω καὶ οὐ θυσίαν. οὐ γὰρ ἦλθον καλέσαι δικαίους\, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20121117
DTEND;VALUE=DATE:20121118
SUMMARY:Γρηγόριος ὁ Θαυματουργός\, Ἐπίσκοπος Νεοκαισαρείας
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 11/17/2012\n\nἍγιοι καὶ ἑορταί: Γρηγόριος ὁ Θαυματουργός\, Ἐπίσκοπος Νεοκαισαρείας; Γεννάδιος καὶ Μαξίμος Αρχιεπίσκοποι Κωνστ.; Ὁσία Χιλδὰ\n\nΚατάλυσις ἰχθύος\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους α' 12:7-11\n\nἈδελφοί\, ἑκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ πνεύματος πρὸς τὸ συμφέρον. ᾯ μὲν γὰρ διὰ τοῦ πνεύματος δίδοται λόγος σοφίας\, ἄλλῳ δὲ λόγος γνώσεως\, κατὰ τὸ αὐτὸ πνεῦμα· ἑτέρῳ δὲ πίστις\, ἐν τῷ αὐτῷ πνεύματι· ἄλλῳ δὲ χαρίσματα ἰαμάτων ἐν τῷ αὐτῷ πνεύματι· ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων\, ἄλλῳ δὲ προφητεία\, ἄλλῳ δὲ διακρίσεις πνευμάτων\, ἑτέρῳ δὲ γένη γλωσσῶν\, ἄλλῳ δὲ ἑρμηνεία γλωσσῶν· πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα\, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 9.57-62\n\nΤῷ καιρῷ ἐκείνῳ\, πορευομένων αὐτῶν ἐν τῇ ὁδῷ εἶπέ τις πρὸς αὐτόν· ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ\, Κύριε. καὶ εἶπεν αὐτῷ ὁ ᾿Ιησοῦς· αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις\, ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ. Εἶπε δὲ πρὸς ἕτερον· ἀκολούθει μοι· ὁ δὲ εἶπε· Κύριε\, ἐπίτρεψόν μοι ἀπελθόντι πρῶτον θάψαι τὸν πατέρα μου. εἶπε δὲ αὐτῷ ὁ ᾿Ιησοῦς· ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς· σὺ δὲ ἀπελθὼν διάγγελλε τὴν βασιλείαν τοῦ Θεοῦ. Εἶπε δὲ καὶ ἕτερος· ἀκολουθήσω σοι\, Κύριε· πρῶτον δὲ ἐπίτρεψόν μοι ἀποτάξασθαι τοῖς εἰς τὸν οἶκόν μου. εἶπε δὲ ὁ ᾿Ιησοῦς πρὸς αὐτόν· οὐδεὶς ἐπιβαλὼν τὴν χεῖρα αὐτοῦ ἐπ᾿ ἄροτρον καὶ βλέπων εἰς τὰ ὀπίσω εὔθετός ἐστιν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. \n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20121118
DTEND;VALUE=DATE:20121119
SUMMARY:Θ΄ Λουκᾶ
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 11/18/2012\n\nἍγιοι καὶ ἑορταί: Πλάτων Μεγαλομάρτυς; Μάρτυς Ρωμανὸς; Ζακχαῖος\, Διάκονος τῆς ἐν Γαδείροις Εκκλησίας; Ἀναστάσιος\, Νεομάρτυς ἐκ Παραμυθίας; Ἀναστάσιος Νεομάρτυς\n\nΚατάλυσις ἰχθύος\nΗχος βαρύς\nΕωθ. Β'\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἐφεσίους 2:14-22\n\nἈδελφοί\, Χριστός ἐστιν ἡ εἰρήνη ἡμῶν\, ὁ ποιήσας τὰ ἀμφότερα ἕν\, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας\, τήν ἔχθραν ἐν τῇ σαρκί αὐτοῦ\, τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασιν\, καταργήσας· ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαὐτῷ εἰς ἕνα καινὸν ἄνθρωπον\, ποιῶν εἰρήνην\, καὶ ἀποκαταλλάξῃ τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι τῷ θεῷ διὰ τοῦ σταυροῦ\, ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ· καὶ ἐλθὼν εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακρὰν καὶ τοῖς ἐγγύς· ὅτι διʼ αὐτοῦ ἔχομεν τὴν προσαγωγὴν οἱ ἀμφότεροι ἐν ἑνὶ πνεύματι πρὸς τὸν πατέρα. Ἄρα οὖν οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι\, ἀλλὰ συμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ θεοῦ\, ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν\, ὄντος ἀκρογωνιαίου αὐτοῦ Ἰησοῦ Χριστοῦ\, ἐν ᾧ πᾶσα οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον ἐν κυρίῳ\, ἐν ᾧ καὶ ὑμεῖς συνοικοδομεῖσθε εἰς κατοικητήριον τοῦ θεοῦ ἐν πνεύματι.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 12.16-21\n\nΕἶπεν ὁ Κύριος τήν παραβολὴν ταύτην· Ἀνθρώπου τινὸς πλουσίου εὐφόρησεν ἡ χώρα· καὶ διελογίζετο ἐν ἑαυτῷ λέγων· τί ποιήσω\, ὅτι οὐκ ἔχω ποῦ συνάξω τοὺς καρπούς μου; καὶ εἶπε· τοῦτο ποιήσω· καθελῶ μου τὰς ἀποθήκας καὶ μείζονας οἰκοδομήσω\, καὶ συνάξω ἐκεῖ πάντα τὰ γενήματά μου καὶ τὰ ἀγαθά μου\, καὶ ἐρῶ τῇ ψυχῇ μου· ψυχή\, ἔχεις πολλὰ ἀγαθὰ κείμενα εἰς ἔτη πολλά· ἀναπαύου\, φάγε\, πίε\, εὐφραίνου. εἶπε δὲ αὐτῷ ὁ Θεός· ἄφρον\, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας τίνι ἔσται; οὕτως ὁ θησαυρίζων ἑαυτῷ\, καὶ μὴ εἰς Θεὸν πλουτῶν.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20121119
DTEND;VALUE=DATE:20121120
SUMMARY:Ἀβδιοὺ Προφήτης
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 11/19/2012\n\nἍγιοι καὶ ἑορταί: Ἀβδιοὺ Προφήτης; Βαρλαὰμ καὶ Ἠλιόδωρος Μάρτυρες; Ἄνθιμος καὶ οἱ σὺν αὐτῳ \n\nΚατάλυσις ἰχθύος\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Θεσσαλονικεῖς β' 1:1-10\n\nΠαῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος τῇ ἐκκλησίᾳ Θεσσαλονικέων ἐν θεῷ πατρὶ ἡμῶν καὶ κυρίῳ Ἰησοῦ Χριστῷ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ. Εὐχαριστεῖν ὀφείλομεν τῷ θεῷ πάντοτε περὶ ὑμῶν\, ἀδελφοί\, καθὼς ἄξιόν ἐστιν\, ὅτι ὑπεραυξάνει ἡ πίστις ὑμῶν\, καὶ πλεονάζει ἡ ἀγάπη ἑνὸς ἑκάστου πάντων ὑμῶν εἰς ἀλλήλους· ὥστε ἡμᾶς αὐτοὺς ἐν ὑμῖν καυχᾶσθαι ἐν ταῖς ἐκκλησίαις τοῦ θεοῦ ὑπὲρ τῆς ὑπομονῆς ὑμῶν καὶ πίστεως ἐν πᾶσιν τοῖς διωγμοῖς ὑμῶν καὶ ταῖς θλίψεσιν αἷς ἀνέχεσθε· ἔνδειγμα τῆς δικαίας κρίσεως τοῦ θεοῦ\, εἰς τὸ καταξιωθῆναι ὑμᾶς τῆς βασιλείας τοῦ θεοῦ\, ὑπὲρ ἧς καὶ πάσχετε· εἴπερ δίκαιον παρὰ θεῷ ἀνταποδοῦναι τοῖς θλίβουσιν ὑμᾶς θλῖψιν\, καὶ ὑμῖν τοῖς θλιβομένοις ἄνεσιν μεθʼ ἡμῶν\, ἐν τῇ ἀποκαλύψει τοῦ κυρίου Ἰησοῦ ἀπʼ οὐρανοῦ μετʼ ἀγγέλων δυνάμεως αὐτοῦ\, ἐν πυρὶ φλογός\, διδόντος ἐκδίκησιν τοῖς μὴ εἰδόσιν θεόν\, καὶ τοῖς μὴ ὑπακούουσιν τῷ εὐαγγελίῳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ· οἵτινες δίκην τίσουσιν\, ὄλεθρον αἰώνιον ἀπὸ προσώπου τοῦ κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ\, ὅταν ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ\, καὶ θαυμασθῆναι ἐν πᾶσιν τοῖς πιστεύσασιν ὅτι ἐπιστεύθη τὸ μαρτύριον ἡμῶν ἐφʼ ὑμᾶς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 17.20-25\n\nΤῷ καιρῷ ἐκείνῳ\, ἐπερωτηθεὶς δὲ ὑπὸ τῶν Φαρισαίων πότε ἔρχεται ἡ βασιλεία τοῦ Θεοῦ\, ἀπεκρίθη αὐτοῖς καὶ εἶπεν· οὐκ ἔρχεται ἡ βασιλεία τοῦ Θεοῦ μετὰ παρατηρήσεως\, οὐδὲ ἐροῦσιν· ἰδοὺ ὧδε ἢ ἰδοὺ ἐκεῖ· ἰδοὺ γὰρ ἡ βασιλεία τοῦ Θεοῦ ἐντὸς ὑμῶν ἐστιν. Εἶπε δὲ πρὸς τοὺς μαθητάς· ἐλεύσονται ἡμέραι ὅτε ἐπιθυμήσετε μίαν τῶν ἡμερῶν τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἰδεῖν\, καὶ οὐκ ὄψεσθε. καὶ ἐροῦσιν ὑμῖν· ἰδοὺ ὧδε\, ἰδοὺ ἐκεῖ· μὴ ἀπέλθητε μηδὲ διώξητε. ὥσπερ γὰρ ἡ ἀστραπὴ ἀστράπτουσα ἐκ τῆς ὑπ᾿ οὐρανὸν εἰς τὴν ὑπ᾿ οὐρανὸν λάμπει\, οὕτως ἔσται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ ἡμέρᾳ αὐτοῦ. πρῶτον δὲ δεῖ αὐτὸν πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῆς γενεᾶς ταύτης.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20121120
DTEND;VALUE=DATE:20121121
SUMMARY:Προεόρτια Εισοδίων τῆς Ὑπεραγίας Θεοτόκου
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 11/20/2012\n\nἍγιοι καὶ ἑορταί: Προεόρτια Εισοδίων τῆς Ὑπεραγίας Θεοτόκου; Γρηγόριος Δεκαπολίτης; Πρόκλος\, Αρχιεπισκόπος Κωνσταντινουπόλεως\n\nΚατάλυσις ἰχθύος\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Θεσσαλονικεῖς β' 1:10-12; 2:1-2\n\nἈδελφοί\, τὸ μαρτύριον ἡμῶν ἐφʼ ὑμᾶς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Εἰς ὃ καὶ προσευχόμεθα πάντοτε περὶ ὑμῶν\, ἵνα ὑμᾶς ἀξιώσῃ τῆς κλήσεως ὁ θεὸς ἡμῶν\, καὶ πληρώσῃ πᾶσαν εὐδοκίαν ἀγαθωσύνης καὶ ἔργον πίστεως ἐν δυνάμει· ὅπως ἐνδοξασθῇ τὸ ὄνομα τοῦ κυρίου ἡμῶν Ἰησοῦ ἐν ὑμῖν\, καὶ ὑμεῖς ἐν αὐτῷ\, κατὰ τὴν χάριν τοῦ θεοῦ ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ. Ἐρωτῶμεν δὲ ὑμᾶς\, ἀδελφοί\, ὑπὲρ τῆς παρουσίας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ\, καὶ ἡμῶν ἐπισυναγωγῆς ἐπʼ αὐτόν\, εἰς τὸ μὴ ταχέως σαλευθῆναι ὑμᾶς ἀπὸ τοῦ νοός\, μήτε θροεῖσθαι\, μήτε διὰ πνεύματος\, μήτε διὰ λόγου\, μητὲ διʼ ἐπιστολῆς ὡς διʼ ἡμῶν\, ὡς ὅτι ἐνέστηκεν ἡ ἡμέρα τοῦ Χριστοῦ·\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 17.26-37\, 18.8\n\nΕἶπεν ὁ Κύριος· Καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις Νῶε\, οὕτως ἔσται καὶ ἐν ταῖς ἡμέραις τοῦ υἱοῦ τοῦ ἀνθρώπου·ἤσθιον\, ἔπινον\, ἐγάμουν\, ἐξεγαμίζοντο\, ἄχρι ἧς ἡμέρας εἰσῆλθε Νῶε εἰς τὴν κιβωτόν\, καὶ ἦλθεν ὁ κατακλυσμὸς καὶ ἀπώλεσεν ἅπαντας. ὁμοίως καὶ ὡς ἐγένετο ἐν ταῖς ἡμέραις Λώτ· ἤσθιον\, ἔπινον\, ἠγόραζον\, ἐπώλουν\, ἐφύτευον\, ᾠκοδόμουν· ᾗ δὲ ἡμέρᾳ ἐξῆλθε Λὼτ ἀπὸ Σοδόμων\, ἔβρεξε πῦρ καὶ θεῖον ἀπ᾿ οὐρανοῦ καὶ ἀπώλεσεν ἅπαντας. κατὰ τὰ αὐτὰ ἔσται ᾗ ἡμέρᾳ ὁ υἱὸς τοῦ ἀνθρώπου ἀποκαλύπτεται. ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὃς ἔσται ἐπὶ τοῦ δώματος καὶ τὰ σκεύη αὐτοῦ ἐν τῇ οἰκίᾳ\, μὴ καταβάτω ἆραι αὐτά\, καὶ ὁ ἐν τῷ ἀγρῷ ὁμοίως μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω.μνημονεύετε τῆς γυναικὸς Λώτ. ὃς ἐὰν ζητήσῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι\, ἀπολέσει αὐτήν\, καὶ ὃς ἐὰν ἀπολέσῃ αὐτήν\, ζωογονήσει αὐτήν. λέγω ὑμῖν\, ταύτῃ τῇ νυκτὶ δύο ἔσονται ἐπὶ κλίνης μιᾶς\, εἷς παραληφθήσεται καὶ ὁ ἕτερος ἀφεθήσεται· δύο ἔσονται ἀλήθουσαι ἐπὶ τὸ αὐτό\, μία παραληφθήσεται καὶ ἡ ἑτέρα ἀφεθήσεται· δύο ἐν τῷ ἀγρῷ\, εἷς παραληφθήσεται καὶ ὁ ἕτερος ἀφεθήσεται. καὶ ἀποκριθέντες λέγουσιν αὐτῷ· ποῦ\, Κύριε; ὁ δὲ εἶπεν αὐτοῖς· ὅπου τὸ σῶμα\, ἐκεῖ ἐπισυναχθήσονται καὶ οἱ ἀετοί. λέγω ὑμῖν ὅτι ποιήσει τὴν ἐκδίκησιν αὐτῶν ἐν τάχει. πλὴν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐλθὼν ἆρα εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς;\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20121121
DTEND;VALUE=DATE:20121122
SUMMARY:Ἡ ἐν τῳ Ναῳ Είσοδος τῆς Υπεραγίας Θεοτόκου
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 11/21/2012\n\nἍγιοι καὶ ἑορταί: Ἡ ἐν τῳ Ναῳ Είσοδος τῆς Υπεραγίας Θεοτόκου\n\nΚατάλυσις ἰχθύος\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἑβραίους 9:1-7\n\nἈδελφοί\, εἶχεν ἡ πρώτη σκηνὴ δικαιώματα λατρείας\, τό τε ἅγιον κοσμικόν. Σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη\, ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν ἄρτων\, ἥτις λέγεται ἅγια. Μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη ἅγια ἁγίων\, χρυσοῦν ἔχουσα θυμιατήριον\, καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ\, ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα\, καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα\, καὶ αἱ πλάκες τῆς διαθήκης· ὑπεράνω δὲ αὐτῆς Χερουβὶμ δόξης κατασκιάζοντα τὸ ἱλαστήριον· περὶ ὧν οὐκ ἔστιν νῦν λέγειν κατὰ μέρος. Τούτων δὲ οὕτως κατεσκευασμένων\, εἰς μὲν τὴν πρώτην σκηνὴν διὰ παντὸς εἰσίασιν οἱ ἱερεῖς\, τὰς λατρείας ἐπιτελοῦντες· εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεύς\, οὐ χωρὶς αἵματος\, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων·\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 10.38-42\, 11.2\n\nΤῷ καιρῷ ἐκείνῳ\, εἰσῆλθεν ὁ Ἰησοῦς εἰς κώμην τινά· γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτὸν εἰς τὸν οἶκον αὐτῆς. καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαρία\, ἣ καὶ παρακαθίσασα παρὰ τοὺς πόδας τοῦ ᾿Ιησοῦ ἤκουε τὸν λόγον αὐτοῦ. ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπε· Κύριε\, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπε διακονεῖν; εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται.ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ ᾿Ιησοῦς· Μάρθα Μάρθα\, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλά· ἑνὸς δέ ἐστι χρεία· Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο\, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ᾿ αὐτῆς. ᾿Εγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα ἐπάρασά τις γυνὴ φωνὴν ἐκ τοῦ ὄχλου εἶπεν αὐτῷ· μακαρία ἡ κοιλία ἡ βαστάσασά σε καὶ μαστοὶ οὓς ἐθήλασας.αὐτὸς δὲ εἶπε· μενοῦνγε μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ καὶ φυλάσσοντες αὐτόν.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20121122
DTEND;VALUE=DATE:20121123
SUMMARY:Φιλήμων ἐκ τῶν 70
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 11/22/2012\n\nἍγιοι καὶ ἑορταί: Φιλήμων ἐκ τῶν 70; Μάρτυς Κικιλία\, καί οἱ σύν αὐτῆ; Μεθέορτος τοῦ Εἰσοδου τῆς Ὑπεραγίας Θεοτόκου\n\nΚατάλυσις ἰχθύος\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Φιλήμονα 1:1-25\n\nΠαῦλος δέσμιος Χριστοῦ Ἰησοῦ\, καὶ Τιμόθεος ὁ ἀδελφός\, Φιλήμονι τῷ ἀγαπητῷ καὶ συνεργῷ ἡμῶν\, καὶ Ἀπφίᾳ τῇ ἀγαπητῇ\, καὶ Ἀρχίππῳ τῷ συστρατιώτῃ ἡμῶν\, καὶ τῇ κατʼ οἶκόν σου ἐκκλησίᾳ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ. Εὐχαριστῶ τῷ θεῷ μου\, πάντοτε μνείαν σου ποιούμενος ἐπὶ τῶν προσευχῶν μου\, ἀκούων σου τὴν ἀγάπην\, καὶ τὴν πίστιν ἣν ἔχεις πρὸς τὸν κύριον Ἰησοῦν καὶ εἰς πάντας τοὺς ἁγίους\, ὅπως ἡ κοινωνία τῆς πίστεώς σου ἐνεργὴς γένηται ἐν ἐπιγνώσει παντὸς ἀγαθοῦ τοῦ ἐν ἡμῖν εἰς Χριστὸν Ἰησοῦν. Χάριν γὰρ ἔχομεν πολλὴν καὶ παράκλησιν ἐπὶ τῇ ἀγάπῃ σου\, ὅτι τὰ σπλάγχνα τῶν ἁγίων ἀναπέπαυται διὰ σοῦ\, ἀδελφέ. Διὸ πολλὴν ἐν Χριστῷ παρρησίαν ἔχων ἐπιτάσσειν σοι τὸ ἀνῆκον\, διὰ τὴν ἀγάπην μᾶλλον παρακαλῶ\, τοιοῦτος ὢν ὡς Παῦλος πρεσβύτης\, νυνὶ δὲ καὶ δέσμιος Ἰησοῦ Χριστοῦ. Παρακαλῶ σε περὶ τοῦ ἐμοῦ τέκνου\, ὃν ἐγέννησα ἐν τοῖς δεσμοῖς μου\, Ὀνήσιμον\, τόν ποτέ σοι ἄχρηστον\, νυνὶ δὲ σοὶ καὶ ἐμοὶ εὔχρηστον\, ὅν ἀνέπεμψα· σὺ δὲ αὐτόν\, τοῦτʼ ἔστιν τὰ ἐμὰ σπλάγχνα\, προσλαβοῦ· ὃν ἐγὼ ἐβουλόμην πρὸς ἐμαυτὸν κατέχειν\, ἵνα ὑπὲρ σοῦ διακονῇ μοι ἐν τοῖς δεσμοῖς τοῦ εὐαγγελίου· χωρὶς δὲ τῆς σῆς γνώμης οὐδὲν ἠθέλησα ποιῆσαι\, ἵνα μὴ ὡς κατὰ ἀνάγκην τὸ ἀγαθόν σου ᾖ\, ἀλλὰ κατὰ ἑκούσιον. Τάχα γὰρ διὰ τοῦτο ἐχωρίσθη πρὸς ὥραν\, ἵνα αἰώνιον αὐτὸν ἀπέχῃς· οὐκέτι ὡς δοῦλον\, ἀλλʼ ὑπὲρ δοῦλον\, ἀδελφὸν ἀγαπητόν\, μάλιστα ἐμοί\, πόσῳ δὲ μᾶλλον σοὶ καὶ ἐν σαρκὶ καὶ ἐν κυρίῳ. Εἰ οὖν με ἔχεις κοινωνόν\, προσλαβοῦ αὐτὸν ὡς ἐμέ. Εἰ δέ τι ἠδίκησέν σε ἢ ὀφείλει\, τοῦτο ἐμοὶ ἐλλόγει· ἐγὼ Παῦλος ἔγραψα τῇ ἐμῇ χειρί\, ἐγὼ ἀποτίσω· ἵνα μὴ λέγω σοι ὅτι καὶ σεαυτόν μοι προσοφείλεις. Ναί\, ἀδελφέ\, ἐγώ σου ὀναίμην ἐν κυρίῳ· ἀνάπαυσόν μου τὰ σπλάγχνα ἐν κυρίῳ. Πεποιθὼς τῇ ὑπακοῇ σου ἔγραψά σοι\, εἰδὼς ὅτι καὶ ὑπὲρ ὃ λέγω ποιήσεις. Ἅμα δὲ καὶ ἑτοίμαζέ μοι ξενίαν· ἐλπίζω γὰρ ὅτι διὰ τῶν προσευχῶν ὑμῶν χαρισθήσομαι ὑμῖν. Ἀσπάζονταί σε Ἐπαφρᾶς ὁ συναιχμάλωτός μου ἐν Χριστῷ Ἰησοῦ\, Μᾶρκος\, Ἀρίσταρχος\, Δημᾶς\, Λουκᾶς\, οἱ συνεργοί μου. Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν. Ἀμήν.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 18.31-34\n\nΤῷ καιρῷ ἐκείνῳ\, Παραλαβὼν δὲ τοὺς δώδεκα εἶπε πρὸς αὐτούς· ἰδοὺ ἀναβαίνομεν εἰς ῾Ιεροσόλυμα καὶ τελειωθήσεται πάντα τὰ γεγραμμένα διὰ τῶν προφητῶν τῷ υἱῷ τοῦ ἀνθρώπου. παραδοθήσεται γὰρ τοῖς ἔθνεσι καὶ ἐμπαιχθήσεται καὶ ὑβρισθήσεται καὶ ἐμπτυσθήσεται\, καὶ μαστιγώσαντες ἀποκτενοῦσιν αὐτόν\, καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναστήσεται. καὶ αὐτοὶ οὐδὲν τούτων συνῆκαν\, καὶ ἦν τὸ ῥῆμα τοῦτο κεκρυμμένον ἀπ᾿ αὐτῶν\, καὶ οὐκ ἐγίνωσκον τὰ λεγόμενα.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20121123
DTEND;VALUE=DATE:20121124
SUMMARY:Ἀμφιλόχιος Ἐπί. Ἰκονίου
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 11/23/2012\n\nἍγιοι καὶ ἑορταί: Ἀμφιλόχιος Ἐπί. Ἰκονίου; Γρηγόριος Ἐπί. Ἀκραγαντίνων; Ὅσιος Ἰσχυρίων\, Ἐπίσκοπος; Μεθέορτος τοῦ Εἰσοδου τῆς Ὑπεραγίας Θεοτόκου\n\nξεροφαγία (αὐστηρή νηστεία)\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Θεσσαλονικεῖς β' 3:6-18\n\nἈδελφοί\, παραγγέλλομεν δὲ ὑμῖν\, ἀδελφοί\, ἐν ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ\, στέλλεσθαι ὑμᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος\, καὶ μὴ κατὰ τὴν παράδοσιν ἣν παρέλαβον παρʼ ἡμῶν. Αὐτοὶ γὰρ οἴδατε πῶς δεῖ μιμεῖσθαι ἡμᾶς· ὅτι οὐκ ἠτακτήσαμεν ἐν ὑμῖν\, οὐδὲ δωρεὰν ἄρτον ἐφάγομεν παρά τινος\, ἀλλʼ ἐν κόπῳ καὶ μόχθῳ\, νύκτα καὶ ἡμέραν ἐργαζόμενοι\, πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν· οὐχ ὅτι οὐκ ἔχομεν ἐξουσίαν\, ἀλλʼ ἵνα ἑαυτοὺς τύπον δῶμεν ὑμῖν εἰς τὸ μιμεῖσθαι ἡμᾶς. Καὶ γὰρ ὅτε ἦμεν πρὸς ὑμᾶς\, τοῦτο παρηγγέλλομεν ὑμῖν ὅτι εἴ τις οὐ θέλει ἐργάζεσθαι\, μηδὲ ἐσθιέτω. Ἀκούομεν γάρ τινας περιπατοῦντας ἐν ὑμῖν ἀτάκτως\, μηδὲν ἐργαζομένους\, ἀλλὰ περιεργαζομένους. Τοῖς δὲ τοιούτοις παραγγέλλομεν καὶ παρακαλοῦμεν διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστου\, ἵνα μετὰ ἡσυχίας ἐργαζόμενοι τὸν ἑαυτῶν ἄρτον ἐσθίωσιν. Ὑμεῖς δέ\, ἀδελφοί\, μὴ ἐκκακήσητε καλοποιοῦντες. Εἰ δέ τις οὐχ ὑπακούει τῷ λόγῳ ἡμῶν διὰ τῆς ἐπιστολῆς\, τοῦτον σημειοῦσθε\, καὶ μὴ συναναμίγνυσθε αὐτῷ\, ἵνα ἐντραπῇ\, καὶ μὴ ὡς ἐχθρὸν ἡγεῖσθε\, ἀλλὰ νουθετεῖτε ὡς ἀδελφόν. Αὐτὸς δὲ ὁ κύριος τῆς εἰρήνης δῴη ὑμῖν τὴν εἰρήνην διὰ παντὸς ἐν παντὶ τρόπῳ. Ὁ κύριος μετὰ πάντων ὑμῶν. Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου\, ὅ ἐστιν σημεῖον ἐν πάσῃ ἐπιστολῇ· οὕτως γράφω. Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν. Ἀμήν.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 19.12-28\n\nΕἶπεν ὁ Κύριος τήν παραβολὴν ταύτην· Ἄνθρωπός τις εὐγενὴς ἐπορεύθη εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι. καλέσας δὲ δέκα δούλους ἑαυτοῦ ἔδωκεν αὐτοῖς δέκα μνᾶς καὶ εἶπε πρὸς αὐτούς· πραγματεύσασθε ἐν ᾧ ἔρχομαι. οἱ δὲ πολῖται αὐτοῦ ἐμίσουν αὐτόν\, καὶ ἀπέστειλαν πρεσβείαν ὀπίσω αὐτοῦ λέγοντες· οὐ θέλομεν τοῦτον βασιλεῦσαι ἐφ᾿ ἡμᾶς. καὶ ἐγένετο ἐν τῷ ἐπανελθεῖν αὐτὸν λαβόντα τὴν βασιλείαν\, καὶ εἶπε φωνηθῆναι αὐτῷ τοὺς δούλους τούτους οἷς ἔδωκε τὸ ἀργύριον\, ἵνα ἐπιγνῷ τίς τί διεπραγματεύσατο. παρεγένετο δὲ ὁ πρῶτος λέγων· κύριε\, ἡ μνᾶ σου προσειργάσατο δέκα μνᾶς. καὶ εἶπεν αὐτῷ· εὖ\, ἀγαθὲ δοῦλε! ὅτι ἐν ἐλαχίστῳ πιστὸς ἐγένου\, ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων. καὶ ἦλθεν ὁ δεύτερος λέγων· κύριε\, ἡ μνᾶ σου ἐποίησε πέντε μνᾶς. εἶπε δὲ καὶ τούτῳ· καὶ σὺ γίνου ἐπάνω πέντε πόλεων. καὶ ἕτερος ἦλθε λέγων· κύριε\, ἰδοὺ ἡ μνᾶ σου\, ἣν εἶχον ἀποκειμένην ἐν σουδαρίῳ. ἐφοβούμην γάρ σε\, ὅτι ἄνθρωπος αὐστηρὸς εἶ· αἴρεις ὃ οὐκ ἔθηκας\, καὶ θερίζεις ὃ οὐκ ἔσπειρας\, καὶ συνάγεις ὅθεν οὐ διεσκόρπισας. λέγει αὐτῷ· ἐκ τοῦ στόματός σου κρινῶ σε\, πονηρὲ δοῦλε. ᾔδεις ὅτι ἄνθρωπος αὐστηρός εἰμι ἐγώ\, αἴρων ὃ οὐκ ἔθηκα\, καὶ θερίζων ὃ οὐκ ἔσπειρα\, καὶ συνάγων ὅθεν οὐ διεσκόρπισα· καὶ διατί οὐκ ἔδωκας τὸ ἀργύριόν μου ἐπὶ τὴν τράπεζαν\, καὶ ἐγὼ ἐλθὼν σὺν τόκῳ ἂν ἔπραξα αὐτό; καὶ τοῖς παρεστῶσιν εἶπεν· ἄρατε ἀπ᾿ αὐτοῦ τὴν μνᾶν καὶ δότε τῷ τὰς δέκα μνᾶς ἔχοντι. καὶ εἶπον αὐτῷ· κύριε\, ἔχει δέκα μνᾶς. λέγω γὰρ ὑμῖν ὅτι παντὶ τῷ ἔχοντι δοθήσεται\, ἀπὸ δὲ τοῦ μὴ ἔχοντος καὶ ὃ ἔχει ἀρθήσεται ἀπ᾿ αὐτοῦ. πλὴν τοὺς ἐχθρούς μου ἐκείνους\, τοὺς μὴ θελήσαντάς με βασιλεῦσαι ἐπ᾿ αὐτούς\, ἀγάγετε ὧδε καὶ κατασφάξατε αὐτοὺς ἔμπροσθέν μου. Καὶ εἰπὼν ταῦτα ἐπορεύετο ἔμπροσθεν ἀναβαίνων εἰς ῾Ιεροσόλυμα.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20121124
DTEND;VALUE=DATE:20121125
SUMMARY:Κλήμης Ἐπίσκοπος Ρώμης
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 11/24/2012\n\nἍγιοι καὶ ἑορταί: Κλήμης Ἐπίσκοπος Ρώμης; Πέτρος Ἐπίσκοπος Ἀλεξανδρείας; Ἑρμογένης\, Μάρτυς; Μεθέορτος τοῦ Εἰσοδου τῆς Ὑπεραγίας Θεοτόκου\n\nΚατάλυσις ἰχθύος\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Φιλιππησίους 3:20-21; 4:1-3\n\nἈδελφοί\, ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει\, ἐξ οὗ καὶ σωτῆρα ἀπεκδεχόμεθα\, κύριον Ἰησοῦν Χριστόν· ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν\, εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ\, κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι αὐτὸν καὶ ὑποτάξαι ἑαὐτῷ τὰ πάντα. Ὥστε\, ἀδελφοί μου ἀγαπητοὶ καὶ ἐπιπόθητοι\, χαρὰ καὶ στέφανός μου\, οὕτως στήκετε ἐν κυρίῳ\, ἀγαπητοί. Εὐοδίαν παρακαλῶ\, καὶ Συντύχην παρακαλῶ\, τὸ αὐτὸ φρονεῖν ἐν κυρίῳ. Ναὶ\, ἐρωτῶ καί σε\, σύζυγε γνήσιε\, συλλαμβάνου αὐταῖς\, αἵτινες ἐν τῷ εὐαγγελίῳ συνήθλησάν μοι\, μετὰ καὶ Κλήμεντος\, καὶ τῶν λοιπῶν συνεργῶν μου\, ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 10.19-21\n\nΕἶπεν ὁ Κὐριος τοῖς ἑαυτοῦ μαθηταῖς·Ἰδού\, δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ\, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ. πλὴν ἐν τούτῳ μὴ χαίρετε\, ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται· χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς. ᾿Εν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ πνεύματι ὁ ᾿Ιησοῦς καὶ εἶπεν· ἐξομολογοῦμαί σοι\, πάτερ\, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς\, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν\, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· ναί\, ὁ πατήρ\, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20121125
DTEND;VALUE=DATE:20121126
SUMMARY:ΙΓ΄ Λουκᾶ
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 11/25/2012\n\nἍγιοι καὶ ἑορταί: Απόδοσις του Είσοδου τής Υπεραγίας Θεοτόκου; Αἰκατερίνη Μεγαλομάρτυς; Μερκούριος Μεγαλομάρτυς\n\nΚατάλυσις ἰχθύος\nΗχος πλ. δ'\nΕωθ. Γ'\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Γαλάτας 3:23-29; 4:1-5\n\nἈδελφοί\, πρὸ τοῦ δὲ ἐλθεῖν τὴν πίστιν\, ὑπὸ νόμον ἐφρουρούμεθα\, συγκεκλεισμένοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι. Ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν\, ἵνα ἐκ πίστεως δικαιωθῶμεν. Ἐλθούσης δὲ τῆς πίστεως\, οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν. Πάντες γὰρ υἱοὶ θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ Ἰησοῦ. Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε\, Χριστὸν ἐνεδύσασθε. Οὐκ ἔνι Ἰουδαῖος οὐδὲ Ἕλλην\, οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος\, οὐκ ἔνι ἄρσεν καὶ θῆλυ· πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ Ἰησοῦ. Εἰ δὲ ὑμεῖς Χριστοῦ\, ἄρα τοῦ Ἀβραὰμ σπέρμα ἐστέ\, καὶ κατʼ ἐπαγγελίαν κληρονόμοι. Λέγω δέ\, ἐφʼ ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν\, οὐδὲν διαφέρει δούλου\, κύριος πάντων ὤν· ἀλλὰ ὑπὸ ἐπιτρόπους ἐστὶν καὶ οἰκονόμους\, ἄχρι τῆς προθεσμίας τοῦ πατρός. Οὕτως καὶ ἡμεῖς\, ὅτε ἦμεν νήπιοι\, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι· ὅτε δὲ ἦλθεν τὸ πλήρωμα τοῦ χρόνου\, ἐξαπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ\, γενόμενον ἐκ γυναικός\, γενόμενον ὑπὸ νόμον\, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ\, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 18.18-27\n\nΤῷ καιρῷ ἐκείνῳ\, ἄρχων λέγων· διδάσκαλε ἀγαθέ\, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; εἶπε δὲ αὐτῷ ὁ ᾿Ιησοῦς· τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός. τὰς ἐντολὰς οἶδας· μὴ μοιχεύσῃς\, μὴ φονεύσῃς\, μὴ κλέψῃς\, μὴ ψευδομαρτυρήσῃς\, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου. ὁ δὲ εἶπε· ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου. ἀκούσας δὲ ταῦτα ὁ ᾿Ιησοῦς εἶπεν αὐτῷ· ἔτι ἕν σοι λείπει· πάντα ὅσα ἔχεις πώλησον καὶ διάδος πτωχοῖς\, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ\, καὶ δεῦρο ἀκολούθει μοι. ὁ δὲ ἀκούσας ταῦτα περίλυπος ἐγένετο· ἦν γὰρ πλούσιος σφόδρα. ἰδὼν δὲ αὐτὸν ὁ ᾿Ιησοῦς περίλυπον γενόμενον εἶπε· πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰσελεύσονται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ! εὐκοπώτερον γάρ ἐστι κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν. εἶπον δὲ οἱ ἀκούσαντες· καὶ τίς δύναται σωθῆναι; ὁ δὲ εἶπε· τὰ ἀδύνατα παρὰ ἀνθρώποις δυνατὰ παρὰ τῷ Θεῷ ἐστιν.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20121126
DTEND;VALUE=DATE:20121127
SUMMARY:Ἀλύπιος Ὅσιος
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 11/26/2012\n\nἍγιοι καὶ ἑορταί: Ἀλύπιος Ὅσιος; Νίκων ὁ Μετανοεῖτε; Ὅσιος Στυλιανός ὁ Παφλαγὼν; Γεώργιος Κίου; Ἰννοκέντιος Ιρκὺτσκ\n\nΚατάλυσις ἰχθύος\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Τιμόθεον α' 1:1-7\n\nΠαῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ κατʼ ἐπιταγὴν θεοῦ σωτῆρος ἡμῶν\, καὶ κυριόυ Ἰησοῦ Χριστοῦ τῆς ἐλπίδος ἡμῶν\, Τιμοθέῳ γνησίῳ τέκνῳ ἐν πίστει· χάρις\, ἔλεος\, εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ Χριστοῦ Ἰησοῦ τοῦ κυρίου ἡμῶν. Καθὼς παρεκάλεσά σε προσμεῖναι ἐν Ἐφέσῳ\, πορευόμενος εἰς Μακεδονίαν\, ἵνα παραγγείλῃς τισὶν μὴ ἑτεροδιδασκαλεῖν\, μηδὲ προσέχειν μύθοις καὶ γενεαλογίαις ἀπεράντοις\, αἵτινες ζητήσεις παρέχουσιν μᾶλλον ἢ οἰκονομίαν θεοῦ τὴν ἐν πίστει. Τὸ δὲ τέλος τῆς παραγγελίας ἐστὶν ἀγάπη ἐκ καθαρᾶς καρδίας καὶ συνειδήσεως ἀγαθῆς καὶ πίστεως ἀνυποκρίτου· ὧν τινες ἀστοχήσαντες ἐξετράπησαν εἰς ματαιολογίαν\, θέλοντες εἶναι νομοδιδάσκαλοι\, μὴ νοοῦντες μήτε ἃ λέγουσιν\, μήτε περὶ τίνων διαβεβαιοῦνται.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 19.37-44\n\nΤῷ καιρῷ ἐκείνῳ\, ἐγγίζοντος δὲ αὐτοῦ ἤδη πρὸς τῇ καταβάσει τοῦ ὄρους τῶν ἐλαιῶν ἤρξατο ἅπαν τὸ πλῆθος τῶν μαθητῶν χαίροντες αἰνεῖν τὸν Θεὸν φωνῇ μεγάλῃ περὶ πασῶν ὧν εἶδον δυνάμεων λέγοντες· εὐλογημένος ὁ ἐρχόμενος βασιλεὺς ἐν ὀνόματι Κυρίου· εἰρήνη ἐν οὐρανῷ καὶ δόξα ἐν ὑψίστοις. καί τινες τῶν Φαρισαίων ἀπὸ τοῦ ὄχλου εἶπον πρὸς αὐτόν· διδάσκαλε\, ἐπιτίμησον τοῖς μαθηταῖς σου. καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς· λέγω ὑμῖν ὅτι ἐὰν οὗτοι σιωπήσωσιν\, οἱ λίθοι κεκράξονται. Καὶ ὡς ἤγγισεν\, ἰδὼν τὴν πόλιν ἔκλαυσεν ἐπ᾿ αὐτῇ\, λέγων ὅτι εἰ ἔγνως καὶ σύ\, καί γε ἐν τῇ ἡμέρᾳ σου ταύτῃ\, τὰ πρὸς εἰρήνην σου! νῦν δὲ ἐκρύβη ἀπὸ ὀφθαλμῶν σου· ὅτι ἥξουσιν ἡμέραι ἐπὶ σὲ καὶ περιβαλοῦσιν οἱ ἐχθροί σου χάρακά σοι καὶ περικυκλώσουσί σε καὶ συνέξουσί σε πάντοθεν\, καὶ ἐδαφιοῦσί σε καὶ τὰ τέκνα σου ἐν σοί\, καὶ οὐκ ἀφήσουσιν ἐν σοὶ λίθον ἐπὶ λίθῳ\, ἀνθ᾿ ὧν οὐκ ἔγνως τὸν καιρὸν τῆς ἐπισκοπῆς σου.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20121127
DTEND;VALUE=DATE:20121128
SUMMARY:Ἰάκωβος ὁ Πέρσης
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 11/27/2012\n\nἍγιοι καὶ ἑορταί: Ἰάκωβος ὁ Πέρσης; Ναθαναὴλ Ὅσιος; Ἰάκωβος Ροστοῦ\n\nΚατάλυσις ἰχθύος\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Τιμόθεον α' 1:8-14\n\nΤέκνον Τιμόθεε\, οἴδαμεν δὲ ὅτι καλὸς ὁ νόμος\, ἐάν τις αὐτῷ νομίμως χρῆται\, εἰδὼς τοῦτο\, ὅτι δικαίῳ νόμος οὐ κεῖται\, ἀνόμοις δὲ καὶ ἀνυποτάκτοις\, ἀσεβέσιν καὶ ἁμαρτωλοῖς\, ἀνοσίοις καὶ βεβήλοις\, πατρολῴαις καὶ μητρολῴαις\, ἀνδροφόνοις\, πόρνοις\, ἀρσενοκοίταις\, ἀνδραποδισταῖς\, ψεύσταις\, ἐπιόρκοις\, καὶ εἴ τι ἕτερον τῇ ὑγιαινούσῃ διδασκαλίᾳ ἀντίκειται\, κατὰ τὸ εὐαγγέλιον τῆς δόξης τοῦ μακαρίου θεοῦ\, ὃ ἐπιστεύθην ἐγώ. Καὶ χάριν ἔχω τῷ ἐνδυναμώσαντί με Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν\, ὅτι πιστόν με ἡγήσατο\, θέμενος εἰς διακονίαν\, τὸν πρότερον ὄντα βλάσφημον καὶ διώκτην καὶ ὑβριστήν· ἀλλὰ ἠλεήθην\, ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ· ὑπερεπλεόνασεν δὲ ἡ χάρις τοῦ κυρίου ἡμῶν μετὰ πίστεως καὶ ἀγάπης τῆς ἐν Χριστῷ Ἰησοῦ.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 19.45-48\n\nΤῷ καιρῷ ἐκείνῳ\, εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας ἐν αὐτῷ καὶ ἀγοράζοντας λέγων αὐτοῖς· γέγραπται ὅτι ὁ οἶκός μου οἶκος προσευχῆς ἐστιν· ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν. Καὶ ἦν διδάσκων τὸ καθ᾿ ἡμέραν ἐν τῷ ἱερῷ· οἱ δὲ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς ἐζήτουν αὐτὸν ἀπολέσαι καὶ οἱ πρῶτοι τοῦ λαοῦ\, καὶ οὐχ εὕρισκον τὸ τί ποιήσουσιν· ὁ λαὸς γὰρ ἅπας ἐξεκρέματο αὐτοῦ ἀκούων.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20121128
DTEND;VALUE=DATE:20121129
SUMMARY:Στέφανος Ὁσιομάρτης
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 11/28/2012\n\nἍγιοι καὶ ἑορταί: Στέφανος Ὁσιομάρτης; Μάρτυς Εἰρήναρχος; Αὐξέντιος καὶ οἱ 16 σὺν αὐτῳ\n\nξεροφαγία (αὐστηρή νηστεία)\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Τιμόθεον α' 1:18-20;2:8-15\n\nΤέκνον Τιμόθεε\, ταύτην τὴν παραγγελίαν παρατίθεμαί σοι\, τέκνον Τιμόθεε\, κατὰ τὰς προαγούσας ἐπὶ σὲ προφητείας\, ἵνα στρατεύῃ ἐν αὐταῖς τὴν καλὴν στρατείαν\, ἔχων πίστιν καὶ ἀγαθὴν συνείδησιν\, ἥν τινες ἀπωσάμενοι περὶ τὴν πίστιν ἐναυάγησαν· ὧν ἐστιν Ὑμέναιος καὶ Ἀλέξανδρος\, οὓς παρέδωκα τῷ Σατανᾷ\, ἵνα παιδευθῶσιν μὴ βλασφημεῖν. Βούλομαι οὖν προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ\, ἐπαίροντας ὁσίους χεῖρας\, χωρὶς ὀργῆς καὶ διαλογισμοῦ. Ὡσαύτως καὶ τὰς γυναῖκας ἐν καταστολῇ κοσμίῳ\, μετὰ αἰδοῦς καὶ σωφροσύνης\, κοσμεῖν ἑαυτάς\, μὴ ἐν πλέγμασιν\, ἢ χρυσῷ\, ἢ μαργαρίταις\, ἢ ἱματισμῷ πολυτελεῖ\, ἀλλʼ ὃ πρέπει γυναιξὶν ἐπαγγελλομέναις θεοσέβειαν\, διʼ ἔργων ἀγαθῶν. Γυνὴ ἐν ἡσυχίᾳ μανθανέτω ἐν πάσῃ ὑποταγῇ. Γυναικὶ δὲ διδάσκειν οὐκ ἐπιτρέπω\, οὐδὲ αὐθεντεῖν ἀνδρός\, ἀλλʼ εἶναι ἐν ἡσυχίᾳ. Ἀδὰμ γὰρ πρῶτος ἐπλάσθη\, εἶτα Εὔα· καὶ Ἀδὰμ οὐκ ἠπατήθη\, ἡ δὲ γυνὴ ἀπατηθεῖσα ἐν παραβάσει γέγονεν· σωθήσεται δὲ διὰ τῆς τεκνογονίας\, ἐὰν μείνωσιν ἐν πίστει καὶ ἀγάπῃ καὶ ἁγιασμῷ μετὰ σωφροσύνης.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 20.1-8\n\nΤῷ καιρῷ ἐκείνῳ\, διδάσκοντος αὐτοῦ τὸν λαὸν ἐν τῷ ἱερῷ καὶ εὐαγγελιζομένου ἐπέστησαν οἱ ἱερεῖς καὶ οἱ γραμματεῖς σὺν τοῖς πρεσβυτέροιςκαὶ εἶπον πρὸς αὐτὸν λέγοντες· εἰπὲ ἡμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς\, ἢ τίς ἐστιν ὁ δούς σοι τὴν ἐξουσίαν ταύτην;ἀποκριθεὶς δὲ εἶπε πρὸς αὐτούς· ἐρωτήσω ὑμᾶς κἀγὼ ἕνα λόγον\, καὶ εἴπατέ μοι·τὸ βάπτισμα ᾿Ιωάννου ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων;οἱ δὲ συνελογίσαντο πρὸς ἑαυτοὺς λέγοντες ὅτι ἐὰν εἴπωμεν\, ἐξ οὐρανοῦ\, ἐρεῖ\, διατί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ;ἐὰν δὲ εἴπωμεν\, ἐξ ἀνθρώπων\, πᾶς ὁ λαὸς καταλιθάσει ἡμᾶς· πεπεισμένος γάρ ἐστιν ᾿Ιωάννην προφήτην εἶναι.καὶ ἀπεκρίθησαν μὴ εἰδέναι πόθεν.καὶ ὁ ᾿Ιησοῦς εἶπεν αὐτοῖς· οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20121129
DTEND;VALUE=DATE:20121130
SUMMARY:Παράμονος καὶ Φιλούμενος ; Νικόλαος\, Ἀρχιεπίσκοπος Θεσσαλονίκης
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 11/29/2012\n\nἍγιοι καὶ ἑορταί: Παράμονος καὶ Φιλούμενος ; Νικόλαος\, Ἀρχιεπίσκοπος Θεσσαλονίκης; Διονύσιος\, Ἐπίσκοπος Κορίνθου; Ἀκάκιος ὁ ἐν Σινᾳ\n\nΚατάλυσις ἰχθύος\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Τιμόθεον α' 3:1-13\n\nΤέκνον Τιμόθεε \,πιστὸς ὁ λόγος· εἴ τις ἐπισκοπῆς ὀρέγεται\, καλοῦ ἔργου ἐπιθυμεῖ. Δεῖ οὖν τὸν ἐπίσκοπον ἀνεπίληπτον εἶναι\, μιᾶς γυναικὸς ἄνδρα\, νηφάλεον\, σώφρονα\, κόσμιον\, φιλόξενον\, διδακτικόν· μὴ πάροινον\, μὴ πλήκτην\, μὴ αἰσχροκερδῆ\, ἀλλʼ ἐπιεικῆ\, ἄμαχον\, ἀφιλάργυρον· τοῦ ἰδίου οἴκου καλῶς προϊστάμενον\, τέκνα ἔχοντα ἐν ὑποταγῇ μετὰ πάσης σεμνότητος. Εἰ δέ τις τοῦ ἰδίου οἴκου προστῆναι οὐκ οἶδεν\, πῶς ἐκκλησίας θεοῦ ἐπιμελήσεται; Μὴ νεόφυτον\, ἵνα μὴ τυφωθεὶς εἰς κρίμα ἐμπέσῃ τοῦ διαβόλου. Δεῖ δὲ αὐτὸν καὶ μαρτυρίαν καλὴν ἔχειν ἀπὸ τῶν ἔξωθεν\, ἵνα μὴ εἰς ὀνειδισμὸν ἐμπέσῃ καὶ παγίδα τοῦ διαβόλου. Διακόνους ὡσαύτως σεμνούς\, μὴ διλόγους\, μὴ οἴνῳ πολλῷ προσέχοντας\, μὴ αἰσχροκερδεῖς\, ἔχοντας τὸ μυστήριον τῆς πίστεως ἐν καθαρᾷ συνειδήσει. Καὶ οὗτοι δὲ δοκιμαζέσθωσαν πρῶτον\, εἶτα διακονείτωσαν\, ἀνέγκλητοι ὄντες. Γυναῖκας ὡσαύτως σεμνάς\, μὴ διαβόλους\, νηφαλέους\, πιστὰς ἐν πᾶσιν. Διάκονοι ἔστωσαν μιᾶς γυναικὸς ἄνδρες\, τέκνων καλῶς προϊστάμενοι καὶ τῶν ἰδίων οἴκων. Οἱ γὰρ καλῶς διακονήσαντες βαθμὸν ἑαυτοῖς καλὸν περιποιοῦνται\, καὶ πολλὴν παρρησίαν ἐν πίστει τῇ ἐν Χριστῷ Ἰησοῦ.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 20.9-18\n\nΕἶπεν ὁ Κύριος τήν παραβολὴν ταύτην· Ἄνθρωπός τις ἐφύτευσεν ἀμπελῶνα\, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς καὶ ἀπεδήμησε χρόνους ἱκανούς.καὶ ἐν τῷ καιρῷ ἀπέστειλε πρὸς τοὺς γεωργοὺς δοῦλον ἵνα ἀπὸ τοῦ καρποῦ τοῦ ἀμπελῶνος δώσουσιν αὐτῷ· οἱ δὲ γεωργοὶ δείραντες αὐτὸν ἐξαπέστειλαν κενόν.καὶ προσέθετο αὐτοῖς πέμψαι ἕτερον δοῦλον. οἱ δὲ κἀκεῖνον δείραντες καὶ ἀτιμάσαντες ἐξαπέστειλαν κενόν.καὶ προσέθετο πέμψαι τρίτον. οἱ δὲ καὶ τοῦτον τραυματίσαντες ἐξέβαλον.εἶπε δὲ ὁ κύριος τοῦ ἀμπελῶνος· τί ποιήσω; πέμψω τὸν υἱόν μου τὸν ἀγαπητόν· ἴσως τοῦτον ἰδόντες ἐντραπήσονται.ἰδόντες δὲ αὐτὸν οἱ γεωργοὶ διελογίζοντο πρὸς ἑαυτοὺς λέγοντες· οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτόν\, ἵνα ἡμῶν γένηται ἡ κληρονομία.καὶ ἐκβαλόντες αὐτὸν ἔξω τοῦ ἀμπελῶνος ἀπέκτειναν. τί οὖν ποιήσει αὐτοῖς ὁ κύριος τοῦ ἀμπελῶνος;ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργοὺς τούτους\, καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις. ἀκούσαντες δὲ εἶπον· μὴ γένοιτο.ὁ δὲ ἐμβλέψας αὐτοῖς εἶπε· τί οὖν ἐστι τὸ γεγραμμένον τοῦτο\, λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες\, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας; πᾶς ὁ πεσὼν ἐπ᾿ ἐκεῖνον τὸν λίθον συνθλασθήσεται· ἐφ᾿ ὃν δ᾿ ἂν πέσῃ\, λικμήσει αὐτόν.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20121130
DTEND;VALUE=DATE:20121201
SUMMARY:Ἀνδρέας ὁ Πρωτόκλητος Ἀπόστολος
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 11/30/2012\n\nἍγιοι καὶ ἑορταί: Ἀνδρέας ὁ Πρωτόκλητος Ἀπόστολος; Φρουμέντιος\, Ἐπί. Ἀβησσυνίας\n\nΚατάλυσις οἴνου καί ἐλαίου\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους α' 4:9-16\n\nἈδελφοί\, ὁ θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους· ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ\, καὶ ἀγγέλοις\, καὶ ἀνθρώποις. Ἡμεῖς μωροὶ διὰ Χριστόν\, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς\, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι\, ἡμεῖς δὲ ἄτιμοι. Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν\, καὶ διψῶμεν\, καὶ γυμνητεύομεν\, καὶ κολαφιζόμεθα\, καὶ ἀστατοῦμεν\, καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσίν· λοιδορούμενοι εὐλογοῦμεν· διωκόμενοι ἀνεχόμεθα· βλασφημούμενοι παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν\, πάντων περίψημα ἕως ἄρτι. Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα\, ἀλλʼ ὡς τέκνα μου ἀγαπητὰ νουθετῶ. Ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ\, ἀλλʼ οὐ πολλοὺς πατέρας· ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. Παρακαλῶ οὖν ὑμᾶς\, μιμηταί μου γίνεσθε.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ἰωάννην 1.35-52\n\nΤῷ καιρῷ ἐκείνῳ\, εἱστήκει ὁ ᾽Ιωάννης καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο\,καὶ ἐμβλέψας τῷ ᾽Ιησοῦ περιπατοῦντι λέγει\, ῎Ιδε ὁ ἀμνὸς τοῦ Θεοῦ. Καὶ ἤκουσαν οἱ δύο μαθηταὶ αὐτοῦ λαλοῦντος καὶ ἠκολούθησαν τῷ ᾽Ιησοῦ. Στραφεὶς δὲ ὁ ᾽Ιησοῦς καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας λέγει αὐτοῖς\, Τί ζητεῖτε; οἱ δὲ εἶπαν αὐτῷ\, ῾Ραββί (ὃ λέγεται μεθερμηνευόμενον Διδάσκαλε)\, ποῦ μένεις;λέγει αὐτοῖς\, ῎Ερχεσθε καὶ ὄψεσθε. ἦλθαν οὖν καὶ εἶδαν ποῦ μένει\, καὶ παρ᾽ αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην· ὥρα ἦν ὡς δεκάτη. Ἦν ᾽Ανδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰ ᾽Ιωάννου καὶ ἀκολουθησάντων αὐτῷ·εὑρίσκει οὗτος πρῶτον τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα καὶ λέγει αὐτῷ\, Εὑρήκαμεν τὸν Μεσσίαν [ὅ ἐστιν μεθερμηνευόμενον Χριστός]·ἤγαγεν αὐτὸν πρὸς τὸν ᾽Ιησοῦν. ἐμβλέψας αὐτῷ ὁ ᾽Ιησοῦς εἶπεν\, Σὺ εἶ Σίμων ὁ υἱὸς ᾽Ιωάννου· σὺ κληθήσῃ Κηφᾶς [ὃ ἑρμηνεύεται Πέτρος]. Τῇ ἐπαύριον ἠθέλησεν ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν\, καὶ εὑρίσκει Φίλιππον. καὶ λέγει αὐτῷ ὁ ᾽Ιησοῦς\, ᾽Ακολούθει μοι. Ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά\, ἐκ τῆς πόλεως ᾽Ανδρέου καὶ Πέτρου. Εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ\, ὃν ἔγραψεν Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται εὑρήκαμεν\, ᾽Ιησοῦν υἱὸν τοῦ ᾽Ιωσὴφ τὸν ἀπὸ Ναζαρέτ. Καὶ εἶπεν αὐτῷ Ναθαναήλ\, ᾽Εκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; λέγει αὐτῷ Φίλιππος\, ῎Ερχου καὶ ἴδε. Εἶδεν ὁ ᾽Ιησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ\, ῎Ιδε ἀληθῶς ᾽Ισραηλίτης ἐν ᾧ δόλος οὐκ ἔστιν. Λέγει αὐτῷ Ναθαναήλ\, Πόθεν με γινώσκεις; ἀπεκρίθη ᾽Ιησοῦς καὶ εἶπεν αὐτῷ\, Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε. Ἀπεκρίθη αὐτῷ Ναθαναήλ\, ῾Ραββί\, σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ\, σὺ βασιλεὺς εἶ τοῦ ᾽Ισραήλ. Ἀπεκρίθη ᾽Ιησοῦς καὶ εἶπεν αὐτῷ\, Ὅτι εἶπόν σοι ὅτι εἶδόν σε ὑποκάτω τῆς συκῆς πιστεύεις; μείζω τούτων ὄψῃ. Καὶ λέγει αὐτῷ\, ᾽Αμὴν ἀμὴν λέγω ὑμῖν\, ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20121201
DTEND;VALUE=DATE:20121202
SUMMARY:Ναούμ Προφήτης
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 12/1/2012\n\nἍγιοι καὶ ἑορταί: Ναούμ Προφήτης; Φιλάρετος ὁ Ἑλεήμων; Ἀνανίας Μάρτυς; Θεοκλήτος Θαυματουργός; Ἀνανίας καὶ οἱ σὺν αὐτῳ\n\nΚατάλυσις ἰχθύος\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Γαλάτας 3:8-12\n\nἈδελφοί\, προϊδοῦσα δὲ ἡ γραφὴ ὅτι ἐκ πίστεως δικαιοῖ τὰ ἔθνη ὁ θεός\, προευηγγελίσατο τῷ Ἀβραὰμ ὅτι Ἐνευλογηθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη. Ὥστε οἱ ἐκ πίστεως εὐλογοῦνται σὺν τῷ πιστῷ Ἀβραάμ. Ὅσοι γὰρ ἐξ ἔργων νόμου εἰσίν\, ὑπὸ κατάραν εἰσίν· γέγραπται γάρ\, Ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμένει ἐν πᾶσιν τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου\, τοῦ ποιῆσαι αὐτά. Ὅτι δὲ ἐν νόμῳ οὐδεὶς δικαιοῦται παρὰ τῷ θεῷ\, δῆλον· ὅτι Ὁ δίκαιος ἐκ πίστεως ζήσεται· ὁ δὲ νόμος οὐκ ἔστιν ἐκ πίστεως\, ἀλλʼ Ὁ ποιήσας αὐτὰ ἄνθρωπος ζήσεται ἐν αὐτοῖς.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 12.32-40\n\nΕἶπεν ὁ Κύριος· Μὴ φοβοῦ τὸ μικρὸν ποίμνιον· ὅτι εὐδόκησεν ὁ πατὴρ ὑμῶν δοῦναι ὑμῖν τὴν βασιλείαν. πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν καὶ δότε ἐλεημοσύνην. ποιήσατε ἑαυτοῖς βαλλάντια μὴ παλαιούμενα\, θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς\, ὅπου κλέπτης οὐκ ἐγγίζει οὐδὲ σὴς διαφθείρει· ὅπου γάρ ἐστιν ὁ θησαυρὸς ὑμῶν\, ἐκεῖ καὶ ἡ καρδία ὑμῶν ἔσται. ῎Εστωσαν ὑμῶν αἱ ὀσφύες περιεζωσμέναι καὶ οἱ λύχνοι καιόμενοι· καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις προσδεχομένοις τὸν κύριον ἑαυτῶν\, πότε ἀναλύσει ἐκ τῶν γάμων\, ἵνα ἐλθόντος καὶ κρούσαντος εὐθέως ἀνοίξωσιν αὐτῷ.μακάριοι οἱ δοῦλοι ἐκεῖνοι\, οὓς ἐλθὼν ὁ κύριος εὑρήσει γρηγοροῦντας. ἀμὴν λέγω ὑμῖν ὅτι περιζώσεται καὶ ἀνακλινεῖ αὐτούς\, καὶ παρελθὼν διακονήσει αὐτοῖς. καὶ ἐὰν ἔλθῃ ἐν τῇ δευτέρᾳ φυλακῇ καὶ ἐν τῇ τρίτῃ φυλακῇ ἔλθῃ καὶ εὕρῃ οὕτω\, μακάριοί εἰσιν οἱ δοῦλοι ἐκεῖνοι. τοῦτο δὲ γινώσκετε ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται\, ἐγρηγόρησεν ἂν καὶ οὐκ ἂν ἀφῆκε διορυγῆναι τὸν οἶκον αὐτοῦ. καὶ ὑμεῖς οὖν γίνεσθε ἕτοιμοι· ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20121202
DTEND;VALUE=DATE:20121203
SUMMARY:ΙΔ' Λουκᾶ
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 12/2/2012\n\nἍγιοι καὶ ἑορταί: Ἀββακοὺμ Προφήτης; Κύριλλος ὁ Φιλεώτης; Μυρόπη Μάρτυς; Ἰωαννίκιος Δεβὶχ\n\nΚατάλυσις ἰχθύος\nΗχος α'\nΕωθ. Δ'\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἐφεσίους 5:8-19\n\nἈδελφοί\, ὡς τέκνα φωτὸς περιπατεῖτε - ὁ γὰρ καρπὸς τοῦ πνεύματος ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ - δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ κυρίῳ· καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους\, μᾶλλον δὲ καὶ ἐλέγχετε· τὰ γὰρ κρυφῆ γινόμενα ὑπʼ αὐτῶν αἰσχρόν ἐστιν καὶ λέγειν. Τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται· πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστίν. Διὸ λέγει\, Ἔγειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν\, καὶ ἐπιφαύσει σοι ὁ Χριστός. Βλέπετε οὖν πῶς ἀκριβῶς περιπατεῖτε\, μὴ ὡς ἄσοφοι\, ἀλλʼ ὡς σοφοί\, ἐξαγοραζόμενοι τὸν καιρόν\, ὅτι αἱ ἡμέραι πονηραί εἰσιν. Διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες\, ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ κυρίου. Καὶ μὴ μεθύσκεσθε οἴνῳ\, ἐν ᾧ ἐστὶν ἀσωτία\, ἀλλὰ πληροῦσθε ἐν πνεύματι\, λαλοῦντες ἑαυτοῖς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς\, ᾄδοντες καὶ ψάλλοντες ἐν τῇ καρδίᾳ ὑμῶν τῷ κυρίῳ.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 18.35-43\n\nΤῷ καιρῷ ἐκείνῳ\, ᾿Εγένετο δὲ ἐν τῷ ἐγγίζειν αὐτὸν εἰς ῾Ιεριχὼ τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν προσαιτῶν· ἀκούσας δὲ ὄχλου διαπορευομένου ἐπυνθάνετο τί εἴη ταῦτα. ἀπήγγειλαν δὲ αὐτῷ ὅτι ᾿Ιησοῦς ὁ Ναζωραῖος παρέρχεται. καὶ ἐβόησε λέγων· ᾿Ιησοῦ υἱὲ Δαυΐδ\, ἐλέησόν με· καὶ οἱ προάγοντες ἐπετίμων αὐτῷ ἵνα σιωπήσῃ· αὐτὸς δὲ πολλῷ μᾶλλον ἔκραζεν· υἱὲ Δαυΐδ\, ἐλέησόν με. σταθεὶς δὲ ὁ ᾿Ιησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν. ἐγγίσαντος δὲ αὐτοῦ ἐπηρώτησεν αὐτὸν λέγων· τί σοι θέλεις ποιήσω; ὁ δὲ εἶπε· Κύριε\, ἵνα ἀναβλέψω. καὶ ὁ ᾿Ιησοῦς εἶπεν αὐτῷ· ἀνάβλεψον· ἡ πίστις σου σέσωκέ σε. καὶ παραχρῆμα ἀνέβλεψε\, καὶ ἠκολούθει αὐτῷ δοξάζων τὸν Θεόν· καὶ πᾶς ὁ λαὸς ἰδὼν ἔδωκεν αἶνον τῷ Θεῷ.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20121203
DTEND;VALUE=DATE:20121204
SUMMARY:Σοφονίας Προφήτης
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 12/3/2012\n\nἍγιοι καὶ ἑορταί: Σοφονίας Προφήτης; Ἰωάννης ὁ Ἡσυχαστής; Ἀγάπιος καὶ Σέλευκος Μαρτύρες; Θεόδωρος Ἀρχιεπίσκοπος Ἀλεξανδρείας\n\nΚατάλυσις ἰχθύος\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Τιμόθεον α' 5:1-10\n\nΤέκνον Τιμόθεε\, πρεσβυτέρῳ μὴ ἐπιπλήξῃς\, ἀλλὰ παρακάλει ὡς πατέρα· νεωτέρους\, ὡς ἀδελφούς· πρεσβυτέρας\, ὡς μητέρας· νεωτέρας\, ὡς ἀδελφάς\, ἐν πάσῃ ἁγνείᾳ. Χήρας τίμα τὰς ὄντως χήρας. Εἰ δέ τις χήρα τέκνα ἢ ἔκγονα ἔχει\, μανθανέτωσαν πρῶτον τὸν ἴδιον οἶκον εὐσεβεῖν\, καὶ ἀμοιβὰς ἀποδιδόναι τοῖς προγόνοις· τοῦτο γάρ ἐστιν ἀπόδεκτον ἐνώπιον τοῦ θεοῦ. Ἡ δὲ ὄντως χήρα καὶ μεμονωμένη ἤλπικεν ἐπὶ τόν θεόν\, καὶ προσμένει ταῖς δεήσεσιν καὶ ταῖς προσευχαῖς νυκτὸς καὶ ἡμέρας. Ἡ δὲ σπαταλῶσα\, ζῶσα τέθνηκεν. Καὶ ταῦτα παράγγελλε\, ἵνα ἀνεπίληπτοι ὦσιν. Εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ\, τὴν πίστιν ἤρνηται\, καὶ ἔστιν ἀπίστου χείρων. Χήρα καταλεγέσθω μὴ ἔλαττον ἐτῶν ἑξήκοντα\, γεγονυῖα ἑνὸς ἀνδρὸς γυνή\, ἐν ἔργοις καλοῖς μαρτυρουμένη\, εἰ ἐτεκνοτρόφησεν\, εἰ ἐξενοδόχησεν\, εἰ ἁγίων πόδας ἔνιψεν\, εἰ θλιβομένοις ἐπήρκεσεν\, εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησεν.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 20.27-44\n\nΤῷ καιρῷ ἐκείνῳ\, προσελθόντες δέ τινες τῶν Σαδδουκαίων\, οἱ λέγοντες μὴ εἶναι ἀνάστασιν\, ἐπηρώτησαν αὐτὸνλέγοντες· διδάσκαλε\, Μωϋσῆς ἔγραψεν ἡμῖν\, ἐάν τινος ἀδελφὸς ἀποθάνῃ ἔχων γυναῖκα\, καὶ οὗτος ἄτεκνος ἀποθάνῃ\, ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ.ἑπτὰ οὖν ἀδελφοὶ ἦσαν· καὶ ὁ πρῶτος λαβὼν γυναῖκα ἀπέθανεν ἄτεκνος·καὶ ἔλαβεν ὁ δεύτερος τὴν γυναῖκα\, καὶ οὗτος ἀπέθανεν ἄτεκνος·καὶ ὁ τρίτος ἔλαβεν αὐτὴν ὡσαύτως· ὡσαύτως δὲ καὶ οἱ ἑπτά· οὐ κατέλιπον τέκνα\, καὶ ἀπέθανον·ὕστερον δὲ πάντων καὶ ἡ γυνὴ ἀπέθανεν.ἐν τῇ ἀναστάσει οὖν τίνος αὐτῶν γίνεται γυνή; οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα.καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς ὁ ᾿Ιησοῦς· οἱ υἱοὶ τοῦ αἰῶνος τούτου γαμοῦσι καὶ ἐκγαμίζονται·οἱ δὲ καταξιωθέντες τοῦ αἰῶνος ἐκείνου τυχεῖν καὶ τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν οὔτε γαμοῦσιν οὔτε γαμίζονται·οὔτε γὰρ ἀποθανεῖν ἔτι δύνανται· ἰσάγγελοι γάρ εἰσι καὶ υἱοί εἰσι τοῦ Θεοῦ\, τῆς ἀναστάσεως υἱοὶ ὄντες.ὅτι δὲ ἐγείρονται οἱ νεκροί\, καὶ Μωϋσῆς ἐμήνυσεν ἐπὶ τῆς βάτου\, ὡς λέγει Κύριον τὸν Θεὸν ᾿Αβραὰμ καὶ τὸν Θεὸν ᾿Ισαὰκ καὶ τὸν Θεὸν ᾿Ιακώβ.Θεὸς δὲ οὐκ ἔστι νεκρῶν\, ἀλλὰ ζώντων· πάντες γὰρ αὐτῷ ζῶσιν.ἀποκριθέντες δέ τινες τῶν γραμματέων εἶπον· διδάσκαλε\, καλῶς εἶπας.οὐκέτι δὲ ἐτόλμων ἐπερωτᾶν αὐτὸν οὐδέν. Εἶπε δὲ πρὸς αὐτούς· πῶς λέγουσι τὸν Χριστὸν υἱὸν Δαυῒδ εἶναι;καὶ αὐτὸς Δαυῒδ λέγει ἐν βίβλῳ τῶν ψαλμῶν· εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου\, κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Δαυῒδ οὖν αὐτὸν Κύριον καλεῖ· καὶ πῶς υἱὸς αὐτοῦ ἐστιν;\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20121204
DTEND;VALUE=DATE:20121205
SUMMARY:Βαρβάρα Μεγαλομάρτυς
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 12/4/2012\n\nἍγιοι καὶ ἑορταί: Βαρβάρα Μεγαλομάρτυς; Ἰωάννης ὁ Δαμασκηνός; Σεραφεὶμ Νεομάρτυς; Ὁσία Ἱουλιανὴ; Ἀλέξανδρος Χολοβίτσκης\n\nΚατάλυσις ἰχθύος\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Γαλάτας 3:23-29; 4:1-5\n\nἈδελφοί\, πρὸ τοῦ δὲ ἐλθεῖν τὴν πίστιν\, ὑπὸ νόμον ἐφρουρούμεθα\, συγκεκλεισμένοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι. Ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν\, ἵνα ἐκ πίστεως δικαιωθῶμεν. Ἐλθούσης δὲ τῆς πίστεως\, οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν. Πάντες γὰρ υἱοὶ θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ Ἰησοῦ. Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε\, Χριστὸν ἐνεδύσασθε. Οὐκ ἔνι Ἰουδαῖος οὐδὲ Ἕλλην\, οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος\, οὐκ ἔνι ἄρσεν καὶ θῆλυ· πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ Ἰησοῦ. Εἰ δὲ ὑμεῖς Χριστοῦ\, ἄρα τοῦ Ἀβραὰμ σπέρμα ἐστέ\, καὶ κατʼ ἐπαγγελίαν κληρονόμοι. Λέγω δέ\, ἐφʼ ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν\, οὐδὲν διαφέρει δούλου\, κύριος πάντων ὤν· ἀλλὰ ὑπὸ ἐπιτρόπους ἐστὶν καὶ οἰκονόμους\, ἄχρι τῆς προθεσμίας τοῦ πατρός. Οὕτως καὶ ἡμεῖς\, ὅτε ἦμεν νήπιοι\, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι· ὅτε δὲ ἦλθεν τὸ πλήρωμα τοῦ χρόνου\, ἐξαπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ\, γενόμενον ἐκ γυναικός\, γενόμενον ὑπὸ νόμον\, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ\, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Μᾶρκον 5.24-34\n\nΤῷ καιρῷ ἐκείνῳ\, ἠκολούθει τῷ Ἰησοῦ ὄχλος πολύς\, καὶ συνέθλιβον αὐτόν. Καὶ γυνή τις οὖσα ἐν ῥύσει αἵματος ἔτη δώδεκα\, καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν καὶ δαπανήσασα τὰ παρ᾿ ἑαυτῆς πάντα\, καὶ μηδὲν ὠφεληθεῖσα\, ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα\, ἀκούσασα περὶ τοῦ ᾿Ιησοῦ\, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν ἥψατο τοῦ ἱματίου αὐτοῦ· ἔλεγε γὰρ ἐν ἑαυτῇ ὅτι ἐὰν ἅψωμαι κἂν τῶν ἱματίων αὐτοῦ\, σωθήσομαι. καὶ εὐθέως ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς\, καὶ ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος. καὶ εὐθέως ὁ ᾿Ιησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν\, ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ ἔλεγε· τίς μου ἥψατο τῶν ἱματίων; καὶ ἔλεγον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· βλέπεις τὸν ὄχλον συνθλίβοντά σε\, καὶ λέγεις τίς μου ἥψατο; καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. ἡ δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα\, εἰδυῖα ὃ γέγονεν ἐπ᾿ αὐτῇ\, ἦλθε καὶ προσέπεσεν αὐτῷ καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν. ὁ δὲ εἶπεν αὐτῇ· θύγατερ\, ἡ πίστις σου σέσωκέ σε· ὕπαγε εἰς εἰρήνην\, καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου. \n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20121205
DTEND;VALUE=DATE:20121206
SUMMARY:Σάβας ὁ Ἡγιασμένος
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 12/5/2012\n\nἍγιοι καὶ ἑορταί: Σάβας ὁ Ἡγιασμένος; Διογένης Μάρτυς; Φιλόθεος ὁ ἐν Ἄθῳ; Νεκτάριος ὁ ἀσκήσας\n\nΚατάλυσις οἴνου καί ἐλαίου\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Γαλάτας 5:22-26; 6:1-2\n\nἈδελφοί\, ὁ καρπὸς τοῦ πνεύματός ἐστιν ἀγάπη\, χαρά\, εἰρήνη\, μακροθυμία\, χρηστότης\, ἀγαθωσύνη\, πίστις\, πρᾳότης\, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστιν νόμος. Οἱ δὲ τοῦ Χριστοῦ\, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασιν καὶ ταῖς ἐπιθυμίαις. Εἰ ζῶμεν πνεύματι\, πνεύματι καὶ στοιχῶμεν. Μὴ γινώμεθα κενόδοξοι\, ἀλλήλους προκαλούμενοι\, ἀλλήλοις φθονοῦντες. Ἀδελφοί\, ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι\, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πρᾳότητος\, σκοπῶν σεαυτόν μὴ καὶ σὺ πειρασθῇς. Ἀλλήλων τὰ βάρη βαστάζετε\, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 11.27-30\n\nΕἶπεν ὁ Κὐριος τοῖς ἑαυτοῦ μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν υἱὸν εἰ μὴ ὁ πατήρ\, οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι.Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι\, κἀγὼ ἀναπαύσω ὑμᾶς.ἄρατε τὸν ζυγόν μου ἐφ᾿ ὑμᾶς καὶ μάθετε ἀπ᾿ ἐμοῦ\, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ\, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν·ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20121206
DTEND;VALUE=DATE:20121207
SUMMARY:Νικόλαος ὁ Θαυματουργός
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 12/6/2012\n\nἍγιοι καὶ ἑορταί: Νικόλαος ὁ Θαυματουργός; Νικόλαος Νεομάρτυς\n\nΚατάλυσις ἰχθύος\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἑβραίους 13:17-21\n\nἈδελφοί\, πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν\, καὶ ὑπείκετε· αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν\, ὡς λόγον ἀποδώσοντες· ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσιν\, καὶ μὴ στενάζοντες· ἀλυσιτελὲς γὰρ ὑμῖν τοῦτο. Προσεύχεσθε περὶ ἡμῶν· πεποίθαμεν γὰρ ὅτι καλὴν συνείδησιν ἔχομεν\, ἐν πᾶσιν καλῶς θέλοντες ἀναστρέφεσθαι. Περισσοτέρως δὲ παρακαλῶ τοῦτο ποιῆσαι\, ἵνα τάχιον ἀποκατασταθῶ ὑμῖν. Ὁ δὲ θεὸς τῆς εἰρήνης\, ὁ ἀναγαγὼν ἐκ νεκρῶν τὸν ποιμένα τῶν προβάτων τὸν μέγαν ἐν αἵματι διαθήκης αἰωνίου\, τὸν κύριον ἡμῶν Ἰησοῦν\, καταρτίσαι ὑμᾶς ἐν παντὶ ἔργῳ ἀγαθῷ εἰς τὸ ποιῆσαι τὸ θέλημα αὐτοῦ\, ποιῶν ἐν ὑμῖν τὸ εὐάρεστον ἐνώπιον αὐτοῦ\, διὰ Ἰησοῦ Χριστοῦ· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 6.17-23\n\nΤῷ καιρῷ ἐκείνῳ\, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ\, καὶ ὄχλος μαθητῶν αὐτοῦ\, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς ᾿Ιουδαίας καὶ ῾Ιερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος\, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν\,καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων\, καὶ ἐθεραπεύοντο·καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ\, ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγε· Mακάριοι οἱ πτωχοί\, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. μακάριοι οἱ πεινῶντες νῦν\, ὅτι χορτασθήσεσθε. μακάριοι οἱ κλαίοντες νῦν\, ὅτι γελάσετε. μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι\, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου. χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ· κατὰ τὰ αὐτὰ γὰρ ἐποίουν τοῖς προφήταις οἱ πατέρες αὐτῶν.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20121207
DTEND;VALUE=DATE:20121208
SUMMARY:Ἀμβρόσιος Ἐπί. Μεδιολάνων
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 12/7/2012\n\nἍγιοι καὶ ἑορταί: Ἀμβρόσιος Ἐπί. Μεδιολάνων; Μάρτυς Ἀθηνόδωρος; Ὅσιος Γεράσιμος; Ἰωάννης Κρονστὰδτ\n\nξεροφαγία (αὐστηρή νηστεία)\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Τιμόθεον β' 1:1-2; 8-18\n\nΠαῦλος\, ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος θεοῦ\, κατʼ ἐπαγγελίαν ζωῆς τῆς ἐν Χριστῷ Ἰησοῦ\, Τιμοθέῳ ἀγαπητῷ τέκνῳ· χάρις\, ἔλεος\, εἰρήνη ἀπὸ θεοῦ πατρὸς καὶ Χριστοῦ Ἰησοῦ τοῦ κυρίου ἡμῶν.Μὴ ἐπαισχυνθῇς τὸ μαρτύριον τοῦ κυρίου ἡμῶν\, μηδὲ ἐμὲ τὸν δέσμιον αὐτοῦ· ἀλλὰ συγκακοπάθησον τῷ εὐαγγελίῳ κατὰ δύναμιν θεοῦ\, τοῦ σώσαντος ἡμᾶς καὶ καλέσαντος κλήσει ἁγίᾳ\, οὐ κατὰ τὰ ἔργα ἡμῶν\, ἀλλὰ κατʼ ἰδίαν πρόθεσιν καὶ χάριν τὴν δοθεῖσαν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων αἰωνίων\, φανερωθεῖσαν δὲ νῦν διὰ τῆς ἐπιφανείας τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ\, καταργήσαντος μὲν τὸν θάνατον\, φωτίσαντος δὲ ζωὴν καὶ ἀφθαρσίαν διὰ τοῦ εὐαγγελίου\, εἰς ὃ ἐτέθην ἐγὼ κῆρυξ καὶ ἀπόστολος καὶ διδάσκαλος ἐθνῶν. Διʼ ἣν αἰτίαν καὶ ταῦτα πάσχω\, ἀλλʼ οὐκ ἐπαισχύνομαι· οἶδα γὰρ ᾧ πεπίστευκα\, καὶ πέπεισμαι ὅτι δυνατός ἐστιν τὴν παραθήκην μου φυλάξαι εἰς ἐκείνην τὴν ἡμέραν. Ὑποτύπωσιν ἔχε ὑγιαινόντων λόγων ὧν παρʼ ἐμοῦ ἤκουσας\, ἐν πίστει καὶ ἀγάπῃ τῇ ἐν Χριστῷ Ἰησοῦ. Τὴν καλὴν παραθήκην φύλαξον διὰ πνεύματος ἁγίου τοῦ ἐνοικοῦντος ἐν ἡμῖν. Οἶδας τοῦτο\, ὅτι ἀπεστράφησάν με πάντες οἱ ἐν τῇ Ἀσίᾳ\, ὧν ἐστιν Φύγελος καὶ Ἑρμογένης. Δῴη ἔλεος ὁ κύριος τῷ Ὀνησιφόρου οἴκῳ· ὅτι πολλάκις με ἀνέψυξεν\, καὶ τὴν ἅλυσίν μου οὐκ ἐπαισχύνθη\, ἀλλὰ γενόμενος ἐν Ῥώμῃ\, σπουδαιότερον ἐζήτησέν με καὶ εὗρεν - δῴη αὐτῷ ὁ κύριος εὑρεῖν ἔλεος παρὰ κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ - καὶ ὅσα ἐν Ἐφέσῳ διηκόνησεν\, βέλτιον σὺ γινώσκεις.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 21.37-38\, 22.1\n\nΤῷ καιρῷ ἐκείνῳ\, ἦν διδάσκων ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ τὰς ἡμέρας\,τὰς δὲ νύκτας ἐξερχόμενος ηὐλίζετο εἰς τὸ ὄρος τὸ καλούμενον ἐλαιῶν· καὶ πᾶς ὁ λαὸς ὤρθριζε πρὸς αὐτὸν ἐν τῷ ἱερῷ ἀκούειν αὐτοῦ. Ἤγγιζε δὲ ἡ ἑορτὴ τῶν ἀζύμων ἡ λεγομένη πάσχα. καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὸ πῶς ἀνέλωσιν αὐτόν· ἐφοβοῦντο γὰρ τὸν λαόν. Εἰσῆλθε δὲ ὁ σατανᾶς εἰς ᾿Ιούδαν τὸν ἐπικαλούμενον ᾿Ισκαριώτην\, ὄντα ἐκ τοῦ ἀριθμοῦ τῶν δώδεκα\, καὶ ἀπελθὼν συνελάλησε τοῖς ἀρχιερεῦσι καὶ γραμματεῦσι καὶ στρατηγοῖς τὸ πῶς αὐτὸν παραδῷ αὐτοῖς. καὶ ἐχάρησαν\, καὶ συνέθεντο αὐτῷ ἀργύρια δοῦναι· καὶ ἐξωμολόγησε\, καὶ ἐζήτει εὐκαιρίαν τοῦ παραδοῦναι αὐτὸν αὐτοῖς ἄτερ ὄχλου. ῏Ηλθε δὲ ἡ ἡμέρα τῶν ἀζύμων\, ἐν ᾗ ἔδει θύεσθαι τὸ πάσχα\, καὶ ἀπέστειλε Πέτρον καὶ ᾿Ιωάννην εἰπών· πορευθέντες ἑτοιμάσατε ἡμῖν τὸ πάσχα ἵνα φάγωμεν.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20121208
DTEND;VALUE=DATE:20121209
SUMMARY:Προεόρτια Συλλήψεως Ἄννης
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 12/8/2012\n\nἍγιοι καὶ ἑορταί: Προεόρτια Συλλήψεως Ἄννης; Πατάπιος Ὅσιος; Σωσθένης καὶ Ἀπόλλων ἐκ τῶν 70\n\nΚατάλυσις ἰχθύος\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Γαλάτας 5:22-26; 6:1-2\n\nἈδελφοί\, ὁ καρπὸς τοῦ πνεύματός ἐστιν ἀγάπη\, χαρά\, εἰρήνη\, μακροθυμία\, χρηστότης\, ἀγαθωσύνη\, πίστις\, πρᾳότης\, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστιν νόμος. Οἱ δὲ τοῦ Χριστοῦ\, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασιν καὶ ταῖς ἐπιθυμίαις. Εἰ ζῶμεν πνεύματι\, πνεύματι καὶ στοιχῶμεν. Μὴ γινώμεθα κενόδοξοι\, ἀλλήλους προκαλούμενοι\, ἀλλήλοις φθονοῦντες. Ἀδελφοί\, ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι\, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πρᾳότητος\, σκοπῶν σεαυτόν μὴ καὶ σὺ πειρασθῇς. Ἀλλήλων τὰ βάρη βαστάζετε\, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 13.19-29\n\nΕἶπεν ὁ Κύριος τήν παραβολὴν ταύτην· Ὁμοία ἐστὶ κόκκῳ σινάπεως\, ὃν λαβὼν ἄνθρωπος ἔβαλεν εἰς κῆπον ἑαυτοῦ· καὶ ηὔξησε καὶ ἐγένετο εἰς δένδρον μέγα\, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατεσκήνωσεν ἐν τοῖς κλάδοις αὐτοῦ. Πάλιν εἶπε· τίνι ὁμοιώσω τὴν βασιλείαν τοῦ Θεοῦ; ὁμοία ἐστὶ ζύμῃ\, ἣν λαβοῦσα γυνὴ ἔκρυψεν εἰς ἀλεύρου σάτα τρία\, ἕως οὗ ἐζυμώθη ὅλον. Καὶ διεπορεύετο κατὰ πόλεις καὶ κώμας διδάσκων καὶ πορείαν ποιούμενος εἰς ῾Ιερουσαλήμ. εἶπε δέ τις αὐτῷ· Κύριε\, εἰ ὀλίγοι οἱ σῳζόμενοι; ὁ δὲ εἶπε πρὸς αὐτούς· ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς πύλης· ὅτι πολλοί\, λέγω ὑμῖν\, ζητήσουσιν εἰσελθεῖν καὶ οὐκ ἰσχύσουσιν. ἀφ᾿ οὗ ἂν ἐγερθῇ ὁ οἰκοδεσπότης καὶ ἀποκλείσῃ τὴν θύραν\, καὶ ἄρξησθε ἔξω ἑστάναι καὶ κρούειν τὴν θύραν λέγοντες· Κύριε Κύριε\, ἄνοιξον ἡμῖν· καὶ ἀποκριθεὶς ἐρεῖ ὑμῖν\, οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ. τότε ἄρξεσθε λέγειν· ἐφάγομεν ἐνώπιόν σου καὶ ἐπίομεν\, καὶ ἐν ταῖς πλατείαις ἡμῶν ἐδίδαξας· καὶ ἐρεῖ· λέγω ὑμῖν\, οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ· ἀπόστητε ἀπ᾿ ἐμοῦ πάντες οἱ ἐργάται τῆς ἀδικίας. ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων\, ὅταν ὄψησθε ᾿Αβραὰμ καὶ ᾿Ισαὰκ καὶ ᾿Ιακὼβ καὶ πάντας τοὺς προφήτας ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ\, ὑμᾶς δὲ ἐκβαλλομένους ἔξω\, καὶ ἥξουσιν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ ἀπὸ βορρᾶ καὶ νότου\, καὶ ἀνακλιθήσονται ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20121209
DTEND;VALUE=DATE:20121210
SUMMARY:Ι΄ Λουκᾶ
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 12/9/2012\n\nἍγιοι καὶ ἑορταί: Σύλληψις Ἁγίας Ἄννης; Προφήτις Ἄννα; Ναρσῆς ὁ Πέρσης\n\nΚατάλυσις ἰχθύος\nΗχος β'\nΕωθ. Ε'\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Γαλάτας 4:22-27\n\nἈδελφοί\, Ἀβραὰμ δύο υἱοὺς ἔσχεν· ἕνα ἐκ τῆς παιδίσκης\, καὶ ἕνα ἐκ τῆς ἐλευθέρας. Ἀλλʼ ὁ μὲν ἐκ τῆς παιδίσκης κατὰ σάρκα γεγέννηται\, ὁ δὲ ἐκ τῆς ἐλευθέρας διὰ τῆς ἐπαγγελίας. Ἅτινά ἐστιν ἀλληγορούμενα· αὗται γάρ εἰσιν δύο διαθῆκαι· μία μὲν ἀπὸ ὄρους Σινᾶ\, εἰς δουλείαν γεννῶσα\, ἥτις ἐστὶν Ἅγαρ. Τὸ γὰρ Ἅγαρ Σινᾶ ὄρος ἐστὶν ἐν τῇ Ἀραβίᾳ\, συστοιχεῖ δὲ τῇ νῦν Ἱερουσαλήμ\, δουλεύει δὲ μετὰ τῶν τέκνων αὐτῆς. Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστίν\, ἥτις ἐστὶν μήτηρ πάντων ἡμῶν· γέγραπται γάρ\, Εὐφράνθητι\, στεῖρα\, ἡ οὐ τίκτουσα· ῥῆξον καὶ βόησον\, ἡ οὐκ ὠδίνουσα· ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 13.10-17\n\nΤῷ καιρῷ ἐκείνῳ\,῏Ην δὲ διδάσκων ἐν μιᾷ τῶν συναγωγῶν ἐν τοῖς σάββασι. καὶ ἰδοὺ γυνὴ ἦν πνεῦμα ἔχουσα ἀσθενείας ἔτη δέκα καὶ ὀκτώ\, καὶ ἦν συγκύπτουσα καὶ μὴ δυναμένη ἀνακῦψαι εἰς τὸ παντελές.ἰδὼν δὲ αὐτὴν ὁ ᾿Ιησοῦς προσεφώνησε καὶ εἶπεν αὐτῇ· γύναι\, ἀπολέλυσαι τῆς ἀσθενείας σου· καὶ ἐπέθηκεν αὐτῇ τὰς χεῖρας· καὶ παραχρῆμα ἀνωρθώθη καὶ ἐδόξαζε τὸν Θεόν. ἀποκριθεὶς δὲ ὁ ἀρχισυνάγωγος\, ἀγανακτῶν ὅτι τῷ σαββάτῳ ἐθεράπευσεν ὁ ᾿Ιησοῦς\, ἔλεγε τῷ ὄχλῳ· ἓξ ἡμέραι εἰσὶν ἐν αἷς δεῖ ἐργάζεσθαι· ἐν ταύταις οὖν ἐρχόμενοι θεραπεύεσθε\, καὶ μὴ τῇ ἡμέρᾳ τοῦ σαββάτου. ἀπεκρίθη οὖν αὐτῷ ὁ Κύριος καὶ εἶπεν· ὑποκριτά\, ἕκαστος ὑμῶν τῷ σαββάτῳ οὐ λύει τὸν βοῦν αὐτοῦ ἢ τὸν ὄνον ἀπὸ τῆς φάτνης καὶ ἀπαγαγὼν ποτίζει; ταύτην δέ\, θυγατέρα ᾿Αβραὰμ οὖσαν\, ἣν ἔδησεν ὁ σατανᾶς ἰδοὺ δέκα καὶ ὀκτὼ ἔτη\, οὐκ ἔδει λυθῆναι ἀπὸ τοῦ δεσμοῦ τούτου τῇ ἡμέρᾳ τοῦ σαββάτου; καὶ ταῦτα λέγοντος αὐτοῦ κατῃσχύνοντο πάντες οἱ ἀντικείμενοι αὐτῷ\, καὶ πᾶς ὁ ὄχλος ἔχαιρεν ἐπὶ πᾶσι τοῖς ἐνδόξοις τοῖς γινομένοις ὑπ᾿ αὐτοῦ.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20121210
DTEND;VALUE=DATE:20121211
SUMMARY:Μηνᾶς\, Ἑρμογένης\, Εὔγραφος
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 12/10/2012\n\nἍγιοι καὶ ἑορταί: Μηνᾶς\, Ἑρμογένης\, Εὔγραφος; Θωμᾶς ὁ Δεφουρκινός\n\nΚατάλυσις ἰχθύος\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Τιμόθεον β' 2:20-26\n\nΤέκνον Τιμόθεε\, ἐν μεγάλῃ δὲ οἰκίᾳ οὐκ ἔστιν μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ\, ἀλλὰ καὶ ξύλινα καὶ ὀστράκινα\, καὶ ἃ μὲν εἰς τιμήν\, ἃ δὲ εἰς ἀτιμίαν. Ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν ἀπὸ τούτων\, ἔσται σκεῦος εἰς τιμήν\, ἡγιασμένον\, καὶ εὔχρηστον τῷ δεσπότῃ\, εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον. Τὰς δὲ νεωτερικὰς ἐπιθυμίας φεῦγε· δίωκε δὲ δικαιοσύνην\, πίστιν\, ἀγάπην\, εἰρήνην\, μετὰ τῶν ἐπικαλουμένων τὸν κύριον ἐκ καθαρᾶς καρδίας. Τὰς δὲ μωρὰς καὶ ἀπαιδεύτους ζητήσεις παραιτοῦ\, εἰδὼς ὅτι γεννῶσιν μάχας. Δοῦλον δὲ κυρίου οὐ δεῖ μάχεσθαι\, ἀλλʼ ἤπιον εἶναι πρὸς πάντας\, διδακτικόν\, ἀνεξίκακον\, ἐν πρᾳότητι παιδεύοντα τοὺς ἀντιδιατιθεμένους· μήποτε δῷ αὐτοῖς ὁ θεὸς μετάνοιαν εἰς ἐπίγνωσιν ἀληθείας\, καὶ ἀνανήψωσιν ἐκ τῆς τοῦ διαβόλου παγίδος\, ἐζωγρημένοι ὑπʼ αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Μᾶρκον 8.11-21\n\nΤῷ καιρῷ ἐκείνῳ\, ἦλθον οἱ Φαρισαῖοι πρὸς τὸν Ἱησοῦν\, καὶ ἤρξαντο συζητεῖν αὐτῷ\, ζητοῦντες παρ᾿ αὐτοῦ σημεῖον ἀπὸ τοῦ οὐρανοῦ\, πειράζοντες αὐτόν. καὶ ἀναστενάξας τῷ πνεύματι αὐτοῦ λέγει· τί ἡ γενεὰ αὕτη σημεῖον ἐπιζητεῖ; ἀμὴν λέγω ὑμῖν\, εἰ δοθήσεται τῇ γενεᾷ ταύτῃ σημεῖον. καὶ ἀφεὶς αὐτοὺς εἰς τὸ πλοῖον ἀπῆλθε πάλιν. Καὶ ἐπελάθοντο λαβεῖν ἄρτους\, καὶ εἰ μὴ ἕνα ἄρτον οὐκ εἶχον μεθ᾿ ἑαυτῶν ἐν τῷ πλοίῳ. καὶ διεστέλλετο αὐτοῖς λέγων· ὁρᾶτε\, βλέπετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ τῆς ζύμης ῾Ηρῴδου.καὶ διελογίζοντο πρὸς ἀλλήλους λέγοντες ὅτι ἄρτους οὐκ ἔχομεν. καὶ γνοὺς ὁ ᾿Ιησοῦς λέγει αὐτοῖς· τί διαλογίζεσθε ὅτι ἄρτους οὐκ ἔχετε; οὔπω νοεῖτε οὐδὲ συνίετε; ἔτι πεπωρωμένην ἔχετε τὴν καρδίαν ὑμῶν; ὀφθαλμοὺς ἔχοντες οὐ βλέπετε\, καὶ ὦτα ἔχοντες οὐκ ἀκούετε; καὶ οὐ μνημονεύετε; ὅτε τοὺς πέντε ἄρτους ἔκλασα εἰς τοὺς πεντακισχιλίους\, καὶ πόσους κοφίνους κλασμάτων πλήρεις ἤρατε; λέγουσιν αὐτῶ· δώδεκα. ὅτε δὲ τοὺς ἑπτὰ εἰς τοὺς τετρακισχιλίους\, πόσων σπυρίδων πληρώματα κλασμάτων ἤρατε; οἱ δὲ εἶπον· ἑπτά. καὶ ἔλεγεν αὐτοῖς· οὔπω συνίετε;\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20121211
DTEND;VALUE=DATE:20121212
SUMMARY:Δανιήλ ὁ Στυλίτης
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 12/11/2012\n\nἍγιοι καὶ ἑορταί: Δανιήλ ὁ Στυλίτης; Λουκᾶς ὁ Στυλίτης; Μάρτυρες Ασκέψια καί Ἀηθάλ; Μαρτύρες Μιράκος καί Βαρσάβας; Λεόντιος ὁ Μονεμβασιώτης\n\nΚατάλυσις ἰχθύος\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Τιμόθεον β' 3:16-17; 4:1-4\n\nΤέκνον Τιμόθεε\, πᾶσα γραφὴ θεόπνευστος καὶ ὠφέλιμος πρὸς διδασκαλίαν\, πρὸς ἔλεγχον\, πρὸς ἐπανόρθωσιν\, πρὸς παιδείαν τὴν ἐν δικαιοσύνῃ· ἵνα ἄρτιος ᾖ ὁ τοῦ θεοῦ ἄνθρωπος\, πρὸς πᾶν ἔργον ἀγαθὸν ἐξηρτισμένος. Διαμαρτύρομαι οὖν ἐγὼ ἐνώπιον τοῦ θεοῦ\, καὶ τοῦ κυρίου Ἰησοῦ Χριστοῦ\, τοῦ μέλλοντος κρίνειν ζῶντας καὶ νεκρούς\, κατὰ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τὴν βασιλείαν αὐτοῦ\, κήρυξον τὸν λόγον\, ἐπίστηθι εὐκαίρως\, ἀκαίρως\, ἔλεγξον\, ἐπιτίμησον\, παρακάλεσον\, ἐν πάσῃ μακροθυμίᾳ καὶ διδαχῇ. Ἔσται γὰρ καιρὸς ὅτε τῆς ὑγιαινούσης διδασκαλίας οὐκ ἀνέξονται\, ἀλλὰ κατὰ τὰς ἐπιθυμίας τὰς ἰδίας ἑαυτοῖς ἐπισωρεύσουσιν διδασκάλους\, κνηθόμενοι τὴν ἀκοήν· καὶ ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέψουσιν\, ἐπὶ δὲ τοὺς μύθους ἐκτραπήσονται.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Μᾶρκον 8.22-26\n\nΤῷ καιρῷ ἐκείνῳ\, ἔρχεται ὁ Ἰησοῦς εἰς Βηθσαϊδάν. Καὶ φέρουσιν αὐτῷ τυφλὸν καὶ παρακαλοῦσιν αὐτὸν ἵνα αὐτοῦ ἅψηται. καὶ ἐπιλαβόμενος τῆς χειρὸς τοῦ τυφλοῦ ἐξήγαγεν αὐτὸν ἔξω τῆς κώμης\, καὶ πτύσας εἰς τὰ ὄμματα αὐτοῦ\, ἐπιθεὶς τὰς χεῖρας αὐτῷ ἐπηρώτα αὐτὸν εἴ τι βλέπει. καὶ ἀναβλέψας ἔλεγε· βλέπω τοὺς ἀνθρώπους ὡς δένδρα περιπατοῦντας. εἶτα πάλιν ἐπέθηκε τὰς χεῖρας ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ ἐποίησεν αὐτὸν ἀναβλέψαι\, καὶ ἀποκατεστάθη\, καὶ ἐνέβλεψε τηλαυγῶς ἅπαντας. καὶ ἀπέστειλεν αὐτὸν εἰς τὸν οἶκον αὐτοῦ λέγων· μηδὲ εἰς τὴν κώμην εἰσέλθῃς μηδὲ εἴπῃς τινὶ ἐν τῇ κώμῃ.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20121212
DTEND;VALUE=DATE:20121213
SUMMARY:Σπυρίδων ὁ Θαυματουργός
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 12/12/2012\n\nἍγιοι καὶ ἑορταί: Σπυρίδων ὁ Θαυματουργός; Νεομάρτυς Πέτρος ὁ Ἀλεῢτ\n\nΚατάλυσις οἴνου καί ἐλαίου\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἐφεσίους 5:8-19\n\nἈδελφοί\, ὡς τέκνα φωτὸς περιπατεῖτε - ὁ γὰρ καρπὸς τοῦ πνεύματος ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ - δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ κυρίῳ· καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους\, μᾶλλον δὲ καὶ ἐλέγχετε· τὰ γὰρ κρυφῆ γινόμενα ὑπʼ αὐτῶν αἰσχρόν ἐστιν καὶ λέγειν. Τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται· πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστίν. Διὸ λέγει\, Ἔγειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν\, καὶ ἐπιφαύσει σοι ὁ Χριστός. Βλέπετε οὖν πῶς ἀκριβῶς περιπατεῖτε\, μὴ ὡς ἄσοφοι\, ἀλλʼ ὡς σοφοί\, ἐξαγοραζόμενοι τὸν καιρόν\, ὅτι αἱ ἡμέραι πονηραί εἰσιν. Διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες\, ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ κυρίου. Καὶ μὴ μεθύσκεσθε οἴνῳ\, ἐν ᾧ ἐστὶν ἀσωτία\, ἀλλὰ πληροῦσθε ἐν πνεύματι\, λαλοῦντες ἑαυτοῖς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς\, ᾄδοντες καὶ ψάλλοντες ἐν τῇ καρδίᾳ ὑμῶν τῷ κυρίῳ.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ἰωάννην 10.9-16\n\nΕἶπεν ὁ Κύριος· ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ\, κλέπται εἰσὶ καὶ λῃσταί· ἀλλ᾽ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. ἐγώ εἰμι ἡ θύρα· δι᾽ ἐμοῦ ἐάν τις εἰσέλθῃ\, σωθήσεται\, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται\, καὶ νομὴν εὑρήσει. ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι καὶ περισσὸν ἔχωσιν. ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· ὁ μισθωτὸς δὲ καὶ οὐκ ὢν ποιμήν\, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια\, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα. ὁ δὲ μισθωτὸς φεύγει\, ὅτι μισθωτός ἐστι καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός\, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν\, καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα\, καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. καὶ ἄλλα πρόβατα ἔχω\, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν\, καὶ τῆς φωνῆς μου ἀκούσουσι\, καὶ γενήσεται μία ποίμνη\, εἷς ποιμήν.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20121213
DTEND;VALUE=DATE:20121214
SUMMARY:Γερμανὸς Ἀλάσκου
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 12/13/2012\n\nἍγιοι καὶ ἑορταί: Γερμανὸς Ἀλάσκου; Εὐστράτιος\, Αὐξέντιος\, Εὐγένιος; Λουκία ή Παρθένος ; Γαβριὴλ\, ἱερομάρυς Σερβίας\n\nξεροφαγία (αὐστηρή νηστεία)\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Τίτον 1:5-14\n\nΤέκνον Τίτε\, καταστήσῃς κατὰ πόλιν πρεσβυτέρους\, ὡς ἐγώ σοι διεταξάμην\, εἴ τίς ἐστιν ἀνέγκλητος\, μιᾶς γυναικὸς ἀνήρ\, τέκνα ἔχων πιστά\, μὴ ἐν κατηγορίᾳ ἀσωτίας ἢ ἀνυπότακτα. Δεῖ γὰρ τὸν ἐπίσκοσκοπον ἀνέγκλητον εἶναι ὡς Θεοῦ οἰκονόμον\, μὴ αὐθάδη\, μὴ ὀργίλον\, μὴ πάροινον\, μὴ πλήκτην\, μὴ αἰσχροκερδῆ\, ἀλλὰ φιλόξενον\, φιλάγαθον\, σώφρονα\, δίκαιον\, ὅσιον\, ἐγκρατῆ\, ἀντεχόμενον τοῦ κατὰ τὴν διδαχὴν πιστοῦ λόγου\, ἵνα δυνατὸς ᾖ καὶ παρακαλεῖν ἐν τῇ διδασκαλίᾳ τῇ ὑγιαινούσῃ καὶ τοὺς ἀντιλέγοντας ἐλέγχειν. Εἰσὶ γὰρ πολλοὶ καὶ ἀνυπότακτοι\, ματαιολόγοι καὶ φρεναπάται\, μάλιστα οἱ ἐκ περιτομῆς\, οὓς δεῖ ἐπιστομίζειν\, οἵτινες ὅλους οἴκους ἀνατρέπουσι διδάσκοντες ἃ μὴ δεῖ αἰσχροῦ κέρδους χάριν. Εἶπέ τις ἐξ αὐτῶν ἴδιος αὐτῶν προφήτης· Κρῆτες ἀεὶ ψεῦσται\, κακὰ θηρία\, γαστέρες ἀργαί. Ἡ μαρτυρία αὕτη ἐστὶν ἀληθής. δι᾿ ἣν αἰτίαν ἔλεγχε αὐτοὺς ἀποτόμως\, ἵνα ὑγιαίνωσιν ἐν τῇ πίστει\, μὴ προσέχοντες ᾿Ιουδαικοῖς μύθοις καὶ ἐντολαῖς ἀνθρώπων ἀποστρεφομένων τὴν ἀλήθειαν.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Μᾶρκον 9.10-15\n\nΤῷ καιρῷ ἐκείνῳ\, ἐκράτησαν οἰ μαθηταὶ τὸν λόγον ἐκράτησαν\, πρὸς ἑαυτοὺς συζητοῦντες τί ἐστι τὸ ἐκ νεκρῶν ἀναστῆναι. καὶ ἐπηρώτων αὐτὸν λέγοντες\, ὅτι λέγουσιν οἱ γραμματεῖς ὅτι ᾿Ηλίαν δεῖ ἐλθεῖν πρῶτον. ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· ᾿Ηλίας μὲν ἐλθὼν πρῶτον ἀποκαθιστᾷ πάντα· καὶ πῶς γέγραπται ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἵνα πολλὰ πάθῃ καὶ ἐξουδενωθῇ; ἀλλὰ λέγω ὑμῖν ὅτι καὶ ᾿Ηλίας ἐλήλυθε\, καὶ ἐποίησαν αὐτῷ ὅσα ἠθέλησαν\, καθὼς γέγραπται ἐπ᾿ αὐτόν. Καὶ ἐλθὼν πρὸς τοὺς μαθητὰς εἶδεν ὄχλον πολὺν περὶ αὐτούς\, καὶ γραμματεῖς συζητοῦντας αὐτοῖς. καὶ εὐθέως πᾶς ὁ ὄχλος ἰδόντες αὐτὸν ἐξεθαμβήθησαν\, καὶ προστρέχοντες ἠσπάζοντο αὐτόν.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20121214
DTEND;VALUE=DATE:20121215
SUMMARY:Θύρσος\, Καλλίνικος\, Λεύκιος
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 12/14/2012\n\nἍγιοι καὶ ἑορταί: Θύρσος\, Καλλίνικος\, Λεύκιος\n\nξεροφαγία (αὐστηρή νηστεία)\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Τίτον 1:15-16; 2:1-10\n\nΤέκνον Τίτε\, πάντα μὲν καθαρὰ τοῖς καθαροῖς· τοῖς δὲ μεμιαμμένοις καὶ ἀπίστοις οὐδὲν καθαρόν\, ἀλλὰ μεμίανται αὐτῶν καὶ ὁ νοῦς καὶ ἡ συνείδησις. Θεὸν ὁμολογοῦσιν εἰδέναι\, τοῖς δὲ ἔργοις ἀρνοῦνται\, βδελυκτοὶ ὄντες καὶ ἀπειθεῖς καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἀδόκιμοι. Σὺ δὲ λάλει ἃ πρέπει τῇ ὑγιαινούσῃ διδασκαλίᾳ. Πρεσβύτας νηφαλίους εἶναι\, σεμνούς\, σώφρονας\, ὑγιαίνοντας τῇ πίστει\, τῇ ἀγάπῃ\, τῇ ὑπομονῇ. Πρεσβύτιδας ὡσαύτως ἐν καταστήματι ἱεροπρεπεῖς\, μὴ διαβόλους\, μὴ οἴνῳ πολλῷ δεδουλωμένας\, καλοδιδασκάλους ἵνα σωφρονίζωσι τὰς νέας φιλάνδρους εἶναι\, φιλοτέκνους\, σώφρονας\, ἁγνάς\, οἰκουρούς\, ἀγαθάς\, ὑποτασσομένας τοῖς ἰδίοις ἀνδράσιν\, ἵνα μὴ ὁ λόγος τοῦ Θεοῦ βλασφημῆται. Τοὺς νεωτέρους ὡσαύτως παρακάλει σωφρονεῖν\, περὶ πάντα σεαυτὸν παρεχόμενος τύπον καλῶν ἔργων\, ἐν τῇ διδασκαλίᾳ ἀδιαφθορίαν\, σεμνότητα\, ἀφθαρσίαν\, λόγον ὑγιῆ\, ἀκατάγνωστον\, ἵνα ὁ ἐξ ἐναντίας ἐντραπῇ μηδὲν ἔχων περὶ ἡμῶν λέγειν φαῦλον. Δούλους ἰδίοις δεσπόταις ὑποτάσσεσθαι\, ἐν πᾶσιν εὐαρέστους εἶναι\, μὴ ἀντιλέγοντας\, μὴ νοσφιζομένους\, ἀλλὰ πίστιν πᾶσαν ἐνδεικνυμένους ἀγαθήν\, ἵνα τὴν διδασκαλίαν τοῦ σωτῆρος ἡμῶν Θεοῦ κοσμῶσιν ἐν πᾶσιν.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Μᾶρκον 9.33-41\n\nΤῷ καιρῷ ἐκείνῳ\, ἦλθεν ὁ Ἰησοῦς καὶ οἰ μαθηταὶ εἰς Καφαρναούμ. καὶ ἐν τῇ οἰκίᾳ γενόμενος ἐπηρώτα αὐτούς· τί ἐν τῇ ὁδῷ πρὸς ἑαυτοὺς διελογίζεσθε; οἱ δὲ ἐσιώπων· πρὸς ἀλλήλους γὰρ διελέχθησαν ἐν τῇ ὁδῷ τίς μείζων. καὶ καθίσας ἐφώνησε τοὺς δώδεκα καὶ λέγει αὐτοῖς· εἴ τις θέλει πρῶτος εἶναι\, ἔσται πάντων ἔσχατος καὶ πάντων διάκονος. καὶ λαβὼν παιδίον ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν\, καὶ ἐναγκαλισάμενος αὐτὸ εἶπεν αὐτοῖς· ὃς ἐὰν ἓν τῶν τοιούτων παιδίων δέξηται ἐπὶ τῷ ὀνόματί μου\, ἐμὲ δέχεται· καὶ ὃς ἐὰν ἐμὲ δέξηται\, οὐκ ἐμὲ δέχεται\, ἀλλὰ τὸν ἀποστείλαντά με. ᾿Απεκρίθη αὐτῷ ὁ ᾿Ιωάννης λέγων· διδάσκαλε\, εἴδομέν τινα ἐν τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια\, ὃς οὐκ ἀκολουθεῖ ἡμῖν\, καὶ ἐκωλύσαμεν αὐτόν\, ὅτι οὐκ ἀκολουθεῖ ἡμῖν. ὁ δὲ ᾿Ιησοῦς εἶπε· μὴ κωλύετε αὐτόν· οὐδεὶς γάρ ἐστιν ὃς ποιήσει δύναμιν ἐπὶ τῷ ὀνόματί μου καὶ δυνήσεται ταχὺ κακολογῆσαί με. ὃς γὰρ οὐκ ἔστι καθ᾿ ὑμῶν\, ὑπὲρ ὑμῶν ἐστιν. ὃς γὰρ ἂν ποτίσῃ ὑμᾶς ποτήριον ὕδατος ἐν τῷ ὀνόματί μου\, ὅτι Χριστοῦ ἐστε\, ἀμὴν λέγω ὑμῖν\, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20121215
DTEND;VALUE=DATE:20121216
SUMMARY:Ἐλευθέριος Μεγαλομάρτυς καὶ Ἀνθία Μήτηρ
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 12/15/2012\n\nἍγιοι καὶ ἑορταί: Ἐλευθέριος Μεγαλομάρτυς καὶ Ἀνθία Μήτηρ; Ὁσιομάρτης Σωσσάνα\n\nΚατάλυσις οἴνου καί ἐλαίου\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Τιμόθεον β' 1:8-18\n\nΤέκνον Τιμόθεε\, μὴ οὖν ἐπαισχυνθῇς τὸ μαρτύριον τοῦ κυρίου ἡμῶν\, μηδὲ ἐμὲ τὸν δέσμιον αὐτοῦ· ἀλλὰ συγκακοπάθησον τῷ εὐαγγελίῳ κατὰ δύναμιν θεοῦ\, τοῦ σώσαντος ἡμᾶς καὶ καλέσαντος κλήσει ἁγίᾳ\, οὐ κατὰ τὰ ἔργα ἡμῶν\, ἀλλὰ κατʼ ἰδίαν πρόθεσιν καὶ χάριν τὴν δοθεῖσαν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων αἰωνίων\, φανερωθεῖσαν δὲ νῦν διὰ τῆς ἐπιφανείας τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ\, καταργήσαντος μὲν τὸν θάνατον\, φωτίσαντος δὲ ζωὴν καὶ ἀφθαρσίαν διὰ τοῦ εὐαγγελίου\, εἰς ὃ ἐτέθην ἐγὼ κῆρυξ καὶ ἀπόστολος καὶ διδάσκαλος ἐθνῶν. Διʼ ἣν αἰτίαν καὶ ταῦτα πάσχω\, ἀλλʼ οὐκ ἐπαισχύνομαι· οἶδα γὰρ ᾧ πεπίστευκα\, καὶ πέπεισμαι ὅτι δυνατός ἐστιν τὴν παραθήκην μου φυλάξαι εἰς ἐκείνην τὴν ἡμέραν. Ὑποτύπωσιν ἔχε ὑγιαινόντων λόγων ὧν παρʼ ἐμοῦ ἤκουσας\, ἐν πίστει καὶ ἀγάπῃ τῇ ἐν Χριστῷ Ἰησοῦ. Τὴν καλὴν παραθήκην φύλαξον διὰ πνεύματος ἁγίου τοῦ ἐνοικοῦντος ἐν ἡμῖν. Οἶδας τοῦτο\, ὅτι ἀπεστράφησάν με πάντες οἱ ἐν τῇ Ἀσίᾳ\, ὧν ἐστιν Φύγελος καὶ Ἑρμογένης. Δῴη ἔλεος ὁ κύριος τῷ Ὀνησιφόρου οἴκῳ· ὅτι πολλάκις με ἀνέψυξεν\, καὶ τὴν ἅλυσίν μου οὐκ ἐπαισχύνθη\, ἀλλὰ γενόμενος ἐν Ῥώμῃ\, σπουδαιότερον ἐζήτησέν με καὶ εὗρεν - δῴη αὐτῷ ὁ κύριος εὑρεῖν ἔλεος παρὰ κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ - καὶ ὅσα ἐν Ἐφέσῳ διηκόνησεν\, βέλτιον σὺ γινώσκεις.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Μᾶρκον 2.23-28\, 3.1-5\n\nΤῷ καιρῷ ἐκείνῳ\, ἐπορεύετο ὁ Ἰησοῦς ἐν τοῖς σάββασι διὰ τῶν σπορίμων\, καὶ ἤρξαντο οἱ μαθηταὶ αὐτοῦ ὁδὸν ποιεῖν τίλλοντες τοὺς στάχυας. καὶ οἱ Φαρισαῖοι ἔλεγον αὐτῷ· ἴδε τί ποιοῦσιν ἐν τοῖς σάββασιν ὃ οὐκ ἔξεστι. καὶ αὐτὸς ἔλεγεν αὐτοῖς· οὐδέποτε ἀνέγνωτε τί ἐποίησε Δαυῒδ ὅτε χρείαν ἔσχε καὶ ἐπείνασεν αὐτὸς καὶ οἱ μετ᾿ αὐτοῦ; πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ ἐπὶ ᾿Αβιάθαρ ἀρχιερέως καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν\, οὓς οὐκ ἔξεστι φαγεῖν εἰ μὴ τοῖς ἱερεῦσι\, καὶ ἔδωκε καὶ τοῖς σὺν αὐτῷ οὖσι; καὶ ἔλεγεν αὐτοῖς· τὸ σάββατον διὰ τὸν ἄνθρωπον ἐγένετο\, οὐχ ὁ ἄνθρωπος διὰ τὸ σάββατον· ὥστε κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου. Καὶ εἰσῆλθε πάλιν εἰς τὴν συναγωγήν· καὶ ἦν ἐκεῖ ἄνθρωπος ἐξηραμμένην ἔχων τὴν χεῖρα. καὶ παρετήρουν αὐτὸν εἰ τοῖς σάββασι θεραπεύσει αὐτόν\, ἵνα κατηγορήσωσιν αὐτοῦ. καὶ λέγει τῷ ἀνθρώπῳ τῷ ἐξηραμμένην ἔχοντι τὴν χεῖρα· ἔγειρε εἰς τὸ μέσον. καὶ λέγει αὐτοῖς· ἔξεστι τοῖς σάββασιν ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι; ψυχὴν σῶσαι ἢ ἀποκτεῖναι; οἱ δὲ ἐσιώπων. καὶ περιβλεψάμενος αὐτοὺς μετ᾿ ὀργῆς\, συλλυπούμενος ἐπὶ τῇ πωρώσει τῆς καρδίας αὐτῶν\, λέγει τῷ ἀνθρώπῳ· ἔκτεινον τὴν χεῖρά σου. καὶ ἐξέτεινε\, καὶ ἀποκατεστάθη ἡ χεὶρ αὐτοῦ ὑγιὴς ὡς ἡ ἄλλη.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20121216
DTEND;VALUE=DATE:20121217
SUMMARY:ΙΑ΄ Λουκᾶ
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 12/16/2012\n\nἍγιοι καὶ ἑορταί: Ἀγγαῖος Προφήτης; Μόδεστος Ἐπί. Ἱεροσολύμων; Θεοφανία Βασιλίσσα; Νικόλαος\, Πατριάρχης Κωνσταντινουπόλεως ; Μέμνονος\, Ἀρχιεπίσκοπος Ἐφέσου\n\nΚατάλυσις οἴνου καί ἐλαίου\nΗχος γ'\nΕωθ. ΣΤ'\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κολοσσαεῖς 3:4-11\n\nἈδελφοί\, ὅταν ὁ Χριστὸς φανερωθῇ\, ἡ ζωὴ ἡμῶν\, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ. Νεκρώσατε οὖν τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς\, πορνείαν\, ἀκαθαρσίαν\, πάθος\, ἐπιθυμίαν κακήν\, καὶ τὴν πλεονεξίαν\, ἥτις ἐστὶν εἰδωλολατρεία\, διʼ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας· Ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε\, ὅτε ἐζῆτε ἐν αὐτοῖς. Νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμεῖς τὰ πάντα\, ὀργήν\, θυμόν\, κακίαν\, βλασφημίαν\, αἰσχρολογίαν ἐκ τοῦ στόματος ὑμῶν· μὴ ψεύδεσθε εἰς ἀλλήλους\, ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ\, καὶ ἐνδυσάμενοι τὸν νέον\, τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατʼ εἰκόνα τοῦ κτίσαντος αὐτόν· ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος\, περιτομὴ καὶ ἀκροβυστία\, βάρβαρος\, Σκύθης\, δοῦλος\, ἐλεύθερος· ἀλλὰ τὰ πάντα καὶ ἐν πᾶσιν Χριστός.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 14.16-24\, Matt\n\nΕἶπεν ὁ Κύριος τήν παραβολὴν ταύτην· Ἄνθρωπός τις ἐποίησε δεῖπνον μέγα καὶ ἐκάλεσε πολλούς· καὶ ἀπέστειλε τὸν δοῦλον αὐτοῦ τῇ ὥρᾳ τοῦ δείπνου εἰπεῖν τοῖς κεκλημένοις· ἔρχεσθε\, ὅτι ἤδη ἕτοιμά ἐστι πάντα. καὶ ἤρξαντο ἀπὸ μιᾶς παραιτεῖσθαι πάντες. ὁ πρῶτος εἶπεν αὐτῷ· ἀγρὸν ἠγόρασα\, καὶ ἔχω ἀνάγκην ἐξελθεῖν καὶ ἰδεῖν αὐτόν· ἐρωτῶ σε\, ἔχε με παρῃτημένον. καὶ ἕτερος εἶπε· ζεύγη βοῶν ἠγόρασα πέντε\, καὶ πορεύομαι δοκιμάσαι αὐτά· ἐρωτῶ σε\, ἔχε με παρῃτημένον. καὶ ἕτερος εἶπε· γυναῖκα ἔγημα\, καὶ διὰ τοῦτο οὐ δύναμαι ἐλθεῖν. καὶ παραγενόμενος ὁ δοῦλος ἐκεῖνος ἀπήγγειλε τῷ κυρίῳ αὐτοῦ ταῦτα. τότε ὀργισθεὶς ὁ οἰκοδεσπότης εἶπε τῷ δούλῳ αὐτοῦ· ἔξελθε ταχέως εἰς τὰς πλατείας καὶ ῥύμας τῆς πόλεως\, καὶ τοὺς πτωχοὺς καὶ ἀναπήρους καὶ χωλοὺς καὶ τυφλοὺς εἰσάγαγε ὧδε. καὶ εἶπεν ὁ δοῦλος· κύριε\, γέγονεν ὡς ἐπέταξας\, καὶ ἔτι τόπος ἐστί. καὶ εἶπεν ὁ κύριος πρὸς τὸν δοῦλον· ἔξελθε εἰς τὰς ὁδοὺς καὶ φραγμοὺς καὶ ἀνάγκασον εἰσελθεῖν\, ἵνα γεμισθῇ ὁ οἶκος μου. λέγω γὰρ ὑμῖν ὅτι οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκλημένων γεύσεταί μου τοῦ δείπνου. Πολλοί γὰρ εἰσιν κλητοί\, ὀλίγοι δέ ἐκλεκτοί.\n \n \n \n \n \n \n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20121217
DTEND;VALUE=DATE:20121218
SUMMARY:Δανιήλ καί οἱ 3 Παῖδες
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 12/17/2012\n\nἍγιοι καὶ ἑορταί: Δανιήλ καί οἱ 3 Παῖδες; Διονύσιος ὁ Ζακύνθινός\n\nΚατάλυσις οἴνου καί ἐλαίου\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἑβραίους 11:33-40; 12:1-2\n\nἈδελφοί\, οἱ Ἅγιοι πάντες διὰ πίστεως κατηγωνίσαντο βασιλείας\, εἰργάσαντο δικαιοσύνην\, ἐπέτυχον ἐπαγγελιῶν\, ἔφραξαν στόματα λεόντων\, ἔσβεσαν δύναμιν πυρός\, ἔφυγον στόματα μαχαίρας\, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας\, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ\, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων. Ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν\, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν\, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν· ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον\, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς· ἐλιθάσθησαν\, ἐπρίσθησαν\, ἐπειράσθησαν\, ἐν φόνῳ μαχαίρας ἀπέθανον· περιῆλθον ἐν μηλωταῖς\, ἐν αἰγείοις δέρμασιν\, ὑστερούμενοι\, θλιβόμενοι\, κακουχούμενοι - ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος - ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσιν καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς. Καὶ οὗτοι πάντες\, μαρτυρηθέντες διὰ τῆς πίστεως\, οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν\, τοῦ θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου\, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν. Τοιγαροῦν καὶ ἡμεῖς\, τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρτύρων\, ὄγκον ἀποθέμενοι πάντα καὶ τὴν εὐπερίστατον ἁμαρτίαν\, διʼ ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα\, ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 11.47-54\, 12.1\n\nΕἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· Οὐαὶ ὑμῖν\, ὅτι οἰκοδομεῖτε τὰ μνημεῖα τῶν προφητῶν\, οἱ δὲ πατέρες ὑμῶν ἀπέκτειναν αὐτούς.ἄρα μαρτυρεῖτε καὶ συνευδοκεῖτε τοῖς ἔργοις τῶν πατέρων ὑμῶν\, ὅτι αὐτοὶ μὲν ἀπέκτειναν αὐτούς\, ὑμεῖς δὲ οἰκοδομεῖτε αὐτῶν τὰ μνημεῖα.διὰ τοῦτο καὶ ἡ σοφία τοῦ Θεοῦ εἶπεν· ἀποστελῶ εἰς αὐτοὺς προφήτας καὶ ἀποστόλους\, καὶ ἐξ αὐτῶν ἀποκτενοῦσι καὶ ἐκδιώξουσιν\,ἵνα ἐκζητηθῇ τὸ αἷμα πάντων τῶν προφητῶν τὸ ἐκχυνόμενον ἀπὸ καταβολῆς κόσμου ἀπὸ τῆς γενεᾶς ταύτης\,ἀπὸ τοῦ αἵματος ῎Αβελ ἕως τοῦ αἵματος Ζαχαρίου τοῦ ἀπολομένου μεταξὺ τοῦ θυσιαστηρίου καὶ τοῦ οἴκου· ναί\, λέγω ὑμῖν\, ἐκζητηθήσεται ἀπὸ τῆς γενεᾶς ταύτης.οὐαὶ ὑμῖν τοῖς νομικοῖς\, ὅτι ἤρατε τὴν κλεῖδα τῆς γνώσεως· αὐτοὶ οὐκ εἰσήλθετε\, καὶ τοὺς εἰσερχομένους ἐκωλύσατε.λέγοντος δὲ αὐτοῦ πρὸς αὐτοὺς ταῦτα ἤρξαντο οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι δεινῶς ἐνέχειν καὶ ἀποστοματίζειν αὐτὸν περὶ πλειόνων\,ἐνεδρεύοντες αὐτόν\, ζητοῦντες θηρεῦσαί τι ἐκ τοῦ στόματος αὐτοῦ\, ἵνα κατηγορήσωσιν αὐτοῦ. Ἐν οἷς ἐπισυναχθεισῶν τῶν μυριάδων τοῦ ὄχλου ὡς καταπατεῖν ἀλλήλους\, ἤρξατο λέγειν πρὸς τοὺς μαθητὰς αὐτοῦ πρῶτον· προσέχετε ἑαυτοῖς ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων\, ἥτις ἐστὶν ὑπόκρισις.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20121218
DTEND;VALUE=DATE:20121219
SUMMARY:Σεβαστιανός καί οἱ σύν αὐτῶ
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 12/18/2012\n\nἍγιοι καὶ ἑορταί: Σεβαστιανός καί οἱ σύν αὐτῶ; Μιχαήλ ὁ Ὁμολογητής\n\nξεροφαγία (αὐστηρή νηστεία)\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἑβραίους 4:1-13\n\nἈδελφοί\, φοβηθῶμεν οὖν μήποτε καταλειπομένης ἐπαγγελίας εἰσελθεῖν εἰς τὴν κατάπαυσιν αὐτοῦ\, δοκῇ τις ἐξ ὑμῶν ὑστερηκέναι. Καὶ γάρ ἐσμεν εὐηγγελισμένοι\, καθάπερ κἀκεῖνοι· ἀλλʼ οὐκ ὠφέλησεν ὁ λόγος τῆς ἀκοῆς ἐκείνους\, μὴ συγκεκραμένους τῇ πίστει τοῖς ἀκούσασιν. Εἰσερχόμεθα γὰρ εἰς τὴν κατάπαυσιν οἱ πιστεύσαντες\, καθὼς εἴρηκεν\, Ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου\, Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου· καίτοι τῶν ἔργων ἀπὸ καταβολῆς κόσμου γενηθέντων. Εἴρηκεν γάρ που περὶ τῆς ἑβδόμης οὕτως\, Καὶ κατέπαυσεν ὁ θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ· καὶ ἐν τούτῳ πάλιν\, Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου. Ἐπεὶ οὖν ἀπολείπεται τινὰς εἰσελθεῖν εἰς αὐτήν\, καὶ οἱ πρότερον εὐαγγελισθέντες οὐκ εἰσῆλθον διʼ ἀπείθειαν\, πάλιν τινὰ ὁρίζει ἡμέραν\, Σήμερον\, ἐν Δαυὶδ λέγων\, μετὰ τοσοῦτον χρόνον\, καθὼς εἴρηται\, Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε\, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν. Εἰ γὰρ αὐτοὺς Ἰησοῦς κατέπαυσεν\, οὐκ ἂν περὶ ἄλλης ἐλάλει μετὰ ταῦτα ἡμέρας. Ἄρα ἀπολείπεται σαββατισμὸς τῷ λαῷ τοῦ θεοῦ. Ὁ γὰρ εἰσελθὼν εἰς τὴν κατάπαυσιν αὐτοῦ καὶ αὐτὸς κατέπαυσεν ἀπὸ τῶν ἔργων αὐτοῦ\, ὥσπερ ἀπὸ τῶν ἰδίων ὁ θεός. Σπουδάσωμεν οὖν εἰσελθεῖν εἰς ἐκείνην τὴν κατάπαυσιν\, ἵνα μὴ ἐν τῷ αὐτῷ τις ὑποδείγματι πέσῃ τῆς ἀπειθείας. Ζῶν γὰρ ὁ λόγος τοῦ θεοῦ\, καὶ ἐνεργής\, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον\, καὶ διϊκνούμενος ἄχρι μερισμοῦ ψυχῆς τε καὶ πνεύματος\, ἁρμῶν τε καὶ μυελῶν\, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας. Καὶ οὐκ ἔστιν κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ· πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ πρὸς ὃν ἡμῖν ὁ λόγος.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Μᾶρκον. 10.2-12\n\nΤῷ καιρῷ ἐκείνῳ\, προσελθόντες οἱ Φαρισαῖοι ἐπηρώτων αὐτὸν εἰ ἔξεστιν ἀνδρὶ γυναῖκα ἀπολῦσαι\, πειράζοντες αὐτόν. ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· τί ὑμῖν ἐνετείλατο Μωϋσῆς; οἱ δὲ εἶπον· ἐπέτρεψε Μωϋσῆς βιβλίον ἀποστασίου γράψαι καὶ ἀπολῦσαι. καὶ ἀποκριθεὶς ὁ ᾿Ιησοῦς εἶπεν αὐτοῖς· πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἔγραψεν ὑμῖν τὴν ἐντολὴν ταύτην· ἀπὸ δὲ ἀρχῆς κτίσεως ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς ὁ Θεός· ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα\, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ\, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. ὥστε οὐκέτι εἰσὶ δύο\, ἀλλὰ μία σάρξ· ὃ οὖν ὁ Θεὸς συνέζευξεν\, ἄνθρωπος μὴ χωριζέτω. καὶ εἰς τὴν οἰκίαν πάλιν οἱ μαθηταὶ περὶ τούτου ἐπηρώτων αὐτόν\, καὶ λέγει αὐτοῖς· ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ καὶ γαμήσῃ ἄλλην\, μοιχᾶται ἐπ᾿ αὐτήν· καὶ ἐὰν γυνὴ ἀπολύσασα τὸν ἄνδρα γαμηθῇ ἄλλῳ\, μοιχᾶται.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20121219
DTEND;VALUE=DATE:20121220
SUMMARY:Βονιφάτιος καί οἱ σύν αὐτῶ
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 12/19/2012\n\nἍγιοι καὶ ἑορταί: Βονιφάτιος καί οἱ σύν αὐτῶ; Γρηγέντιος\, Ἐπί. Αἰθιοπίας; Ἀγλαία τῆς Ρώμης\n\nξεροφαγία (αὐστηρή νηστεία)\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἑβραίους 5:11-14; 6:1-8\n\nἈδελφοί\, περὶ τοῦ Μελχισεδέκ πολὺς ἡμῖν ὁ λόγος καὶ δυσερμήνευτος λέγειν\, ἐπεὶ νωθροὶ γεγόνατε ταῖς ἀκοαῖς. Καὶ γὰρ ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον\, πάλιν χρείαν ἔχετε τοῦ διδάσκειν ὑμᾶς\, τίνα τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ θεοῦ· καὶ γεγόνατε χρείαν ἔχοντες γάλακτος\, καὶ οὐ στερεᾶς τροφῆς. Πᾶς γὰρ ὁ μετέχων γάλακτος ἄπειρος λόγου δικαιοσύνης· νήπιος γάρ ἐστιν. Τελείων δέ ἐστιν ἡ στερεὰ τροφή\, τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ. Διό\, ἀφέντες τὸν τῆς ἀρχῆς τοῦ Χριστοῦ λόγον\, ἐπὶ τὴν τελειότητα φερώμεθα\, μὴ πάλιν θεμέλιον καταβαλλόμενοι μετανοίας ἀπὸ νεκρῶν ἔργων\, καὶ πίστεως ἐπὶ θεόν\, βαπτισμῶν διδαχῆς\, ἐπιθέσεώς τε χειρῶν\, ἀναστάσεώς τε νεκρῶν\, καὶ κρίματος αἰωνίου. Καὶ τοῦτο ποιήσωμεν\, ἐάνπερ ἐπιτρέπῃ ὁ θεός. Ἀδύνατον γὰρ τοὺς ἅπαξ φωτισθέντας\, γευσαμένους τε τῆς δωρεᾶς τῆς ἐπουρανίου\, καὶ μετόχους γενηθέντας πνεύματος ἁγίου\, καὶ καλὸν γευσαμένους θεοῦ ῥῆμα\, δυνάμεις τε μέλλοντος αἰῶνος\, καὶ παραπεσόντας\, πάλιν ἀνακαινίζειν εἰς μετάνοιαν\, ἀνασταυροῦντας ἑαυτοῖς τὸν υἱὸν τοῦ θεοῦ καὶ παραδειγματίζοντας. Γῆ γὰρ ἡ πιοῦσα τὸν ἐπʼ αὐτῆς πολλάκις ἐρχόμενον ὑετόν\, καὶ τίκτουσα βοτάνην εὔθετον ἐκείνοις διʼ οὓς καὶ γεωργεῖται\, μεταλαμβάνει εὐλογίας ἀπὸ τοῦ θεοῦ· ἐκφέρουσα δὲ ἀκάνθας καὶ τριβόλους\, ἀδόκιμος καὶ κατάρας ἐγγύς\, ἧς τὸ τέλος εἰς καῦσιν.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Μᾶρκον 10.11-16\n\nΕἶπεν ὁ Κύριος· Ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ καὶ γαμήσῃ ἄλλην\, μοιχᾶται ἐπ᾿ αὐτήν· καὶ ἐὰν γυνὴ ἀπολύσασα τὸν ἄνδρα γαμηθῇ ἄλλῳ\, μοιχᾶται. Καὶ προσέφερον αὐτῷ παιδία\, ἵνα αὐτῶν ἅψηται· οἱ δὲ μαθηταὶ ἐπετίμων τοῖς προσφέρουσιν. ἰδὼν δὲ ὁ ᾿Ιησοῦς ἠγανάκτησε καὶ εἶπεν αὐτοῖς· ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με\, καὶ μὴ κωλύετε αὐτά· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. ἀμὴν λέγω ὑμῖν\, ὃς ἐὰν μὴ δέξηται τὴν βασιλείαν τοῦ Θεοῦ ὡς παιδίον\, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν. καὶ ἐναγκαλισάμενος αὐτὰ κατηυλόγει τιθεὶς τὰς χεῖρας ἐπ᾿ αὐτά.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20121220
DTEND;VALUE=DATE:20121221
SUMMARY:Ἰγνάτιος ὁ Θεοφόρος
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 12/20/2012\n\nἍγιοι καὶ ἑορταί: Προεόρτια Γεννήσεως Χριστοῦ; Ἰγνάτιος ὁ Θεοφόρος; Φιλογόνιος\, Πατριάρχης Άντιοχείας; Νεομάρτυς Ἰωάννης\n\nΚατάλυσις οἴνου καί ἐλαίου\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἑβραίους 10:32-38\n\nἈδελφοί\, ἀναμιμνῄσκεσθε δὲ τὰς πρότερον ἡμέρας\, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων· τοῦτο μέν\, ὀνειδισμοῖς τε καὶ θλίψεσιν θεατριζόμενοι· τοῦτο δέ\, κοινωνοὶ τῶν οὕτως ἀναστρεφομένων γενηθέντες. Καὶ γὰρ τοῖς δεσμοῖς μου συνεπαθήσατε\, καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε\, γινώσκοντες ἔχειν ἑαυτοῖς κρείττονα ὕπαρξιν ἐν οὐρανοῖς καὶ μένουσαν. Μὴ ἀποβάλητε οὖν τὴν παρρησίαν ὑμῶν\, ἥτις ἔχει μισθαποδοσίαν μεγάλην. Ὑπομονῆς γὰρ ἔχετε χρείαν\, ἵνα τὸ θέλημα τοῦ θεοῦ ποιήσαντες κομίσησθε τὴν ἐπαγγελίαν. Ἔτι γὰρ μικρὸν ὅσον ὅσον\, Ὁ ἐρχόμενος ἥξει\, καὶ οὐ χρονιεῖ. Ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται· καὶ ἐὰν ὑποστείληται\, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Μᾶρκον 9.33-41\n\nΤῷ καιρῷ ἐκείνῳ\, ἦλθεν ὁ Ἰησοῦς καὶ οἰ μαθηταὶ εἰς Καφαρναούμ. καὶ ἐν τῇ οἰκίᾳ γενόμενος ἐπηρώτα αὐτούς· τί ἐν τῇ ὁδῷ πρὸς ἑαυτοὺς διελογίζεσθε; οἱ δὲ ἐσιώπων· πρὸς ἀλλήλους γὰρ διελέχθησαν ἐν τῇ ὁδῷ τίς μείζων. καὶ καθίσας ἐφώνησε τοὺς δώδεκα καὶ λέγει αὐτοῖς· εἴ τις θέλει πρῶτος εἶναι\, ἔσται πάντων ἔσχατος καὶ πάντων διάκονος. καὶ λαβὼν παιδίον ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν\, καὶ ἐναγκαλισάμενος αὐτὸ εἶπεν αὐτοῖς· ὃς ἐὰν ἓν τῶν τοιούτων παιδίων δέξηται ἐπὶ τῷ ὀνόματί μου\, ἐμὲ δέχεται· καὶ ὃς ἐὰν ἐμὲ δέξηται\, οὐκ ἐμὲ δέχεται\, ἀλλὰ τὸν ἀποστείλαντά με. ᾿Απεκρίθη αὐτῷ ὁ ᾿Ιωάννης λέγων· διδάσκαλε\, εἴδομέν τινα ἐν τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια\, ὃς οὐκ ἀκολουθεῖ ἡμῖν\, καὶ ἐκωλύσαμεν αὐτόν\, ὅτι οὐκ ἀκολουθεῖ ἡμῖν. ὁ δὲ ᾿Ιησοῦς εἶπε· μὴ κωλύετε αὐτόν· οὐδεὶς γάρ ἐστιν ὃς ποιήσει δύναμιν ἐπὶ τῷ ὀνόματί μου καὶ δυνήσεται ταχὺ κακολογῆσαί με. ὃς γὰρ οὐκ ἔστι καθ᾿ ὑμῶν\, ὑπὲρ ὑμῶν ἐστιν. ὃς γὰρ ἂν ποτίσῃ ὑμᾶς ποτήριον ὕδατος ἐν τῷ ὀνόματί μου\, ὅτι Χριστοῦ ἐστε\, ἀμὴν λέγω ὑμῖν\, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20121221
DTEND;VALUE=DATE:20121222
SUMMARY:Προεόρτια Γεννήσεως Χριστοῦ ; Ἰουλιανὴ καί οἱ 630 σύν αὐτῆ
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 12/21/2012\n\nἍγιοι καὶ ἑορταί: Προεόρτια Γεννήσεως Χριστοῦ ; Ἰουλιανὴ καί οἱ 630 σύν αὐτῆ; Μάρτυς θεμιστοκλής; Πέτρος τοῦ Μοσκοῦ\n\nξεροφαγία (αὐστηρή νηστεία)\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἑβραίους 7:18-25\n\nἈδελφοί\, ἀθέτησις μὲν γὰρ γίνεται προαγούσης ἐντολῆς\, διὰ τὸ αὐτῆς ἀσθενὲς καὶ ἀνωφελές· οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος\, ἐπεισαγωγὴ δὲ κρείττονος ἐλπίδος\, διʼ ἧς ἐγγίζομεν τῷ θεῷ. Καὶ καθʼ ὅσον οὐ χωρὶς ὁρκωμοσίας - οἱ μὲν γὰρ χωρὶς ὁρκωμοσίας εἰσὶν ἱερεῖς γεγονότες\, ὁ δὲ μετὰ ὁρκωμοσίας\, διὰ τοῦ λέγοντος πρὸς αὐτόν\, Ὤμοσεν κύριος καὶ οὐ μεταμεληθήσεται\, Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ - κατὰ τοσοῦτον κρείττονος διαθήκης γέγονεν ἔγγυος Ἰησοῦς. Καὶ οἱ μὲν πλείονές εἰσιν γεγονότες ἱερεῖς\, διὰ τὸ θανάτῳ κωλύεσθαι παραμένειν· ὁ δὲ\, διὰ τὸ μένειν αὐτὸν εἰς τὸν αἰῶνα\, ἀπαράβατον ἔχει τὴν ἱερωσύνην. Ὅθεν καὶ σώζειν εἰς τὸ παντελὲς δύναται τοὺς προσερχομένους διʼ αὐτοῦ τῷ θεῷ\, πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Μᾶρκον 10.24-32\n\nΕἶπεν ὁ Κὐριος τοῖς ἑαυτοῦ μαθηταῖς· Πῶς δύσκολόν ἐστι τοὺς πεποιθότας ἐπὶ χρήμασιν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν· εὐκοπώτερόν ἐστι κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν. οἱ δὲ περισσῶς ἐξεπλήσσοντο λέγοντες πρὸς ἑαυτούς· καὶ τίς δύναται σωθῆναι; ἐμβλέψας αὐτοῖς ὁ ᾿Ιησοῦς λέγει· παρὰ ἀνθρώποις ἀδύνατον\, ἀλλ᾿ οὐ παρὰ Θεῷ· πάντα γὰρ δυνατά ἐστι παρὰ τῷ Θεῷ. ῎Ηρξατο ὁ Πέτρος λέγειν αὐτῷ· ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι. ἀποκριθεὶς δὲ ὁ ᾿Ιησοῦς εἶπεν· ἀμὴν λέγω ὑμῖν\, οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ πατέρα ἢ μητέρα ἢ γυναῖκα ἢ τέκνα ἢ ἀγροὺς ἕνεκεν ἐμοῦ καὶ ἕνεκεν τοῦ εὐαγγελίου\, ἐὰν μὴ λάβῃ ἑκατονταπλασίονα νῦν ἐν τῷ καιρῷ τούτῳ οἰκίας καὶ ἀδελφοὺς καὶ ἀδελφὰς καὶ πατέρα καὶ μητέρα καὶ τέκνα καὶ ἀγροὺς μετὰ διωγμῶν\, καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον. πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ ἔσχατοι πρῶτοι. ῏Ησαν δὲ ἐν τῇ ὁδῷ ἀναβαίνοντες εἰς ῾Ιεροσόλυμα· καὶ ἦν προάγων αὐτοὺς ὁ ᾿Ιησοῦς\, καὶ ἐθαμβοῦντο\, καὶ ἀκολουθοῦντες ἐφοβοῦντο.\n \n \n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20121222
DTEND;VALUE=DATE:20121223
SUMMARY:Σάββατον πρὸ τῆς Χριστοῦ Γεννήσεως
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 12/22/2012\n\nἍγιοι καὶ ἑορταί: Ἀναστασία Μεγαλομάρτυς; Χρυσόγονος Μάρτυς; Ναός τοῦ Ἀγίου Τάφου; Προεόρτια τῆς Χριστοῦ Γεννήσεως\n\nΚατάλυσις οἴνου καί ἐλαίου\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Γαλάτας 3:8-12\n\nἈδελφοί\, προϊδοῦσα δὲ ἡ γραφὴ ὅτι ἐκ πίστεως δικαιοῖ τὰ ἔθνη ὁ θεός\, προευηγγελίσατο τῷ Ἀβραὰμ ὅτι Ἐνευλογηθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη. Ὥστε οἱ ἐκ πίστεως εὐλογοῦνται σὺν τῷ πιστῷ Ἀβραάμ. Ὅσοι γὰρ ἐξ ἔργων νόμου εἰσίν\, ὑπὸ κατάραν εἰσίν· γέγραπται γάρ\, Ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμένει ἐν πᾶσιν τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου\, τοῦ ποιῆσαι αὐτά. Ὅτι δὲ ἐν νόμῳ οὐδεὶς δικαιοῦται παρὰ τῷ θεῷ\, δῆλον· ὅτι Ὁ δίκαιος ἐκ πίστεως ζήσεται· ὁ δὲ νόμος οὐκ ἔστιν ἐκ πίστεως\, ἀλλʼ Ὁ ποιήσας αὐτὰ ἄνθρωπος ζήσεται ἐν αὐτοῖς.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 13.19-29\n\nΕἶπεν ὁ Κύριος τήν παραβολὴν ταύτην· Ὁμοία ἐστὶ κόκκῳ σινάπεως\, ὃν λαβὼν ἄνθρωπος ἔβαλεν εἰς κῆπον ἑαυτοῦ· καὶ ηὔξησε καὶ ἐγένετο εἰς δένδρον μέγα\, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατεσκήνωσεν ἐν τοῖς κλάδοις αὐτοῦ. Πάλιν εἶπε· τίνι ὁμοιώσω τὴν βασιλείαν τοῦ Θεοῦ; ὁμοία ἐστὶ ζύμῃ\, ἣν λαβοῦσα γυνὴ ἔκρυψεν εἰς ἀλεύρου σάτα τρία\, ἕως οὗ ἐζυμώθη ὅλον. Καὶ διεπορεύετο κατὰ πόλεις καὶ κώμας διδάσκων καὶ πορείαν ποιούμενος εἰς ῾Ιερουσαλήμ. εἶπε δέ τις αὐτῷ· Κύριε\, εἰ ὀλίγοι οἱ σῳζόμενοι; ὁ δὲ εἶπε πρὸς αὐτούς· ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς πύλης· ὅτι πολλοί\, λέγω ὑμῖν\, ζητήσουσιν εἰσελθεῖν καὶ οὐκ ἰσχύσουσιν. ἀφ᾿ οὗ ἂν ἐγερθῇ ὁ οἰκοδεσπότης καὶ ἀποκλείσῃ τὴν θύραν\, καὶ ἄρξησθε ἔξω ἑστάναι καὶ κρούειν τὴν θύραν λέγοντες· Κύριε Κύριε\, ἄνοιξον ἡμῖν· καὶ ἀποκριθεὶς ἐρεῖ ὑμῖν\, οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ. τότε ἄρξεσθε λέγειν· ἐφάγομεν ἐνώπιόν σου καὶ ἐπίομεν\, καὶ ἐν ταῖς πλατείαις ἡμῶν ἐδίδαξας· καὶ ἐρεῖ· λέγω ὑμῖν\, οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ· ἀπόστητε ἀπ᾿ ἐμοῦ πάντες οἱ ἐργάται τῆς ἀδικίας. ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων\, ὅταν ὄψησθε ᾿Αβραὰμ καὶ ᾿Ισαὰκ καὶ ᾿Ιακὼβ καὶ πάντας τοὺς προφήτας ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ\, ὑμᾶς δὲ ἐκβαλλομένους ἔξω\, καὶ ἥξουσιν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ ἀπὸ βορρᾶ καὶ νότου\, καὶ ἀνακλιθήσονται ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20121223
DTEND;VALUE=DATE:20121224
SUMMARY:Κυριακή πρό τῆς Χριστοῦ Γεννήσεως
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 12/23/2012\n\nἍγιοι καὶ ἑορταί: Οἱ ἐν Κρήτῃ 10 Μάρτυρες; Ἐγκαινία τῆς Ἁγίας Σοφίας; Ναοὺμ ὁ Φωτιστὴς Βουλγαρίας; Παῦλος\, ἐπίσκοπος Νεοκαισαρείας; Νικόλαος καὶ Ἰωάννης\, Νεομάρτυρες; Προεόρτια τῆς Χριστοῦ Γεννήσεως\n\nΚατάλυσις οἴνου καί ἐλαίου\nΗχος δ'\nΕωθ. Ζ'\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἑβραίους 11:9-10; 32-40\n\nΠίστει παρῴκησεν εἰς γῆν τῆς ἐπαγγελίας ὡς ἀλλοτρίαν\, ἐν σκηναῖς κατοικήσας μετὰ ᾽ Ισαὰκ καὶ ᾽ Ιακὼβ τῶν συγκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς · ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν\, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ θεός. Καὶ τί ἔτι λέγω; ἐπιλείψει με γὰρ διηγούμενον ὁ χρόνος περὶ Γεδεών\, Βαράκ\, Σαμψών\, ᾽ Ιεφθάε\, Δαυίδ τε καὶ Σαμουὴλ καὶ τῶν προφητῶν\, οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας\, εἰργάσαντο δικαιοσύνην\, ἐπέτυχον ἐπαγγελιῶν\, ἔφραξαν στόματα λεόντων\, ἔσβεσαν δύναμιν πυρός\, ἔφυγον στόματα μαχαίρης\, ἐδυναμώθησαν ἀπὸ ἀσθενείας\, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ\, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων · ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν · ἄλλοι δὲ ἐτυμπανίσθησαν\, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν\, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν · ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον\, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς · ἐλιθάσθησαν\, ἐπρίσθησαν\, ἐν φόνῳ μαχαίρης ἀπέθανον\, περιῆλθον ἐν μηλωταῖς\, ἐν αἰγείοις δέρμασιν\, ὑστερούμενοι\, θλιβόμενοι\, κακουχούμενοι\, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος\, ἐπὶ ἐρημίαις πλανώμενοι καὶ ὄρεσιν καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς. Καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν\, τοῦ θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου\, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 1.1-25\n\nΒίβλος γενέσεως ᾿Ιησοῦ Χριστοῦ\, υἱοῦ Δαυῒδ υἱοῦ ᾿Αβραάμ.᾿Αβραὰμ ἐγέννησε τὸν ᾿Ισαάκ\, ᾿Ισαὰκ δὲ ἐγέννησε τὸν ᾿Ιακώβ\, ᾿Ιακὼβ δὲ ἐγέννησε τὸν ᾿Ιούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ\,᾿Ιούδας δὲ ἐγέννησε τὸν Φαρὲς καὶ τὸν Ζαρὰ ἐκ τῆς Θάμαρ\, Φαρὲς δὲ ἐγέννησε τὸν ᾿Εσρώμ\, ᾿Εσρὼμ δὲ ἐγέννησε τὸν ᾿Αράμ\,᾿Αρὰμ δὲ ἐγέννησε τὸν ᾿Αμιναδάβ\, ᾿Αμιναδὰβ δὲ ἐγέννησε τὸν Ναασσών\, Ναασσὼν δὲ ἐγέννησε τὸν Σαλμών\,Σαλμὼν δὲ ἐγέννησε τὸν Βοὸζ ἐκ τῆς ῾Ραχάβ\, Βοὸζ δὲ ἐγέννησε τὸν ᾿Ωβὴδ ἐκ τῆς ῾Ρούθ\, ᾿Ωβὴδ δὲ ἐγέννησε τὸν ᾿Ιεσσαί\,᾿Ιεσσαὶ δὲ ἐγέννησε τὸν Δαυῒδ τὸν βασιλέα. Δαυῒδ δὲ ὁ βασιλεὺς ἐγέννησε τὸν Σολομῶνα ἐκ τῆς τοῦ Οὐρίου\,Σολομὼν δὲ ἐγέννησε τὸν ῾Ροβοάμ\, ῾Ροβοὰμ δὲ ἐγέννησε τὸν ᾿Αβιά\, ᾿Αβιὰ δὲ ἐγέννησε τὸν ᾿Ασά\,᾿Ασὰ δὲ ἐγέννησε τὸν ᾿Ιωσαφάτ\, ᾿Ιωσαφὰτ δὲ ἐγέννησε τὸν ᾿Ιωράμ\, ᾿Ιωρὰμ δὲ ἐγέννησε τὸν ᾿Οζίαν\,᾿Οζίας δὲ ἐγέννησε τὸν ᾿Ιωάθαμ\, ᾿Ιωάθαμ δὲ ἐγέννησε τὸν ῎Αχαζ\, ῎Αχαζ δὲ ἐγέννησε τὸν ᾿Εζεκίαν\,᾿Εζεκίας δὲ ἐγέννησε τὸν Μανασσῆ\, Μανασσῆς δὲ ἐγέννησε τὸν ᾿Αμών\, ᾿Αμὼν δὲ ἐγέννησε τὸν ᾿Ιωσίαν\,᾿Ιωσίας δὲ ἐγέννησε τὸν ᾿Ιεχονίαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ ἐπὶ τῆς μετοικεσίας Βαβυλῶνος.\n \nΜετὰ δὲ τὴν μετοικεσίαν Βαβυλῶνος ᾿Ιεχονίας ἐγέννησε τὸν Σαλαθιήλ\, Σαλαθιὴλ δὲ ἐγέννησε τὸν Ζοροβάβελ\,Ζοροβάβελ δὲ ἐγέννησε τὸν ᾿Αβιούδ\, ᾿Αβιοὺδ δὲ ἐγέννησε τὸν ᾿Ελιακείμ\, ᾿Ελιακεὶμ δὲ ἐγέννησε τὸν ᾿Αζώρ\,᾿Αζὼρ δὲ ἐγέννησε τὸν Σαδώκ\, Σαδὼκ δὲ ἐγέννησε τὸν ᾿Αχείμ\, ᾿Αχεὶμ δὲ ἐγέννησε τὸν ᾿Ελιούδ\,᾿Ελιοὺδ δὲ ἐγέννησε τὸν ᾿Ελεάζαρ\, ᾿Ελεάζαρ δὲ ἐγέννησε τὸν Ματθάν\, Ματθὰν δὲ ἐγέννησε τὸν ᾿Ιακώβ\,᾿Ιακὼβ δὲ ἐγέννησε τὸν ᾿Ιωσὴφ τὸν ἄνδρα Μαρίας\, ἐξ ἧς ἐγεννήθη ᾿Ιησοῦς ὁ λεγόμενος Χριστός.Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ ᾿Αβραὰμ ἕως Δαυῒδ γενεαὶ δεκατέσσαρες\, καὶ ἀπὸ Δαυῒδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος γενεαὶ δεκατέσσαρες\, καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ γενεαὶ δεκατέσσαρες.\n \nΤοῦ δὲ ᾿Ιησοῦ Χριστοῦ ἡ γέννησις οὕτως ἦν. μνηστευθείσης γὰρ τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ ᾿Ιωσήφ\, πρὶν ἢ συνελθεῖν αὐτοὺς εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος ῾Αγίου.᾿Ιωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς\, δίκαιος ὢν καὶ μὴ θέλων αὐτὴν παραδειγματίσαι\, ἐβουλήθη λάθρα ἀπολῦσαι αὐτήν.ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος ἰδοὺ ἄγγελος Κυρίου κατ᾿ ὄναρ ἐφάνη αὐτῷ λέγων· ᾿Ιωσὴφ υἱὸς Δαυΐδ\, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν ῾Αγίου.τέξεται δὲ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ ᾿Ιησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν.Τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προφήτου λέγοντος· ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν\,καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ ᾿Εμμανουήλ\,ὅ ἐστι μεθερμηνευόμενον μεθ᾿ ἡμῶν ὁ Θεός. Διεγερθεὶς δὲ ὁ ᾿Ιωσὴφ ἀπὸ τοῦ ὕπνου ἐποίησεν ὡς προσέταξεν αὐτῷ ὁ ἄγγελος Κυρίου καὶ παρέλαβε τὴν γυναῖκα αὐτοῦ\,καὶ οὐκ ἐγίνωσκεν αὐτὴν ἕως οὗ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον\, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ ᾿Ιησοῦν.\n \n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20121224
DTEND;VALUE=DATE:20121225
SUMMARY:Ἑσπερινός τῆς Ἐορτής τῶν Χριστουγέννων
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 12/24/2012\n\nἍγιοι καὶ ἑορταί: Εὐγενία Ὁσιομάρτης; Ἑσπερινός τῆς Ἐορτής τῶν Χριστουγέννων\n\nξεροφαγία (αὐστηρή νηστεία)\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἑβραίους 1:1-12\n\nΠολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις\, ἐπʼ ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ\, ὃν ἔθηκεν κληρονόμον πάντων\, διʼ οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν\, ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ\, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ\, διʼ ἑαυτοῦ καθαρισμὸν ποιησάμενος τῶν ἁμαρτιῶν ἡμῶν\, ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς\, τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων\, ὅσῳ διαφορώτερον παρʼ αὐτοὺς κεκληρονόμηκεν ὄνομα. Τίνι γὰρ εἶπέν ποτε τῶν ἀγγέλων\, Υἱός μου εἶ σύ\, ἐγὼ σήμερον γεγέννηκά σε; Καὶ πάλιν\, Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα\, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν; Ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην λέγει\, Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι θεοῦ. Καὶ πρὸς μὲν τοὺς ἀγγέλους λέγει\, Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα\, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα· πρὸς δὲ τὸν υἱόν\, Ὁ θρόνος σου\, ὁ θεός\, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. Ἠγάπησας δικαιοσύνην\, καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέν σε ὁ θεός ὁ θεός σου\, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. Καί\, Σὺ κατʼ ἀρχάς\, κύριε\, τὴν γῆν ἐθεμελίωσας\, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί· αὐτοὶ ἀπολοῦνται\, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται\, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς\, καὶ ἀλλαγήσονται· σὺ δὲ ὁ αὐτὸς εἶ\, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 2.1-20\n\n᾽Εν ταῖς ἡμέραις ἐκείναις\, ἐξῆλθε δόγμα παρὰ Καίσαρος Αὐγούστου ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην.αὕτη ἡ ἀπογραφὴ πρώτη ἐγένετο ἡγεμονεύοντος τῆς Συρίας Κυρηνίου.καὶ ἐπορεύοντο πάντες ἀπογράφεσθαι\, ἕκαστος εἰς τὴν ἰδίαν πόλιν.ἀνέβη δὲ καὶ ᾿Ιωσὴφ ἀπὸ τῆς Γαλιλαίας ἐκ πόλεως Ναζαρὲτ εἰς τὴν ᾿Ιουδαίαν εἰς πόλιν Δαυΐδ\, ἥτις καλεῖται Βηθλεέμ\, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς Δαυΐδ\,ἀπογράψασθαι σὺν Μαριὰμ τῇ μεμνηστευμένῃ αὐτῷ γυναικί\, οὔσῃ ἐγκύῳ.ἐγένετο δὲ ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν\,καὶ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον\, καὶ ἐσπαργάνωσεν αὐτὸν καὶ ἀνέκλινεν αὐτὸν ἐν τῇ φάτνῃ\, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι.\n \nΚαὶ ποιμένες ἦσαν ἐν τῇ χώρᾳ τῇ αὐτῇ ἀγραυλοῦντες καὶ φυλάσσοντες φυλακὰς τῆς νυκτὸς ἐπὶ τὴν ποίμνην αὐτῶν.καὶ ἰδοὺ ἄγγελος Κυρίου ἐπέστη αὐτοῖς καὶ δόξα Κυρίου περιέλαμψεν αὐτούς\, καὶ ἐφοβήθησαν φόβον μέγαν.καὶ εἶπεν αὐτοῖς ὁ ἄγγελος· μὴ φοβεῖσθε· ἰδοὺ γὰρ εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην\, ἥτις ἔσται παντὶ τῷ λαῷ\,ὅτι ἐτέχθη ὑμῖν σήμερον σωτήρ\, ὅς ἐστι Χριστὸς Κύριος\, ἐν πόλει Δαυΐδ.καὶ τοῦτο ὑμῖν τὸ σημεῖον· εὑρήσετε βρέφος ἐσπαργανωμένον\, κείμενον ἐν φάτνῃ.καὶ ἐξαίφνης ἐγένετο σὺν τῷ ἀγγέλῳ πλῆθος στρατιᾶς οὐρανίου αἰνούντων τὸν Θεὸν καὶ λεγόντων· δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη\, ἐν ἀνθρώποις εὐδοκία. καὶ ἐγένετο ὡς ἀπῆλθον ἀπ᾿ αὐτῶν εἰς τὸν οὐρανὸν οἱ ἄγγελοι\, καὶ οἱ ἄνθρωποι οἱ ποιμένες εἶπον πρὸς ἀλλήλους· διέλθωμεν δὴ ἕως Βηθλεὲμ καὶ ἴδωμεν τὸ ῥῆμα τοῦτο τὸ γεγονός\, ὃ ὁ Κύριος ἐγνώρισεν ἡμῖν.καὶ ἦλθον σπεύσαντες\, καὶ ἀνεῦρον τήν τε Μαριὰμ καὶ τὸν ᾿Ιωσὴφ καὶ τὸ βρέφος κείμενον ἐν τῇ φάτνῃ.ἰδόντες δὲ διεγνώρισαν περὶ τοῦ ῥήματος τοῦ λαληθέντος αὐτοῖς περὶ τοῦ παιδίου τούτου·καὶ πάντες οἱ ἀκούσαντες ἐθαύμασαν περὶ τῶν λαληθέντων ὑπὸ τῶν ποιμένων πρὸς αὐτούς.ἡ δὲ Μαριὰμ πάντα συνετήρει τὰ ῥήματα ταῦτα συμβάλλουσα ἐν τῇ καρδίᾳ αὐτῆς.καὶ ὑπέστρεψαν οἱ ποιμένες δοξάζοντες καὶ αἰνοῦντες τὸν Θεὸν ἐπὶ πᾶσιν οἷς ἤκουσαν καὶ εἶδον καθὼς ἐλαλήθη πρὸς αὐτούς.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20121225
DTEND;VALUE=DATE:20121226
SUMMARY:Ἡ Γέννησις τοῦ Σωτήρος ημων Iησοῦ Χριστοῦ
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 12/25/2012\n\nἍγιοι καὶ ἑορταί: Ἡ Γέννησις τοῦ Σωτήρος ημων Iησοῦ Χριστοῦ; Λατρεία τῶν μάγων; Ἐορτασμός τῶν ποιμένων\n\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Γαλάτας 4:4-7\n\nἈδελφοί\, ὅτε ἦλθεν τὸ πλήρωμα τοῦ χρόνου\, ἐξαπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ\, γενόμενον ἐκ γυναικός\, γενόμενον ὑπὸ νόμον\, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ\, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν. Ὅτι δέ ἐστε υἱοί\, ἐξαπέστειλεν ὁ θεὸς τὸ πνεῦμα τοῦ υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ὑμῶν\, κρᾶζον\, Ἀββᾶ\, ὁ πατήρ. Ὥστε οὐκέτι εἶ δοῦλος\, ἀλλʼ υἱός· εἰ δὲ υἱός\, καὶ κληρονόμος θεοῦ διὰ Χριστοῦ.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 2.1-12\n\nΤοῦ δὲ ᾿Ιησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς ᾿Ιουδαίας ἐν ἡμέραις ῾Ηρῴδου τοῦ βασιλέως\, ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς ῾Ιεροσόλυμαλέγοντες· ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν ᾿Ιουδαίων; εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ.᾿Ακούσας δὲ ῾Ηρῴδης ὁ βασιλεὺς ἐταράχθη καὶ πᾶσα ῾Ιεροσόλυμα μετ᾿ αὐτοῦ\,καὶ συναγαγὼν πάντας τοὺς ἀρχιερεῖς καὶ γραμματεῖς τοῦ λαοῦ ἐπυνθάνετο παρ᾿ αὐτῶν ποῦ ὁ Χριστὸς γεννᾶται.οἱ δὲ εἶπον αὐτῷ· ἐν Βηθλεὲμ τῆς ᾿Ιουδαίας· οὕτω γὰρ γέγραπται διὰ τοῦ προφήτου· καὶ σὺ Βηθλεέμ\, γῆ ᾿Ιούδα\,οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν ᾿Ιούδα·ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος\,ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν ᾿Ισραήλ. Τότε ῾Ηρῴδης λάθρα καλέσας τοὺς μάγους ἠκρίβωσε παρ᾿ αὐτῶν τὸν χρόνον τοῦ φαινομένου ἀστέρος\,καὶ πέμψας αὐτοὺς εἰς Βηθλεὲμ εἶπε· πορευθέντες ἀκριβῶς ἐξετάσατε περὶ τοῦ παιδίου\, ἐπὰν δὲ εὕρητε\, ἀπαγγείλατέ μοι\, ὅπως κἀγὼ ἐλθὼν προσκυνήσω αὐτῷ.οἱ δὲ ἀκούσαντες τοῦ βασιλέως ἐπορεύθησαν· καὶ ἰδοὺ ὁ ἀστὴρ ὃν εἶδον ἐν τῇ ἀνατολῇ προῆγεν αὐτούς\, ἕως ἐλθὼν ἔστη ἐπάνω οὗ ἦν τὸ παιδίον·ἰδόντες δὲ τὸν ἀστέρα ἐχάρησαν χαρὰν μεγάλην σφόδρα\,καὶ ἐλθόντες εἰς τὴν οἰκίαν εἶδον τὸ παιδίον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ\, καὶ πεσόντες προσεκύνησαν αὐτῷ\, καὶ ἀνοίξαντες τοὺς θησαυροὺς αὐτῶν προσήνεγκαν αὐτῷ δῶρα\, χρυσὸν καὶ λίβανον καὶ σμύρναν·καὶ χρηματισθέντες κατ᾿ ὄναρ μὴ ἀνακάμψαι πρὸς ῾Ηρῴδην\, δι᾿ ἄλλης ὁδοῦ ἀνεχώρησαν εἰς τὴν χώραν αὐτῶν.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20121226
DTEND;VALUE=DATE:20121227
SUMMARY:Ἰάκωβος ὁ Ἀδελφόθεος
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 12/26/2012\n\nἍγιοι καὶ ἑορταί: Σύναξις τῆς Θεοτόκου; Εὐθύμιος\, Ἐπίσκοπος Σάρδεων; Ἰωσὴφ ὁ Μνήστωρ; Ἱερομάρτυς Κωνσταντῖνος Ρώσου; Ἱερομάρτυς Κωνσταντῖνος; Βαρλαὰμ ὁ ἐν Βαλαὰμ; Μεθέορτος τῆς Γεννήσεως\n\nΚατάλυσις Πάντων\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἑβραίους 2:11-18\n\nἈδελφοί\, ὁ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι\, ἐξ ἑνὸς πάντες· διʼ ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν\, λέγων\, Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου\, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε. Καὶ πάλιν\, Ἐγὼ ἔσομαι πεποιθὼς ἐπʼ αὐτῷ. Καὶ πάλιν\, Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ θεός. Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν σαρκός καὶ αἵματος\, καὶ αὐτὸς παραπλησίως μετέσχεν τῶν αὐτῶν\, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου\, τοῦτʼ ἔστιν τὸν διάβολον\, καὶ ἀπαλλάξῃ τούτους\, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῇν ἔνοχοι ἦσαν δουλείας. Οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται\, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται. Ὅθεν ὤφειλεν κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι\, ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν θεόν\, εἰς τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ. Ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρασθείς\, δύναται τοῖς πειραζομένοις βοηθῆσαι.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 2.13-23\n\n᾿Αναχωρησάντων δὲ αὐτῶν ἰδοὺ ἄγγελος Κυρίου φαίνεται κατ᾿ ὄναρ τῷ ᾿Ιωσὴφ λέγων· ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ φεῦγε εἰς Αἴγυπτον\, καὶ ἴσθι ἐκεῖ ἕως ἂν εἴπω σοι· μέλλει γὰρ ῾Ηρῴδης ζητεῖν τὸ παιδίον τοῦ ἀπολέσαι αὐτό.῾Ο δὲ ἐγερθεὶς παρέλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ νυκτὸς καὶ ἀνεχώρησεν εἰς Αἴγυπτον\,καὶ ἦν ἐκεῖ ἕως τῆς τελευτῆς ῾Ηρῴδου\, ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προφήτου λέγοντος· ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου. Τότε ῾Ηρῴδης ἰδὼν ὅτι ἐνεπαίχθη ὑπὸ τῶν μάγων\, ἐθυμώθη λίαν\, καὶ ἀποστείλας ἀνεῖλε πάντας τοὺς παῖδας τοὺς ἐν Βηθλεὲμ καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς ἀπὸ διετοῦς καὶ κατωτέρω\, κατὰ τὸν χρόνον ὃν ἠκρίβωσε παρὰ τῶν μάγων.τότε ἐπληρώθη τὸ ῥηθὲν ὑπὸ ῾Ιερεμίου τοῦ προφήτου λέγοντος· φωνὴ ἐν ῾Ραμᾷ ἠκούσθη\,θρῆνος καὶ κλαυθμὸς καὶ ὀδυρμὸς πολύς·῾Ραχὴλ κλαίουσα τὰ τέκνα αὐτῆς\,καὶ οὐκ ἤθελε παρακληθῆναι\, ὅτι οὐκ εἰσίν. Τελευτήσαντος δὲ τοῦ ῾Ηρῴδου ἰδοὺ ἄγγελος Κυρίου κατ᾿ ὄναρ φαίνεται τῷ ᾿Ιωσὴφ ἐν Αἰγύπτῳλέγων· ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ πορεύου εἰς γῆν ᾿Ισραήλ· τεθνήκασι γὰρ οἱ ζητοῦντες τὴν ψυχὴν τοῦ παιδίου.ὁ δὲ ἐγερθεὶς παρέλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ ἦλθεν εἰς γῆν ᾿Ισραήλ.ἀκούσας δὲ ὅτι ᾿Αρχέλαος βασιλεύει ἐπὶ τῆς ᾿Ιουδαίας ἀντὶ ῾Ηρῴδου τοῦ πατρὸς αὐτοῦ\, ἐφοβήθη ἐκεῖ ἀπελθεῖν· χρηματισθεὶς δὲ κατ᾿ ὄναρ ἀνεχώρησεν εἰς τὰ μέρη τῆς Γαλιλαίας\,καὶ ἐλθὼν κατῴκησεν εἰς πόλιν λεγομένην Ναζαρέτ\, ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τῶν προφητῶν ὅτι Ναζωραῖος κληθήσεται.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20121227
DTEND;VALUE=DATE:20121228
SUMMARY:Στέφανος Πρωτομάρτυς
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 12/27/2012\n\nἍγιοι καὶ ἑορταί: Στέφανος Πρωτομάρτυς; Θεόδωρος ὁ Γραπτός; Θεοφάνης καὶ Ποιμὴν; Μεθέορτος τῆς Γεννήσεως\n\nΚατάλυσις Πάντων\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πράξεις Ἀποστόλων 6:8-15;7:1-5\,47-60\n\nἘν ταῖς ἡμεραῖς ἐκείναις\, Στέφανος δὲ πλήρης πίστεως καὶ δυνάμεως ἐποίει τέρατα καὶ σημεῖα μεγάλα ἐν τῷ λαῷ. Ἀνέστησαν δέ τινες τῶν ἐκ τῆς συναγωγῆς τῆς λεγομένης Λιβερτίνων\, καὶ Κυρηναίων\, καὶ Ἀλεξανδρέων\, καὶ τῶν ἀπὸ Κιλικίας καὶ Ἀσίας\, συζητοῦντες τῷ Στεφάνῳ. Καὶ οὐκ ἴσχυον ἀντιστῆναι τῇ σοφίᾳ καὶ τῷ πνεύματι ᾧ ἐλάλει. Τότε ὑπέβαλον ἄνδρας λέγοντας ὅτι Ἀκηκόαμεν αὐτοῦ λαλοῦντος ῥήματα βλάσφημα εἰς Μωϋσῆν καὶ τὸν θεόν. Συνεκίνησάν τε τὸν λαὸν καὶ τοὺς πρεσβυτέρους καὶ τοὺς γραμματεῖς\, καὶ ἐπιστάντες συνήρπασαν αὐτόν\, καὶ ἤγαγον εἰς τὸ συνέδριον\, ἔστησάν τε μάρτυρας ψευδεῖς λέγοντας\, Ὁ ἄνθρωπος οὗτος οὐ παύεται ῥήματα βλάσφημα λαλῶν κατὰ τοῦ τόπου τοῦ ἁγίου καὶ τοῦ νόμου· ἀκηκόαμεν γὰρ αὐτοῦ λέγοντος ὅτι Ἰησοῦς ὁ Ναζωραῖος οὗτος καταλύσει τὸν τόπον τοῦτον\, καὶ ἀλλάξει τὰ ἔθη ἃ παρέδωκεν ἡμῖν Μωϋσῆς. Καὶ ἀτενίσαντες εἰς αὐτὸν ἅπαντες οἱ καθεζόμενοι ἐν τῷ συνεδρίῳ\, εἶδον τὸ πρόσωπον αὐτοῦ ὡσεὶ πρόσωπον ἀγγέλου. Εἶπεν δὲ ὁ ἀρχιερεύς\, Εἰ ἄρα ταῦτα οὕτως ἔχει; Ὁ δὲ ἔφη\, Ἄνδρες ἀδελφοὶ καὶ πατέρες\, ἀκούσατε. Ὁ θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν Ἀβραὰμ ὄντι ἐν τῇ Μεσοποταμίᾳ\, πρὶν ἢ κατοικῆσαι αὐτὸν ἐν Χαρράν\, καὶ εἶπεν πρὸς αὐτόν\, Ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου\, καὶ δεῦρο εἰς γῆν ἣν ἄν σοι δείξω. Τότε ἐξελθὼν ἐκ γῆς Χαλδαίων κατῴκησεν ἐν Χαρράν· κἀκεῖθεν\, μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ\, μετῴκισεν αὐτὸν εἰς τὴν γῆν ταύτην εἰς ἣν ὑμεῖς νῦν κατοικεῖτε· καὶ οὐκ ἔδωκεν αὐτῷ κληρονομίαν ἐν αὐτῇ\, οὐδὲ βῆμα ποδός· Σολομῶν δὲ ᾠκοδόμησεν αὐτῷ οἶκον. Ἀλλʼ οὐχ ὁ ὕψιστος ἐν χειροποιήτοις ναοῖς κατοικεῖ\, καθὼς ὁ προφήτης λέγει\, Ὁ οὐρανός μοι θρόνος\, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου· ποῖον οἶκον οἰκοδομήσετέ μοι; λέγει κύριος· ἢ τίς τόπος τῆς καταπαύσεώς μου; Οὐχὶ ἡ χείρ μου ἐποίησεν ταῦτα πάντα;\n Σκληροτράχηλοι καὶ ἀπερίτμητοι τῇ καρδίᾳ καὶ τοῖς ὠσίν\, ὑμεῖς ἀεὶ τῷ πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε· ὡς οἱ πατέρες ὑμῶν\, καὶ ὑμεῖς. Τίνα τῶν προφητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν; Καὶ ἀπέκτειναν τοὺς προκαταγγείλαντας περὶ τῆς ἐλεύσεως τοῦ δικαίου\, οὗ νῦν ὑμεῖς προδόται καὶ φονεῖς γεγένησθε· οἵτινες ἐλάβετε τὸν νόμον εἰς διαταγὰς ἀγγέλων\, καὶ οὐκ ἐφυλάξατε. Ἀκούοντες δὲ ταῦτα\, διεπρίοντο ταῖς καρδίαις αὐτῶν\, καὶ ἔβρυχον τοὺς ὀδόντας ἐπʼ αὐτόν. Ὑπάρχων δὲ πλήρης πνεύματος ἁγίου\, ἀτενίσας εἰς τὸν οὐρανόν\, εἶδεν δόξαν θεοῦ\, καὶ Ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ θεοῦ\, καὶ εἶπεν\, Ἰδού\, θεωρῶ τοὺς οὐρανοὺς ἀνεῳγμένους\, καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν ἑστῶτα τοῦ θεοῦ. Κράξαντες δὲ φωνῇ μεγάλῃ\, συνέσχον τὰ ὦτα αὐτῶν\, καὶ ὥρμησαν ὁμοθυμαδὸν ἐπʼ αὐτόν· καὶ ἐκβαλόντες ἔξω τῆς πόλεως\, ἐλιθοβόλουν· καὶ οἱ μάρτυρες ἀπέθεντο τὰ ἱμάτια παρὰ τοὺς πόδας νεανίου καλουμένου Σαύλου. Καὶ ἐλιθοβόλουν τὸν Στέφανον\, ἐπικαλούμενον καὶ λέγοντα\, Κύριε Ἰησοῦ\, δέξαι τὸ πνεῦμά μου. Θεὶς δὲ τὰ γόνατα\, ἔκραξεν φωνῇ μεγάλῃ\, Κύριε\, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. Καὶ τοῦτο εἰπὼν ἐκοιμήθη.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 21.33-42\n\nΕἶπεν ὁ Κύριος τήν παραβολὴν ταύτην· ῎Αλλην παραβολὴν ἀκούσατε. ἄνθρωπός τις ἦν οἰκοδεσπότης\, ὅστις ἐφύτευσεν ἀμπελῶνα καὶ φραγμὸν αὐτῷ περιέθηκε καὶ ὤρυξεν ἐν αὐτῷ ληνὸν καὶ ᾠκοδόμησε πύργον\, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς καὶ ἀπεδήμησεν.ὅτε δὲ ἤγγισεν ὁ καιρὸς τῶν καρπῶν\, ἀπέστειλε τοὺς δούλους αὐτοῦ πρὸς τοὺς γεωργοὺς λαβεῖν τοὺς καρποὺς αὐτοῦ.καὶ λαβόντες οἱ γεωργοὶ τοὺς δούλους αὐτοῦ ὃν μὲν ἔδειραν\, ὃν δὲ ἀπέκτειναν\, ὃν δὲ ἐλιθοβόλησαν.πάλιν ἀπέστειλεν ἄλλους δούλους πλείονας τῶν πρώτων\, καὶ ἐποίησαν αὐτοῖς ὡσαύτως.ὕστερον δὲ ἀπέστειλε πρὸς αὐτοὺς τὸν υἱὸν αὐτοῦ λέγων· ἐντραπήσονται τὸν υἱόν μου.οἱ δὲ γεωργοὶ ἰδόντες τὸν υἱὸν εἶπον ἐν ἑαυτοῖς· οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτὸν καὶ κατάσχωμεν τὴν κληρονομίαν αὐτοῦ.καὶ λαβόντες αὐτὸν ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος\, καὶ ἀπέκτειναν.ὅταν οὖν ἔλθῃ ὁ κύριος τοῦ ἀμπελῶνος\, τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις;λέγουσιν αὐτῷ· κακοὺς κακῶς ἀπολέσει αὐτούς\, καὶ τὸν ἀμπελῶνα ἐκδώσεται ἄλλοις γεωργοῖς\, οἵτινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν.λέγει αὐτοῖς ὁ ᾿Ιησοῦς· οὐδέποτε ἀνέγνωτε ἐν ταῖς γραφαῖς\, λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες\,οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας·παρὰ Κυρίου ἐγένετο αὕτη\,καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν;\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20121228
DTEND;VALUE=DATE:20121229
SUMMARY:20\,000 Μάρτυρες έν Νικομηδείᾳ
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 12/28/2012\n\nἍγιοι καὶ ἑορταί: 20\,000 Μάρτυρες έν Νικομηδείᾳ; Γλυκέριος Ἱερομάρτυς; Σίμων\, κτήτωρ τῆς μονῆς Σιμωνόπετρας; Μεθέορτος τῆς Γεννήσεως\n\nΚατάλυσις Πάντων\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἑβραίους 11:8-16\n\nἈδελφοί\, πίστει καλούμενος Ἀβραὰμ ὑπήκουσεν ἐξελθεῖν εἰς τὸν τόπον ὃν ἤμελλεν λαμβάνειν εἰς κληρονομίαν\, καὶ ἐξῆλθεν μὴ ἐπιστάμενος ποῦ ἔρχεται. Πίστει παρῴκησεν εἰς γῆν τῆς ἐπαγγελίας\, ὡς ἀλλοτρίαν\, ἐν σκηναῖς κατοικήσας μετὰ Ἰσαὰκ καὶ Ἰακώβ\, τῶν συγκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς· ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν\, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ θεός. Πίστει καὶ αὐτὴ Σάρρα δύναμιν εἰς καταβολὴν σπέρματος ἔλαβεν\, καὶ παρὰ καιρὸν ἡλικίας ἔτεκεν\, ἐπεὶ πιστὸν ἡγήσατο τὸν ἐπαγγειλάμενον. Διὸ καὶ ἀφʼ ἑνὸς ἐγεννήθησαν\, καὶ ταῦτα νενεκρωμένου\, καθὼς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει\, καὶ ὡς ἡ ἄμμος ἡ παρὰ τὸ χεῖλος τῆς θαλάσσης ἡ ἀναρίθμητος. Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες\, μὴ λαβόντες τὰς ἐπαγγελίας\, ἀλλὰ πόρρωθεν αὐτὰς ἰδόντες\, καὶ ἀσπασάμενοι\, καὶ ὁμολογήσαντες ὅτι ξένοι καὶ παρεπίδημοί εἰσιν ἐπὶ τῆς γῆς. Οἱ γὰρ τοιαῦτα λέγοντες ἐμφανίζουσιν ὅτι πατρίδα ἐπιζητοῦσιν. Καὶ εἰ μὲν ἐκείνης ἐμνημόνευον ἀφʼ ἧς ἐξῆλθον\, εἶχον ἂν καιρὸν ἀνακάμψαι. Νῦν δὲ κρείττονος ὀρέγονται\, τοῦτʼ ἔστιν\, ἐπουρανίου· διὸ οὐκ ἐπαισχύνεται αὐτοὺς ὁ θεός\, θεὸς ἐπικαλεῖσθαι αὐτῶν· ἡτοίμασεν γὰρ αὐτοῖς πόλιν.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Μᾶρκον 12.1-12\n\nΕἶπεν ὁ Κύριος τήν παραβολαῖς λέγειν· ἀμπελῶνα ἐφύτευσεν ἄνθρωπος καὶ περιέθηκε φραγμὸν καὶ ὤρυξεν ὑπολήνιον καὶ ᾠκοδόμησε πύργον\, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς καὶ ἀπεδήμησε.καὶ ἀπέστειλε πρὸς τοὺς γεωργοὺς τῷ καιρῷ δοῦλον\, ἵνα παρὰ τῶν γεωργῶν λάβῃ ἀπὸ τοῦ καρποῦ τοῦ ἀμπελῶνος.καὶ λαβόντες αὐτὸν ἔδειραν καὶ ἀπέστειλαν κενόν.καὶ πάλιν ἀπέστειλε πρὸς αὐτοὺς ἄλλον δοῦλον· κἀκεῖνον λιθοβολήσαντες ἐκεφαλαίωσαν καὶ ἀπέστειλαν ἠτιμωμένον.καὶ πάλιν ἄλλον ἀπέστειλε· κἀκεῖνον ἀπέκτειναν\, καὶ πολλοὺς ἄλλους\, οὓς μὲν δέροντες\, οὓς δὲ ἀποκτέννοντες.ἔτι οὖν ἕνα υἱὸν ἔχων\, ἀγαπητὸν αὐτοῦ\, ἀπέστειλε καὶ αὐτὸν ἔσχατον πρὸς αὐτοὺς λέγων ὅτι ἐντραπήσονται τὸν υἱόν μου.ἐκεῖνοι δὲ οἱ γεωργοί\, θεασάμενοι αὐτὸν ἐρχόμενον\, πρὸς ἑαυτοὺς εἶπον ὅτι οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτόν\, καὶ ἡμῶν ἔσται ἡ κληρονομία.καὶ λαβόντες ἀπέκτειναν αὐτὸν καὶ ἐξέβαλον αὐτὸν ἔξω τοῦ ἀμπελῶνος.τί οὖν ποιήσει ὁ κύριος τοῦ ἀμπελῶνος; ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργοὺς τούτους\, καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις.οὐδὲ τὴν γραφὴν ταύτην ἀνέγνωτε\, λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες\,οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· παρὰ Κυρίου ἐγένετο αὕτη\,καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν; Καὶ ἐζήτουν αὐτὸν κρατῆσαι\, καὶ ἐφοβήθησαν τὸν ὄχλον· ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς τὴν παραβολὴν εἶπε. καὶ ἀφέντες αὐτὸν ἀπῆλθον.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20121229
DTEND;VALUE=DATE:20121230
SUMMARY:Σάββατον μετά Γήν Χριστοῦ Γέννησιν
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 12/29/2012\n\nἍγιοι καὶ ἑορταί: 14\,000 Νήπια ὑπὸ τοῦ Ἡρώδου ἀναιρεθέντα; Μάρκελλος\, Ἡγούμενος τῆς Μονῆς τῶν Ἀκοιμήτων; Θαδδαῖος Ὁμολογητής; Μεθέορτος τῆς Γεννήσεως\n\nΚατάλυσις Πάντων\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Τιμόθεον α' 6:11-16\n\nΤέκνον Τιμόθεε\, δίωκε δικαιοσύνην\, εὐσέβειαν\, πίστιν\, ἀγάπην\, ὑπομονήν\, πρᾳότητα. Ἀγωνίζου τὸν καλὸν ἀγῶνα τῆς πίστεως\, ἐπιλαβοῦ τῆς αἰωνίου ζωῆς\, εἰς ἣν ἐκλήθης\, καὶ ὡμολόγησας τὴν καλὴν ὁμολογίαν ἐνώπιον πολλῶν μαρτύρων. Παραγγέλλω σοι ἐνώπιον τοῦ θεοῦ τοῦ ζωοποιοῦντος τὰ πάντα\, καὶ Χριστοῦ Ἰησοῦ τοῦ μαρτυρήσαντος ἐπὶ Ποντίου Πιλάτου τὴν καλὴν ὁμολογίαν\, τηρῆσαί σε τὴν ἐντολὴν ἄσπιλον\, ἀνεπίληπτον\, μέχρι τῆς ἐπιφανείας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ\, ἣν καιροῖς ἰδίοις δείξει ὁ μακάριος καὶ μόνος δυνάστης\, ὁ βασιλεὺς τῶν βασιλευόντων\, καὶ κύριος τῶν κυριευόντων\, ὁ μόνος ἔχων ἀθανασίαν\, φῶς οἰκῶν ἀπρόσιτον\, ὃν εἶδεν οὐδεὶς ἀνθρώπων\, οὐδὲ ἰδεῖν δύναται· ᾧ τιμὴ καὶ κράτος αἰώνιον. Ἀμήν.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 12.15-21\n\nΤῷ καιρῷ ἐκείνῳ\, ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί\, καὶ ἐθεράπευσεν αὐτοὺς πάντας\,καὶ ἐπετίμησεν αὐτοῖς ἵνα μὴ φανερὸν ποιήσωσιν αὐτόν\,ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ ῾Ησαΐου τοῦ προφήτου λέγοντος· ἰδοὺ ὁ παῖς μου\, ὃν ᾑρέτισα\,ὁ ἀγαπητός μου\, εἰς ὃν εὐδόκησεν ἡ ψυχή μου·θήσω τὸ πνεῦμά μου ἐπ᾿ αὐτόν\,καὶ κρίσιν τοῖς ἔθνεσιν ἀπαγγελεῖ· οὐκ ἐρίσει οὐδὲ κραυγάσει\,οὐδὲ ἀκούσει τις ἐν ταῖς πλατείαις τὴν φωνὴν αὐτοῦ. κάλαμον συντετριμμένον οὐ κατεάξεικαὶ λίνον τυφόμενον οὐ σβέσει\,ἕως ἂν ἐκβάλῃ εἰς νῖκος τὴν κρίσιν· καὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσι.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20121230
DTEND;VALUE=DATE:20121231
SUMMARY:Κυριακή μετά την Χριστοῦ Γἐννησιν
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 12/30/2012\n\nἍγιοι καὶ ἑορταί: Ἀνυσία Ὁσιομάρτης; Γεδεών ὁ Νέος; Φιλάρετος\, Μάρτυς; Ὅσιος Λεόντιος; Μεθέορτος τῆς Γεννήσεως\n\nΚατάλυσις Πάντων\nΗχος πλ. α'\nΕωθ. Η'\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Γαλάτας 1:11-19\n\nἈδελφοί\, γνωρίζω δὲ ὑμῖν\, ἀδελφοί\, τὸ εὐαγγέλιον τὸ εὐαγγελισθὲν ὑπʼ ἐμοῦ\, ὅτι οὐκ ἔστιν κατὰ ἄνθρωπον. Οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό\, οὔτε ἐδιδάχθην\, ἀλλὰ διʼ ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ. Ἠκούσατε γὰρ τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τῷ Ἰουδαϊσμῷ\, ὅτι καθʼ ὑπερβολὴν ἐδίωκον τὴν ἐκκλησίαν τοῦ θεοῦ\, καὶ ἐπόρθουν αὐτήν· καὶ προέκοπτον ἐν τῷ Ἰουδαϊσμῷ ὑπὲρ πολλοὺς συνηλικιώτας ἐν τῷ γένει μου\, περισσοτέρως ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων. Ὅτε δὲ εὐδόκησεν ὁ θεὸς ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου καὶ καλέσας διὰ τῆς χάριτος αὐτοῦ\, ἀποκαλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐμοὶ ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν\, εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι· οὐδὲ ἀνῆλθον εἰς Ἱεροσόλυμα πρὸς τοὺς πρὸ ἐμοῦ ἀποστόλους\, ἀλλὰ ἀπῆλθον εἰς Ἀραβίαν\, καὶ πάλιν ὑπέστρεψα εἰς Δαμασκόν. Ἔπειτα μετὰ ἔτη τρία ἀνῆλθον εἰς Ἱεροσόλυμα ἱστορῆσαι Πέτρον\, καὶ ἐπέμεινα πρὸς αὐτὸν ἡμέρας δεκαπέντε. Ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον\, εἰ μὴ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ κυρίου.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 2.13-23\n\n᾿Αναχωρησάντων δὲ αὐτῶν ἰδοὺ ἄγγελος Κυρίου φαίνεται κατ᾿ ὄναρ τῷ ᾿Ιωσὴφ λέγων· ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ φεῦγε εἰς Αἴγυπτον\, καὶ ἴσθι ἐκεῖ ἕως ἂν εἴπω σοι· μέλλει γὰρ ῾Ηρῴδης ζητεῖν τὸ παιδίον τοῦ ἀπολέσαι αὐτό.῾Ο δὲ ἐγερθεὶς παρέλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ νυκτὸς καὶ ἀνεχώρησεν εἰς Αἴγυπτον\,καὶ ἦν ἐκεῖ ἕως τῆς τελευτῆς ῾Ηρῴδου\, ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προφήτου λέγοντος· ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου. Τότε ῾Ηρῴδης ἰδὼν ὅτι ἐνεπαίχθη ὑπὸ τῶν μάγων\, ἐθυμώθη λίαν\, καὶ ἀποστείλας ἀνεῖλε πάντας τοὺς παῖδας τοὺς ἐν Βηθλεὲμ καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς ἀπὸ διετοῦς καὶ κατωτέρω\, κατὰ τὸν χρόνον ὃν ἠκρίβωσε παρὰ τῶν μάγων.τότε ἐπληρώθη τὸ ῥηθὲν ὑπὸ ῾Ιερεμίου τοῦ προφήτου λέγοντος· φωνὴ ἐν ῾Ραμᾷ ἠκούσθη\,θρῆνος καὶ κλαυθμὸς καὶ ὀδυρμὸς πολύς·῾Ραχὴλ κλαίουσα τὰ τέκνα αὐτῆς\,καὶ οὐκ ἤθελε παρακληθῆναι\, ὅτι οὐκ εἰσίν. Τελευτήσαντος δὲ τοῦ ῾Ηρῴδου ἰδοὺ ἄγγελος Κυρίου κατ᾿ ὄναρ φαίνεται τῷ ᾿Ιωσὴφ ἐν Αἰγύπτῳλέγων· ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ πορεύου εἰς γῆν ᾿Ισραήλ· τεθνήκασι γὰρ οἱ ζητοῦντες τὴν ψυχὴν τοῦ παιδίου.ὁ δὲ ἐγερθεὶς παρέλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ ἦλθεν εἰς γῆν ᾿Ισραήλ.ἀκούσας δὲ ὅτι ᾿Αρχέλαος βασιλεύει ἐπὶ τῆς ᾿Ιουδαίας ἀντὶ ῾Ηρῴδου τοῦ πατρὸς αὐτοῦ\, ἐφοβήθη ἐκεῖ ἀπελθεῖν· χρηματισθεὶς δὲ κατ᾿ ὄναρ ἀνεχώρησεν εἰς τὰ μέρη τῆς Γαλιλαίας\,καὶ ἐλθὼν κατῴκησεν εἰς πόλιν λεγομένην Ναζαρέτ\, ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τῶν προφητῶν ὅτι Ναζωραῖος κληθήσεται.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20121231
DTEND;VALUE=DATE:20130101
SUMMARY:Ἀπόδοσις Γεννήσεως τοῦ Χριστοῦ
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 12/31/2012\n\nἍγιοι καὶ ἑορταί: Ἀπόδοσις Γεννήσεως τοῦ Χριστοῦ; Ὁσία Μελάνη; Ζωτικός Ρώμης\n\nΚατάλυσις Πάντων\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἑβραίους 11:17-31\n\nἈδελφοί\, πίστει προσενήνοχεν Ἀβραὰμ τὸν Ἰσαὰκ πειραζόμενος\, καὶ τὸν μονογενῆ προσέφερεν ὁ τὰς ἐπαγγελίας ἀναδεξάμενος\, πρὸς ὃν ἐλαλήθη\, ὅτι Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα· λογισάμενος ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὁ θεός· ὅθεν αὐτὸν καὶ ἐν παραβολῇ ἐκομίσατο. Πίστει περὶ μελλόντων εὐλόγησεν Ἰσαὰκ τὸν Ἰακὼβ καὶ τὸν Ἠσαῦ. Πίστει Ἰακὼβ ἀποθνῄσκων ἕκαστον τῶν υἱῶν Ἰωσὴφ εὐλόγησεν\, καὶ προσεκύνησεν ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ. Πίστει Ἰωσὴφ τελευτῶν περὶ τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ ἐμνημόνευσεν\, καὶ περὶ τῶν ὀστέων αὐτοῦ ἐνετείλατο. Πίστει Μωϋσῆς γεννηθεὶς ἐκρύβη τρίμηνον ὑπὸ τῶν πατέρων αὐτοῦ\, διότι εἶδον ἀστεῖον τὸ παιδίον· καὶ οὐκ ἐφοβήθησαν τὸ διάταγμα τοῦ βασιλέως. Πίστει Μωϋσῆς μέγας γενόμενος ἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς Φαραώ\, μᾶλλον ἑλόμενος συγκακουχεῖσθαι τῷ λαῷ τοῦ θεοῦ ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν· μείζονα πλοῦτον ἡγησάμενος τῶν Αἰγύπτου θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ· ἀπέβλεπεν γὰρ εἰς τὴν μισθαποδοσίαν. Πίστει κατέλιπεν Αἴγυπτον\, μὴ φοβηθεὶς τὸν θυμὸν τοῦ βασιλέως· τὸν γὰρ ἀόρατον ὡς ὁρῶν ἐκαρτέρησεν. Πίστει πεποίηκεν τὸ Πάσχα καὶ τὴν πρόσχυσιν τοῦ αἵματος\, ἵνα μὴ ὁ ὀλοθρεύων τὰ πρωτότοκα θίγῃ αὐτῶν. Πίστει διέβησαν τὴν Ἐρυθρὰν Θάλασσαν ὡς διὰ ξηρᾶς· ἧς πεῖραν λαβόντες οἱ Αἰγύπτιοι κατεπόθησαν. Πίστει τὰ τείχη Ἰεριχὼ ἔπεσεν\, κυκλωθέντα ἐπὶ ἑπτὰ ἡμέρας. Πίστει Ῥαὰβ ἡ πόρνη οὐ συναπώλετο τοῖς ἀπειθήσασιν\, δεξαμένη τοὺς κατασκόπους μετʼ εἰρήνης.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Μᾶρκον 12.13-17\n\nΤῷ καιρῷ ἐκείνῳ\, ἀποστέλλουσι πρὸς αὐτόν τινας τῶν Φαρισαίων καὶ τῶν ῾Ηρῳδιανῶν ἵνα αὐτὸν ἀγρεύσωσι λόγῳ.οἱ δὲ ἐλθόντες λέγουσιν αὐτῷ· διδάσκαλε\, οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ οὐ μέλει σοι περὶ οὐδενός· οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων\, ἀλλ᾿ ἐπ᾿ ἀληθείας τὴν ὁδὸν τοῦ Θεοῦ διδάσκεις. εἶπον οὖν ἡμῖν· ἔξεστι δοῦναι κῆνσον Καίσαρι ἢ οὔ; δῶμεν ἢ μὴ δῶμεν;ὁ δὲ εἰδὼς αὐτῶν τὴν ὑπόκρισιν εἶπεν αὐτοῖς· τί με πειράζετε; φέρετέ μοι δηνάριον ἵνα ἴδω.οἱ δὲ ἤνεγκαν. καὶ λέγει αὐτοῖς· τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή; οἱ δὲ εἶπον· Καίσαρος.καὶ ἀποκριθεὶς ὁ ᾿Ιησοῦς εἶπεν αὐτοῖς· ἀπόδοτε τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ· καὶ ἐθαύμασαν ἐπ᾿ αὐτῷ.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20130101
DTEND;VALUE=DATE:20130102
SUMMARY:Περιτομή του Ιησού Χριστού
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 1/1/2013\n\nἍγιοι καὶ ἑορταί: Περιτομή του Ιησού Χριστού; Ὁ Μέγας Βασίλειος; Γρηγόριος Ἐπίσκοπος Νανζιανοῦ; Πέτρος Νεομάρτυς Πελοποννήσου; Θεόδοτος Μάρτυς; Ὅσιος Θεοδόσιος Τριγλίας; Ἐμμέλεια Μητέρα Βασιλείου Μεγάλου; Τελέμαχος Μάρτυς; Φουλγέντιος Ἐπίσκοπος; Βασίλειος Μάρτυς Ἀγκύρας\n\nΚατάλυσις Πάντων\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κολοσσαεῖς 2:8-12\n\nἈδελφοί\, βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης\, κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων\, κατὰ τὰ στοιχεῖα τοῦ κόσμου\, καὶ οὐ κατὰ Χριστόν· ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς\, καί ἐστε ἐν αὐτῷ πεπληρωμένοι\, ὅς ἐστιν ἡ κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας· ἐν ᾧ καὶ περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ\, ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῶν ἁμαρτιῶν τῆς σαρκός\, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ\, συνταφέντες αὐτῷ ἐν τῷ βαπτίσματι\, ἐν ᾧ καὶ συνηγέρθητε διὰ τῆς πίστεως τῆς ἐνεργείας τοῦ θεοῦ\, τοῦ ἐγείραντος αὐτὸν ἐκ τῶν νεκρῶν.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 2.20-21\, 40-52\n\nΤῷ καιρῷ ἐκείνῳ\, ὑπέστρεψαν οἱ ποιμένες δοξάζοντες καὶ αἰνοῦντες τὸν Θεὸν ἐπὶ πᾶσιν οἷς ἤκουσαν καὶ εἶδον καθὼς ἐλαλήθη πρὸς αὐτούς. Καὶ ὅτε ἐπλήσθησαν αἱ ἡμέραι ὀκτὼ τοῦ περιτεμεῖν τὸ παιδίον\, καὶ ἐκλήθη τὸ ὄνομα αὐτοῦ ᾿Ιησοῦς\, τὸ κληθὲν ὑπὸ τοῦ ἀγγέλου πρὸ τοῦ συλληφθῆναι αὐτὸν ἐν τῇ κοιλίᾳ. Τὸ δὲ παιδίον ηὔξανε καὶ ἐκραταιοῦτο πνεύματι πληρούμενον σοφίας\, καὶ χάρις Θεοῦ ἦν ἐπ᾿ αὐτό. Καὶ ἐπορεύοντο οἱ γονεῖς αὐτοῦ κατ᾿ ἔτος εἰς ῾Ιερουσαλὴμ τῇ ἑορτῇ τοῦ πάσχα.καὶ ὅτε ἐγένετο ἐτῶν δώδεκα\, ἀναβάντων αὐτῶν εἰς ῾Ιεροσόλυμα κατὰ τὸ ἔθος τῆς ἑορτῆςκαὶ τελειωσάντων τὰς ἡμέρας\, ἐν τῷ ὑποστρέφειν αὐτοὺς ὑπέμεινεν ᾿Ιησοῦς ὁ παῖς ἐν ῾Ιερουσαλήμ\, καὶ οὐκ ἔγνω ᾿Ιωσὴφ καὶ ἡ μήτηρ αὐτοῦ.νομίσαντες δὲ αὐτὸν ἐν τῇ συνοδίᾳ εἶναι ἦλθον ἡμέρας ὁδὸν καὶ ἀνεζήτουν αὐτὸν ἐν τοῖς συγγενέσι καὶ ἐν τοῖς γνωστοῖς·καὶ μὴ εὑρόντες αὐτὸν ὑπέστρεψαν εἰς ῾Ιερουσαλὴμ ζητοῦντες αὐτόν.καὶ ἐγένετο μεθ᾿ ἡμέρας τρεῖς εὗρον αὐτὸν ἐν τῷ ἱερῷ καθεζόμενον ἐν μέσῳ τῶν διδασκάλων καὶ ἀκούοντα αὐτῶν καὶ ἐπερωτῶντα αὐτούς·ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες αὐτοῦ ἐπὶ τῇ συνέσει καὶ ταῖς ἀποκρίσεσιν αὐτοῦ.καὶ ἰδόντες αὐτὸν ἐξεπλάγησαν\, καὶ πρὸς αὐτὸν ἡ μήτηρ αὐτοῦ εἶπε· τέκνον\, τί ἐποίησας ἡμῖν οὕτως; ἰδοὺ ὁ πατήρ σου κἀγὼ ὀδυνώμενοι ἐζητοῦμέν σε.καὶ εἶπε πρὸς αὐτούς· τί ὅτι ἐζητεῖτέ με; οὐκ ᾔδειτε ὅτι ἐν τοῖς τοῦ πατρός μου δεῖ εἶναί με;καὶ αὐτοὶ οὐ συνῆκαν τὸ ῥῆμα ὃ ἐλάλησεν αὐτοῖς.καὶ κατέβη μετ᾿ αὐτῶν καὶ ἦλθεν εἰς Ναζαρέτ\, καὶ ἦν ὑποτασσόμενος αὐτοῖς. καὶ ἡ μήτηρ αὐτοῦ διετήρει πάντα τὰ ῥήματα ταῦτα ἐν τῇ καρδίᾳ αὐτῆς.Καὶ ᾿Ιησοῦς προέκοπτε σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι παρὰ Θεῷ καὶ ἀνθρώποις.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20130102
DTEND;VALUE=DATE:20130103
SUMMARY:Προεόρτια τῶν Φώτων
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 1/2/2013\n\nἍγιοι καὶ ἑορταί: Προεόρτια τῶν Φώτων; Σίλβεστρος Πάπας Ρώμης; Κοσμάς Ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως; Σεραφείμ Θαυματουργός τοῦ Σάρωφ; Ὁσία Ἰουλιανή; Θεαγένης Ἱερομάρτυς Ἐπίσκοπος Πάριο; Θεόπεμπτος; Θεοδότη Μήτηρ τῶν Ἁγίων Ἀναργύρων; Ὅσιος Μάρκος Κωφός; Βασίλειος Μάρτυς Ἀγκύρας; Σεργίος; Θεόπιστος Μάρτυς; Γεώργιος Νεομάρτυς Ζώρζης; Νεῖλος Ὁ Ἡγιασμένος; Σίλβεστρος τοῦ Κιεβ\n\nΚατάλυσις Πάντων\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἑβραίους 5:4-10\n\nἈδελφοί\, οὐχ ἑαυτῷ τις λαμβάνει τὴν τιμήν͵ ἀλλὰ καλούμενος ὑπὸ τοῦ θεοῦ͵ καθώσπερ καὶ Ἀαρών. Οὕτως καὶ ὁ Χριστὸς οὐχ ἑαυτὸν ἐδόξασεν γενηθῆναι ἀρχιερέα͵ ἀλλ΄ ὁ λαλήσας πρὸς αὐτόν͵ Υἱός μου εἶ σύ͵ ἐγὼ σήμερον γεγέννηκά σε· καθὼς καὶ ἐν ἑτέρῳ λέγει͵ Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. Ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ͵ δεήσεις τε καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σῴζειν αὐτὸν ἐκ θανάτου μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσενέγκας καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας͵ καίπερ ὢν υἱὸς ἔμαθεν ἀφ΄ ὧν ἔπαθεν τὴν ὑπακοήν· καὶ τελειωθεὶς ἐγένετο πᾶσιν τοῖς ὑπακούουσιν αὐτῷ αἴτιος σωτηρίας αἰωνίου͵ προσαγορευθεὶς ὑπὸ τοῦ θεοῦ ἀρχιερεὺς κατὰ τὴν τάξιν Μελχισεδέκ.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ἰωάννην 3.1-15\n\nΤῷ καιρῷ ἐκείνῳ\, ἄνθρωπος ἐκ τῶν Φαρισαίων\, Νικόδημος ὄνομα αὐτῷ\, ἄρχων τῶν ᾿Ιουδαίων. οὗτος ἦλθε πρὸς αὐτὸν νυκτὸς καὶ εἶπεν αὐτῷ· ῥαββί\, οἴδαμεν ὅτι ἀπὸ Θεοῦ ἐλήλυθας διδάσκαλος· οὐδεὶς γὰρ ταῦτα τὰ σημεῖα δύναται ποιεῖν ἃ σὺ ποιεῖς\, ἐὰν μὴ ᾖ ὁ Θεὸς μετ᾽αὐτοῦ. ἀπεκρίθη ᾿Ιησοῦς καὶ εἶπεν αὐτῷ· ἀμὴν ἀμὴν λέγω σοι\, ἐὰν μή τις γεννηθῇ ἄνωθεν\, οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ Θεοῦ. λέγει πρὸς αὐτὸν ὁ Νικόδημος· πῶς δύναται ἄνθρωπος γεννηθῆναι γέρων ὤν; μὴ δύναται εἰς τὴν κοιλίαν τῆς μητρὸς αὐτοῦ δεύτερον εἰσελθεῖν καὶ γεννηθῆναι; ἀπεκρίθη ᾿Ιησοῦς· ἀμὴν ἀμὴν λέγω σοι\, ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος\, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστι\, καὶ τὸ γεγεννημένον ἐκ τοῦ Πνεύματος πνεῦμά ἐστι. μὴ θαυμάσῃς ὅτι εἶπόν σοι\, δεῖ ὑμᾶς γεννηθῆναι ἄνωθεν. τὸ πνεῦμα ὅπου θέλει πνεῖ\, καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις\, ἀλλ᾽ οὐκ οἶδας πόθεν ἔρχεται καὶ ποῦ ὑπάγει· οὕτως ἐστὶ πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Πνεύματος. ἀπεκρίθη Νικόδημος καὶ εἶπεν αὐτῷ· πῶς δύναται ταῦτα γενέσθαι; ἀπεκρίθη ᾿Ιησοῦς καὶ εἶπεν αὐτῷ· σὺ εἶ ὁ διδάσκαλος τοῦ ᾿Ισραὴλ καὶ ταῦτα οὐ γινώσκεις; ἀμὴν ἀμὴν λέγω σοι ὅτι ὃ οἴδαμεν λαλοῦμεν καὶ ὃ ἑωράκαμεν μαρτυροῦμεν\, καὶ τὴν μαρτυρίαν ἡμῶν οὐ λαμβάνετε. εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν καὶ οὐ πιστεύετε\, πῶς ἐὰν εἴπω ὑμῖν τὰ ἐπουράνια πιστεύσετε; καὶ οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς\, ὁ υἱὸς τοῦ ἀνθρώπου ὁ ὢν ἐν τῷ οὐρανῷ. καὶ καθὼς Μωϋσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ\, οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου\, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται\, ἀλλ᾽ ἔχῃ ζωὴν αἰώνιον.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20130103
DTEND;VALUE=DATE:20130104
SUMMARY:Προφήτης Μαλαχίας
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 1/3/2013\n\nἍγιοι καὶ ἑορταί: Προφήτης Μαλαχίας; Γόρδιος Μάρτυς; Προεόρτια τῶν Φώτων; Η Ἀγία Γενοβιἐφα ; Ὅσιος Πέτρος Ἀτρώας; Ὅσιος Ἀκάκιος Θαυματουργός; Ὅσιος Θωμᾶις τοῦ Λέσβου\n\nΚατάλυσις Πάντων\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πράξεις Ἀποστόλων 10:44-48;11:1-10\n\nἘν ταῖς ἡμεραῖς ἐκείναις\, λαλοῦντος τοῦ Πέτρου τὰ ῥήματα ταῦτα\, ἐπέπεσεν τὸ πνεῦμα τὸ ἅγιον ἐπὶ πάντας τοὺς ἀκούοντας τὸν λόγον. Καὶ ἐξέστησαν οἱ ἐκ περιτομῆς πιστοί\, ὅσοι συνῆλθον τῷ Πέτρῳ\, ὅτι καὶ ἐπὶ τὰ ἔθνη ἡ δωρεὰ τοῦ ἁγίου πνεύματος ἐκκέχυται. Ἤκουον γὰρ αὐτῶν λαλούντων γλώσσαις\, καὶ μεγαλυνόντων τὸν θεόν. Τότε ἀπεκρίθη ὁ Πέτρος\, Μήτι τὸ ὕδωρ κωλῦσαιN δύναταί τις\, τοῦ μὴ βαπτισθῆναι τούτους\, οἵτινες τὸ πνεῦμα τὸ ἅγιον ἔλαβον καθὼς καὶ ἡμεῖς; Προσέταξέν τε αὐτοὺς βαπτισθῆναι ἐν τῷ ὀνόματι τοῦ κυρίου. Τότε ἠρώτησαν αὐτὸν ἐπιμεῖναι ἡμέρας τινάς. Ἤκουσαν δὲ οἱ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ οἱ ὄντες κατὰ τὴν Ἰουδαίαν ὅτι καὶ τὰ ἔθνη ἐδέξαντο τὸν λόγον τοῦ θεοῦ. Καὶ ὅτε ἀνέβη Πέτρος εἰς Ἱεροσόλυμα\, διεκρίνοντο πρὸς αὐτὸν οἱ ἐκ περιτομῆς\, λέγοντες ὅτι Πρὸς ἄνδρας ἀκροβυστίαν ἔχοντας εἰσῆλθες\, καὶ συνέφαγες αὐτοῖς. Ἀρξάμενος δὲ ὁ Πέτρος ἐξετίθετο αὐτοῖς καθεξῆς λέγων\, Ἐγὼ ἤμην ἐν πόλει Ἰόππῃ προσευχόμενος\, καὶ εἶδον ἐν ἐκστάσει ὅραμα\, καταβαῖνον σκεῦός τι\, ὡς ὀθόνην μεγάλην τέσσαρσιν ἀρχαῖς καθιεμένην ἐκ τοῦ οὐρανοῦ\, καὶ ἦλθεν ἄχρι ἐμοῦ· εἰς ἣν ἀτενίσας κατενόουν\, καὶ εἶδον τὰ τετράποδα τῆς γῆς καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ. Ἤκουσα δὲ φωνῆς λεγούσης μοι\, Ἀναστάς\, Πέτρε\, θῦσον καὶ φάγε. Εἶπον δέ\, Μηδαμῶς\, κύριε· ὅτι πᾶν κοινὸν ἢ ἀκάθαρτον οὐδέποτε εἰσῆλθεν εἰς τὸ στόμα μου. Ἀπεκρίθη δέ μοι φωνὴ ἐκ δευτέρου ἐκ τοῦ οὐρανοῦ\, Ἃ ὁ θεὸς ἐκαθάρισεν\, σὺ μὴ κοίνου. Τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς\, καὶ πάλιν ἀνεσπάσθη ἅπαντα εἰς τὸν οὐρανόν.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ἰωάννην 1.18-28\n\nΘεὸν οὐδεὶς ἑώρακε πώποτε· ὁ μονογενὴς υἱὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός\, ἐκεῖνος ἐξηγήσατο. \n \nΚαὶ αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ ᾿Ιωάννου\, ὅτε ἀπέστειλαν οἱ ᾿Ιουδαῖοι ἐξ ῾Ιεροσολύμων ἱερεῖς καὶ Λευΐτας ἵνα ἐρωτήσωσιν αὐτόν· σὺ τίς εἶ; καὶ ὡμολόγησε\, καὶ οὐκ ἠρνήσατο· καὶ ὡμολόγησεν ὅτι οὐκ εἰμὶ ἐγὼ ὁ Χριστός. καὶ ἠρώτησαν αὐτόν· τί οὖν; ᾿Ηλίας εἶ σύ; καὶ λέγει· οὐκ εἰμί. ὁ προφήτης εἶ σύ; καὶ ἀπεκρίθη\, οὔ. εἶπον οὖν αὐτῷ· τίς εἶ; ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς· τί λέγεις περὶ σεαυτοῦ; ἔφη· ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ\, εὐθύνατε τὴν ὁδὸν Κυρίου\, καθὼς εἶπεν ῾Ησαΐας ὁ προφήτης.\n \nκαὶ οἱ ἀπεσταλμένοι ἦσαν ἐκ τῶν Φαρισαίων· καὶ ἠρώτησαν αὐτὸν καὶ εἶπον αὐτῷ· τί οὖν βαπτίζεις\, εἰ σὺ οὐκ εἶ ὁ Χριστὸς οὔτε ᾿Ηλίας οὔτε ὁ προφήτης; ἀπεκρίθη αὐτοῖς ὁ ᾿Ιωάννης λέγων· ἐγὼ βαπτίζω ἐν ὕδατι· μέσος δὲ ὑμῶν ἕστηκεν ὃν ὑμεῖς οὐκ οἴδατε. αὐτός ἐστιν ὁ ὀπίσω μου ἐρχόμενος\, ὃς ἔμπροσθέν μου γέγονεν\, οὗ ἐγὼ οὐκ εἰμὶ ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος. Ταῦτα ἐν Βηθανίᾳ ἐγένετο πέραν τοῦ ᾿Ιορδάνου\, ὅπου ἦν ᾿Ιωάννης βαπτίζων.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20130104
DTEND;VALUE=DATE:20130105
SUMMARY:Σύναξις τῶν 70 Αποστόλων
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 1/4/2013\n\nἍγιοι καὶ ἑορταί: Σύναξις τῶν 70 Αποστόλων; Ὅσιος Θεόκτιστος Σικελίας; Προεόρτια τῶν Φώτων; Ζώσιμος Μοναχός καί Ἀθανάσιος Κομενταρήσιος; Ὁσία Ἀπολλιναρία Συγκλητική; Χρύσανθος καί Εὐφημία Μάρτυρες; Ὅσιος Εὐθύμιος Νέος; Ὅσιομάρτυς Ὀνούφριος Νέος; Ὅσιος Εὐθύμιος Βατοπεδίου; Ὅσιος Ἰωάννης Σχολάριος; Εὐστάθιος Ἀρχιεπίσκοπος Σερβίας\n\nΚατάλυσις Πάντων\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πράξεις Ἀποστόλων 10:44-48;11:1-10\n\nἘν ταῖς ἡμεραῖς ἐκείναις\, λαλοῦντος τοῦ Πέτρου τὰ ῥήματα ταῦτα\, ἐπέπεσεν τὸ πνεῦμα τὸ ἅγιον ἐπὶ πάντας τοὺς ἀκούοντας τὸν λόγον. Καὶ ἐξέστησαν οἱ ἐκ περιτομῆς πιστοί\, ὅσοι συνῆλθον τῷ Πέτρῳ\, ὅτι καὶ ἐπὶ τὰ ἔθνη ἡ δωρεὰ τοῦ ἁγίου πνεύματος ἐκκέχυται. Ἤκουον γὰρ αὐτῶν λαλούντων γλώσσαις\, καὶ μεγαλυνόντων τὸν θεόν. Τότε ἀπεκρίθη ὁ Πέτρος\, Μήτι τὸ ὕδωρ κωλῦσαιN δύναταί τις\, τοῦ μὴ βαπτισθῆναι τούτους\, οἵτινες τὸ πνεῦμα τὸ ἅγιον ἔλαβον καθὼς καὶ ἡμεῖς; Προσέταξέν τε αὐτοὺς βαπτισθῆναι ἐν τῷ ὀνόματι τοῦ κυρίου. Τότε ἠρώτησαν αὐτὸν ἐπιμεῖναι ἡμέρας τινάς. Ἤκουσαν δὲ οἱ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ οἱ ὄντες κατὰ τὴν Ἰουδαίαν ὅτι καὶ τὰ ἔθνη ἐδέξαντο τὸν λόγον τοῦ θεοῦ. Καὶ ὅτε ἀνέβη Πέτρος εἰς Ἱεροσόλυμα\, διεκρίνοντο πρὸς αὐτὸν οἱ ἐκ περιτομῆς\, λέγοντες ὅτι Πρὸς ἄνδρας ἀκροβυστίαν ἔχοντας εἰσῆλθες\, καὶ συνέφαγες αὐτοῖς. Ἀρξάμενος δὲ ὁ Πέτρος ἐξετίθετο αὐτοῖς καθεξῆς λέγων\, Ἐγὼ ἤμην ἐν πόλει Ἰόππῃ προσευχόμενος\, καὶ εἶδον ἐν ἐκστάσει ὅραμα\, καταβαῖνον σκεῦός τι\, ὡς ὀθόνην μεγάλην τέσσαρσιν ἀρχαῖς καθιεμένην ἐκ τοῦ οὐρανοῦ\, καὶ ἦλθεν ἄχρι ἐμοῦ· εἰς ἣν ἀτενίσας κατενόουν\, καὶ εἶδον τὰ τετράποδα τῆς γῆς καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ. Ἤκουσα δὲ φωνῆς λεγούσης μοι\, Ἀναστάς\, Πέτρε\, θῦσον καὶ φάγε. Εἶπον δέ\, Μηδαμῶς\, κύριε· ὅτι πᾶν κοινὸν ἢ ἀκάθαρτον οὐδέποτε εἰσῆλθεν εἰς τὸ στόμα μου. Ἀπεκρίθη δέ μοι φωνὴ ἐκ δευτέρου ἐκ τοῦ οὐρανοῦ\, Ἃ ὁ θεὸς ἐκαθάρισεν\, σὺ μὴ κοίνου. Τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς\, καὶ πάλιν ἀνεσπάσθη ἅπαντα εἰς τὸν οὐρανόν.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ἰωάννην 1.18-28\n\nΘεὸν οὐδεὶς ἑώρακε πώποτε· ὁ μονογενὴς υἱὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός\, ἐκεῖνος ἐξηγήσατο. \n \nΚαὶ αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ ᾿Ιωάννου\, ὅτε ἀπέστειλαν οἱ ᾿Ιουδαῖοι ἐξ ῾Ιεροσολύμων ἱερεῖς καὶ Λευΐτας ἵνα ἐρωτήσωσιν αὐτόν· σὺ τίς εἶ; καὶ ὡμολόγησε\, καὶ οὐκ ἠρνήσατο· καὶ ὡμολόγησεν ὅτι οὐκ εἰμὶ ἐγὼ ὁ Χριστός. καὶ ἠρώτησαν αὐτόν· τί οὖν; ᾿Ηλίας εἶ σύ; καὶ λέγει· οὐκ εἰμί. ὁ προφήτης εἶ σύ; καὶ ἀπεκρίθη\, οὔ. εἶπον οὖν αὐτῷ· τίς εἶ; ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς· τί λέγεις περὶ σεαυτοῦ; ἔφη· ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ\, εὐθύνατε τὴν ὁδὸν Κυρίου\, καθὼς εἶπεν ῾Ησαΐας ὁ προφήτης.\n \nκαὶ οἱ ἀπεσταλμένοι ἦσαν ἐκ τῶν Φαρισαίων· καὶ ἠρώτησαν αὐτὸν καὶ εἶπον αὐτῷ· τί οὖν βαπτίζεις\, εἰ σὺ οὐκ εἶ ὁ Χριστὸς οὔτε ᾿Ηλίας οὔτε ὁ προφήτης; ἀπεκρίθη αὐτοῖς ὁ ᾿Ιωάννης λέγων· ἐγὼ βαπτίζω ἐν ὕδατι· μέσος δὲ ὑμῶν ἕστηκεν ὃν ὑμεῖς οὐκ οἴδατε. αὐτός ἐστιν ὁ ὀπίσω μου ἐρχόμενος\, ὃς ἔμπροσθέν μου γέγονεν\, οὗ ἐγὼ οὐκ εἰμὶ ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος. Ταῦτα ἐν Βηθανίᾳ ἐγένετο πέραν τοῦ ᾿Ιορδάνου\, ὅπου ἦν ᾿Ιωάννης βαπτίζων.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20130105
DTEND;VALUE=DATE:20130106
SUMMARY:Σάββατον (προεόρτια τῶν Φώτων)
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 1/5/2013\n\nἍγιοι καὶ ἑορταί: Προεόρτια τῶν Φώτων; Θεόπεμπτος καὶ Θεωνᾶς Μάρτυρες; Ὁσία Συγκλητική Ἀλεχανδρείας; Ἀπολλιναρία Αἰγύπτου\n\nξεροφαγία (αὐστηρή νηστεία)\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Τιμόθεον α' 3:13-16;4:1-5\n\nΤέκνον Τιμόθεε\, οἱ καλῶς διακονήσαντες βαθμὸν ἑαυτοῖς καλὸν περιποιοῦνται\, καὶ πολλὴν παρρησίαν ἐν πίστει τῇ ἐν Χριστῷ Ἰησοῦ. Ταῦτά σοι γράφω\, ἐλπίζων ἐλθεῖν πρὸς σὲ τάχιον· ἐὰν δὲ βραδύνω\, ἵνα εἰδῇς πῶς δεῖ ἐν οἴκῳ θεοῦ ἀναστρέφεσθαι\, ἥτις ἐστὶν ἐκκλησία θεοῦ ζῶντος\, στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας. Καὶ ὁμολογουμένως μέγα ἐστὶν τὸ τῆς εὐσεβείας μυστήριον· θεὸς ἐφανερώθη ἐν σαρκί\, ἐδικαιώθη ἐν πνεύματι\, ὤφθη ἀγγέλοις\, ἐκηρύχθη ἐν ἔθνεσιν\, ἐπιστεύθη ἐν κόσμῳ\, ἀνελήφθη ἐν δόξῃ. Τὸ δὲ πνεῦμα ῥητῶς λέγει\, ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως\, προσέχοντες πνεύμασιν πλάνοις καὶ διδασκαλίαις δαιμονίων\, ἐν ὑποκρίσει ψευδολόγων\, κεκαυτηριασμένων τὴν ἰδίαν συνείδησιν\, κωλυόντων γαμεῖν\, ἀπέχεσθαι βρωμάτων\, ἃ ὁ θεὸς ἔκτισεν εἰς μετάληψιν μετὰ εὐχαριστίας τοῖς πιστοῖς καὶ ἐπεγνωκόσιν τὴν ἀλήθειαν. Ὅτι πᾶν κτίσμα θεοῦ καλόν\, καὶ οὐδὲν ἀπόβλητον\, μετὰ εὐχαριστίας λαμβανόμενον· ἁγιάζεται γὰρ διὰ λόγου θεοῦ καὶ ἐντεύξεως.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 3.1-6\n\nΤῷ καιρῷ ἐκείνῳ\, παραγίνεται ᾿Ιωάννης ὁ βαπτιστὴς κηρύσσων ἐν τῇ ἐρήμῳ τῆς ᾿Ιουδαίαςκαὶ λέγων· μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.οὗτος γάρ ἐστιν ὁ ῥηθεὶς ὑπὸ ῾Ησαΐου τοῦ προφήτου λέγοντος· φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ\,ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου\,εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. Αὐτὸς δὲ ὁ ᾿Ιωάννης εἶχε τὸ ἔνδυμα αὐτοῦ ἀπὸ τριχῶν καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ\, ἡ δὲ τροφὴ αὐτοῦ ἦν ἀκρίδες καὶ μέλι ἄγριον.Τότε ἐξεπορεύετο πρὸς αὐτὸν ῾Ιεροσόλυμα καὶ πᾶσα ἡ ᾿Ιουδαία καὶ πᾶσα ἡ περίχωρος τοῦ ᾿Ιορδάνου\,καὶ ἐβαπτίζοντο ἐν τῷ ᾿Ιορδάνῃ ὑπ᾿ αὐτοῦ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20130106
DTEND;VALUE=DATE:20130107
SUMMARY:Ἀγία Θεοφάνεια τοῦ Κυρίου
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 1/6/2013\n\nἍγιοι καὶ ἑορταί: Ἀγία Θεοφάνεια τοῦ Κυρίου; Ὅσιος Θεοφάνης\n\nΗχος πλ. β'\nΕωθ. Θ'\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Τίτον 2:11-14; 3:4-7\n\nΤέκνον Τίτε\, ἐπεφάνη γὰρ ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις\, παιδεύουσα ἡμᾶς ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι\, προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ σωτῆρος ἡμῶν ᾿Ιησοῦ Χριστοῦ\, ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν\, ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον\, ζηλωτὴν καλῶν ἔργων.\n \nὅτε δὲ ἡ χρηστότης καὶ ἡ φιλανθρωπία ἐπεφάνη τοῦ σωτῆρος ἡμῶν Θεοῦ\, οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ ὧν ἐποιήσαμεν ἡμεῖς\, ἀλλὰ κατὰ τὸν αὐτοῦ ἔλεον ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως Πνεύματος ῾Αγίου\, οὗ ἐξέχεεν ἐφ᾽ ἡμᾶς πλουσίως διὰ ᾿Ιησοῦ Χριστοῦ τοῦ σωτῆρος ἡμῶν\, ἵνα δικαιωθέντες τῇ ἐκείνου χάριτι κληρονόμοι γενώμεθα κατ᾽ ἐλπίδα ζωῆς αἰωνίου.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 3.13-17\n\nΤῷ καιρῷ ἐκείνῳ\, παραγίνεται ὁ ᾿Ιησοῦς ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν ᾿Ιορδάνην πρὸς τὸν ᾿Ιωάννην τοῦ βαπτισθῆναι ὑπ᾿ αὐτοῦ.ὁ δὲ ᾿Ιωάννης διεκώλυεν αὐτὸν λέγων· ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι\, καὶ σὺ ἔρχῃ πρός με;ἀποκριθεὶς δὲ ὁ ᾿Ιησοῦς εἶπε πρὸς αὐτόν· ἄφες ἄρτι· οὕτω γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην· τότε ἀφίησιν αὐτόν·καὶ βαπτισθεὶς ὁ ᾿Ιησοῦς ἀνέβη εὐθὺς ἀπὸ τοῦ ὕδατος· καὶ ἰδοὺ ἀνεῴχθησαν αὐτῷ οἱ οὐρανοί\, καὶ εἶδε τὸ Πνεῦμα τοῦ Θεοῦ καταβαῖνον ὡσεὶ περιστερὰν καὶ ἐρχόμενον ἐπ᾿ αὐτόν·καὶ ἰδοὺ φωνὴ ἐκ τῶν οὐρανῶν λέγουσα· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός\, ἐν ᾧ εὐδόκησα.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20130107
DTEND;VALUE=DATE:20130108
SUMMARY:Σύναξις τοῦ τιμίου Ιωάννου τοῦ Προδρόμου
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 1/7/2013\n\nἍγιοι καὶ ἑορταί: Σύναξις τοῦ τιμίου Ιωάννου τοῦ Προδρόμου; Μεθέορτια τῶν Φώτων\n\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πράξεις Ἀποστόλων 19:1-8\n\nἘν ταῖς ἡμεραῖς ἐκείναις\, ἐγένετο δέ\, ἐν τῷ τὸν Ἀπολλὼ εἶναι ἐν Κορίνθῳ\, Παῦλον διελθόντα τὰ ἀνωτερικὰ μέρη ἐλθεῖν εἰς Ἔφεσον· καὶ εὑρών τινας μαθητὰς εἶπεν πρὸς αὐτούς\, Εἰ πνεῦμα ἅγιον ἐλάβετε πιστεύσαντες; Οἱ δὲ εἶπονN πρὸς αὐτόν\, Ἀλλʼ οὐδὲN εἰ πνεῦμα ἅγιόν ἐστιν\, ἠκούσαμεν. Εἶπέν τε πρὸς αὐτούς\, Εἰς τί οὖν ἐβαπτίσθητε; Οἱ δὲ εἶπον\, Εἰς τὸ Ἰωάννου βάπτισμα. Εἶπεν δὲ Παῦλος\, Ἰωάννης μὲν ἐβάπτισεν βάπτισμα μετανοίας\, τῷ λαῷ λέγων εἰς τὸν ἐρχόμενον μετʼ αὐτὸν ἵνα πιστεύσωσιν\, τοῦτʼ ἔστιν\, εἰς τὸν Χριστὸν Ἰησοῦν. Ἀκούσαντες δὲ ἐβαπτίσθησαν εἰς τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ. Καὶ ἐπιθέντος αὐτοῖς τοῦ Παύλου τὰς χεῖρας\, ἦλθεν τὸ πνεῦμα τὸ ἅγιον ἐπʼ αὐτούς\, ἐλάλουν τε γλώσσαις καὶ προεφήτευον. Ἦσαν δὲ οἱ πάντες ἄνδρες ὡσεὶ δεκαδύο. Εἰσελθὼν δὲ εἰς τὴν συναγωγὴν ἐπαρρησιάζετο\, ἐπὶ μῆνας τρεῖς διαλεγόμενος καὶ πείθων τὰ περὶ τῆς βασιλείας τοῦ θεοῦ.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ἰωάννην 1.29-34\n\nΤῷ καιρῷ ἐκείνῳ\, βλέπει ὁ ᾿Ιωάννης τὸν ᾿Ιησοῦν ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει· ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. οὗτός ἐστι περὶ οὗ ἐγὼ εἶπον· ὀπίσω μου ἔρχεται ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν\, ὅτι πρῶτός μου ἦν. κἀγὼ οὐκ ᾔδειν αὐτόν\, ἀλλ᾽ ἵνα φανερωθῇ τῷ ᾿Ισραήλ\, διὰ τοῦτο ἦλθον ἐγὼ ἐν τῷ ὕδατι βαπτίζων. καὶ ἐμαρτύρησεν ᾿Ιωάννης λέγων ὅτι τεθέαμαι τὸ Πνεῦμα καταβαῖνον ὡς περιστερὰν ἐξ οὐρανοῦ\, καὶ ἔμεινεν ἐπ᾽ αὐτόν. κἀγὼ οὐκ ᾔδειν αὐτόν\, ἀλλ᾽ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι\, ἐκεῖνός μοι εἶπεν· ἐφ᾽ ὃν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον καὶ μένον ἐπ᾽ αὐτόν\, οὗτός ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι ῾Αγίῳ. κἀγὼ ἑώρακα καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ Θεοῦ. \n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20130108
DTEND;VALUE=DATE:20130109
SUMMARY:Μεθέορτια τῶν Φώτων
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 1/8/2013\n\nἍγιοι καὶ ἑορταί: Ὅσιος Γεώργιος ὁ Χοζεβίτης; Ὁσία Δομνίκη; Ἀττικός καὶ Κῦρος Κωνσταντινουπόλεως; Μεθέορτια τῶν Φώτων; Αἱμιλιανὸς ὁ Ὁμολογητής; Γρηγόριος ὁ ἐν Κίεβ\n\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς ῾Ρωμαίους 6:3-11\n\nἈδελφοί\, ὅσοι ἐβαπτίσθημεν εἰς Χριστὸν Ἰησοῦν\, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν; Συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον· ἵνα ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν διὰ τῆς δόξης τοῦ πατρός\, οὕτως καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν. Εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ\, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα· τοῦτο γινώσκοντες\, ὅτι ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη\, ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας\, τοῦ μηκέτι δουλεύειν ἡμᾶς τῇ ἁμαρτίᾳ· ὁ γὰρ ἀποθανὼν δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας. Εἰ δὲ ἀπεθάνομεν σὺν Χριστῷ\, πιστεύομεν ὅτι καὶ συζήσομεν αὐτῷ· εἰδότες ὅτι Χριστὸς ἐγερθεὶς ἐκ νεκρῶν οὐκέτι ἀποθνῄσκει· θάνατος αὐτοῦ οὐκέτι κυριεύει. Ὃ γὰρ ἀπέθανεν\, τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ· ὃ δὲ ζῇ\, ζῇ τῷ θεῷ. Οὕτως καὶ ὑμεῖς λογίζεσθε ἑαυτοὺς νεκροὺς μὲν εἶναι τῇ ἁμαρτίᾳ\, ζῶντας δὲ τῷ θεῷ ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ἰωάννην 3.22-33\n\nΤῷ καιρῷ ἐκείνῳ\, ἦλθεν ὁ ᾿Ιησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὴν ᾿Ιουδαίαν γῆν\, καὶ ἐκεῖ διέτριβε μετ᾽ αὐτῶν καὶ ἐβάπτιζεν. ἦν δὲ καὶ ᾿Ιωάννης βαπτίζων ἐν Αἰνὼν ἐγγὺς τοῦ Σαλείμ\, ὅτι ὕδατα πολλὰ ἦν ἐκεῖ\, καὶ παρεγίνοντο καὶ ἐβαπτίζοντο· οὔπω γὰρ ἦν βεβλημένος εἰς τὴν φυλακὴν ὁ ᾿Ιωάννης. ᾿Εγένετο οὖν ζήτησις ἐκ τῶν μαθητῶν ᾿Ιωάννου μετὰ ᾿Ιουδαίου περὶ καθαρισμοῦ. καὶ ἦλθον πρὸς τὸν ᾿Ιωάννην καὶ εἶπον αὐτῷ· ῥαββί\, ὃς ἦν μετὰ σοῦ πέραν τοῦ ᾿Ιορδάνου\, ᾧ σὺ μεμαρτύρηκας\, ἴδε οὗτος βαπτίζει καὶ πάντες ἔρχονται πρὸς αὐτόν. ἀπεκρίθη ᾿Ιωάννης καὶ εἶπεν· οὐ δύναται ἄνθρωπος λαμβάνειν οὐδέν\, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ.αὐτοὶ ὑμεῖς μοι μαρτυρεῖτε ὅτι εἶπον· οὐκ εἰμὶ ἐγὼ ὁ Χριστός\, ἀλλ᾽ ὅτι ἀπεσταλμένος εἰμὶ ἔμπροσθεν ἐκείνου. ὁ ἔχων τὴν νύμφην νυμφίος ἐστίν· ὁ δὲ φίλος τοῦ νυμφίου\, ὁ ἑστηκὼς καὶ ἀκούων αὐτοῦ\, χαρᾷ χαίρει διὰ τὴν φωνὴν τοῦ νυμφίου. αὕτη οὖν ἡ χαρὰ ἡ ἐμὴ πεπλήρωται. ἐκεῖνον δεῖ αὐξάνειν\, ἐμὲ δὲ ἐλαττοῦσθαι. ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν. ὁ ὢν ἐκ τῆς γῆς ἐκ τῆς γῆς ἐστι καὶ ἐκ τῆς γῆς λαλεῖ· ὁ ἐκ τοῦ οὐρανοῦ ἐρχόμενος ἐπάνω πάντων ἐστί\, καὶ ὃ ἑώρακε καὶ ἤκουσε\, τοῦτο μαρτυρεῖ\, καὶ τὴν μαρτυρίαν αὐτοῦ οὐδεὶς λαμβάνει. ὁ λαβὼν αὐτοῦ τὴν μαρτυρίαν ἐσφράγισεν ὅτι ὁ Θεὸς ἀληθής ἐστιν.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20130109
DTEND;VALUE=DATE:20130110
SUMMARY:Μεθέορτια τῶν Φώτων
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 1/9/2013\n\nἍγιοι καὶ ἑορταί: Πολύευκτος Μάρτυς; Εὐστράτιος Θαυματουργός; Πέτρος\, Ἐπίσκοπος; Μεθέορτια τῶν Φώτων\n\nξεροφαγία (αὐστηρή νηστεία)\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Τιμόθεον β' 2:1-10\n\nΤέκνον Τιμόθεε\, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ. Καὶ ἃ ἤκουσας παρʼ ἐμοῦ διὰ πολλῶν μαρτύρων\, ταῦτα παράθου πιστοῖς ἀνθρώποις\, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι. Σὺ οὖν κακοπάθησον ὡς καλὸς στρατιώτης Ἰησοῦ Χριστοῦ. Οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις\, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ. Ἐὰν δὲ καὶ ἀθλῇ τις\, οὐ στεφανοῦται ἐὰν μὴ νομίμως ἀθλήσῃ. Τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν. Νόει ἃ λέγω· δῴη γάρ σοι ὁ κύριος σύνεσιν ἐν πᾶσιν. 8 Μνημόνευε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν\, ἐκ σπέρματος Δαυίδ\, κατὰ τὸ εὐαγγέλιόν μου· ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν\, ὡς κακοῦργος· ἀλλʼ ὁ λόγος τοῦ θεοῦ οὐ δέδεται. Διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς\, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσιν τῆς ἐν Χριστῷ Ἰησοῦ\, μετὰ δόξης αἰωνίου.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Μᾶρκον 1.9-15\n\nἘν ἐκείναις ταῖς ἡμέραις ἦλθεν ὁ ᾿Ιησοῦς ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας καὶ ἐβαπτίσθη ὑπὸ ᾿Ιωάννου εἰς τὸν ᾿Ιορδάνην.καὶ εὐθέως ἀναβαίνων ἀπὸ τοῦ ὕδατος εἶδε σχιζομένους τοὺς οὐρανοὺς καὶ τὸ Πνεῦμα ὡς περιστερὰν καταβαῖνον ἐπ᾿ αὐτόν·καὶ φωνὴ ἐγένετο ἐκ τῶν οὐρανῶν· σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός\, ἐν σοὶ ηὐδόκησα. Καὶ εὐθέως τὸ Πνεῦμα αὐτὸν ἐκβάλλει εἰς τὴν ἔρημον·καὶ ἦν ἐκεῖ ἐν τῇ ἐρήμῳ ἡμέρας τεσσαράκοντα πειραζόμενος ὑπὸ τοῦ σατανᾶ\, καὶ ἦν μετὰ τῶν θηρίων\, καὶ οἱ ἄγγελοι διηκόνουν αὐτῷ. Μετὰ δὲ τὸ παραδοθῆναι ᾿Ιωάννην ἦλθεν ὁ ᾿Ιησοῦς εἰς τὴν Γαλιλαίαν κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας τοῦ Θεοῦκαὶ λέγων ὅτι πεπλήρωται ὁ καιρὸς καὶ ἤγγικεν ἡ βασιλεία τοῦ Θεοῦ· μετανοεῖτε καὶ πιστεύετε ἐν τῷ εὐαγγελίῳ.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20130110
DTEND;VALUE=DATE:20130111
SUMMARY:Γρηγόριος Ἐπίσκοπος Νύσσης
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 1/10/2013\n\nἍγιοι καὶ ἑορταί: Γρηγόριος Ἐπίσκοπος Νύσσης; Δομετιανός Ἐπίσκοπος Μελιτινῆς; Θεοσεβία ἡ διακονίσσα; Μεθέορτια τῶν Φώτων\n\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἐφεσίους 4:7-13\n\nἈδελφοί\, ἑνὶ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ. Διὸ λέγει\, Ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν\, καὶ ἔδωκεν δόματα τοῖς ἀνθρώποις. Τὸ δέ\, Ἀνέβη\, τί ἐστιν εἰ μὴ ὅτι καὶ κατέβη πρῶτον εἰς τὰ κατώτερα μέρη τῆς γῆς; Ὁ καταβάς\, αὐτός ἐστιν καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν\, ἵνα πληρώσῃ τὰ πάντα. Καὶ αὐτὸς ἔδωκεν τοὺς μὲν ἀποστόλους\, τοὺς δὲ προφήτας\, τοὺς δὲ εὐαγγελιστάς\, τοὺς δὲ ποιμένας καὶ διδασκάλους\, πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων\, εἰς ἔργον διακονίας\, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ· μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ θεοῦ\, εἰς ἄνδρα τέλειον\, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 3.19-22\n\nΤῷ καιρῷ ἐκείνῳ\, ῾Ηρῴδης ὁ τετράρχης\, ἐλεγχόμενος ὑπ᾿ αὐτοῦ περὶ ῾Ηρῳδιάδος τῆς γυναικὸς τοῦ ἀδελφοῦ αὐτοῦ καὶ περὶ πάντων ὧν ἐποίησε πονηρῶν ὁ ῾Ηρῴδης\,προσέθηκε καὶ τοῦτο ἐπὶ πᾶσι καὶ κατέκλεισε τὸν ᾿Ιωάννην ἐν τῇ φυλακῇ. ᾿Εγένετο δὲ ἐν τῷ βαπτισθῆναι ἅπαντα τὸν λαὸν καὶ ᾿Ιησοῦ βαπτισθέντος καὶ προσευχομένου ἀνεῳχθῆναι τὸν οὐρανὸνκαὶ καταβῆναι τὸ Πνεῦμα τὸ ῞Αγιον σωματικῷ εἴδει ὡσεὶ περιστερὰν ἐπ᾿ αὐτόν\, καὶ φωνὴν ἐξ οὐρανοῦ γενέσθαι λέγουσαν· σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός\, ἐν σοὶ εὐδόκησα.\n \n \n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20130111
DTEND;VALUE=DATE:20130112
SUMMARY:Θεοδόσιος Ὅσιος καὶ Κοινοβιάρχης
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 1/11/2013\n\nἍγιοι καὶ ἑορταί: Θεοδόσιος Ὅσιος καὶ Κοινοβιάρχης; Ὅσιος Βιτάλιος; Μεθέορτια τῶν Φώτων\n\nΚατάλυσις οἴνου καί ἐλαίου\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἑβραίους 13:7-16\n\nἈδελφοί\, μνημονεύετε τῶν ἡγουμένων ὑμῶν\, οἵτινες ἐλάλησαν ὑμῖν τὸν λόγον τοῦ θεοῦ· ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς\, μιμεῖσθε τὴν πίστιν. Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτός\, καὶ εἰς τοὺς αἰῶνας. Διδαχαῖς ποικίλαις καὶ ξέναις μὴ παραφέρεσθε· καλὸν γὰρ χάριτι βεβαιοῦσθαι τὴν καρδίαν\, οὐ βρώμασιν\, ἐν οἷς οὐκ ὠφελήθησαν οἱ περιπατήσαντες. Ἔχομεν θυσιαστήριον\, ἐξ οὗ φαγεῖν οὐκ ἔχουσιν ἐξουσίαν οἱ τῇ σκηνῇ λατρεύοντες. Ὧν γὰρ εἰσφέρεται ζῴων τὸ αἷμα περὶ ἁμαρτίας εἰς τὰ ἅγια διὰ τοῦ ἀρχιερέως\, τούτων τὰ σώματα κατακαίεται ἔξω τῆς παρεμβολῆς. Διὸ καὶ Ἰησοῦς\, ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου αἵματος τὸν λαόν\, ἔξω τῆς πύλης ἔπαθεν. Τοίνυν ἐξερχώμεθα πρὸς αὐτὸν ἔξω τῆς παρεμβολῆς\, τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες. Οὐ γὰρ ἔχομεν ὧδε μένουσαν πόλιν\, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν. Διʼ αὐτοῦ οὖν ἀναφέρωμεν θυσίαν αἰνέσεως διὰ παντὸς τῷ θεῷ\, τοῦτʼ ἔστιν\, καρπὸν χειλέων ὁμολογούντων τῷ ὀνόματι αὐτοῦ. Τῆς δὲ εὐποιΐας καὶ κοινωνίας μὴ ἐπιλανθάνεσθε· τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται ὁ θεός.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 11.27-30\n\nΕἶπεν ὁ Κὐριος τοῖς ἑαυτοῦ μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν υἱὸν εἰ μὴ ὁ πατήρ\, οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι.Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι\, κἀγὼ ἀναπαύσω ὑμᾶς.ἄρατε τὸν ζυγόν μου ἐφ᾿ ὑμᾶς καὶ μάθετε ἀπ᾿ ἐμοῦ\, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ\, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν·ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20130112
DTEND;VALUE=DATE:20130113
SUMMARY:Σάββατον μετὰ τὰ Φῶτα
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 1/12/2013\n\nἍγιοι καὶ ἑορταί: Τατιανὴ Μάρτυς; Μάρτυς Μέρτιος; Μεθέορτια τῶν Φώτων\n\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἐφεσίους 6:10-17\n\nἈδελφοί\, ἐνδυναμοῦσθε ἐν κυρίῳ\, καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ. Ἐνδύσασθε τὴν πανοπλίαν τοῦ θεοῦ\, πρὸς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου. Ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα\, ἀλλὰ πρὸς τὰς ἀρχάς\, πρὸς τὰς ἐξουσίας\, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου\, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. Διὰ τοῦτο ἀναλάβετε τὴν πανοπλίαν τοῦ θεοῦ\, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ\, καὶ ἅπαντα κατεργασάμενοι στῆναι. Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ\, καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης\, καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης· ἐπὶ πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως\, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι. Καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθαι\, καὶ τὴν μάχαιραν τοῦ πνεύματος\, ὅ ἐστιν ῥῆμα θεοῦ·\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 4.1-11\n\nΤῷ καιρῷ ἐκείνῳ\, ἀνήχθη ὁ ᾽Ιησοῦς εἰς τὴν ἔρημον ὑπὸ τοῦ Πνεύματος πειρασθῆναι ὑπὸ τοῦ διαβόλου\,καὶ νηστεύσας ἡμέρας τεσσαράκοντα καὶ νύκτας τεσσαράκοντα ὕστερον ἐπείνασε.καὶ προσελθὼν αὐτῷ ὁ πειράζων εἶπεν· εἰ υἱὸς εἶ τοῦ Θεοῦ\, εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται.ὁ δὲ ἀποκριθεὶς εἶπε· γέγραπται\, οὐκ ἐπ᾿ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος\, ἀλλ᾿ ἐπὶ παντὶ ρήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ.Τότε παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς τὴν ἁγίαν πόλιν\, καὶ ἵστησιν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦκαὶ λέγει αὐτῷ· εἰ υἱὸς εἶ τοῦ Θεοῦ\, βάλε σεαυτὸν κάτω· γέγραπται γὰρ ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ\,καὶ ἐπὶ χειρῶν ἀροῦσί σε\,μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. ἔφη αὐτῷ ὁ ᾿Ιησοῦς· πάλιν γέγραπται\, οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου.Πάλιν παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς ὄρος ὑψηλὸν λίαν\, καὶ δείκνυσιν αὐτῷ πάσας τὰς βασιλείας τοῦ κόσμου καὶ τὴν δόξαν αὐτῶνκαὶ λέγει αὐτῷ· ταῦτα πάντα σοι δώσω\, ἐὰν πεσὼν προσκυνήσῃς μοι.τότε λέγει αὐτῷ ὁ ᾿Ιησοῦς· ὕπαγε ὀπίσω μου\, σατανᾶ· γέγραπται γάρ\, Κύριον τὸν Θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις.Τότε ἀφίησιν αὐτὸν ὁ διάβολος\, καὶ ἰδοὺ ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20130113
DTEND;VALUE=DATE:20130114
SUMMARY:Κυριακή μετά τῶν Φώτων
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 1/13/2013\n\nἍγιοι καὶ ἑορταί: Ἕρμυλος και Στρατόνικος Μάρτυρες; Ὅσιος Μάξιμος; Μεθέορτια τῶν Φώτων\n\nΗχος βαρύς\nΕωθ. Ι'\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἐφεσίους 4:7-13\n\nἈδελφοί\, ἑνὶ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ. Διὸ λέγει\, Ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν\, καὶ ἔδωκεν δόματα τοῖς ἀνθρώποις. Τὸ δέ\, Ἀνέβη\, τί ἐστιν εἰ μὴ ὅτι καὶ κατέβη πρῶτον εἰς τὰ κατώτερα μέρη τῆς γῆς; Ὁ καταβάς\, αὐτός ἐστιν καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν\, ἵνα πληρώσῃ τὰ πάντα. Καὶ αὐτὸς ἔδωκεν τοὺς μὲν ἀποστόλους\, τοὺς δὲ προφήτας\, τοὺς δὲ εὐαγγελιστάς\, τοὺς δὲ ποιμένας καὶ διδασκάλους\, πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων\, εἰς ἔργον διακονίας\, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ· μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ θεοῦ\, εἰς ἄνδρα τέλειον\, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 4.12-17\n\nΤῷ καιρῷ ἐκείνῳ\, ἀκούσας δὲ ὁ ᾿Ιησοῦς ὅτι ᾿Ιωάννης παρεδόθη\, ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν\,καὶ καταλιπὼν τὴν Ναζαρὲτ ἐλθὼν κατῴκησεν εἰς Καπερναοὺμ τὴν παραθαλασσίαν ἐν ὁρίοις Ζαβουλὼν καὶ Νεφθαλείμ\,ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ ῾Ησαΐου τοῦ προφήτου λέγοντος· γῆ Ζαβουλὼν καὶ γῆ Νεφθαλείμ\,ὁδὸν θαλάσσης\, πέραν τοῦ ᾿Ιορδάνου\,Γαλιλαία τῶν ἐθνῶν\,ὁ λαὸς ὁ καθήμενος ἐν σκότειεἶδε φῶς μέγα\,καὶ τοῖς καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτουφῶς ἀνέτειλεν αὐτοῖς. ᾿Απὸ τότε ἤρξατο ὁ ᾿Ιησοῦς κηρύσσειν καὶ λέγειν· μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20130114
DTEND;VALUE=DATE:20130115
SUMMARY:Απόδοσις τών Αγίων Θεοφανείων
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 1/14/2013\n\nἍγιοι καὶ ἑορταί: Απόδοσις τών Αγίων Θεοφανείων; Ἀββάδες ἀναιρεθέντες ἐν Σινᾳ καὶ Ραιθῳ; Ἁγνὴ Παρθενομάρτυς; Σάβας Α'\, Ἁρχιεπίσκοπος Σερβίας\n\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἑβραίους 10:32-38\n\nἈδελφοί\, ἀναμιμνῄσκεσθε δὲ τὰς πρότερον ἡμέρας\, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων· τοῦτο μέν\, ὀνειδισμοῖς τε καὶ θλίψεσιν θεατριζόμενοι· τοῦτο δέ\, κοινωνοὶ τῶν οὕτως ἀναστρεφομένων γενηθέντες. Καὶ γὰρ τοῖς δεσμοῖς μου συνεπαθήσατε\, καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε\, γινώσκοντες ἔχειν ἑαυτοῖς κρείττονα ὕπαρξιν ἐν οὐρανοῖς καὶ μένουσαν. Μὴ ἀποβάλητε οὖν τὴν παρρησίαν ὑμῶν\, ἥτις ἔχει μισθαποδοσίαν μεγάλην. Ὑπομονῆς γὰρ ἔχετε χρείαν\, ἵνα τὸ θέλημα τοῦ θεοῦ ποιήσαντες κομίσησθε τὴν ἐπαγγελίαν. Ἔτι γὰρ μικρὸν ὅσον ὅσον\, Ὁ ἐρχόμενος ἥξει\, καὶ οὐ χρονιεῖ. Ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται· καὶ ἐὰν ὑποστείληται\, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 12.32-40\n\nΕἶπεν ὁ Κύριος· Μὴ φοβοῦ τὸ μικρὸν ποίμνιον· ὅτι εὐδόκησεν ὁ πατὴρ ὑμῶν δοῦναι ὑμῖν τὴν βασιλείαν. πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν καὶ δότε ἐλεημοσύνην. ποιήσατε ἑαυτοῖς βαλλάντια μὴ παλαιούμενα\, θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς\, ὅπου κλέπτης οὐκ ἐγγίζει οὐδὲ σὴς διαφθείρει· ὅπου γάρ ἐστιν ὁ θησαυρὸς ὑμῶν\, ἐκεῖ καὶ ἡ καρδία ὑμῶν ἔσται. ῎Εστωσαν ὑμῶν αἱ ὀσφύες περιεζωσμέναι καὶ οἱ λύχνοι καιόμενοι· καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις προσδεχομένοις τὸν κύριον ἑαυτῶν\, πότε ἀναλύσει ἐκ τῶν γάμων\, ἵνα ἐλθόντος καὶ κρούσαντος εὐθέως ἀνοίξωσιν αὐτῷ.μακάριοι οἱ δοῦλοι ἐκεῖνοι\, οὓς ἐλθὼν ὁ κύριος εὑρήσει γρηγοροῦντας. ἀμὴν λέγω ὑμῖν ὅτι περιζώσεται καὶ ἀνακλινεῖ αὐτούς\, καὶ παρελθὼν διακονήσει αὐτοῖς. καὶ ἐὰν ἔλθῃ ἐν τῇ δευτέρᾳ φυλακῇ καὶ ἐν τῇ τρίτῃ φυλακῇ ἔλθῃ καὶ εὕρῃ οὕτω\, μακάριοί εἰσιν οἱ δοῦλοι ἐκεῖνοι. τοῦτο δὲ γινώσκετε ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται\, ἐγρηγόρησεν ἂν καὶ οὐκ ἂν ἀφῆκε διορυγῆναι τὸν οἶκον αὐτοῦ. καὶ ὑμεῖς οὖν γίνεσθε ἕτοιμοι· ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20130115
DTEND;VALUE=DATE:20130116
SUMMARY:Ἰωάννης ὁ Καλυβίτης
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 1/15/2013\n\nἍγιοι καὶ ἑορταί: Παῦλος ὁ Θηβαῖος; Ἰωάννης ὁ Καλυβίτης; Πανσόφιος Μάρτυς\n\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Γαλάτας 5:22-26; 6:1-2\n\nἈδελφοί\, ὁ καρπὸς τοῦ πνεύματός ἐστιν ἀγάπη\, χαρά\, εἰρήνη\, μακροθυμία\, χρηστότης\, ἀγαθωσύνη\, πίστις\, πρᾳότης\, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστιν νόμος. Οἱ δὲ τοῦ Χριστοῦ\, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασιν καὶ ταῖς ἐπιθυμίαις. Εἰ ζῶμεν πνεύματι\, πνεύματι καὶ στοιχῶμεν. Μὴ γινώμεθα κενόδοξοι\, ἀλλήλους προκαλούμενοι\, ἀλλήλοις φθονοῦντες. Ἀδελφοί\, ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι\, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πρᾳότητος\, σκοπῶν σεαυτόν μὴ καὶ σὺ πειρασθῇς. Ἀλλήλων τὰ βάρη βαστάζετε\, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 12.32-40\n\nΕἶπεν ὁ Κύριος· Μὴ φοβοῦ τὸ μικρὸν ποίμνιον· ὅτι εὐδόκησεν ὁ πατὴρ ὑμῶν δοῦναι ὑμῖν τὴν βασιλείαν. πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν καὶ δότε ἐλεημοσύνην. ποιήσατε ἑαυτοῖς βαλλάντια μὴ παλαιούμενα\, θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς\, ὅπου κλέπτης οὐκ ἐγγίζει οὐδὲ σὴς διαφθείρει· ὅπου γάρ ἐστιν ὁ θησαυρὸς ὑμῶν\, ἐκεῖ καὶ ἡ καρδία ὑμῶν ἔσται. ῎Εστωσαν ὑμῶν αἱ ὀσφύες περιεζωσμέναι καὶ οἱ λύχνοι καιόμενοι· καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις προσδεχομένοις τὸν κύριον ἑαυτῶν\, πότε ἀναλύσει ἐκ τῶν γάμων\, ἵνα ἐλθόντος καὶ κρούσαντος εὐθέως ἀνοίξωσιν αὐτῷ.μακάριοι οἱ δοῦλοι ἐκεῖνοι\, οὓς ἐλθὼν ὁ κύριος εὑρήσει γρηγοροῦντας. ἀμὴν λέγω ὑμῖν ὅτι περιζώσεται καὶ ἀνακλινεῖ αὐτούς\, καὶ παρελθὼν διακονήσει αὐτοῖς. καὶ ἐὰν ἔλθῃ ἐν τῇ δευτέρᾳ φυλακῇ καὶ ἐν τῇ τρίτῃ φυλακῇ ἔλθῃ καὶ εὕρῃ οὕτω\, μακάριοί εἰσιν οἱ δοῦλοι ἐκεῖνοι. τοῦτο δὲ γινώσκετε ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται\, ἐγρηγόρησεν ἂν καὶ οὐκ ἂν ἀφῆκε διορυγῆναι τὸν οἶκον αὐτοῦ. καὶ ὑμεῖς οὖν γίνεσθε ἕτοιμοι· ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20130116
DTEND;VALUE=DATE:20130117
SUMMARY:Ἰωάννης ὁ Ἑλεήμων
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 1/16/2013\n\nἍγιοι καὶ ἑορταί: Προσκύνησις Ἀλύσεως Αποστόλου Πέτρου; Ὅσιος Ἱεροδιάκονος Μακάριος τοῦ Καλογερᾶ; Ὅσιος Ρωμῦλος\n\nΚατάλυσις οἴνου καί ἐλαίου\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πράξεις Ἀποστόλων 12:1-11\n\nΚατ᾿ ἐκεῖνον τὸν καιρὸν\, Κατʼ ἐκεῖνον δὲ τὸν καιρὸν ἐπέβαλεν Ἡρῴδης ὁ βασιλεὺς τὰς χεῖρας κακῶσαί τινας τῶν ἀπὸ τῆς ἐκκλησίας. Ἀνεῖλεν δὲ Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάννου μαχαίρᾳ. ΚαὶN ἰδὼν ὅτι ἀρεστόν ἐστιν τοῖς Ἰουδαίοις\, προσέθετο συλλαβεῖν καὶ Πέτρον - ἦσαν δὲ αἱ ἡμέραι τῶν ἀζύμων - ὃν καὶ πιάσας ἔθετο εἰς φυλακήν\, παραδοὺς τέσσαρσιν τετραδίοις στρατιωτῶν φυλάσσειν αὐτόν\, βουλόμενος μετὰ τὸ Πάσχα ἀναγαγεῖν αὐτὸν τῷ λαῷ. Ὁ μὲν οὖν Πέτρος ἐτηρεῖτο ἐν τῇ φυλακῇ· προσευχὴ δὲ ἦν ἐκτενὴς γινομένη ὑπὸ τῆς ἐκκλησίας πρὸς τὸν θεὸν ὑπὲρ αὐτοῦ. Ὅτε δὲ ἔμελλεν αὐτὸν προάγειν ὁ Ἡρῴδης\, τῇ νυκτὶ ἐκείνῃ ἦν ὁ Πέτρος κοιμώμενος μεταξὺ δύο στρατιωτῶν\, δεδεμένος ἁλύσεσιν δυσίν· φύλακές τε πρὸ τῆς θύρας ἐτήρουν τὴν φυλακήν. Καὶ ἰδού\, ἄγγελος κυρίου ἐπέστη\, καὶ φῶς ἔλαμψεν ἐν τῷ οἰκήματι· πατάξας δὲ τὴν πλευρὰν τοῦ Πέτρου\, ἤγειρεν αὐτὸν λέγων\, Ἀνάστα ἐν τάχει. Καὶ ἐξέπεσον αὐτοῦ αἱ ἁλύσεις ἐκ τῶν χειρῶν. Εἶπέν τε ὁ ἄγγελος πρὸς αὐτόν\, Περίζωσαι καὶ ὑπόδησαι τὰ σανδάλιά σου. Ἐποίησεν δὲ οὕτως. Καὶ λέγει αὐτῷ\, Περιβαλοῦ τὸ ἱμάτιόν σου\, καὶ ἀκολούθει μοι. Καὶ ἐξελθὼν ἠκολούθει αὐτῷ· καὶ οὐκ ᾔδει ὅτι ἀληθές ἐστιν τὸ γινόμενον διὰ τοῦ ἀγγέλου\, ἐδόκει δὲ ὅραμα βλέπειν. Διελθόντες δὲ πρώτην φυλακὴν καὶ δευτέραν\, ἦλθον ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν\, τὴν φέρουσαν εἰς τὴν πόλιν\, ἥτις αὐτομάτη ἠνοίχθη αὐτοῖς· καὶ ἐξελθόντες προῆλθον ῥύμην μίαν\, καὶ εὐθέως ἀπέστη ὁ ἄγγελος ἀπʼ αὐτοῦ. Καὶ ὁ Πέτρος\, γενόμενος ἐν ἑαυτῷ\, εἶπεν\, ῦν οἶδα ἀληθῶς ὅτι ἐξαπέστειλεν κύριος τὸν ἄγγελον αὐτοῦ\, καὶ ἐξείλετό με ἐκ χειρὸς Ἡρῴδου καὶ πάσης τῆς προσδοκίας τοῦ λαοῦ τῶν Ἰουδαίων.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ἰωάννην 21.14-25\n\nΤῷ καιρῷ ἐκείνῳ\, ἐφανερώθη ὁ ᾿Ιησοῦς τοῖς μαθηταῖς αὐτοῦ ἐγερθεὶς ἐκ νεκρῶν. ῞Οτε οὖν ἠρίστησαν\, λέγει τῷ Σίμωνι Πέτρῳ ὁ ᾿Ιησοῦς· Σίμων ᾿Ιωνᾶ\, ἀγαπᾷς με πλεῖον τούτων; λέγει αὐτῷ· ναί\, Κύριε\, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ· βόσκε τὰ ἀρνία μου. λέγει αὐτῷ πάλιν δεύτερον· Σίμων ᾿Ιωνᾶ\, ἀγαπᾷς με; λέγει αὐτῷ· ναί\, Κύριε\, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ· ποίμαινε τὰ πρόβατά μου. λέγει αὐτῷ τὸ τρίτον· Σίμων ᾿Ιωνᾶ\, φιλεῖς με; ἐλυπήθη ὁ Πέτρος ὅτι εἶπεν αὐτῷ τὸ τρίτον\, φιλεῖς με\, καὶ εἶπεν αὐτῷ· Κύριε\, σὺ πάντα οἶδας\, σὺ γινώσκεις ὅτι φιλῶ σε. λέγει αὐτῷ ὁ ᾿Ιησοῦς· βόσκε τὰ πρόβατά μου. ἀμὴν ἀμὴν λέγω σοι\, ὅτε ἦς νεώτερος\, ἐζώννυες σεαυτὸν καὶ περιεπάτεις ὅπου ἤθελες· ὅταν δὲ γηράσῃς\, ἐκτενεῖς τὰς χεῖράς σου\, καὶ ἄλλος σε ζώσει\, καὶ οἴσει ὅπου οὐ θέλεις. τοῦτο δὲ εἶπε σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν Θεόν. καὶ τοῦτο εἰπὼν λέγει αὐτῷ· ἀκολούθει μοι. ἐπιστραφεὶς δὲ ὁ Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα ὁ ᾿Ιησοῦς ἀκολουθοῦντα\, ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπε· Κύριε\, τίς ἐστιν ὁ παραδιδούς σε; τοῦτον ἰδὼν ὁ Πέτρος λέγει τῷ ᾿Ιησοῦ· Κύριε\, οὗτος δὲ τί; λέγει αὐτῷ ὁ ᾿Ιησοῦς· ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι\, τί πρὸς σέ; σὺ ἀκολούθει μοι. ἐξῆλθεν οὖν ὁ λόγος οὗτος εἰς τοὺς ἀδελφοὺς ὅτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνήσκει· καὶ οὐκ εἶπεν αὐτῷ ὁ ᾿Ιησοῦς ὅτι οὐκ ἀποθνήσκει\, ἀλλ᾽ ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι\, τί πρὸς σέ; Οὗτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων καὶ γράψας ταῦτα\, καὶ οἴδαμεν ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ. ἔστι δὲ καὶ ἄλλα πολλὰ ὅσα ἐποίησεν ὁ ᾿Ιησοῦς\, ἅτινα ἐὰν γράφηται καθ᾽ ἕν\, οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία. ἀμήν.\n \n \n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20130117
DTEND;VALUE=DATE:20130118
SUMMARY:Ἀντώνιος ὁ Μέγας
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 1/17/2013\n\nἍγιοι καὶ ἑορταί: Ἀντώνιος ὁ Μέγας; Ἀντώνιος τῆς Βερροίας; Γεωργίος Ιωαννίνων Νεομάρτυς; Θεοδόσιος ὁ Βασιλεύς\n\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἑβραίους 13:17-21\n\nἈδελφοί\, πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν\, καὶ ὑπείκετε· αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν\, ὡς λόγον ἀποδώσοντες· ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσιν\, καὶ μὴ στενάζοντες· ἀλυσιτελὲς γὰρ ὑμῖν τοῦτο. Προσεύχεσθε περὶ ἡμῶν· πεποίθαμεν γὰρ ὅτι καλὴν συνείδησιν ἔχομεν\, ἐν πᾶσιν καλῶς θέλοντες ἀναστρέφεσθαι. Περισσοτέρως δὲ παρακαλῶ τοῦτο ποιῆσαι\, ἵνα τάχιον ἀποκατασταθῶ ὑμῖν. Ὁ δὲ θεὸς τῆς εἰρήνης\, ὁ ἀναγαγὼν ἐκ νεκρῶν τὸν ποιμένα τῶν προβάτων τὸν μέγαν ἐν αἵματι διαθήκης αἰωνίου\, τὸν κύριον ἡμῶν Ἰησοῦν\, καταρτίσαι ὑμᾶς ἐν παντὶ ἔργῳ ἀγαθῷ εἰς τὸ ποιῆσαι τὸ θέλημα αὐτοῦ\, ποιῶν ἐν ὑμῖν τὸ εὐάρεστον ἐνώπιον αὐτοῦ\, διὰ Ἰησοῦ Χριστοῦ· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 6.17-23\n\nΤῷ καιρῷ ἐκείνῳ\, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ\, καὶ ὄχλος μαθητῶν αὐτοῦ\, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς ᾿Ιουδαίας καὶ ῾Ιερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος\, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν\,καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων\, καὶ ἐθεραπεύοντο·καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ\, ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγε· Mακάριοι οἱ πτωχοί\, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. μακάριοι οἱ πεινῶντες νῦν\, ὅτι χορτασθήσεσθε. μακάριοι οἱ κλαίοντες νῦν\, ὅτι γελάσετε. μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι\, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου. χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ· κατὰ τὰ αὐτὰ γὰρ ἐποίουν τοῖς προφήταις οἱ πατέρες αὐτῶν.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20130118
DTEND;VALUE=DATE:20130119
SUMMARY:Ἁθανάσιος καὶ Κύριλλος\, Πατρ. Αλεξανδρείας
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 1/18/2013\n\nἍγιοι καὶ ἑορταί: Ἁθανάσιος καὶ Κύριλλος\, Πατρ. Αλεξανδρείας; Ἁγία Ξένη\n\nΚατάλυσις οἴνου καί ἐλαίου\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἑβραίους 13:7-16\n\nἈδελφοί\, μνημονεύετε τῶν ἡγουμένων ὑμῶν\, οἵτινες ἐλάλησαν ὑμῖν τὸν λόγον τοῦ θεοῦ· ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς\, μιμεῖσθε τὴν πίστιν. Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτός\, καὶ εἰς τοὺς αἰῶνας. Διδαχαῖς ποικίλαις καὶ ξέναις μὴ παραφέρεσθε· καλὸν γὰρ χάριτι βεβαιοῦσθαι τὴν καρδίαν\, οὐ βρώμασιν\, ἐν οἷς οὐκ ὠφελήθησαν οἱ περιπατήσαντες. Ἔχομεν θυσιαστήριον\, ἐξ οὗ φαγεῖν οὐκ ἔχουσιν ἐξουσίαν οἱ τῇ σκηνῇ λατρεύοντες. Ὧν γὰρ εἰσφέρεται ζῴων τὸ αἷμα περὶ ἁμαρτίας εἰς τὰ ἅγια διὰ τοῦ ἀρχιερέως\, τούτων τὰ σώματα κατακαίεται ἔξω τῆς παρεμβολῆς. Διὸ καὶ Ἰησοῦς\, ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου αἵματος τὸν λαόν\, ἔξω τῆς πύλης ἔπαθεν. Τοίνυν ἐξερχώμεθα πρὸς αὐτὸν ἔξω τῆς παρεμβολῆς\, τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες. Οὐ γὰρ ἔχομεν ὧδε μένουσαν πόλιν\, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν. Διʼ αὐτοῦ οὖν ἀναφέρωμεν θυσίαν αἰνέσεως διὰ παντὸς τῷ θεῷ\, τοῦτʼ ἔστιν\, καρπὸν χειλέων ὁμολογούντων τῷ ὀνόματι αὐτοῦ. Τῆς δὲ εὐποιΐας καὶ κοινωνίας μὴ ἐπιλανθάνεσθε· τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται ὁ θεός.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 5.14-19\n\nΕἶπεν ὁ Κὐριος τοῖς ἑαυτοῦ μαθηταῖς· ῾Υμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη·οὐδὲ καίουσι λύχνον καὶ τιθέασι αὐτὸν ὑπὸ τὸν μόδιον\, ἀλλ᾿ ἐπὶ τὴν λυχνίαν\, καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ.οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων\, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι\, ἀλλὰ πληρῶσαι.ἀμὴν γὰρ λέγω ὑμῖν\, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ\, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου ἕως ἂν πάντα γένηται.ὃς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξῃ οὕτω τοὺς ἀνθρώπους\, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ὃς δ᾿ ἂν ποιήσῃ καὶ διδάξῃ\, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20130119
DTEND;VALUE=DATE:20130120
SUMMARY:Μακάριος ὁ Αἰγύπτιος
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 1/19/2013\n\nἍγιοι καὶ ἑορταί: Μακάριος ὁ Αἰγύπτιος; Μᾶρκος Ἐπίσκοπος Ἐφέσου; Ἀρσένιος Ἀρχιεπίσκοπος Κερκύρας; Μακάριος Ἀλεξανδρείας\n\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Γαλάτας 5:22-26; 6:1-2\n\nἈδελφοί\, ὁ καρπὸς τοῦ πνεύματός ἐστιν ἀγάπη\, χαρά\, εἰρήνη\, μακροθυμία\, χρηστότης\, ἀγαθωσύνη\, πίστις\, πρᾳότης\, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστιν νόμος. Οἱ δὲ τοῦ Χριστοῦ\, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασιν καὶ ταῖς ἐπιθυμίαις. Εἰ ζῶμεν πνεύματι\, πνεύματι καὶ στοιχῶμεν. Μὴ γινώμεθα κενόδοξοι\, ἀλλήλους προκαλούμενοι\, ἀλλήλοις φθονοῦντες. Ἀδελφοί\, ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι\, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πρᾳότητος\, σκοπῶν σεαυτόν μὴ καὶ σὺ πειρασθῇς. Ἀλλήλων τὰ βάρη βαστάζετε\, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 6.22-33\n\nΕἶπεν ὁ Κύριος· ῾Ο λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός· ἐὰν οὖν ὁ ὀφθαλμός σου ἁπλοῦς ᾖ\, ὅλον τὸ σῶμά σου φωτεινόν ἔσται·ἐὰν δὲ ὁ ὀφθαλμός σου πονηρὸς ᾖ\, ὅλον τὸ σῶμά σου σκοτεινὸν ἔσται. εἰ οὖν τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστί\, τὸ σκότος πόσον; Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει\, ἢ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει. οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ. Διὰ τοῦτο λέγω ὑμῖν\, μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν τί φάγητε καὶ τί πίητε\, μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε· οὐχὶ ἡ ψυχὴ πλεῖόν ἐστι τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύματος;ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ\, ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν οὐδὲ συνάγουσιν εἰς ἀποθήκας\, καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά· οὐχ ὑμεῖς μᾶλλον διαφέρετε αὐτῶν;τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα;καὶ περὶ ἐνδύματος τί μεριμνᾶτε; καταμάθετε τὰ κρίνα τοῦ ἀγροῦ πῶς αὐξάνει· οὐ κοπιᾷ οὐδὲ νήθει·λέγω δὲ ὑμῖν ὅτι οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων.Εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ\, σήμερον ὄντα καὶ αὔριον εἰς κλίβανον βαλλόμενον\, ὁ Θεὸς οὕτως ἀμφιέννυσιν\, οὐ πολλῷ μᾶλλον ὑμᾶς\, ὀλιγόπιστοι;μὴ οὖν μεριμνήσητε λέγοντες\, τί φάγωμεν ἢ τί πίωμεν ἢ τί περιβαλώμεθα;πάντα γὰρ ταῦτα τὰ ἔθνη ἐπιζητεῖ· οἶδε γὰρ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος ὅτι χρῄζετε τούτων ἁπάντων.ζητεῖτε δὲ πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ\, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20130120
DTEND;VALUE=DATE:20130121
SUMMARY:ΙΒ΄ Λουκᾶ
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 1/20/2013\n\nἍγιοι καὶ ἑορταί: Ὅσιος Εὐθύμιος ὁ Μέγας; Ζαχαρίας Νεομάρτυς\n\nΗχος πλ. δ'\nΕωθ. ΙΑ'\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους β' 4:6-15\n\nἈδελφοί\, ὁ θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι\, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ θεοῦ ἐν προσώπῳ Ἰησοῦ Χριστοῦ. Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν\, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ θεοῦ\, καὶ μὴ ἐξ ἡμῶν· ἐν παντὶ θλιβόμενοι\, ἀλλʼ οὐ στενοχωρούμενοι· ἀπορούμενοι\, ἀλλʼ οὐκ ἐξαπορούμενοι· διωκόμενοι\, ἀλλʼ οὐκ ἐγκαταλειπόμενοι· καταβαλλόμενοι\, ἀλλʼ οὐκ ἀπολλύμενοι· πάντοτε τὴν νέκρωσιν τοῦ κυρίου Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες\, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ. Ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν\, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν. Ὥστε ὁ μὲν θάνατος ἐν ἡμῖν ἐνεργεῖται\, ἡ δὲ ζωὴ ἐν ὑμῖν. Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως\, κατὰ τὸ γεγραμμένον\, Ἐπίστευσα\, διὸ ἐλάλησα\, καὶ ἡμεῖς πιστεύομεν\, διὸ καὶ λαλοῦμεν· εἰδότες ὅτι ὁ ἐγείρας τὸν κύριον Ἰησοῦν καὶ ἡμᾶς διὰ Ἰησοῦ ἐγερεῖ\, καὶ παραστήσει σὺν ὑμῖν. Τὰ γὰρ πάντα διʼ ὑμᾶς\, ἵνα ἡ χάρις πλεονάσασα διὰ τῶν πλειόνων τὴν εὐχαριστίαν περισσεύσῃ εἰς τὴν δόξαν τοῦ θεοῦ.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 17.12-19\n\nΤῷ καιρῷ ἐκείνῳ\, εἰσερχομένου αὐτοῦ εἴς τινα κώμην ἀπήντησαν αὐτῷ δέκα λεπροὶ ἄνδρες\, οἳ ἔστησαν πόρρωθεν\, καὶ αὐτοὶ ἦραν φωνὴν λέγοντες· ᾿Ιησοῦ ἐπιστάτα\, ἐλέησον ἡμᾶς. καὶ ἰδὼν εἶπεν αὐτοῖς· πορευθέντες ἐπιδείξατε ἑαυτοὺς τοῖς ἱερεῦσι. καὶ ἐγένετο ἐν τῷ ὑπάγειν αὐτοὺς ἐκαθαρίσθησαν. εἷς δὲ ἐξ αὐτῶν\, ἰδὼν ὅτι ἰάθη\, ὑπέστρεψε μετὰ φωνῆς μεγάλης δοξάζων τὸν Θεόν\, καὶ ἔπεσεν ἐπὶ πρόσωπον παρὰ τοὺς πόδας αὐτοῦ εὐχαριστῶν αὐτῷ· καὶ αὐτὸς ἦν Σαμαρείτης. ἀποκριθεὶς δὲ ὁ ᾿Ιησοῦς εἶπεν· οὐχὶ οἱ δέκα ἐκαθαρίσθησαν; οἱ δὲ ἐννέα ποῦ; οὐχ εὑρέθησαν ὑποστρέψαντες δοῦναι δόξαν τῷ Θεῷ εἰ μὴ ὁ ἀλλογενὴς οὗτος; καὶ εἶπεν αὐτῷ· ἀναστὰς πορεύου· ἡ πίστις σου σέσωκέ σε.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20130121
DTEND;VALUE=DATE:20130122
SUMMARY:Μάξιμος Ὁμολογητής
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 1/21/2013\n\nἍγιοι καὶ ἑορταί: Μάξιμος Ὁμολογητής; Νεόφυτος Μάρτυς\n\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Φιλιππησίους 1:12-20\n\nἈδελφοί\, γνώσκειν δὲ ὑμᾶς βούλομαι\, ἀδελφοί\, ὅτι τὰ κατʼ ἐμὲ μᾶλλον εἰς προκοπὴν τοῦ εὐαγγελίου ἐλήλυθεν· ὥστε τοὺς δεσμούς μου φανεροὺς ἐν Χριστῷ γενέσθαι ἐν ὅλῳ τῷ πραιτωρίῳ καὶ τοῖς λοιποῖς πάσιν\, καὶ τοὺς πλείονας τῶν ἀδελφῶν ἐν κυρίῳ\, πεποιθότας τοῖς δεσμοῖς μου\, περισσοτέρως τολμᾷν ἀφόβως τὸν λόγον λαλεῖν. Τινὲς μὲν καὶ διὰ φθόνον καὶ ἔριν\, τινὲς δὲ καὶ διʼ εὐδοκίαν τὸν Χριστὸν κηρύσσουσιν· οἱ μὲν ἐξ ἐριθείας τὸν Χριστὸν καταγγέλλουσιν\, οὐχ ἁγνῶς\, οἰόμενοι θλῖψιν ἐπιφέρειν τοῖς δεσμοῖς μου· οἱ δὲ ἐξ ἀγάπης\, εἰδότες ὅτι εἰς ἀπολογίαν τοῦ εὐαγγελίου κεῖμαι. Τί γάρ; Πλὴν παντὶ τρόπῳ\, εἴτε προφάσει εἴτε ἀληθείᾳ\, Χριστὸς καταγγέλλεται· καὶ ἐν τούτῳ χαίρω\, ἀλλὰ καὶ χαρήσομαι. Οἶδα γὰρ ὅτι τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν διὰ τῆς ὑμῶν δεήσεως\, καὶ ἐπιχορηγίας τοῦ πνεύματος Ἰησοῦ Χριστοῦ\, κατὰ τὴν ἀποκαραδοκίαν καὶ ἐλπίδα μου.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 12.8-12\n\nΕἶπεν ὁ Κὐριος τοῖς ἑαυτοῦ μαθηταῖς· Πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων\, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν ἀγγέλων τοῦ Θεοῦ· ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων ἀπαρνηθήσεται ἐνώπιον τῶν ἀγγέλων τοῦ Θεοῦ. καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου\, ἀφεθήσεται αὐτῷ· τῷ δὲ εἰς τὸ ῞Αγιον Πνεῦμα βλασφημήσαντι οὐκ ἀφεθήσεται. ὅταν δὲ προσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας\, μὴ μεριμνᾶτε πῶς ἢ τί ἀπολογήσησθε\, ἢ τί εἴπητε· τὸ γὰρ ῞Αγιον Πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ ἃ δεῖ εἰπεῖν.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20130122
DTEND;VALUE=DATE:20130123
SUMMARY:Τιμόθεος Ἀπόστολος ἐκ τῶν 70
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 1/22/2013\n\nἍγιοι καὶ ἑορταί: Τιμόθεος Ἀπόστολος ἐκ τῶν 70; Ἁναστάσιος ὁ Πέρσης\n\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Τιμόθεον β' 1:3-8\n\nΤέκνον Τιμόθεε\, χάριν ἔχω τῷ θεῷ\, ᾧ λατρεύω ἀπὸ προγόνων ἐν καθαρᾷ συνειδήσει\, ὡς ἀδιάλειπτον ἔχω τὴν περὶ σοῦ μνείαν ἐν ταῖς δεήσεσίν μου νυκτὸς καὶ ἡμέρας\, ἐπιποθῶν σε ἰδεῖν\, μεμνημένος σου τῶν δακρύων\, ἵνα χαρᾶς πληρωθῶ\, ὑπόμνησιν λαμβάνων τῆς ἐν σοὶ ἀνυποκρίτου πίστεως\, ἥτις ἐνῴκησεν πρῶτον ἐν τῇ μάμμῃ σου Λωΐδι καὶ τῇ μητρί σου Εὐνίκῃ\, πέπεισμαι δὲ ὅτι καὶ ἐν σοί. Διʼ ἣν αἰτίαν ἀναμιμνήσκω σε ἀναζωπυρεῖν τὸ χάρισμα τοῦ θεοῦ\, ὅ ἐστιν ἐν σοὶ διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν μου. Οὐ γὰρ ἔδωκεν ἡμῖν ὁ θεὸς πνεῦμα δειλίας\, ἀλλὰ δυνάμεως καὶ ἀγάπης καὶ σωφρονισμοῦ. Μὴ οὖν ἐπαισχυνθῇς τὸ μαρτύριον τοῦ κυρίου ἡμῶν\, μηδὲ ἐμὲ τὸν δέσμιον αὐτοῦ· ἀλλὰ συγκακοπάθησον τῷ εὐαγγελίῳ κατὰ δύναμιν θεοῦ\, τοῦ σώσαντος ἡμᾶς\n.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 10.32-33\, 37-3\n\nΕἶπεν ὁ Κὐριος τοῖς ἑαυτοῦ μαθηταῖς· Πᾶς οὖν ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων\, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. ὅστις δ᾿ ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων\, ἀρνήσομαι αὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. ῾Ο φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος· καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος· καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου\, οὐκ ἔστι μου ἄξιος. Τότε ἀποκριθεὶς ὁ Πέτρος εἶπεν αὐτῷ· ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν; ὁ δὲ ᾿Ιησοῦς εἶπεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι\, ἐν τῇ παλιγγενεσίᾳ\, ὅταν καθίσῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ\, καθίσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ ᾿Ισραήλ. καὶ πᾶς ὃς ἀφῆκεν οἰκίας ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ πατέρα ἢ μητέρα ἢ γυναῖκα ἢ τέκνα ἢ ἀγροὺς ἕνεκεν τοῦ ὀνόματός μου\, ἑκατονταπλασίονα λήψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει. Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ ἔσχατοι πρῶτοι.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20130123
DTEND;VALUE=DATE:20130124
SUMMARY:Ἱερομάρτυς Κλήμης Αγκύρας
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 1/23/2013\n\nἍγιοι καὶ ἑορταί: Ἱερομάρτυς Κλήμης Αγκύρας; Ἅγιος Μάρτυς Αγαθάγγελος; Διονύσιος ὁ ἐν Ὀλύμπῳ\n\nξεροφαγία (αὐστηρή νηστεία)\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Φιλιππησίους 3:20-21; 4:1-3\n\nἈδελφοί\, ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει\, ἐξ οὗ καὶ σωτῆρα ἀπεκδεχόμεθα\, κύριον Ἰησοῦν Χριστόν· ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν\, εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ\, κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι αὐτὸν καὶ ὑποτάξαι ἑαὐτῷ τὰ πάντα. Ὥστε\, ἀδελφοί μου ἀγαπητοὶ καὶ ἐπιπόθητοι\, χαρὰ καὶ στέφανός μου\, οὕτως στήκετε ἐν κυρίῳ\, ἀγαπητοί. Εὐοδίαν παρακαλῶ\, καὶ Συντύχην παρακαλῶ\, τὸ αὐτὸ φρονεῖν ἐν κυρίῳ. Ναὶ\, ἐρωτῶ καί σε\, σύζυγε γνήσιε\, συλλαμβάνου αὐταῖς\, αἵτινες ἐν τῷ εὐαγγελίῳ συνήθλησάν μοι\, μετὰ καὶ Κλήμεντος\, καὶ τῶν λοιπῶν συνεργῶν μου\, ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Μᾶρκον 2.23-28\, 3.1-5\n\nΤῷ καιρῷ ἐκείνῳ\, ἐπορεύετο ὁ Ἰησοῦς ἐν τοῖς σάββασι διὰ τῶν σπορίμων\, καὶ ἤρξαντο οἱ μαθηταὶ αὐτοῦ ὁδὸν ποιεῖν τίλλοντες τοὺς στάχυας. καὶ οἱ Φαρισαῖοι ἔλεγον αὐτῷ· ἴδε τί ποιοῦσιν ἐν τοῖς σάββασιν ὃ οὐκ ἔξεστι. καὶ αὐτὸς ἔλεγεν αὐτοῖς· οὐδέποτε ἀνέγνωτε τί ἐποίησε Δαυῒδ ὅτε χρείαν ἔσχε καὶ ἐπείνασεν αὐτὸς καὶ οἱ μετ᾿ αὐτοῦ; πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ ἐπὶ ᾿Αβιάθαρ ἀρχιερέως καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν\, οὓς οὐκ ἔξεστι φαγεῖν εἰ μὴ τοῖς ἱερεῦσι\, καὶ ἔδωκε καὶ τοῖς σὺν αὐτῷ οὖσι; καὶ ἔλεγεν αὐτοῖς· τὸ σάββατον διὰ τὸν ἄνθρωπον ἐγένετο\, οὐχ ὁ ἄνθρωπος διὰ τὸ σάββατον· ὥστε κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου. Καὶ εἰσῆλθε πάλιν εἰς τὴν συναγωγήν· καὶ ἦν ἐκεῖ ἄνθρωπος ἐξηραμμένην ἔχων τὴν χεῖρα. καὶ παρετήρουν αὐτὸν εἰ τοῖς σάββασι θεραπεύσει αὐτόν\, ἵνα κατηγορήσωσιν αὐτοῦ. καὶ λέγει τῷ ἀνθρώπῳ τῷ ἐξηραμμένην ἔχοντι τὴν χεῖρα· ἔγειρε εἰς τὸ μέσον. καὶ λέγει αὐτοῖς· ἔξεστι τοῖς σάββασιν ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι; ψυχὴν σῶσαι ἢ ἀποκτεῖναι; οἱ δὲ ἐσιώπων. καὶ περιβλεψάμενος αὐτοὺς μετ᾿ ὀργῆς\, συλλυπούμενος ἐπὶ τῇ πωρώσει τῆς καρδίας αὐτῶν\, λέγει τῷ ἀνθρώπῳ· ἔκτεινον τὴν χεῖρά σου. καὶ ἐξέτεινε\, καὶ ἀποκατεστάθη ἡ χεὶρ αὐτοῦ ὑγιὴς ὡς ἡ ἄλλη.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20130124
DTEND;VALUE=DATE:20130125
SUMMARY:Ὁσία Ξένη
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 1/24/2013\n\nἍγιοι καὶ ἑορταί: Ὁσία Ξένη; Βαβύλας Ἱερομάρτυς; Ξένη ἥ διὰ Χριστὸν σαλός \n\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Γαλάτας 5:22-26; 6:1-2\n\nἈδελφοί\, ὁ καρπὸς τοῦ πνεύματός ἐστιν ἀγάπη\, χαρά\, εἰρήνη\, μακροθυμία\, χρηστότης\, ἀγαθωσύνη\, πίστις\, πρᾳότης\, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστιν νόμος. Οἱ δὲ τοῦ Χριστοῦ\, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασιν καὶ ταῖς ἐπιθυμίαις. Εἰ ζῶμεν πνεύματι\, πνεύματι καὶ στοιχῶμεν. Μὴ γινώμεθα κενόδοξοι\, ἀλλήλους προκαλούμενοι\, ἀλλήλοις φθονοῦντες. Ἀδελφοί\, ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι\, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πρᾳότητος\, σκοπῶν σεαυτόν μὴ καὶ σὺ πειρασθῇς. Ἀλλήλων τὰ βάρη βαστάζετε\, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 22.2-14\n\nΕἶπεν ὁ Κύριος τήν παραβολὴν ταύτην· Η βασιλεία των ουρανών μοιάζει μ' ένα βασιλιά\, που έκανε το γάμο του γιου του. Έστειλε τους δούλους του να φωνάξουν τους καλεσμένους στο γάμο\, εκείνοι όμως δεν ήθελαν να έρθουν. Έστειλε ξανά άλλους δούλους λέγοντάς τους: \"να πείτε στους καλεσμένους: έχω ετοιμάσει το γεύμα\, έχω σφάξει τους ταύρους και τα θρεφτάρια\, κι όλα είναι έτοιμα· ελάτε στο γάμο\". Οι καλεσμένοι όμως αδιαφόρησαν και πήγαν άλλος στο χωράφι του κι άλλος στο εμπόριό του. Οι υπόλοιποι έπιασαν τους δούλους του\, τους κακοποίησαν και τους σκότωσαν. Όταν το άκουσε ο βασιλιάς εκείνος\, θύμωσε· έστειλε το στρατό του κι αφάνισε εκείνους τους φονιάδες και πυρπόλησε την πόλη τους. Τότε λέει στους δούλους του: \"το τραπέζι του γάμου είναι έτοιμο\, μα οι καλεσμένοι δε φάνηκαν άξιοι.Πηγαίνετε\, λοιπόν\, στα σταυροδρόμια κι όσους βρείτε καλέστε τους στους γάμους\". Βγήκαν τότε οι δούλοι στους δρόμους και μάζεψαν όλους όσους βρήκαν\, κακούς και καλούς. Η αίθουσα του γάμου γέμισε από συνδαιτυμόνες. Μπήκε κι ο βασιλιάς για να δει τους συνδαιτυμόνες\, κι εκεί είδε κάποιον που δεν ήταν ντυμένος με τη γαμήλια φορεσιά. \"Φίλε\"\, του λέει\, \"πώς μπήκες εδώ χωρίς το κατάλληλο ντύσιμο;\" Εκείνος έχασε τη λαλιά του. Τότε ο βασιλιάς είπε στους υπηρέτες: \"δέστε του τα πόδια και τα χέρια και πάρτε τον και βγάλτε τον έξω στο σκοτάδι\"· εκεί θα κλαίει και θα τρίζει τα δόντια του. Γιατί πολλοί είναι οι καλεσμένοι\, λίγοι όμως οι εκλεκτοί.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20130125
DTEND;VALUE=DATE:20130126
SUMMARY:Γρηγόριος Ὁ Θεολόγος Ἁρχιεπίσκοπος Κωνστ.
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 1/25/2013\n\nἍγιοι καὶ ἑορταί: Γρηγόριος Ὁ Θεολόγος Ἁρχιεπίσκοπος Κωνστ.\n\nΚατάλυσις οἴνου καί ἐλαίου\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἑβραίους 7:26-28; 8:1-2\n\nἈδελφοί\, τοιοῦτος γὰρ ἡμῖν ἔπρεπεν ἀρχιερεύς\, ὅσιος\, ἄκακος\, ἀμίαντος\, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν\, καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος· ὃς οὐκ ἔχει καθʼ ἡμέραν ἀνάγκην\, ὥσπερ οἱ ἀρχιερεῖς\, πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν θυσίας ἀναφέρειν\, ἔπειτα τῶν τοῦ λαοῦ· τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ\, ἑαυτὸν ἀνενέγκας. Ὁ νόμος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς\, ἔχοντας ἀσθένειαν· ὁ λόγος δὲ τῆς ὁρκωμοσίας τῆς μετὰ τὸν νόμον\, υἱὸν εἰς τὸν αἰῶνα τετελειωμένον. Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις· τοιοῦτον ἔχομεν ἀρχιερέα\, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς\, τῶν ἁγίων λειτουργός\, καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς\, ἣν ἔπηξεν ὁ κύριος\, καὶ οὐκ ἄνθρωπος·\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ἰωάννην 10.9-16\n\nΕἶπεν ὁ Κύριος· ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ\, κλέπται εἰσὶ καὶ λῃσταί· ἀλλ᾽ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. ἐγώ εἰμι ἡ θύρα· δι᾽ ἐμοῦ ἐάν τις εἰσέλθῃ\, σωθήσεται\, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται\, καὶ νομὴν εὑρήσει. ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι καὶ περισσὸν ἔχωσιν. ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· ὁ μισθωτὸς δὲ καὶ οὐκ ὢν ποιμήν\, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια\, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα. ὁ δὲ μισθωτὸς φεύγει\, ὅτι μισθωτός ἐστι καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός\, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν\, καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα\, καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. καὶ ἄλλα πρόβατα ἔχω\, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν\, καὶ τῆς φωνῆς μου ἀκούσουσι\, καὶ γενήσεται μία ποίμνη\, εἷς ποιμήν.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20130126
DTEND;VALUE=DATE:20130127
SUMMARY:Ὅσιος Ξενοφὼν καὶ συνοδία αυτοῦ
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 1/26/2013\n\nἍγιοι καὶ ἑορταί: Ὅσιος Ξενοφὼν καὶ συνοδία αυτοῦ; Ὅσιος Συμεὼν ὁ Παλαιός\n\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς ῾Ρωμαίους 5:1-10\n\nἈδελφοί\, δικαιωθέντες οὖν ἐκ πίστεως\, εἰρήνην ἔχομεν πρὸς τὸν θεὸν διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ\, διʼ οὗ καὶ τὴν προσαγωγὴν ἐσχήκαμεν τῇ πίστει εἰς τὴν χάριν ταύτην ἐν ᾗ ἑστήκαμεν\, καὶ καυχώμεθα ἐπʼ ἐλπίδι τῆς δόξης τοῦ θεοῦ. Οὐ μόνον δέ\, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσιν\, εἰδότες ὅτι ἡ θλῖψις ὑπομονὴν κατεργάζεται\, ἡ δὲ ὑπομονὴ δοκιμήν\, ἡ δὲ δοκιμὴ ἐλπίδα· ἡ δὲ ἐλπὶς οὐ καταισχύνει\, ὅτι ἡ ἀγάπη τοῦ θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν διὰ πνεύματος ἁγίου τοῦ δοθέντος ἡμῖν. Ἔτι γὰρ Χριστός\, ὄντων ἡμῶν ἀσθενῶν\, κατὰ καιρὸν ὑπὲρ ἀσεβῶν ἀπέθανεν. Μόλις γὰρ ὑπὲρ δικαίου τις ἀποθανεῖται· ὑπὲρ γὰρ τοῦ ἀγαθοῦ τάχα τις καὶ τολμᾷ ἀποθανεῖν. Συνίστησιν δὲ τὴν ἑαυτοῦ ἀγάπην εἰς ἡμᾶς ὁ θεός\, ὅτι ἔτι ἁμαρτωλῶν ὄντων ἡμῶν Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανεν. Πολλῷ οὖν μᾶλλον\, δικαιωθέντες νῦν ἐν τῷ αἵματι αὐτοῦ\, σωθησόμεθα διʼ αὐτοῦ ἀπὸ τῆς ὀργῆς. Εἰ γὰρ ἐχθροὶ ὄντες κατηλλάγημεν τῷ θεῷ διὰ τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ\, πολλῷ μᾶλλον καταλλαγέντες σωθησόμεθα ἐν τῇ ζωῇ αὐτοῦ.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Μᾶρκον 1.1-8\n\n᾿Αρχὴ τοῦ εὐαγγελίου ᾿Ιησοῦ Χριστοῦ\, υἱοῦ τοῦ Θεοῦ. ῾Ως γέγραπται ἐν τοῖς προφήταις\, ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου\, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου·φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ\, ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου\, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ\,ἐγένετο ᾿Ιωάννης βαπτίζων ἐν τῇ ἐρήμῳ καὶ κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν. Καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ ᾿Ιουδαία χώρα καὶ οἱ ῾Ιεροσολυμῖται\, καὶ ἐβαπτίζοντο πάντες ἐν τῷ ᾿Ιορδάνῃ ποταμῷ ὑπ᾿ αὐτοῦ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν. Ἦν δὲ ὁ ᾿Ιωάννης ἐνδεδυμένος τρίχας καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ\, καὶ ἐσθίων ἀκρίδας καὶ μέλι ἄγριον. Καὶ ἐκήρυσσε λέγων· ἔρχεται ὁ ἰσχυρότερός μου ὀπίσω μου\, οὗ οὐκ εἰμὶ ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ·ἐγὼ μὲν ἐβάπτισα ὑμᾶς ἐν ὕδατι\, αὐτὸς δὲ βαπτίσει ὑμᾶς ἐν Πνεύματι ῾Αγίῳ.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20130127
DTEND;VALUE=DATE:20130128
SUMMARY:ΙΕ΄ Λουκᾶ
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 1/27/2013\n\nἍγιοι καὶ ἑορταί: Ἀνακομιδή Λειψάνων Ἰωάννου Χρυσοστόμου; Ὅσιος Πέτρος ὁ Αἰγύπτιος; Δημήτριος Νεομάρτυς ὁ ἐν Κωνσταντινοπόλει\n\nΗχος α'\nΕωθ. Α'\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἑβραίους 7:26-28; 8:1-2\n\nἈδελφοί\, τοιοῦτος γὰρ ἡμῖν ἔπρεπεν ἀρχιερεύς\, ὅσιος\, ἄκακος\, ἀμίαντος\, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν\, καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος· ὃς οὐκ ἔχει καθʼ ἡμέραν ἀνάγκην\, ὥσπερ οἱ ἀρχιερεῖς\, πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν θυσίας ἀναφέρειν\, ἔπειτα τῶν τοῦ λαοῦ· τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ\, ἑαυτὸν ἀνενέγκας. Ὁ νόμος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς\, ἔχοντας ἀσθένειαν· ὁ λόγος δὲ τῆς ὁρκωμοσίας τῆς μετὰ τὸν νόμον\, υἱὸν εἰς τὸν αἰῶνα τετελειωμένον. Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις· τοιοῦτον ἔχομεν ἀρχιερέα\, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς\, τῶν ἁγίων λειτουργός\, καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς\, ἣν ἔπηξεν ὁ κύριος\, καὶ οὐκ ἄνθρωπος·\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 19.1-10\n\nΤῷ καιρῷ ἐκείνῳ\, διήρχετο τὴν ῾Ιεριχώ· καὶ ἰδοὺ ἀνὴρ ὀνόματι καλούμενος Ζακχαῖος\, καὶ αὐτὸς ἦν ἀρχιτελώνης\, καὶ οὗτος ἦν πλούσιος\, καὶ ἐζήτει ἰδεῖν τὸν ᾿Ιησοῦν τίς ἐστι\, καὶ οὐκ ἠδύνατο ἀπὸ τοῦ ὄχλου\, ὅτι τῇ ἡλικίᾳ μικρὸς ἦν. καὶ προδραμὼν ἔμπροσθεν ἀνέβη ἐπὶ συκομορέαν\, ἵνα ἴδῃ αὐτόν\, ὅτι ἐκείνης ἤμελλε διέρχεσθαι. καὶ ὡς ἦλθεν ἐπὶ τὸν τόπον\, ἀναβλέψας ὁ ᾿Ιησοῦς εἶδεν αὐτὸν καὶ εἶπε πρὸς αὐτόν· Ζακχαῖε\, σπεύσας κατάβηθι· σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι. καὶ σπεύσας κατέβη\, καὶ ὑπεδέξατο αὐτὸν χαίρων. καὶ ἰδόντες πάντες διεγόγγυζον λέγοντες ὅτι παρὰ ἁμαρτωλῷ ἀνδρὶ εἰσῆλθε καταλῦσαι. σταθεὶς δὲ Ζακχαῖος εἶπε πρὸς τὸν Κύριον· ἰδοὺ τὰ ἡμίση τῶν ὑπαρχόντων μου\, Κύριε\, δίδωμι τοῖς πτωχοῖς\, καὶ εἴ τινός τι ἐσυκοφάντησα\, ἀποδίδωμι τετραπλοῦν. εἶπε δὲ πρὸς αὐτὸν ὁ ᾿Ιησοῦς ὅτι σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο\, καθότι καὶ αὐτὸς υἱὸς ᾿Αβραάμ ἐστιν. ἦλθε γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20130128
DTEND;VALUE=DATE:20130129
SUMMARY:Ὅσιος Ἐφραὶμ ὁ Σύρος
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 1/28/2013\n\nἍγιοι καὶ ἑορταί: Ὅσιος Ἐφραὶμ ὁ Σύρος; Ισαακίος Σύρου; Ὅσιος Ἰάκωβος; Παλλάδιος ὁ μέγας ἀσκητὴς\n\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Γαλάτας 5:22-26; 6:1-2\n\nἈδελφοί\, ὁ καρπὸς τοῦ πνεύματός ἐστιν ἀγάπη\, χαρά\, εἰρήνη\, μακροθυμία\, χρηστότης\, ἀγαθωσύνη\, πίστις\, πρᾳότης\, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστιν νόμος. Οἱ δὲ τοῦ Χριστοῦ\, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασιν καὶ ταῖς ἐπιθυμίαις. Εἰ ζῶμεν πνεύματι\, πνεύματι καὶ στοιχῶμεν. Μὴ γινώμεθα κενόδοξοι\, ἀλλήλους προκαλούμενοι\, ἀλλήλοις φθονοῦντες. Ἀδελφοί\, ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι\, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πρᾳότητος\, σκοπῶν σεαυτόν μὴ καὶ σὺ πειρασθῇς. Ἀλλήλων τὰ βάρη βαστάζετε\, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 6.17-23\n\nΤῷ καιρῷ ἐκείνῳ\, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ\, καὶ ὄχλος μαθητῶν αὐτοῦ\, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς ᾿Ιουδαίας καὶ ῾Ιερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος\, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν\,καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων\, καὶ ἐθεραπεύοντο·καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ\, ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγε· Mακάριοι οἱ πτωχοί\, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. μακάριοι οἱ πεινῶντες νῦν\, ὅτι χορτασθήσεσθε. μακάριοι οἱ κλαίοντες νῦν\, ὅτι γελάσετε. μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι\, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου. χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ· κατὰ τὰ αὐτὰ γὰρ ἐποίουν τοῖς προφήταις οἱ πατέρες αὐτῶν.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20130129
DTEND;VALUE=DATE:20130130
SUMMARY:Ἀνακομιδή Λειψάνων Ἰγνατίου τοῦ Θεοφόρου
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 1/29/2013\n\nἍγιοι καὶ ἑορταί: Ἀνακομιδή Λειψάνων Ἰγνατίου τοῦ Θεοφόρου; Ὅσιος Λαυρέντιος \n\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἑβραίους 10:32-38\n\nἈδελφοί\, ἀναμιμνῄσκεσθε δὲ τὰς πρότερον ἡμέρας\, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων· τοῦτο μέν\, ὀνειδισμοῖς τε καὶ θλίψεσιν θεατριζόμενοι· τοῦτο δέ\, κοινωνοὶ τῶν οὕτως ἀναστρεφομένων γενηθέντες. Καὶ γὰρ τοῖς δεσμοῖς μου συνεπαθήσατε\, καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε\, γινώσκοντες ἔχειν ἑαυτοῖς κρείττονα ὕπαρξιν ἐν οὐρανοῖς καὶ μένουσαν. Μὴ ἀποβάλητε οὖν τὴν παρρησίαν ὑμῶν\, ἥτις ἔχει μισθαποδοσίαν μεγάλην. Ὑπομονῆς γὰρ ἔχετε χρείαν\, ἵνα τὸ θέλημα τοῦ θεοῦ ποιήσαντες κομίσησθε τὴν ἐπαγγελίαν. Ἔτι γὰρ μικρὸν ὅσον ὅσον\, Ὁ ἐρχόμενος ἥξει\, καὶ οὐ χρονιεῖ. Ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται· καὶ ἐὰν ὑποστείληται\, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Μᾶρκον 9.33-41\n\nΤῷ καιρῷ ἐκείνῳ\, ἦλθεν ὁ Ἰησοῦς καὶ οἰ μαθηταὶ εἰς Καφαρναούμ. καὶ ἐν τῇ οἰκίᾳ γενόμενος ἐπηρώτα αὐτούς· τί ἐν τῇ ὁδῷ πρὸς ἑαυτοὺς διελογίζεσθε; οἱ δὲ ἐσιώπων· πρὸς ἀλλήλους γὰρ διελέχθησαν ἐν τῇ ὁδῷ τίς μείζων. καὶ καθίσας ἐφώνησε τοὺς δώδεκα καὶ λέγει αὐτοῖς· εἴ τις θέλει πρῶτος εἶναι\, ἔσται πάντων ἔσχατος καὶ πάντων διάκονος. καὶ λαβὼν παιδίον ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν\, καὶ ἐναγκαλισάμενος αὐτὸ εἶπεν αὐτοῖς· ὃς ἐὰν ἓν τῶν τοιούτων παιδίων δέξηται ἐπὶ τῷ ὀνόματί μου\, ἐμὲ δέχεται· καὶ ὃς ἐὰν ἐμὲ δέξηται\, οὐκ ἐμὲ δέχεται\, ἀλλὰ τὸν ἀποστείλαντά με. ᾿Απεκρίθη αὐτῷ ὁ ᾿Ιωάννης λέγων· διδάσκαλε\, εἴδομέν τινα ἐν τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια\, ὃς οὐκ ἀκολουθεῖ ἡμῖν\, καὶ ἐκωλύσαμεν αὐτόν\, ὅτι οὐκ ἀκολουθεῖ ἡμῖν. ὁ δὲ ᾿Ιησοῦς εἶπε· μὴ κωλύετε αὐτόν· οὐδεὶς γάρ ἐστιν ὃς ποιήσει δύναμιν ἐπὶ τῷ ὀνόματί μου καὶ δυνήσεται ταχὺ κακολογῆσαί με. ὃς γὰρ οὐκ ἔστι καθ᾿ ὑμῶν\, ὑπὲρ ὑμῶν ἐστιν. ὃς γὰρ ἂν ποτίσῃ ὑμᾶς ποτήριον ὕδατος ἐν τῷ ὀνόματί μου\, ὅτι Χριστοῦ ἐστε\, ἀμὴν λέγω ὑμῖν\, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20130130
DTEND;VALUE=DATE:20130131
SUMMARY:Οἱ Τροί Ἱεραρχής
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 1/30/2013\n\nἍγιοι καὶ ἑορταί: Οἱ Τροί Ἱεραρχής; Ἱππόλυτος Πάπας Ρώμης ; Ἀθανασία καὶ αἱ 3 Θυγατέρες αὐτῆς\n\nΚατάλυσις οἴνου καί ἐλαίου\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἑβραίους 13:7-16\n\nἈδελφοί\, μνημονεύετε τῶν ἡγουμένων ὑμῶν\, οἵτινες ἐλάλησαν ὑμῖν τὸν λόγον τοῦ θεοῦ· ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς\, μιμεῖσθε τὴν πίστιν. Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτός\, καὶ εἰς τοὺς αἰῶνας. Διδαχαῖς ποικίλαις καὶ ξέναις μὴ παραφέρεσθε· καλὸν γὰρ χάριτι βεβαιοῦσθαι τὴν καρδίαν\, οὐ βρώμασιν\, ἐν οἷς οὐκ ὠφελήθησαν οἱ περιπατήσαντες. Ἔχομεν θυσιαστήριον\, ἐξ οὗ φαγεῖν οὐκ ἔχουσιν ἐξουσίαν οἱ τῇ σκηνῇ λατρεύοντες. Ὧν γὰρ εἰσφέρεται ζῴων τὸ αἷμα περὶ ἁμαρτίας εἰς τὰ ἅγια διὰ τοῦ ἀρχιερέως\, τούτων τὰ σώματα κατακαίεται ἔξω τῆς παρεμβολῆς. Διὸ καὶ Ἰησοῦς\, ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου αἵματος τὸν λαόν\, ἔξω τῆς πύλης ἔπαθεν. Τοίνυν ἐξερχώμεθα πρὸς αὐτὸν ἔξω τῆς παρεμβολῆς\, τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες. Οὐ γὰρ ἔχομεν ὧδε μένουσαν πόλιν\, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν. Διʼ αὐτοῦ οὖν ἀναφέρωμεν θυσίαν αἰνέσεως διὰ παντὸς τῷ θεῷ\, τοῦτʼ ἔστιν\, καρπὸν χειλέων ὁμολογούντων τῷ ὀνόματι αὐτοῦ. Τῆς δὲ εὐποιΐας καὶ κοινωνίας μὴ ἐπιλανθάνεσθε· τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται ὁ θεός.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 5.14-19\n\nΕἶπεν ὁ Κὐριος τοῖς ἑαυτοῦ μαθηταῖς· ῾Υμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη·οὐδὲ καίουσι λύχνον καὶ τιθέασι αὐτὸν ὑπὸ τὸν μόδιον\, ἀλλ᾿ ἐπὶ τὴν λυχνίαν\, καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ.οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων\, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι\, ἀλλὰ πληρῶσαι.ἀμὴν γὰρ λέγω ὑμῖν\, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ\, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου ἕως ἂν πάντα γένηται.ὃς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξῃ οὕτω τοὺς ἀνθρώπους\, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ὃς δ᾿ ἂν ποιήσῃ καὶ διδάξῃ\, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20130131
DTEND;VALUE=DATE:20130201
SUMMARY:Κῦρος καὶ Ἰωάννης Ἁνάργυροι
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 1/31/2013\n\nἍγιοι καὶ ἑορταί: Κῦρος καὶ Ἰωάννης Ἁνάργυροι; Θεοδότη\, Θεοκτίστη καὶ Ευδοξία Μάρτυρες; Ὅσιος Αρσενίος\n\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους α' 12:27-31;13:1-8\n\nἈδελφοί\, ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ\, καὶ μέλη ἐκ μέρους. Καὶ οὓς μὲν ἔθετο ὁ θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους\, δεύτερον προφήτας\, τρίτον διδασκάλους\, ἔπειτα δυνάμεις\, εἶτα χαρίσματα ἰαμάτων\, ἀντιλήψεις\, κυβερνήσεις\, γένη γλωσσῶν. Μὴ πάντες ἀπόστολοι; Μὴ πάντες προφῆται; Μὴ πάντες διδάσκαλοι; Μὴ πάντες δυνάμεις; Μὴ πάντες χαρίσματα ἔχουσιν ἰαμάτων; Μὴ πάντες γλώσσαις λαλοῦσιν; Μὴ πάντες διερμηνεύουσιν; Ζηλοῦτε δὲ τὰ χαρίσματα τὰ κρείττονα. Καὶ ἔτι καθʼ ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι. Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων\, ἀγάπην δὲ μὴ ἔχω\, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον. Καὶ ἐὰν ἔχω προφητείαν\, καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν\, καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν\, ὥστε ὄρη μεθιστάνειν\, ἀγάπην δὲ μὴ ἔχω\, οὐθέν εἰμι. Καὶ ἐὰν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου\, καὶ ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα καυθήσωμαι\, ἀγάπην δὲ μὴ ἔχω\, οὐδὲν ὠφελοῦμαι. Ἡ ἀγάπη μακροθυμεῖ\, χρηστεύεται· ἡ ἀγάπη οὐ ζηλοῖ· ἡ ἀγάπη οὐ περπερεύεται\, οὐ φυσιοῦται\, οὐκ ἀσχημονεῖ\, οὐ ζητεῖ τὰ ἑαυτῆς\, οὐ παροξύνεται\, οὐ λογίζεται τὸ κακόν\, οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ\, συγχαίρει δὲ τῇ ἀληθείᾳ\, πάντα στέγει\, πάντα πιστεύει\, πάντα ἐλπίζει\, πάντα ὑπομένει. 8 Ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει· εἴτε δὲ προφητεῖαι\, καταργηθήσονται· εἴτε γλῶσσαι\, παύσονται· εἴτε γνῶσις\, καταργηθήσεται.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 10.1\, 5-8\n\nΤῷ καιρῷ ἐκείνῳ\, προσκαλεσάμενος τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ ᾿Ιησοῦς παραγγείλας αὐτοῖς λέγων· εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε· πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου ᾿Ισραήλ. πορευόμενοι δὲ κηρύσσετε λέγοντες ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. ἀσθενοῦντας θεραπεύετε\, λεπροὺς καθαρίζετε\, νεκροὺς ἐγείρετε\, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε\, δωρεὰν δότε.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20130201
DTEND;VALUE=DATE:20130202
SUMMARY:Τρύφων Μάρτυς
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 2/1/2013\n\nἍγιοι καὶ ἑορταί: Προεόρτια Ὑπαπαντῆς τοῦ Κυρίου; Τρύφων Μάρτυς; Περπετούα μάρτυς καὶ οἱ σὺν αὐτῃ; Τιμόθεος ὁ Ὁμολογητής; Μπρίντζετ τῆς Ἰρλανδίας; Βασίλειος Ἀρχιεπίσκοπος Θεσσαλονίκης; Ἀναστάσιος Νεομάρτυς Ναυπλίου\n\nξεροφαγία (αὐστηρή νηστεία)\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς ῾Ρωμαίους 8:28-39\n\nἈδελφοί\, οἴδαμεν δὲ ὅτι τοῖς ἀγαπῶσιν τὸν θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν\, τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν. Ὅτι οὓς προέγνω\, καὶ προώρισεν συμμόρφους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ\, εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς· οὓς δὲ προώρισεν\, τούτους καὶ ἐκάλεσεν· καὶ οὓς ἐκάλεσεν\, τούτους καὶ ἐδικαίωσεν· οὓς δὲ ἐδικαίωσεν\, τούτους καὶ ἐδόξασεν. Τί οὖν ἐροῦμεν πρὸς ταῦτα; Εἰ ὁ θεὸς ὑπὲρ ἡμῶν\, τίς καθʼ ἡμῶν; Ὅς γε τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο\, ἀλλʼ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν\, πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται; Τίς ἐγκαλέσει κατὰ ἐκλεκτῶν θεοῦ; Θεὸς ὁ δικαιῶν· τίς ὁ κατακρίνων; Χριστὸς ὁ ἀποθανών\, μᾶλλον δὲ καί ἐγερθείς\, ὃς καὶ ἔστιν ἐν δεξιᾷ τοῦ θεοῦ\, ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν. Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; Θλῖψις\, ἢ στενοχωρία\, ἢ διωγμός\, ἢ λιμός\, ἢ γυμνότης\, ἢ κίνδυνος\, ἢ μάχαιρα; Καθὼς γέγραπται ὅτι Ἕνεκέν σου θανατούμεθα ὅλην τὴν ἡμέραν· ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς. Ἀλλʼ ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς. Πέπεισμαι γὰρ ὅτι οὔτε θάνατος οὔτε ζωὴ οὔτε ἄγγελοι οὔτε ἀρχαὶ οὔτε δυνάμεις οὔτε ἐνεστῶτα οὔτε μέλλοντα οὔτε ὕψωμα οὔτε βάθος οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 10.19-21\n\nΕἶπεν ὁ Κὐριος τοῖς ἑαυτοῦ μαθηταῖς·Ἰδού\, δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ\, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ. πλὴν ἐν τούτῳ μὴ χαίρετε\, ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται· χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς. ᾿Εν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ πνεύματι ὁ ᾿Ιησοῦς καὶ εἶπεν· ἐξομολογοῦμαί σοι\, πάτερ\, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς\, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν\, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· ναί\, ὁ πατήρ\, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20130202
DTEND;VALUE=DATE:20130203
SUMMARY:Ἡ 'Υπαπαντή τοῦ Κυρίου
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 2/2/2013\n\nἍγιοι καὶ ἑορταί: Ἡ 'Υπαπαντή τοῦ Κυρίου; Γαβριήλ ὁ Νεομάρτυς; Ἰορδάνης ὁ Νεομάρτυς; Ἀγαθόδωρος Μάρτυς\n\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἑβραίους 7:7-17\n\nἈδελφοί\, χωρὶς δὲ πάσης ἀντιλογίας\, τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται. Καὶ ὧδε μὲν δεκάτας ἀποθνῄσκοντες ἄνθρωποι λαμβάνουσιν· ἐκεῖ δέ\, μαρτυρούμενος ὅτι ζῇ. Καί\, ὡς ἔπος εἰπεῖν\, διὰ Ἀβραὰμ καὶ Λευῒ ὁ δεκάτας λαμβάνων δεδεκάτωται· ἔτι γὰρ ἐν τῇ ὀσφύϊ τοῦ πατρὸς ἦν\, ὅτε συνήντησεν αὐτῷ ὁ Μελχισεδέκ. Εἰ μὲν οὖν τελείωσις διὰ τῆς Λευϊτικῆς ἱερωσύνης ἦν - ὁ λαὸς γὰρ ἐπʼ αὐτῇ νενομοθέτητο - τίς ἔτι χρεία\, κατὰ τὴν τάξιν Μελχισεδὲκ ἕτερον ἀνίστασθαι ἱερέα\, καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρὼν λέγεσθαι; Μετατιθεμένης γὰρ τῆς ἱερωσύνης\, ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται. Ἐφʼ ὃν γὰρ λέγεται ταῦτα\, φυλῆς ἑτέρας μετέσχηκεν\, ἀφʼ ἧς οὐδεὶς προσέσχηκεν τῷ θυσιαστηρίῳ. Πρόδηλον γὰρ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ κύριος ἡμῶν\, εἰς ἣν φυλὴν οὐδὲν περὶ ἱερωσύνης Μωϋσῆς ἐλάλησεν. Καὶ περισσότερον ἔτι κατάδηλόν ἐστιν\, εἰ κατὰ τὴν ὁμοιότητα Μελχισεδὲκ ἀνίσταται ἱερεὺς ἕτερος\, ὃς οὐ κατὰ νόμον ἐντολῆς σαρκικῆς γέγονεν\, ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου· μαρτυρεῖ γὰρ ὅτι Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 2.22-40\n\nΤῷ καιρῷ ἐκείνῳ\, ἀνήγαγον αὐτὸν εἰς ῾Ιεροσόλυμα παραστῆσαι τῷ Κυρίῳ\,καθὼς γέγραπται ἐν νόμῳ Κυρίου ὅτι πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ Κυρίῳ κληθήσεται\,καὶ τοῦ δοῦναι θυσίαν κατὰ τὸ εἰρημένον ἐν νόμῳ Κυρίου\, ζεῦγος τρυγόνων ἢ δύο νεοσσοὺς περιστερῶν.Καὶ ἰδοὺ ἦν ἄνθρωπος ἐν ῾Ιεροσολύμοις ᾧ ὄνομα Συμεών\, καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος καὶ εὐλαβής\, προσδεχόμενος παράκλησιν τοῦ ᾿Ισραήλ\, καὶ Πνεῦμα ἦν ῞Αγιον ἐπ᾿ αὐτόν·καὶ ἦν αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ Πνεύματος τοῦ ῾Αγίου μὴ ἰδεῖν θάνατον πρὶν ἢ ἴδῃ τὸν Χριστὸν Κυρίου.καὶ ἦλθεν ἐν τῷ Πνεύματι εἰς τὸ ἱερόν· καὶ ἐν τῷ εἰσαγαγεῖν τοὺς γονεῖς τὸ παιδίον ᾿Ιησοῦν τοῦ ποιῆσαι αὐτοὺς κατὰ τὸ εἰθισμένον τοῦ νόμου περὶ αὐτοῦ\,καὶ αὐτὸς ἐδέξατο αὐτὸν εἰς τὰς ἀγκάλας αὐτοῦ καὶ εὐλόγησε τὸν Θεὸν καὶ εἶπε·\n \nνῦν ἀπολύεις τὸν δοῦλόν σου\, δέσποτα\, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ\, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου\, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν\, φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου ᾿Ισραήλ.\n \nκαὶ ἦν ᾿Ιωσὴφ καὶ ἡ μήτηρ αὐτοῦ θαυμάζοντες ἐπὶ τοῖς λαλουμένοις περὶ αὐτοῦ.καὶ εὐλόγησεν αὐτοὺς Συμεὼν καὶ εἶπε πρὸς Μαριὰμ τὴν μητέρα αὐτοῦ· ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ ᾿Ισραὴλ καὶ εἰς σημεῖον ἀντιλεγόμενον.καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία\, ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί.Καὶ ἦν ῎Αννα προφῆτις\, θυγάτηρ Φανουήλ\, ἐκ φυλῆς ᾿Ασήρ· αὕτη προβεβηκυῖα ἐν ἡμέραις πολλαῖς\, ζήσασα ἔτη μετὰ ἀνδρὸς ἑπτὰ ἀπὸ τῆς παρθενίας αὐτῆς\,καὶ αὐτὴ χήρα ὡς ἐτῶν ὀγδοήκοντα τεσσάρων\, ἣ οὐκ ἀφίστατο ἀπὸ τοῦ ἱεροῦ νηστείαις καὶ δεήσεσι λατρεύουσα νύκτα καὶ ἡμέραν·καὶ αὕτη αὐτῇ τῇ ὥρᾳ ἐπιστᾶσα ἀνθωμολογεῖτο τῷ Κυρίῳ καὶ ἐλάλει περὶ αὐτοῦ πᾶσι τοῖς προσδεχομένοις λύτρωσιν ἐν ῾Ιερουσαλήμ. Καὶ ὡς ἐτέλεσαν ἅπαντα τὰ κατὰ τὸν νόμον Κυρίου\, ὑπέστρεψαν εἰς τὴν Γαλιλαίαν εἰς τὴν πόλιν ἑαυτῶν Ναζαρέτ.Τὸ δὲ παιδίον ηὔξανε καὶ ἐκραταιοῦτο πνεύματι πληρούμενον σοφίας\, καὶ χάρις Θεοῦ ἦν ἐπ᾿ αὐτό.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20130203
DTEND;VALUE=DATE:20130204
SUMMARY:ΙΕ΄ Ματθαῖου (τοῦ Νομικού)
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 2/3/2013\n\nἍγιοι καὶ ἑορταί: Συμεών ὁ Θεοδόχος καὶ Ἄννα ἡ Προφῆτις; Ἰωάννης\, Νικόλαος καὶ Σταμάτιος\, Νεομἀρτυρες ἐκ Σπετσῶν; Νικόλαος Ἀρχιεπίσκοπος Ἰαππὰν; Μεθέορτος τῆς Ὑπαπαντῆς\n\nΗχος β'\nΕωθ. Β'\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους β' 4:6-15\n\nἈδελφοί\, ὁ θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι\, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ θεοῦ ἐν προσώπῳ Ἰησοῦ Χριστοῦ. Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν\, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ θεοῦ\, καὶ μὴ ἐξ ἡμῶν· ἐν παντὶ θλιβόμενοι\, ἀλλʼ οὐ στενοχωρούμενοι· ἀπορούμενοι\, ἀλλʼ οὐκ ἐξαπορούμενοι· διωκόμενοι\, ἀλλʼ οὐκ ἐγκαταλειπόμενοι· καταβαλλόμενοι\, ἀλλʼ οὐκ ἀπολλύμενοι· πάντοτε τὴν νέκρωσιν τοῦ κυρίου Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες\, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ. Ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν\, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν. Ὥστε ὁ μὲν θάνατος ἐν ἡμῖν ἐνεργεῖται\, ἡ δὲ ζωὴ ἐν ὑμῖν. Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως\, κατὰ τὸ γεγραμμένον\, Ἐπίστευσα\, διὸ ἐλάλησα\, καὶ ἡμεῖς πιστεύομεν\, διὸ καὶ λαλοῦμεν· εἰδότες ὅτι ὁ ἐγείρας τὸν κύριον Ἰησοῦν καὶ ἡμᾶς διὰ Ἰησοῦ ἐγερεῖ\, καὶ παραστήσει σὺν ὑμῖν. Τὰ γὰρ πάντα διʼ ὑμᾶς\, ἵνα ἡ χάρις πλεονάσασα διὰ τῶν πλειόνων τὴν εὐχαριστίαν περισσεύσῃ εἰς τὴν δόξαν τοῦ θεοῦ.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 22.35-46\n\nΤῷ καιρῷ ἐκείνῳ\, ἐπηρώτησεν εἷς ἐξ αὐτῶν [νομικὸς] πειράζων αὐτόν\,Διδάσκαλε\, ποια είναι η πιο μεγάλη εντολή στο νόμο; Αυτός του απάντησε: Ν' αγαπάς τον Κύριο το Θεό σου μ' όλη την καρδιά σου\, μ' όλη την ψυχή σου και μ' όλο το νου σου. Αυτή είναι η πρώτη και πιο μεγάλη εντολή.Δεύτερη\, εξίσου σπουδαία με αυτήν: ν' αγαπάς τον πλησίον σου όπως τον εαυτό σου. Σ' αυτές τις δύο εντολές συνοψίζονται όλος ο νόμος και οι προφήτες. Εκεί που ήταν συγκεντρωμένοι οι Φαρισαίοι\, τους ρώτησε ο Ιησούς: Τι νομίζετε για το Μεσσία; Ποιανού απόγονος είναι; Του Δαβίδ\, του απαντούν. Τους λέει: Πώς τότε ο Δαβίδ\, οδηγημένος από το Πνεύμα\, τον ονομάζει \"Κύριο\"; Λέει: Ο Κύριος είπε στον Κύριό μου:κάθισε στα *δεξιά μουώσπου να υποτάξω τους εχθρούς σουκάτω απ' τα πόδια σου. Αν\, λοιπόν\, ο Δαβίδ τον ονομάζει \"Κύριο\"\, πώς είναι απόγονός του; Κανένας δεν μπορούσε να του απαντήσει\, ούτε τολμούσε πια κανείς από κείνη τη μέρα να του θέσει ερωτήματα.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20130204
DTEND;VALUE=DATE:20130205
SUMMARY:Ἰσίδωρος Πηλουσιώτης
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 2/4/2013\n\nἍγιοι καὶ ἑορταί: Ἰσίδωρος Πηλουσιώτης; Νικόλαος Ὁμολογητής τοῦ Στουδίου; Ἀβράμιος\, Ἱερομάρτυς; Ὅσιος Ἰωάννης; Ὅσιος Θεοδόσιος; Ἰωςὴφ Νεομάρτυς; Μεθέορτος τῆς Ὑπαπαντῆς\n\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἑβραίους 11:17-31\n\nἈδελφοί\, πίστει προσενήνοχεν Ἀβραὰμ τὸν Ἰσαὰκ πειραζόμενος\, καὶ τὸν μονογενῆ προσέφερεν ὁ τὰς ἐπαγγελίας ἀναδεξάμενος\, πρὸς ὃν ἐλαλήθη\, ὅτι Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα· λογισάμενος ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὁ θεός· ὅθεν αὐτὸν καὶ ἐν παραβολῇ ἐκομίσατο. Πίστει περὶ μελλόντων εὐλόγησεν Ἰσαὰκ τὸν Ἰακὼβ καὶ τὸν Ἠσαῦ. Πίστει Ἰακὼβ ἀποθνῄσκων ἕκαστον τῶν υἱῶν Ἰωσὴφ εὐλόγησεν\, καὶ προσεκύνησεν ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ. Πίστει Ἰωσὴφ τελευτῶν περὶ τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ ἐμνημόνευσεν\, καὶ περὶ τῶν ὀστέων αὐτοῦ ἐνετείλατο. Πίστει Μωϋσῆς γεννηθεὶς ἐκρύβη τρίμηνον ὑπὸ τῶν πατέρων αὐτοῦ\, διότι εἶδον ἀστεῖον τὸ παιδίον· καὶ οὐκ ἐφοβήθησαν τὸ διάταγμα τοῦ βασιλέως. Πίστει Μωϋσῆς μέγας γενόμενος ἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς Φαραώ\, μᾶλλον ἑλόμενος συγκακουχεῖσθαι τῷ λαῷ τοῦ θεοῦ ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν· μείζονα πλοῦτον ἡγησάμενος τῶν Αἰγύπτου θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ· ἀπέβλεπεν γὰρ εἰς τὴν μισθαποδοσίαν. Πίστει κατέλιπεν Αἴγυπτον\, μὴ φοβηθεὶς τὸν θυμὸν τοῦ βασιλέως· τὸν γὰρ ἀόρατον ὡς ὁρῶν ἐκαρτέρησεν. Πίστει πεποίηκεν τὸ Πάσχα καὶ τὴν πρόσχυσιν τοῦ αἵματος\, ἵνα μὴ ὁ ὀλοθρεύων τὰ πρωτότοκα θίγῃ αὐτῶν. Πίστει διέβησαν τὴν Ἐρυθρὰν Θάλασσαν ὡς διὰ ξηρᾶς· ἧς πεῖραν λαβόντες οἱ Αἰγύπτιοι κατεπόθησαν. Πίστει τὰ τείχη Ἰεριχὼ ἔπεσεν\, κυκλωθέντα ἐπὶ ἑπτὰ ἡμέρας. Πίστει Ῥαὰβ ἡ πόρνη οὐ συναπώλετο τοῖς ἀπειθήσασιν\, δεξαμένη τοὺς κατασκόπους μετʼ εἰρήνης.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Μᾶρκον 5.24-34\n\nΤῷ καιρῷ ἐκείνῳ\, ἠκολούθει τῷ Ἰησοῦ ὄχλος πολύς\, καὶ συνέθλιβον αὐτόν. Καὶ γυνή τις οὖσα ἐν ῥύσει αἵματος ἔτη δώδεκα\, καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν καὶ δαπανήσασα τὰ παρ᾿ ἑαυτῆς πάντα\, καὶ μηδὲν ὠφεληθεῖσα\, ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα\, ἀκούσασα περὶ τοῦ ᾿Ιησοῦ\, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν ἥψατο τοῦ ἱματίου αὐτοῦ· ἔλεγε γὰρ ἐν ἑαυτῇ ὅτι ἐὰν ἅψωμαι κἂν τῶν ἱματίων αὐτοῦ\, σωθήσομαι. καὶ εὐθέως ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς\, καὶ ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος. καὶ εὐθέως ὁ ᾿Ιησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν\, ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ ἔλεγε· τίς μου ἥψατο τῶν ἱματίων; καὶ ἔλεγον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· βλέπεις τὸν ὄχλον συνθλίβοντά σε\, καὶ λέγεις τίς μου ἥψατο; καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. ἡ δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα\, εἰδυῖα ὃ γέγονεν ἐπ᾿ αὐτῇ\, ἦλθε καὶ προσέπεσεν αὐτῷ καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν. ὁ δὲ εἶπεν αὐτῇ· θύγατερ\, ἡ πίστις σου σέσωκέ σε· ὕπαγε εἰς εἰρήνην\, καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου. \n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20130205
DTEND;VALUE=DATE:20130206
SUMMARY:Ἀγάθη Μάρτυς
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 2/5/2013\n\nἍγιοι καὶ ἑορταί: Ἀγάθη Μάρτυς; Πολύευθκτος Πατριάρχης Κωνσταντινουπόλεως; Ἀντώνιος Νεομάρτυς; Ὅσιος Θεοδόσιος; Μεθέορτος τῆς Ὑπαπαντῆς\n\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἑβραίους 12:25-27; 13:22-25\n\nἈδελφοί\, βλέπετε μὴ παραιτήσησθε τὸν λαλοῦντα. Εἰ γὰρ ἐκεῖνοι οὐκ ἔφυγον\, τὸν ἐπὶ γῆς παραιτησάμενοι χρηματίζοντα\, πολλῷ μᾶλλον ἡμεῖς οἱ τὸν ἀπʼ οὐρανῶν ἀποστρεφόμενοι· οὗ ἡ φωνὴ τὴν γῆν ἐσάλευσεν τότε\, νῦν δὲ ἐπήγγελται\, λέγων\, Ἔτι ἅπαξ ἐγὼ σείω οὐ μόνον τὴν γῆν\, ἀλλὰ καὶ τὸν οὐρανόν. Τὸ δέ\, Ἔτι ἅπαξ\, δηλοῖ τῶν σαλευομένων τὴν μετάθεσιν\, ὡς πεποιημένων\, ἵνα μείνῃ τὰ μὴ σαλευόμενα. Παρακαλῶ δὲ ὑμᾶς\, ἀδελφοί\, ἀνέχεσθε τοῦ λόγου τῆς παρακλήσεως· καὶ γὰρ διὰ βραχέων ἐπέστειλα ὑμῖν. Γινώσκετε τὸν ἀδελφὸν Τιμόθεον ἀπολελυμένον\, μεθʼ οὗ\, ἐὰν τάχιον ἔρχηται\, ὄψομαι ὑμᾶς. Ἀσπάσασθε πάντας τοὺς ἡγουμένους ὑμῶν\, καὶ πάντας τοὺς ἁγίους. Ἀσπάζονται ὑμᾶς οἱ ἀπὸ τῆς Ἰταλίας. Ἡ χάρις μετὰ πάντων ὑμῶν. Ἀμήν.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Μᾶρκον 6.1-7\n\nΤῷ καιρῷ ἐκείνῳ\, ἦλθεν ὁ Ἰησοῦς εἰς τὴν πατρίδα ἑαυτοῦ· καὶ ἀκολουθοῦσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ. καὶ γενομένου σαββάτου ἤρξατο ἐν τῇ συναγωγῇ διδάσκειν· καὶ πολλοὶ ἀκούοντες ἐξεπλήσσοντο λέγοντες· πόθεν τούτῳ ταῦτα; καὶ τίς ἡ σοφία ἡ δοθεῖσα αὐτῷ\, καὶ δυνάμεις τοιαῦται διὰ τῶν χειρῶν αὐτοῦ γίνονται; οὐχ οὗτός ἐστιν ὁ τέκτων\, ὁ υἱὸς τῆς Μαρίας\, ἀδελφὸς δὲ ᾿Ιακώβου καὶ ᾿Ιωσῆ καὶ ᾿Ιούδα καὶ Σίμωνος; καὶ οὐκ εἰσὶν αἱ ἀδελφαὶ αὐτοῦ ὧδε πρὸς ἡμᾶς; καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ. ἔλεγε δὲ αὐτοῖς ὁ ᾿Ιησοῦς ὅτι οὐκ ἔστι προφήτης ἄτιμος εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ καὶ ἐν τοῖς συγγενέσι καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ. καὶ οὐκ ἠδύνατο ἐκεῖ οὐδεμίαν δύναμιν ποιῆσαι\, εἰ μὴ ὀλίγοις ἀρρώστοις ἐπιθεὶς τὰς χεῖρας ἐθεράπευσε.\n \nKαὶ ἐθαύμαζε διὰ τὴν ἀπιστίαν αὐτῶν. Καὶ περιῆγε τὰς κώμας κύκλῳ διδάσκων. Καὶ προσκαλεῖται τοὺς δώδεκα\, καὶ ἤρξατο αὐτοὺς ἀποστέλλειν δύο δύο\, καὶ ἐδίδου αὐτοῖς ἐξουσίαν τῶν πνευμάτων τῶν ἀκαθάρτων\,\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20130206
DTEND;VALUE=DATE:20130207
SUMMARY:Φώτιος Πατριάρχης Κωνσταντινουπόλεως
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 2/6/2013\n\nἍγιοι καὶ ἑορταί: Φώτιος Πατριάρχης Κωνσταντινουπόλεως; Βουκόλος Ἐπίσκοπος Σμύρνης; Βαρσανούφιος ὁ Μέγας; Μεθέορτος τῆς Ὑπαπαντῆς\n\nξεροφαγία (αὐστηρή νηστεία)\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Ἰακώβου 1:1-18\n\n Ἰάκωβος\, θεοῦ καὶ κυρίου Ἰησοῦ Χριστοῦ δοῦλος\, ταῖς δώδεκα φυλαῖς ταῖς ἐν τῇ διασπορᾷ\, χαίρειν. Πᾶσαν χαρὰν ἡγήσασθε\, ἀδελφοί μου\, ὅταν πειρασμοῖς περιπέσητε ποικίλοις\, γινώσκοντες ὅτι τὸ δοκίμιον ὑμῶν τῆς πίστεως κατεργάζεται ὑπομονήν· ἡ δὲ ὑπομονὴ ἔργον τέλειον ἐχέτω\, ἵνα ἦτε τέλειοι καὶ ὁλόκληροι\, ἐν μηδενὶ λειπόμενοι. Εἰ δέ τις ὑμῶν λείπεται σοφίας\, αἰτείτω παρὰ τοῦ διδόντος θεοῦ πᾶσιν ἁπλῶς\, καὶ οὐκ ὀνειδίζοντος\, καὶ δοθήσεται αὐτῷ. Αἰτείτω δὲ ἐν πίστει\, μηδὲν διακρινόμενος· ὁ γὰρ διακρινόμενος ἔοικεν κλύδωνι θαλάσσης ἀνεμιζομένῳ καὶ ῥιπιζομένῳ. Μὴ γὰρ οἰέσθω ὁ ἄνθρωπος ἐκεῖνος ὅτι λήψεταί τι παρὰ τοῦ κυρίου. Ἀνὴρ δίψυχος\, ἀκατάστατος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ. Καυχάσθω δὲ ὁ ἀδελφὸς ὁ ταπεινὸς ἐν τῷ ὕψει αὐτοῦ· ὁ δὲ πλούσιος ἐν τῇ ταπεινώσει αὐτοῦ· ὅτι ὡς ἄνθος χόρτου παρελεύσεται. Ἀνέτειλεν γὰρ ὁ ἥλιος σὺν τῷ καύσωνι\, καὶ ἐξήρανεν τὸν χόρτον\, καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσεν\, καὶ ἡ εὐπρέπεια τοῦ προσώπου αὐτοῦ ἀπώλετο· οὕτως καὶ ὁ πλούσιος ἐν ταῖς πορείαις αὐτοῦ μαρανθήσεται. Μακάριος ἀνὴρ ὃς ὑπομένει πειρασμόν· ὅτι δόκιμος γενόμενος λήψεται τὸν στέφανον τῆς ζωῆς\, ὃν ἐπηγγείλατο ὁ κύριος τοῖς ἀγαπῶσιν αὐτόν. Μηδεὶς πειραζόμενος λεγέτω ὅτι Ἀπὸ θεοῦ πειράζομαι· ὁ γὰρ θεὸς ἀπείραστός ἐστιν κακῶν\, πειράζει δὲ αὐτὸς οὐδένα· ἕκαστος δὲ πειράζεται\, ὑπὸ τῆς ἰδίας ἐπιθυμίας ἐξελκόμενος καὶ δελεαζόμενος. Εἶτα ἡ ἐπιθυμία συλλαβοῦσα τίκτει ἁμαρτίαν· ἡ δὲ ἁμαρτία ἀποτελεσθεῖσα ἀποκύει θάνατον. Μὴ πλανᾶσθε\, ἀδελφοί μου ἀγαπητοί. Πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστιν\, καταβαῖνον ἀπὸ τοῦ πατρὸς τῶν φώτων\, παρʼ ᾧ οὐκ ἔνι παραλλαγή\, ἢ τροπῆς ἀποσκίασμα. Βουληθεὶς ἀπεκύησεν ἡμᾶς λόγῳ ἀληθείας\, εἰς τὸ εἶναι ἡμᾶς ἀπαρχήν τινα τῶν αὐτοῦ κτισμάτων.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Μᾶρκον 6.7-13\n\nΤῷ καιρῷ ἐκείνῳ\, προσκαλεῖται ὁ Ἰησοῦς τοὺς δώδεκα\, καὶ ἤρξατο αὐτοὺς ἀποστέλλειν δύο δύο\, καὶ ἐδίδου αὐτοῖς ἐξουσίαν τῶν πνευμάτων τῶν ἀκαθάρτων\, καὶ παρήγγειλεν αὐτοῖς ἵνα μηδὲν αἴρωσιν εἰς ὁδὸν εἰ μὴ ῥάβδον μόνον\, μὴ πήραν\, μὴ ἄρτον\, μὴ εἰς τὴν ζώνην χαλκόν\, ἀλλ᾿ ὑποδεδεμένους σανδάλια\, καὶ μὴ ἐνδεδύσθαι δύο χιτῶνας. καὶ ἔλεγεν αὐτοῖς· ὅπου ἐὰν εἰσέλθητε εἰς οἰκίαν\, ἐκεῖ μένετε ἕως ἂν ἐξέλθητε ἐκεῖθεν· καὶ ὅσοι ἐὰν μὴ δέξωνται ὑμᾶς μηδὲ ἀκούσωσιν ὑμῶν\, ἐκπορευόμενοι ἐκεῖθεν ἐκτινάξατε τὸν χοῦν τὸν ὑποκάτω τῶν ποδῶν ὑμῶν εἰς μαρτύριον αὐτοῖς· ἀμὴν λέγω ὑμῖν\, ἀνεκτότερον ἔσται Σοδόμοις ἢ Γομόρροις ἐν ἡμέρᾳ κρίσεως ἢ τῇ πόλει ἐκείνῃ. Καὶ ἐξελθόντες ἐκήρυσσον ἵνα μετανοήσωσι\, καὶ δαιμόνια πολλὰ ἐξέβαλλον\, καὶ ἤλειφον ἐλαίῳ πολλοὺς ἀρρώστους καὶ ἐθεράπευον.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20130207
DTEND;VALUE=DATE:20130208
SUMMARY:Παρθένιος Ἐπίσκοπος Λαμψάκου
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 2/7/2013\n\nἍγιοι καὶ ἑορταί: Παρθένιος Ἐπίσκοπος Λαμψάκου; Λουκᾶς Ὅσιος; Θεόπεμπτος Μάρτυς καὶ οἱ σὺν αὐτῳ; Γεώργιος Νεομάρτυς Κρήτης; Μεθέορτος τῆς Ὑπαπαντῆς\n\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Ἰακώβου 1:19-27\n\nἈδελφοί μου ἀγαπητοί\, ἔστω πᾶς ἄνθρωπος ταχὺς εἰς τὸ ἀκοῦσαι\, βραδὺς εἰς τὸ λαλῆσαι\, βραδὺς εἰς ὀργήν· ὀργὴ γὰρ ἀνδρὸς δικαιοσύνην θεοῦ οὐ κατεργάζεται. Διὸ ἀποθέμενοι πᾶσαν ῥυπαρίαν καὶ περισσείαν κακίας\, ἐν πρᾳΰτητι δέξασθε τὸν ἔμφυτον λόγον\, τὸν δυνάμενον σῶσαι τὰς ψυχὰς ὑμῶν. Γίνεσθε δὲ ποιηταὶ λόγου\, καὶ μὴ μόνον ἀκροαταί\, παραλογιζόμενοι ἑαυτούς. Ὅτι εἴ τις ἀκροατὴς λόγου ἐστὶν καὶ οὐ ποιητής\, οὗτος ἔοικεν ἀνδρὶ κατανοοῦντι τὸ πρόσωπον τῆς γενέσεως αὐτοῦ ἐν ἐσόπτρῳ· κατενόησεν γὰρ ἑαυτὸν καὶ ἀπελήλυθεν\, καὶ εὐθέως ἐπελάθετο ὁποῖος ἦν. Ὁ δὲ παρακύψας εἰς νόμον τέλειον τὸν τῆς ἐλευθερίας καὶ παραμείνας\, οὗτος οὐκ ἀκροατὴς ἐπιλησμονῆς γενόμενος ἀλλὰ ποιητὴς ἔργου\, οὗτος μακάριος ἐν τῇ ποιήσει αὐτοῦ ἔσται. Εἴ τις δοκεῖ θρῆσκος εἶναι ἐν ὑμῖν\, μὴ χαλιναγωγῶν γλῶσσαν αὐτοῦ\, ἀλλὰ ἀπατῶν καρδίαν αὐτοῦ\, τούτου μάταιος ἡ θρησκεία. Θρησκεία καθαρὰ καὶ ἀμίαντος παρὰ θεῷ καὶ πατρὶ αὕτη ἐστίν\, ἐπισκέπτεσθαι ὀρφανοὺς καὶ χήρας ἐν τῇ θλίψει αὐτῶν\, ἄσπιλον ἑαυτὸν τηρεῖν ἀπὸ τοῦ κόσμου.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Μᾶρκον 6.30-45\n\nΤῷ καιρῷ ἐκείνῳ\, συνάγονται οἱ ἀπόστολοι πρὸς τὸν ᾿Ιησοῦν\, καὶ ἀπήγγειλαν αὐτῷ πάντα\, καὶ ὅσα ἐποίησαν καὶ ὅσα ἐδίδαξαν. καὶ εἶπεν αὐτοῖς· δεῦτε ὑμεῖς αὐτοὶ κατ᾿ ἰδίαν εἰς ἔρημον τόπον\, καὶ ἀναπαύεσθε ὀλίγον· ἦσαν γὰρ οἱ ἐρχόμενοι καὶ οἱ ὑπάγοντες πολλοί\, καὶ οὐδὲ φαγεῖν εὐκαίρουν. καὶ ἀπῆλθον εἰς ἔρημον τόπον ἐν πλοίῳ κατ᾿ ἰδίαν. καὶ εἶδον αὐτοὺς ὑπάγοντας\, καὶ ἐπέγνωσαν αὐτοὺς πολλοί\, καὶ πεζῇ ἀπὸ πασῶν τῶν πόλεων συνέδραμον ἐκεῖ καὶ προῆλθον αὐτοὺς καὶ συνῆλθον πρὸς αὐτόν. Καὶ ἐξελθὼν ὁ ᾿Ιησοῦς εἶδε πολὺν ὄχλον καὶ ἐσπλαγχνίσθη ἐπ᾿ αὐτοῖς\, ὅτι ἦσαν ὡς πρόβατα μὴ ἔχοντα ποιμένα\, καὶ ἤρξατο διδάσκειν αὐτοὺς πολλά. Καὶ ἤδη ὥρας πολλῆς γενομένης προσελθόντες αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγουσιν ὅτι ἔρημός ἐστιν ὁ τόπος καὶ ἤδη ὥρα πολλή· ἀπόλυσον αὐτούς\, ἵνα ἀπελθόντες εἰς τοὺς κύκλῳ ἀγροὺς καὶ κώμας ἀγοράσωσιν ἑαυτοῖς ἄρτους· τί γὰρ φάγωσιν οὐκ ἔχουσιν. ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· δότε αὐτοῖς ὑμεῖς φαγεῖν. καὶ λέγουσιν αὐτῷ· ἀπελθόντες ἀγοράσωμεν δηναρίων διακοσίων ἄρτους καὶ δῶμεν αὐτοῖς φαγεῖν; ὁ δὲ λέγει αὐτοῖς· πόσους ἄρτους ἔχετε; ὑπάγετε καὶ ἴδετε. καὶ γνόντες λέγουσι· πέντε\, καὶ δύο ἰχθύας. καὶ ἐπέταξεν αὐτοῖς ἀνακλῖναι πάντας συμπόσια συμπόσια ἐπὶ τῷ χλωρῷ χόρτῳ. καὶ ἀνέπεσον πρασιαὶ πρασιαὶ ἀνὰ ἑκατὸν καὶ ἀνὰ πεντήκοντα. καὶ λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησε\, καὶ κατέκλασε τοὺς ἄρτους καὶ ἐδίδου τοῖς μαθηταῖς ἵνα παραθῶσιν αὐτοῖς\, καὶ τοὺς δύο ἰχθύας ἐμέρισε πᾶσι. καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν\, καὶ ἦραν κλασμάτων δώδεκα κοφίνους πλήρεις\, καὶ ἀπὸ τῶν ἰχθύων. καὶ ἦσαν οἱ φαγόντες τοὺς ἄρτους πεντακισχίλιοι ἄνδρες.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20130208
DTEND;VALUE=DATE:20130209
SUMMARY:Θεόδωρος Στρατηλάτης
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 2/8/2013\n\nἍγιοι καὶ ἑορταί: Θεόδωρος Στρατηλάτης; Ζαχαρίας Προφήτης; Νικηφόρος καὶ Στέφανος Μάρτυρες; Μεθέορτος τῆς Ὑπαπαντῆς\n\nΚατάλυσις οἴνου καί ἐλαίου\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἐφεσίους 2:4-10\n\nἈδελφοί\, ὁ θεός\, πλούσιος ὢν ἐν ἐλέει\, διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ ἣν ἠγάπησεν ἡμᾶς\, καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασιν συνεζωοποίησεν τῷ Χριστῷ - χάριτί ἐστε σεσωσμένοι - καὶ συνήγειρεν\, καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ· ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσιν τοῖς ἐπερχομένοις τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χάριτος αὐτοῦ ἐν χρηστότητι ἐφʼ ἡμᾶς ἐν Χριστῷ Ἰησοῦ· τῇ γὰρ χάριτί ἐστε σεσῳσμένοι διὰ τῆς πίστεως\, καὶ τοῦτο οὐκ ἐξ ὑμῶν· θεοῦ τὸ δῶρον· οὐκ ἐξ ἔργων\, ἵνα μή τις καυχήσηται. Αὐτοῦ γάρ ἐσμεν ποίημα\, κτισθέντες ἐν Χριστῷ Ἰησοῦ ἐπὶ ἔργοις ἀγαθοῖς\, οἷς προητοίμασεν ὁ θεός\, ἵνα ἐν αὐτοῖς περιπατήσωμεν.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 10.16-22\n\nΕἶπεν ὁ Κὐριος τοῖς ἑαυτοῦ μαθηταῖς· ᾿Ιδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων· παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς· καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν. ὅταν δὲ παραδώσουσιν ὑμᾶς\, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσετε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί λαλήσετε. οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες\, ἀλλὰ τὸ Πνεῦμα τοῦ πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν. Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον\, καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς· καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος\, οὗτος σωθήσεται.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20130209
DTEND;VALUE=DATE:20130210
SUMMARY:Απόδοσις Ὑπαπαντῆς τοῦ Κυρίου
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 2/9/2013\n\nἍγιοι καὶ ἑορταί: Απόδοσις Ὑπαπαντῆς τοῦ Κυρίου; Νικηφόρος Μάρτυς; Μάρκελλος\, Φιλάγριος καὶ Παγκράτιος\n\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κολοσσαεῖς 1:1-6\n\nΠαῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος θεοῦ\, καὶ Τιμόθεος ὁ ἀδελφός\, τοῖς ἐν Κολασσαῖς ἁγίοις καὶ πιστοῖς ἀδελφοῖς ἐν Χριστῷ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ. Εὐχαριστοῦμεν τῷ θεῷ καὶ πατρὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ\, πάντοτε περὶ ὑμῶν προσευχόμενοι\, ἀκούσαντες τὴν πίστιν ὑμῶν ἐν Χριστῷ Ἰησοῦ\, καὶ τὴν ἀγάπην τὴν εἰς πάντας τοὺς ἁγίους\, διὰ τὴν ἐλπίδα τὴν ἀποκειμένην ὑμῖν ἐν τοῖς οὐρανοῖς\, ἣν προηκούσατε ἐν τῷ λόγῳ τῆς ἀληθείας τοῦ εὐαγγελίου\, τοῦ παρόντος εἰς ὑμᾶς\, καθὼς καὶ ἐν παντὶ τῷ κόσμῳ\, καὶ ἔστιν καρποφορούμενον\, καὶ αὐξανόμενον καθὼς καὶ ἐν ὑμῖν ἀφʼ ἧς ἡμέρας ἠκούσατε καὶ ἐπέγνωτε τὴν χάριν τοῦ θεοῦ ἐν ἀληθείᾳ·\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 24.1-13\n\nΤῷ καιρῷ ἐκείνῳ\, ἐξελθὼν ὁ ᾽Ιησοῦς ἀπὸ τοῦ ἱεροῦ ἐπορεύετο\, ἐπορεύετο ἀπὸ τοῦ ἱεροῦ· καὶ προσῆλθον οἱ μαθηταὶ αὐτοῦ ἐπιδεῖξαι αὐτῷ τὰς οἰκοδομὰς τοῦ ἱεροῦ.ὁ δὲ ᾿Ιησοῦς εἶπεν αὐτοῖς· οὐ βλέπετε ταῦτα πάντα; ἀμὴν λέγω ὑμῖν\, οὐ μὴ ἀφεθῇ ὧδε λίθος ἐπὶ λίθον\, ὃς οὐ καταλυθήσεται. καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ ὄρους τῶν ἐλαιῶν προσῆλθον αὐτῷ οἱ μαθηταὶ κατ᾿ ἰδίαν λέγοντες· εἰπὲ ἡμῖν πότε ταῦτα ἔσται\, καὶ τί τὸ σημεῖον τῆς σῆς παρουσίας καὶ τῆς συντελείας τοῦ αἰῶνος;καὶ ἀποκριθεὶς ὁ ᾿Ιησοῦς εἶπεν αὐτοῖς· βλέπετε μή τις ὑμᾶς πλανήσῃ.πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες\, ἐγώ εἰμι ὁ Χριστός\, καὶ πολλοὺς πλανήσουσι.μελλήσετε δὲ ἀκούειν πολέμους καὶ ἀκοὰς πολέμων· ὁρᾶτε μὴ θροεῖσθε· δεῖ γὰρ πάντα γενέσθαι\, ἀλλ᾿ οὔπω ἐστὶ τὸ τέλος.ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν\, καὶ ἔσονται λιμοὶ καὶ λοιμοὶ καὶ σεισμοὶ κατὰ τόπους·πάντα δὲ ταῦτα ἀρχὴ ὠδίνων.τότε παραδώσουσιν ὑμᾶς εἰς θλῖψιν καὶ ἀποκτενοῦσιν ὑμᾶς\, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων τῶν ἐθνῶν διὰ τὸ ὄνομά μου.καὶ τότε σκανδαλισθήσονται πολλοὶ καὶ ἀλλήλους παραδώσουσι καὶ μισήσουσιν ἀλλήλους.καὶ πολλοὶ ψευδοπροφῆται ἐγερθήσονται καὶ πλανήσουσι πολλούς\,καὶ διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν.ὁ δὲ ὑπομείνας εἰς τέλος\, οὗτος σωθήσεται\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20130210
DTEND;VALUE=DATE:20130211
SUMMARY:ΙΣΤ΄ Ματθαῖου (τῶν Ταλάντων)
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 2/10/2013\n\nἍγιοι καὶ ἑορταί: Χαραλάμπος Ἱερομάρτυς; Ἁναστάσιος\, Πατριάρχης Ἱεροσολύμων; Πορφύριος καὶ Βάπτος\n\nΗχος γ'\nΕωθ. Γ'\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Τιμόθεον β' 2:1-10\n\nΤέκνον Τιμόθεε\, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ. Καὶ ἃ ἤκουσας παρʼ ἐμοῦ διὰ πολλῶν μαρτύρων\, ταῦτα παράθου πιστοῖς ἀνθρώποις\, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι. Σὺ οὖν κακοπάθησον ὡς καλὸς στρατιώτης Ἰησοῦ Χριστοῦ. Οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις\, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ. Ἐὰν δὲ καὶ ἀθλῇ τις\, οὐ στεφανοῦται ἐὰν μὴ νομίμως ἀθλήσῃ. Τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν. Νόει ἃ λέγω· δῴη γάρ σοι ὁ κύριος σύνεσιν ἐν πᾶσιν. 8 Μνημόνευε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν\, ἐκ σπέρματος Δαυίδ\, κατὰ τὸ εὐαγγέλιόν μου· ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν\, ὡς κακοῦργος· ἀλλʼ ὁ λόγος τοῦ θεοῦ οὐ δέδεται. Διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς\, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσιν τῆς ἐν Χριστῷ Ἰησοῦ\, μετὰ δόξης αἰωνίου.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 25.14-30\n\nΕἶπεν ὁ Κύριος τήν παραβολὴν ταύτην· Ἄνθρωπος ἀποδημῶν ἐκάλεσε τοὺς ἰδίους δούλους καὶ παρέδωκεν αὐτοῖς τὰ ὑπάρχοντα αὐτοῦ\, καὶ ᾧ μὲν ἔδωκε πέντε τάλαντα\, ᾧ δὲ δύο\, ᾧ δὲ ἕν\, ἑκάστῳ κατὰ τὴν ἰδίαν δύναμιν\, καὶ ἀπεδήμησεν εὐθέως. πορευθεὶς δὲ ὁ τὰ πέντε τάλαντα λαβὼν εἰργάσατο ἐν αὐτοῖς καὶ ἐποίησεν ἄλλα πέντε τάλαντα. ὡσαύτως καὶ ὁ τὰ δύο ἐκέρδησε καὶ αὐτὸς ἄλλα δύο. ὁ δὲ τὸ ἓν λαβὼν ἀπελθὼν ὤρυξεν ἐν τῇ γῇ καὶ ἀπέκρυψε τὸ ἀργύριον τοῦ κυρίου αὐτοῦ. μετὰ δὲ χρόνον πολὺν ἔρχεται ὁ κύριος τῶν δούλων ἐκείνων καὶ συναίρει μετ᾿ αὐτῶν λόγον. καὶ προσελθὼν ὁ τὰ πέντε τάλαντα λαβὼν προσήνεγκεν ἄλλα πέντε τάλαντα λέγων· κύριε\, πέντε τάλαντά μοι παρέδωκας· ἴδε ἄλλα πέντε τάλαντα ἐκέρδησα ἐπ᾿ αὐτοῖς. ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ· εὖ\, δοῦλε ἀγαθὲ καὶ πιστέ! ἐπὶ ὀλίγα ἦς πιστός\, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου. προσελθὼν δὲ καὶ ὁ τὰ δύο τάλαντα λαβὼν εἶπε· κύριε\, δύο τάλαντά μοι παρέδωκας· ἴδε ἄλλα δύο τάλαντα ἐκέρδησα ἐπ᾿ αὐτοῖς. ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ· εὖ\, δοῦλε ἀγαθὲ καὶ πιστέ! ἐπὶ ὀλίγα ἦς πιστός\, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου. προσελθὼν δὲ καὶ ὁ τὸ ἓν τάλαντον εἰληφὼς εἶπε· κύριε· ἔγνων σε ὅτι σκληρὸς εἶ ἄνθρωπος\, θερίζων ὅπου οὐκ ἔσπειρας καὶ συνάγων ὅθεν οὐ διεσκόρπισας· καὶ φοβηθεὶς ἀπελθὼν ἔκρυψα τὸ τάλαντόν σου ἐν τῇ γῇ· ἴδε ἔχεις τὸ σόν. ἀποκριθεὶς δὲ ὁ κύριος αὐτοῦ εἶπεν αὐτῷ· πονηρὲ δοῦλε καὶ ὀκνηρέ! ᾔδεις ὅτι θερίζω ὅπου οὐκ ἔσπειρα καὶ συνάγω ὅθεν οὐ διεσκόρπισα! ἔδει οὖν σε βαλεῖν τὸ ἀργύριόν μου τοῖς τραπεζίταις\, καὶ ἐλθὼν ἐγὼ ἐκομισάμην ἂν τὸ ἐμὸν σὺν τόκῳ. ἄρατε οὖν ἀπ᾿ αὐτοῦ τὸ τάλαντον καὶ δότε τῷ ἔχοντι τὰ δέκα τάλαντα. τῷ γὰρ ἔχοντι παντὶ δοθήσεται καὶ περισσευθήσεται\, ἀπὸ δὲ τοῦ μὴ ἔχοντος καὶ ὃ ἔχει ἀρθήσεται ἀπ᾿ αὐτοῦ. καὶ τὸν ἀχρεῖον δοῦλον ἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20130211
DTEND;VALUE=DATE:20130212
SUMMARY:Βλάσιος Ἱερομάρτυς
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 2/11/2013\n\nἍγιοι καὶ ἑορταί: Βλάσιος Ἱερομάρτυς; Θεοδώρα ἡ Βασίλισσα; Εὕρεσις λειψάνων τοῦ Ζαχαρίου; Γεώργιος Σερβίας\n\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Ἰακώβου 2:14-26\n\nἈδελφοί\, τί τὸ ὄφελος\, ἐὰν πίστιν λέγῃ τις ἔχειν\, ἔργα δὲ μὴ ἔχῃ; Μὴ δύναται ἡ πίστις σῶσαι αὐτόν; Ἐὰν δὲ ἀδελφὸς ἢ ἀδελφὴ γυμνοὶ ὑπάρχωσιν καὶ λειπόμενοι ὦσιν τῆς ἐφημέρου τροφῆς\, εἴπῃ δέ τις αὐτοῖς ἐξ ὑμῶν\, Ὑπάγετε ἐν εἰρήνῃ\, θερμαίνεσθε καὶ χορτάζεσθε\, μὴ δῶτε δὲ αὐτοῖς τὰ ἐπιτήδεια τοῦ σώματος\, τί τὸ ὄφελος; Οὕτως καὶ ἡ πίστις\, ἐὰν μὴ ἔργα ἔχῃ\, νεκρά ἐστιν καθʼ ἑαυτήν. Ἀλλʼ ἐρεῖ τις\, Σὺ πίστιν ἔχεις\, κἀγὼ ἔργα ἔχω· δεῖξόν μοι τὴν πίστιν σου ἐκ τῶν ἔργων σου\, κἀγώ δείξω σοι ἐκ τῶν ἔργων μου τὴν πίστιν μου. Σὺ πιστεύεις ὅτι ὁ θεός εἷς ἐστιν· καλῶς ποιεῖς· καὶ τὰ δαιμόνια πιστεύουσιν\, καὶ φρίσσουσιν. Θέλεις δὲ γνῶναι\, ὦ ἄνθρωπε κενέ\, ὅτι ἡ πίστις χωρὶς τῶν ἔργων νεκρά ἐστιν; Ἀβραὰμ ὁ πατὴρ ἡμῶν οὐκ ἐξ ἔργων ἐδικαιώθη\, ἀνενέγκας Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον; Βλέπεις ὅτι ἡ πίστις συνήργει τοῖς ἔργοις αὐτοῦ\, καὶ ἐκ τῶν ἔργων ἡ πίστις ἐτελειώθη; Καὶ ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα\, Ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ θεῷ\, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην\, καὶ φίλος θεοῦ ἐκλήθη. Ὁρᾶτε τοίνυν ὅτι ἐξ ἔργων δικαιοῦται ἄνθρωπος\, καὶ οὐκ ἐκ πίστεως μόνον. Ὁμοίως δὲ καὶ Ῥαὰβ ἡ πόρνη οὐκ ἐξ ἔργων ἐδικαιώθη\, ὑποδεξαμένη τοὺς ἀγγέλους\, καὶ ἑτέρᾳ ὁδῷ ἐκβαλοῦσα; Ὥσπερ γὰρ τὸ σῶμα χωρὶς πνεύματος νεκρόν ἐστιν\, οὕτως καὶ ἡ πίστις χωρὶς τῶν ἔργων νεκρά ἐστιν.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Μᾶρκον 6.54-56\, 7.1-8\n\nΤῷ καιρῷ ἐκείνῳ\, ἐξελθόντος τοῦ Ἰησοῦ ἐκ τοῦ πλοίου εὐθέως ἐπιγνόντες αὐτὸν περιέδραμον ὅλην τὴν περίχωρον ἐκείνην καὶ ἤρξαντο ἐπὶ τοῖς κραβάττοις τοὺς κακῶς ἔχοντας περιφέρειν ὅπου ἤκουον ὅτι ἐκεῖ ἐστι· καὶ ὅπου ἂν εἰσεπορεύετο εἰς κώμας ἢ πόλεις ἢ ἀγρούς\, ἐν ταῖς ἀγοραῖς ἐτίθεσαν τοὺς ἀσθενοῦντας καὶ παρεκάλουν αὐτὸν ἵνα κἂν τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ ἅψωνται· καὶ ὅσοι ἂν ἥπτοντο αὐτοῦ\, ἐσῴζοντο. Καὶ συνάγονται πρὸς αὐτὸν οἱ Φαρισαῖοι καί τινες τῶν γραμματέων ἐλθόντες ἀπὸ ῾Ιεροσολύμων·καὶ ἰδόντες τινὰς τῶν μαθητῶν αὐτοῦ κοιναῖς χερσί\, τοῦτ᾿ ἔστιν ἀνίπτοις\, ἐσθίοντας ἄρτους\, ἐμέμψαντο·οἱ γὰρ Φαρισαῖοι καὶ πάντες οἱ ᾿Ιουδαῖοι\, ἐὰν μὴ πυγμῇ νίψωνται τὰς χεῖρας\, οὐκ ἐσθίουσι\, κρατοῦντες τὴν παράδοσιν τῶν πρεσβυτέρων·καὶ ἀπὸ ἀγορᾶς\, ἐὰν μὴ βαπτίσωνται\, οὐκ ἐσθίουσι· καὶ ἄλλα πολλά ἐστιν ἃ παρέλαβον κρατεῖν\, βαπτισμοὺς ποτηρίων καὶ ξεστῶν καὶ χαλκίων καὶ κλινῶν·ἔπειτα ἐπερωτῶσιν αὐτὸν οἱ Φαρισαῖοι καὶ οἱ γραμματεῖς· διατί οὐ περιπατοῦσιν οἱ μαθηταί σου κατὰ τὴν παράδοσιν τῶν πρεσβυτέρων\, ἀλλ᾿ ἀνίπτοις χερσὶν ἐσθίουσι τὸν ἄρτον;ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς ὅτι καλῶς προεφήτευσεν ῾Ησαΐας περὶ ὑμῶν τῶν ὑποκριτῶν\, ὡς γέγραπται· οὗτος ὁ λαὸς τοῖς χείλεσί με τιμᾷ\,ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ᾿ ἐμοῦ· μάτην δὲ σέβονταί με\,διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων. ἀφέντες γὰρ τὴν ἐντολὴν τοῦ Θεοῦ κρατεῖτε τὴν παράδοσιν τῶν ἀνθρώπων\, βαπτισμοὺς ξεστῶν καὶ ποτηρίων\, καὶ ἄλλα παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20130212
DTEND;VALUE=DATE:20130213
SUMMARY:Μελέτιος Ἀρχιεπίσκοπος Ἀντιοχείας
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 2/12/2013\n\nἍγιοι καὶ ἑορταί: Μελέτιος Ἀρχιεπίσκοπος Ἀντιοχείας; Ἀντώνιος Ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως; Νεομάρτυρος Χρίστου Κηπουρού\n\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Ἰακώβου 3:1-10\n\nἈδελφοί\, Μὴ πολλοὶ διδάσκαλοι γίνεσθε\, εἰδότες ὅτι μεῖζον κρίμα ληψόμεθα. Πολλὰ γὰρ πταίομεν ἅπαντες. Εἴ τις ἐν λόγῳ οὐ πταίει\, οὗτος τέλειος ἀνήρ\, δυνατὸς χαλιναγωγῆσαι καὶ ὅλον τὸ σῶμα. Ἴδε\, τῶν ἵππων τοὺς χαλινοὺς εἰς τὰ στόματα βάλλομεν πρὸς τὸ πείθεσθαι αὐτοὺς ἡμῖν\, καὶ ὅλον τὸ σῶμα αὐτῶν μετάγομεν. Ἰδοὺ\, καὶ τὰ πλοῖα\, τηλικαῦτα ὄντα\, καὶ ὑπὸ σκληρῶν ἀνέμων ἐλαυνόμενα\, μετάγεται ὑπὸ ἐλαχίστου πηδαλίου\, ὅπου ἂν ἡ ὁρμὴ τοῦ εὐθύνοντος βούληται. Οὕτως καὶ ἡ γλῶσσα μικρὸν μέλος ἐστίν\, καὶ μεγαλαυχεῖ. Ἰδού\, ὀλίγον πῦρ ἡλίκην ὕλην ἀνάπτει. Καὶ ἡ γλῶσσα πῦρ\, ὁ κόσμος τῆς ἀδικίας· οὕτως ἡ γλῶσσα καθίσταται ἐν τοῖς μέλεσιν ἡμῶν\, ἡ σπιλοῦσα ὅλον τὸ σῶμα\, καὶ φλογίζουσα τὸν τροχὸν τῆς γενέσεως\, καὶ φλογιζομένη ὑπὸ τῆς γεέννης. Πᾶσα γὰρ φύσις θηρίων τε καὶ πετεινῶν\, ἑρπετῶν τε καὶ ἐναλίων\, δαμάζεται καὶ δεδάμασται τῇ φύσει τῇ ἀνθρωπίνῃ· τὴν δὲ γλῶσσαν οὐδεὶς δύναται ἀνθρώπων δαμάσαι· ἀκατάσχετον κακόν\, μεστὴ ἰοῦ θανατηφόρου. Ἐν αὐτῇ εὐλογοῦμεν τὸν θεὸν καὶ πατέρα\, καὶ ἐν αὐτῇ καταρώμεθα τοὺς ἀνθρώπους τοὺς καθʼ ὁμοίωσιν θεοῦ γεγονότας· ἐκ τοῦ αὐτοῦ στόματος ἐξέρχεται εὐλογία καὶ κατάρα. Οὐ χρή\, ἀδελφοί μου\, ταῦτα οὕτως γίνεσθαι\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Μᾶρκον 7.5-15\n\nΤῷ καιρῷ ἐκείνῳ\, ἐπερωτῶσιν αὐτὸν οἱ Φαρισαῖοι καὶ οἱ γραμματεῖς· διατί οὐ περιπατοῦσιν οἱ μαθηταί σου κατὰ τὴν παράδοσιν τῶν πρεσβυτέρων\, ἀλλ᾿ ἀνίπτοις χερσὶν ἐσθίουσι τὸν ἄρτον;ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς ὅτι καλῶς προεφήτευσεν ῾Ησαΐας περὶ ὑμῶν τῶν ὑποκριτῶν\, ὡς γέγραπται· οὗτος ὁ λαὸς τοῖς χείλεσί με τιμᾷ\,ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ᾿ ἐμοῦ· μάτην δὲ σέβονταί με\,διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων. ἀφέντες γὰρ τὴν ἐντολὴν τοῦ Θεοῦ κρατεῖτε τὴν παράδοσιν τῶν ἀνθρώπων\, βαπτισμοὺς ξεστῶν καὶ ποτηρίων\, καὶ ἄλλα παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε.καὶ ἔλεγεν αὐτοῖς· καλῶς ἀθετεῖτε τὴν ἐντολὴν τοῦ Θεοῦ ἵνα τὴν παράδοσιν ὑμῶν τηρήσητε.Μωϋσῆς γὰρ εἶπε· τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου· καί· ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω·ὑμεῖς δὲ λέγετε· ἐὰν εἴπῃ ἄνθρωπος τῷ πατρὶ ἢ τῇ μητρί\, κορβᾶν\, ὅ ἐστι δῶρον\, ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς\,καὶ οὐκέτι ἀφίετε αὐτὸν οὐδὲν ποιῆσαι τῷ πατρὶ αὐτοῦ ἢ τῇ μητρὶ αὐτοῦ\,ἀκυροῦντες τὸν λόγον τοῦ Θεοῦ τῇ παραδόσει ὑμῶν ᾗ παρεδώκατε. καὶ παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε. Καὶ προσκαλεσάμενος πάντα τὸν ὄχλον ἔλεγεν αὐτοῖς· ἀκούετέ μου πάντες καὶ συνίετε.οὐδέν ἐστιν ἔξωθεν τοῦ ἀνθρώπου εἰσπορευόμενον εἰς αὐτὸν ὃ δύναται αὐτὸν κοινῶσαι\, ἀλλὰ τὰ ἐκπορευόμενά ἐστι τὰ κοινοῦντα τὸν ἄνθρωπον.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20130213
DTEND;VALUE=DATE:20130214
SUMMARY:Ὅσιος Μαρτιανὸς
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 2/13/2013\n\nἍγιοι καὶ ἑορταί: Ὅσιος Μαρτιανὸς; Ἁκύλας καὶ Πρίσκιλλα ; Εὐλόγιος\, Πατριάρχης Ἀλεξανδρείας ; Συμεὼν ὁ κτήτωρ τῆς μονῆς Χιλανταρίου\n\nξεροφαγία (αὐστηρή νηστεία)\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Ἰακώβου 3:11-18;4:1-6\n\nἈδελφοί\, μήτι ἡ πηγὴ ἐκ τῆς αὐτῆς ὀπῆς βρύει τὸ γλυκὺ καὶ τὸ πικρόν; Μὴ δύναται\, ἀδελφοί μου\, συκῆ ἐλαίας ποιῆσαι\, ἢ ἄμπελος σῦκα; Οὕτως οὐδεμια πηγὴ ἁλυκὸν καὶ γλυκὺ ποιῆσαι ὕδωρ. Τίς σοφὸς καὶ ἐπιστήμων ἐν ὑμῖν; Δειξάτω ἐκ τῆς καλῆς ἀναστροφῆς τὰ ἔργα αὐτοῦ ἐν πραΰτητι σοφίας. Εἰ δὲ ζῆλον πικρὸν ἔχετε καὶ ἐριθείαν ἐν τῇ καρδίᾳ ὑμῶν\, μὴ κατακαυχᾶσθε καὶ ψεύδεσθε κατὰ τῆς ἀληθείας. Οὐκ ἔστιν αὕτη ἡ σοφία ἄνωθεν κατερχομένη\, ἀλλʼ ἐπίγειος\, ψυχική\, δαιμονιώδης. Ὅπου γὰρ ζῆλος καὶ ἐριθεία\, ἐκεῖ ἀκαταστασία καὶ πᾶν φαῦλον πρᾶγμα. Ἡ δὲ ἄνωθεν σοφία πρῶτον μὲν ἁγνή ἐστιν\, ἔπειτα εἰρηνική\, ἐπιεικής\, εὐπειθής\, μεστὴ ἐλέους καὶ καρπῶν ἀγαθῶν\, ἀδιάκριτος καὶ ἀνυπόκριτος. Καρπὸς δὲ τῆς δικαιοσύνης ἐν εἰρήνῃ σπείρεται τοῖς ποιοῦσιν εἰρήνην. Πόθεν πόλεμοι καὶ μάχαι ἐν ὑμῖν; Οὐκ ἐντεῦθεν\, ἐκ τῶν ἡδονῶν ὑμῶν τῶν στρατευομένων ἐν τοῖς μέλεσιν ὑμῶν; Ἐπιθυμεῖτε\, καὶ οὐκ ἔχετε· φονεύετε καὶ ζηλοῦτε\, καὶ οὐ δύνασθε ἐπιτυχεῖν· μάχεσθε καὶ πολεμεῖτε\, οὐκ ἔχετε διὰ τὸ μὴ αἰτεῖσθαι ὑμᾶς· αἰτεῖτε\, καὶ οὐ λαμβάνετε\, διότι κακῶς αἰτεῖσθε\, ἵνα ἐν ταῖς ἡδοναῖς ὑμῶν δαπανήσητε. Μοιχοὶ καὶ μοιχαλίδες\, οὐκ οἴδατε ὅτι ἡ φιλία τοῦ κόσμου ἔχθρα τοῦ θεοῦ ἐστιν; Ὃς ἂν οὖν βουληθῇ φίλος εἶναι τοῦ κόσμου\, ἐχθρὸς τοῦ θεοῦ καθίσταται. Ἢ δοκεῖτε ὅτι κενῶς ἡ γραφὴ λέγει; Πρὸς φθόνον ἐπιποθεῖ τὸ πνεῦμα ὃ κατῴκησεν ἐν ἡμῖν. Μείζονα δὲ δίδωσιν χάριν· διὸ λέγει\, Ὁ θεὸς ὑπερηφάνοις ἀντιτάσσεται\, ταπεινοῖς δὲ δίδωσιν χάριν.\n\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Μᾶρκον 7.14-24\n\nΤῷ καιρῷ ἐκείνῳ\, προσκαλεσάμενος πάντα τὸν ὄχλον ἔλεγεν αὐτοῖς· ἀκούετέ μου πάντες καὶ συνίετε.οὐδέν ἐστιν ἔξωθεν τοῦ ἀνθρώπου εἰσπορευόμενον εἰς αὐτὸν ὃ δύναται αὐτὸν κοινῶσαι\, ἀλλὰ τὰ ἐκπορευόμενά ἐστι τὰ κοινοῦντα τὸν ἄνθρωπον. [εἴ τις ἔχει ὦτα ἀκούειν\, ἀκουέτω].Καὶ ὅτε εἰσῆλθεν εἰς οἶκον ἀπὸ τοῦ ὄχλου\, ἐπηρώτων αὐτὸν οἱ μαθηταὶ αὐτοῦ περὶ τῆς παραβολῆς.καὶ λέγει αὐτοῖς· οὕτω καὶ ὑμεῖς ἀσύνετοί ἐστε; οὔπω νοεῖτε ὅτι πᾶν τὸ ἔξωθεν εἰσπορευόμενον εἰς τὸν ἄνθρωπον οὐ δύναται αὐτὸν κοινῶσαι;ὅτι οὐκ εἰσπορεύεται αὐτοῦ εἰς τὴν καρδίαν\, ἀλλὰ εἰς τὴν κοιλίαν\, καὶ εἰς τὸν ἀφεδρῶνα ἐκπορεύεται\, καθαρίζον πάντα τὰ βρώματα.ἔλεγε δὲ ὅτι τὸ ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενον\, ἐκεῖνο κοινοῖ τὸν ἄνθρωπον.ἔσωθεν γὰρ ἐκ τῆς καρδίας τῶν ἀνθρώπων οἱ διαλογισμοὶ οἱ κακοὶ ἐκπορεύονται\, μοιχεῖαι\, πορνεῖαι\, φόνοι\,κλοπαί\, πλεονεξίαι\, πονηρίαι\, δόλος\, ἀσέλγεια\, ὀφθαλμὸς πονηρός\, βλασφημία\, ὑπερηφανία\, ἀφροσύνη·πάντα ταῦτα τὰ πονηρὰ ἔσωθεν ἐκπορεύεται καὶ κοινοῖ τὸν ἄνθρωπον.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20130214
DTEND;VALUE=DATE:20130215
SUMMARY:Ὅσιος Αὐξέντιος ὁ έν τῳ βουνῳ
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 2/14/2013\n\nἍγιοι καὶ ἑορταί: Ὅσιος Αὐξέντιος ὁ έν τῳ βουνῳ; Κυρίλλος Ἱσαπόστολος; Νικόλαος Νεομάρτυς\n\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Ἰακώβου 4:7-17;5:1-9\n\nἈδελφοί\, ὑποτάγητε οὖν τῷ θεῷ· ἀντίστητε δὲ τῷ διαβόλῳ\, καὶ φεύξεται ἀφʼ ὑμῶν. Ἐγγίσατε τῷ θεῷ\, καὶ ἐγγιεῖ ὑμῖν· καθαρίσατε χεῖρας\, ἁμαρτωλοί\, καὶ ἁγνίσατε καρδίας\, δίψυχοι. Ταλαιπωρήσατε καὶ πενθήσατε καὶ κλαύσατε· ὁ γέλως ὑμῶν εἰς πένθος μεταστραφήτω\, καὶ ἡ χαρὰ εἰς κατήφειαν. Ταπεινώθητε ἐνώπιον τοῦ κυρίου\, καὶ ὑψώσει ὑμᾶς. Μὴ καταλαλεῖτε ἀλλήλων\, ἀδελφοί. Ὁ καταλαλῶν ἀδελφοῦ\, καὶ κρίνων τὸν ἀδελφὸν αὐτοῦ\, καταλαλεῖ νόμου\, καὶ κρίνει νόμον· εἰ δὲ νόμον κρίνεις\, οὐκ εἶ ποιητὴς νόμου\, ἀλλὰ κριτής. Εἷς ἐστιν ὁ νομοθέτης\, ὁ δυνάμενος σῶσαι καὶ ἀπολέσαι· σὺ δὲ τίς εἶ ὃς κρίνεις τὸν ἕτερον; Ἄγε νῦν οἱ λέγοντες\, Σήμερον καὶ αὔριον πορευσώμεθα εἰς τήνδε τὴν πόλιν\, καὶ ποιήσωμεν ἐκεῖ ἐνιαυτὸν ἕνα\, καὶ ἐμπορευσώμεθα\, καὶ κερδήσωμεν· οἵτινες οὐκ ἐπίστασθε τὸ τῆς αὔριον. Ποία γάρ ἡ ζωὴ ὑμῶν; Ἀτμὶς γὰρ ἔσται ἡ πρὸς ὀλίγον φαινομένη\, ἔπειτα δὲ καὶ ἀφανιζομένη. Ἀντὶ τοῦ λέγειν ὑμᾶς\, Ἐὰν ὁ κύριος θελήσῃ\, καὶ ζήσωμεν\, καὶ ποιήσωμεν τοῦτο ἢ ἐκεῖνο. Νῦν δὲ καυχᾶσθε ἐν ταῖς ἀλαζονείαις ὑμῶν· πᾶσα καύχησις τοιαύτη πονηρά ἐστιν. Εἰδότι οὖν καλὸν ποιεῖν καὶ μὴ ποιοῦντι\, ἁμαρτία αὐτῷ ἐστιν. Ἄγε νῦν οἱ πλούσιοι\, κλαύσατε ὀλολύζοντες ἐπὶ ταῖς ταλαιπωρίαις ὑμῶν ταῖς ἐπερχομέναις. Ὁ πλοῦτος ὑμῶν σέσηπεν\, καὶ τὰ ἱμάτια ὑμῶν σητόβρωτα γέγονεν· ὁ χρυσὸς ὑμῶν καὶ ὁ ἄργυρος κατίωται\, καὶ ὁ ἰὸς αὐτῶν εἰς μαρτύριον ὑμῖν ἔσται\, καὶ φάγεται τὰς σάρκας ὑμῶν ὡς πῦρ. Ἐθησαυρίσατε ἐν ἐσχάταις ἡμέραις. Ἰδοὺ\, ὁ μισθὸς τῶν ἐργατῶν τῶν ἀμησάντων τὰς χώρας ὑμῶν\, ὁ ἀπεστερημένος ἀφʼ ὑμῶν\, κράζει· καὶ αἱ βοαὶ τῶν θερισάντων εἰς τὰ ὦτα κυρίου Σαβαὼθ εἰσεληλύθασιν. Ἐτρυφήσατε ἐπὶ τῆς γῆς καὶ ἐσπαταλήσατε· ἐθρέψατε τὰς καρδίας ὑμῶν ὡς ἐν ἡμέρᾳ σφαγῆς. Κατεδικάσατε\, ἐφονεύσατε τὸν δίκαιον· οὐκ ἀντιτάσσεται ὑμῖν. Μακροθυμήσατε οὖν\, ἀδελφοί\, ἕως τῆς παρουσίας τοῦ κυρίου. Ἰδού\, ὁ γεωργὸς ἐκδέχεται τὸν τίμιον καρπὸν τῆς γῆς\, μακροθυμῶν ἐπʼ αὐτόν\, ἕως λάβῃ ὑετὸν πρώϊμον καὶ ὄψιμον. Μακροθυμήσατε καὶ ὑμεῖς\, στηρίξατε τὰς καρδίας ὑμῶν\, ὅτι ἡ παρουσία τοῦ κυρίου ἤγγικεν. Μὴ στενάζετε κατʼ ἀλλήλων\, ἀδελφοί\, ἵνα μὴ κριθῆτε· ἰδού\, ὁ κριτὴς πρὸ τῶν θυρῶν ἕστηκεν.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Μᾶρκον 7.24-30\n\nΤῷ καιρῷ ἐκείνῳ\, ἀπῆλθεν ὁ Ἰησοῦς εἰς τὰ μεθόρια Τύρου καὶ Σιδῶνος. καὶ εἰσελθὼν εἰς οἰκίαν οὐδένα ἤθελε γνῶναι\, καὶ οὐκ ἠδυνήθη λαθεῖν.ἀκούσασα γὰρ γυνὴ περὶ αὐτοῦ\, ἧς εἶχε τὸ θυγάτριον αὐτῆς πνεῦμα ἀκάθαρτον\, ἐλθοῦσα προσέπεσε πρὸς τοὺς πόδας αὐτοῦ·ἡ δὲ γυνὴ ἦν ῾Ελληνίς\, Συροφοινίκισσα τῷ γένει· καὶ ἠρώτα αὐτὸν ἵνα τὸ δαιμόνιον ἐκβάλῃ ἐκ τῆς θυγατρὸς αὐτῆς.ὁ δὲ ᾿Ιησοῦς εἶπεν αὐτῇ· ἄφες πρῶτον χορτασθῆναι τὰ τέκνα· οὐ γάρ ἐστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ τοῖς κυναρίοις βαλεῖν.ἡ δὲ ἀπεκρίθη καὶ λέγει αὐτῷ· ναί\, Κύριε· καὶ τὰ κυνάρια ὑποκάτω τῆς τραπέζης ἐσθίουσιν ἀπὸ τῶν ψιχίων τῶν παιδίων.καὶ εἶπεν αὐτῇ· διὰ τοῦτον τὸν λόγον ὕπαγε· ἐξελήλυθε τὸ δαιμόνιον ἐκ τῆς θυγατρός σου.καὶ ἀπελθοῦσα εἰς τὸν οἶκον αὐτῆς εὗρε τὸ παιδίον βεβλημένον ἐπὶ τὴν κλίνην καὶ τὸ δαιμόνιον ἐξεληλυθός.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20130215
DTEND;VALUE=DATE:20130216
SUMMARY:Ὁνήσιμος ἐκ τῶν 70; Ὅσιος Ἄνθιμος
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 2/15/2013\n\nἍγιοι καὶ ἑορταί: Ὁνήσιμος ἐκ τῶν 70; Ὅσιος Ἄνθιμος; Ὅσιος Εὐσέβιος Σύρου\n\nξεροφαγία (αὐστηρή νηστεία)\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πέτρου α' 1:1-25; 2:1-10\n\nΠέτρος\, ἀπόστολος ᾿Ιησοῦ Χριστοῦ\, ἐκλεκτοῖς παρεπιδήμοις διασπορᾶς Πόντου\, Γαλατίας\, Καππαδοκίας\, ᾿Ασίας καὶ Βιθυνίας\, κατὰ πρόγνωσιν Θεοῦ πατρός\, ἐν ἁγιασμῷ Πνεύματος\, εἰς ὑπακοὴν καὶ ῥαντισμὸν αἵματος ᾿Ιησοῦ Χριστοῦ· χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη. Εὐλογητὸς ὁ Θεὸς καὶ πατὴρ τοῦ Κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ\, ὁ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος ἀναγεννήσας ἡμᾶς εἰς ἐλπίδα ζῶσαν δι᾿ ἀναστάσεως ᾿Ιησοῦ Χριστοῦ ἐκ νεκρῶν\, εἰς κληρονομίαν ἄφθαρτον καὶ ἀμίαντον καὶ ἀμάραντον\, τετηρημένην ἐν οὐρανοῖς εἰς ὑμᾶς τοὺς ἐν δυνάμει Θεοῦ φρουρουμένους διὰ πίστεως εἰς σωτηρίαν ἑτοίμην ἀποκαλυφθῆναι ἐν καιρῷ ἐσχάτῳ· ἐν ᾧ ἀγαλλιᾶσθε\, ὀλίγον ἄρτι\, εἰ δέον ἐστί\, λυπηθέντες ἐν ποικίλοις πειρασμοῖς\, ἵνα τὸ δοκίμιον ὑμῶν τῆς πίστεως πολυτιμότερον χρυσίου τοῦ ἀπολλυμένου διὰ πυρὸς δὲ δοκιμαζομένου εὑρεθῇ εἰς ἔπαινον καὶ τιμὴν καὶ δόξαν ἐν ἀποκαλύψει ᾿Ιησοῦ Χριστοῦ\, ὃν οὐκ εἰδότες ἀγαπᾶτε\, εἰς ὃν ἄρτι μὴ ὁρῶντες\, πιστεύοντες δὲ ἀγαλλιᾶσθε χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ κομιζόμενοι τὸ τέλος τῆς πίστεως ὑμῶν\, σωτηρίαν ψυχῶν. Περὶ ἧς σωτηρίας ἐξεζήτησαν καὶ ἐξηρεύνησαν προφῆται οἱ περὶ τῆς εἰς ὑμᾶς χάριτος προφητεύσαντες\, ἐρευνῶντες εἰς τίνα ἢ ποῖον καιρὸν ἐδήλου τὸ ἐν αὐτοῖς Πνεῦμα Χριστοῦ προμαρτυρόμενον τὰ εἰς Χριστὸν παθήματα καὶ τὰς μετὰ ταῦτα δόξας· οἷς ἀπεκαλύφθη ὅτι οὐχ ἑαυτοῖς\, ὑμῖν δὲ διηκόνουν αὐτά\, ἃ νῦν ἀνηγγέλη ὑμῖν διὰ τῶν εὐαγγελισαμένων ὑμᾶς ἐν Πνεύματι ῾Αγίῳ ἀποσταλέντι ἀπ᾿ οὐρανοῦ\, εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι. Διὸ ἀναζωσάμενοι τὰς ὀσφύας τῆς διανοίας ὑμῶν\, νήφοντες\, τελείως ἐλπίσατε ἐπὶ τὴν φερομένην ὑμῖν χάριν ἐν ἀποκαλύψει ᾿Ιησοῦ Χριστοῦ\, ὡς τέκνα ὑπακοῆς μὴ συσχηματιζόμενοι ταῖς πρότερον ἐν τῇ ἁγνοίᾳ ὑμῶν ἐπιθυμίαις\, ἀλλὰ κατὰ τὸν καλέσαντα ὑμᾶς ἅγιον καὶ αὐτοὶ ἅγιοι ἐν πάσῃ ἀναστροφῇ γενήθητε\, διότι γέγραπται· ἅγιοι γίνεσθε\, ὅτι ἐγὼ ἅγιός εἰμι. Καὶ εἰ πατέρα ἐπικαλεῖσθε τὸν ἀπροσωπολήπτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον\, ἐν φόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε\, εἰδότες ὅτι οὐ φθαρτοῖς\, ἀργυρίῳ ἢ χρυσίῳ\, ἐλυτρώθητε ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς πατροπαραδότου\, ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ\, προεγνωσμένου μὲν πρὸ καταβολῆς κόσμου\, φανερωθέντος δὲ ἐπ᾿ ἐσχάτων τῶν χρόνων δι᾿ ὑμᾶς τοὺς δι᾿ αὐτοῦ πιστεύοντας εἰς Θεὸν τὸν ἐγείραντα αὐτὸν ἐκ νεκρῶν καὶ δόξαν αὐτῷ δόντα\, ὥστε τὴν πίστιν ὑμῶν καὶ ἐλπίδα εἶναι εἰς Θεόν. Τὰς ψυχὰς ὑμῶν ἡγνικότες ἐν τῇ ὑπακοῇ τῆς ἀληθείας διὰ Πνεύματος εἰς φιλαδελφίαν ἀνυπόκριτον\, ἐκ καθαρᾶς καρδίας ἀλλήλους ἀγαπήσατε ἐκτενῶς\, ἀναγεγεννημένοι οὐκ ἐκ σπορᾶς φθαρτῆς\, ἀλλὰ ἀφθάρτου\, διὰ λόγου ζῶντος Θεοῦ καὶ μένοντος εἰς τὸν αἰῶνα· διότι πᾶσα σὰρξ ὡς χόρτος\, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου· ἐξηράνθη ὁ χόρτος\, καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσε· τὸ δὲ ῥῆμα Κυρίου μένει εἰς τὸν αἰῶνα. τοῦτο δέ ἐστι τὸ ρῆμα τὸ εὐαγγελισθὲν εἰς ὑμᾶς. ᾿Αποθέμενοι οὖν πᾶσαν κακίαν καὶ πάντα δόλον καὶ ὑποκρίσεις καὶ φθόνους καὶ πάσας καταλαλιάς\, ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν ἄδολον γάλα ἐπιποθήσατε\, ἵνα ἐν αὐτῷ αὐξηθῆτε εἰς σωτηρίαν\, εἴπερ ἐγεύσασθε ὅτι χρηστὸς ὁ Κύριος. Πρὸς ὃν προσερχόμενοι\, λίθον ζῶντα\, ὑπὸ ανθρώπων μὲν ἀποδεδοκιμασμένον\, παρὰ δὲ Θεῷ ἐκλεκτόν\, ἔντιμον\, καὶ αὐτοὶ ὡς λίθοι ζῶντες οἰκοδομεῖσθε οἶκος πνευματικός\, ἱεράτευμα ἅγιον\, ἀνενέγκαι πνευματικὰς θυσίας εὐπροσδέκτους τῷ Θεῷ διὰ ᾿Ιησοῦ Χριστοῦ· διότι περιέχει ἐν τῇ γραφῇ· ἰδοὺ τίθημι ἐν Σιὼν λίθον ἀκρογωνιαῖον\, ἐκλεκτόν\, ἔντιμον\, καὶ ὁ πιστεύων ἐπ᾿ αὐτῷ οὐ μὴ καταισχυνθῇ· ὑμῖν οὖν ἡ τιμὴ τοῖς πιστεύουσιν\, ἀπειθοῦσι δὲ λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες\, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας καὶ λίθος προσκόμματος καὶ πέτρα σκανδάλου· οἳ προσκόπτουσι τῷ λόγῳ ἀπειθοῦντες\, εἰς ὃ καὶ ἐτέθησαν. Ὑμεῖς δὲ γένος ἐκλεκτόν\, βασίλειον ἱεράτευμα\, ἔθνος ἅγιον\, λαὸς εἰς περιποίησιν\, ὅπως τὰς ἀρετὰς ἐξαγγείλητε τοῦ ἐκ σκότους ὑμᾶς καλέσαντος εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς· οἵ ποτε οὐ λαός\, νῦν δὲ λαὸς Θεοῦ\, οἱ οὐκ ἠλεημένοι\, νῦν δὲ ἐλεηθέντες\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Μᾶρκον 8.1-10\n\nΤῷ καιρῷ ἐκείνῳ\, πάλιν πολλοῦ ὄχλου ὄντος καὶ μὴ ἐχόντων τί φάγωσι\, προσκαλεσάμενος ὁ ᾿Ιησοῦς τοὺς μαθητὰς αὐτοῦ λέγει αὐτοῖς· σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον\, ὅτι ἤδη ἡμέραι τρεῖς προσμένουσί μοι καὶ οὐκ ἔχουσι τί φάγωσι· καὶ ἐὰν ἀπολύσω αὐτοὺς νήστεις εἰς οἶκον αὐτῶν\, ἐκλυθήσονται ἐν τῇ ὁδῷ· τινὲς γὰρ αὐτῶν ἀπὸ μακρόθεν ἥκασι. καὶ ἀπεκρίθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· πόθεν τούτους δυνήσεταί τις ὧδε χορτάσαι ἄρτων ἐπ᾿ ἐρημίας; καὶ ἐπηρώτα αὐτούς· πόσους ἔχετε ἄρτους; οἱ δὲ εἶπον· ἑπτά. καὶ παρήγγειλε τῷ ὄχλῳ ἀναπεσεῖν ἐπὶ τῆς γῆς· καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους εὐχαριστήσας ἔκλασε καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ ἵνα παρατιθῶσι· καὶ παρέθηκαν τῷ ὄχλῳ. καὶ εἶχον ἰχθύδια ὀλίγα· καὶ αὐτὰ εὐλογήσας εἶπε παρατιθέναι καὶ αὐτά.ἔφαγον δὲ καὶ ἐχορτάσθησαν\, καὶ ἦραν περισσεύματα κλασμάτων ἑπτὰ σπυρίδας. ἦσαν δὲ ὡς τετρακισχίλιοι· καὶ ἀπέλυσεν αὐτούς. Καὶ ἐμβὰς εὐθὺς εἰς τὸ πλοῖον μετὰ τῶν μαθητῶν αὐτοῦ ἦλθεν εἰς τὰ μέρη Δαλμανουθά.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20130216
DTEND;VALUE=DATE:20130217
SUMMARY:Πάμφιλος Μάρτυς καί οἱ σύν αὐτῶ
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 2/16/2013\n\nἍγιοι καὶ ἑορταί: Πάμφιλος Μάρτυς καί οἱ σύν αὐτῶ; Φλαβιανός Πατριάρχης Κωνσταντινουπόλεως; Ρωμανὸς ὁ Νέος\n\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Θεσσαλονικεῖς α' 5:14-23\n\nἈδελφοί\, παρακαλοῦμεν δὲ ὑμᾶς\, ἀδελφοί\, νουθετεῖτε τοὺς ἀτάκτους\, παραμυθεῖσθε τοὺς ὀλιγοψύχους\, ἀντέχεσθε τῶν ἀσθενῶν\, μακροθυμεῖτε πρὸς πάντας. Ὁρᾶτε μή τις κακὸν ἀντὶ κακοῦ τινι ἀποδῷ· ἀλλὰ πάντοτε τὸ ἀγαθὸν διώκετε καὶ εἰς ἀλλήλους καὶ εἰς πάντας. Πάντοτε χαίρετε· ἀδιαλείπτως προσεύχεσθε· ἐν παντὶ εὐχαριστεῖτε· τοῦτο γὰρ θέλημα θεοῦ ἐν Χριστῷ Ἰησοῦ εἰς ὑμᾶς. Τὸ πνεῦμα μὴ σβέννυτε· προφητείας μὴ ἐξουθενεῖτε· πάντα δὲ δοκιμάζετε· τὸ καλὸν κατέχετε· ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε. Αὐτὸς δὲ ὁ θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς· καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 24.34-37\, 42-4\n\nΕἶπεν ὁ Κύριος· Ἀμὴν λέγω ὑμῖν\, οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη ἕως ἂν πάντα ταῦτα γένηται.ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται\, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι. Περὶ δὲ τῆς ἡμέρας ἐκείνης καὶ ὥρας οὐδεὶς οἶδεν\, οὐδὲ οἱ ἄγγελοι τῶν οὐρανῶν\, εἰ μὴ ὁ πατήρ μου μόνος.ὥσπερ δὲ αἱ ἡμέραι τοῦ Νῶε\, οὕτως ἔσται καὶ ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου. γρηγορεῖτε οὖν\, ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ ὁ Κύριος ὑμῶν ἔρχεται.᾿Εκεῖνο δὲ γινώσκετε ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ φυλακῇ ὁ κλέπτης ἔρχεται\, ἐγρηγόρησεν ἂν καὶ οὐκ ἂν εἴασε διορυγῆναι τὴν οἰκίαν αὐτοῦ.διὰ τοῦτο καὶ ὑμεῖς γίνεσθε ἕτοιμοι\, ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20130217
DTEND;VALUE=DATE:20130218
SUMMARY:ΙΖ΄ Ματθαῖου (τῆς Χαναναίας)
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 2/17/2013\n\nἍγιοι καὶ ἑορταί: Θεόδωρος Μεγαλομάρτυς Τήρων; Μαριάμνη\, αδελφή τοῦ Αγίου Φιλίππου τοῦ Ἀποστόλου; Ὅσιος Αὐξέντιος; Θεόδωρος Νεομάρτυς\n\nΗχος δ'\nΕωθ. Δ'\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους β' 6:16-18; 7:1\n\nἈδελφοί\, ὑμεῖς ἐστε ναὸς Θεοῦ ζῶντος\, καθὼς εἶπεν ὁ θεός ὅτι Ἐνοικήσω ἐν αὐτοῖς\, καὶ ἐμπεριπατήσω· καὶ ἔσομαι αὐτῶν θεός\, καὶ αὐτοὶ ἔσονταί μοι λαός. Διὸ\, Ἐξέλθετε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε\, λέγει κύριος\, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε· κἀγὼ εἰσδέξομαι ὑμᾶς\, καὶ ἔσομαι ὑμῖν εἰς πατέρα\, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας\, λέγει κύριος παντοκράτωρ. Ταύτας οὖν ἔχοντες τὰς ἐπαγγελίας\, ἀγαπητοί\, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος\, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ θεοῦ.\n\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Μᾶρκον 12.13-17\n\nΤῷ καιρῷ ἐκείνῳ\, ἀποστέλλουσι πρὸς αὐτόν τινας τῶν Φαρισαίων καὶ τῶν ῾Ηρῳδιανῶν ἵνα αὐτὸν ἀγρεύσωσι λόγῳ.οἱ δὲ ἐλθόντες λέγουσιν αὐτῷ· διδάσκαλε\, οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ οὐ μέλει σοι περὶ οὐδενός· οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων\, ἀλλ᾿ ἐπ᾿ ἀληθείας τὴν ὁδὸν τοῦ Θεοῦ διδάσκεις. εἶπον οὖν ἡμῖν· ἔξεστι δοῦναι κῆνσον Καίσαρι ἢ οὔ; δῶμεν ἢ μὴ δῶμεν;ὁ δὲ εἰδὼς αὐτῶν τὴν ὑπόκρισιν εἶπεν αὐτοῖς· τί με πειράζετε; φέρετέ μοι δηνάριον ἵνα ἴδω.οἱ δὲ ἤνεγκαν. καὶ λέγει αὐτοῖς· τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή; οἱ δὲ εἶπον· Καίσαρος.καὶ ἀποκριθεὶς ὁ ᾿Ιησοῦς εἶπεν αὐτοῖς· ἀπόδοτε τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ· καὶ ἐθαύμασαν ἐπ᾿ αὐτῷ.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20130218
DTEND;VALUE=DATE:20130219
SUMMARY:Δευτέρα τοῦ Τελώνου καί Φαρισαίου
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 2/18/2013\n\nἍγιοι καὶ ἑορταί: Λέων Ἐπίσκοπος Ρώμης; Ἀγαπητός Ὁμολογητής; Φλαβιανός ὁ ὁμολογητής\n\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πέτρου α' 2:21-25; 3:1-9\n\nἈγαπητοί\, Χριστὸς ἔπαθεν ὑπὲρ ἡμῶν\, ὑμῖν ὑπολιμπάνων ὑπογραμμόν\, ἵνα ἐπακολουθήσητε τοῖς ἴχνεσιν αὐτοῦ· ὃς ἁμαρτίαν οὐκ ἐποίησεν\, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ· ὃς λοιδορούμενος οὐκ ἀντελοιδόρει\, πάσχων οὐκ ἠπείλει\, παρεδίδου δὲ τῷ κρίνοντι δικαίως· ὃς τὰς ἁμαρτίας ἡμῶν αὐτὸς ἀνήνεγκεν ἐν τῷ σώματι αὐτοῦ ἐπὶ τὸ ξύλον\, ἵνα\, ταῖς ἁμαρτίαις ἀπογενόμενοι\, τῇ δικαιοσύνῃ ζήσωμεν· οὗ τῷ μώλωπι αὐτοῦ ἰάθητε. Ἦτε γὰρ ὡς πρόβατα πλανώμενα· ἀλλʼ ἐπεστράφητε νῦν ἐπὶ τὸν ποιμένα καὶ ἐπίσκοπον τῶν ψυχῶν ὑμῶν.\n \nὉμοίως\, αἱ γυναῖκες\, ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν\, ἵνα\, καὶ εἴ τινες ἀπειθοῦσιν τῷ λόγῳ\, διὰ τῆς τῶν γυναικῶν ἀναστροφῆς ἄνευ λόγου κερδηθήσονται\, ἐποπτεύσαντες τὴν ἐν φόβῳ ἁγνὴν ἀναστροφὴν ὑμῶν. Ὧν ἔστω οὐχ ὁ ἔξωθεν ἐμπλοκῆς τριχῶν\, καὶ περιθέσεως χρυσίων\, ἢ ἐνδύσεως ἱματίων κόσμος· ἀλλʼ ὁ κρυπτὸς τῆς καρδίας ἄνθρωπος\, ἐν τῷ ἀφθάρτῳ τοῦ πρᾳέος καὶ ἡσυχίου πνεύματος\, ὅ ἐστιν ἐνώπιον τοῦ θεοῦ πολυτελές. Οὕτως γάρ ποτε καὶ αἱ ἅγιαι γυναῖκες αἱ ἐλπίζουσαι ἐπὶ θεὸν ἐκόσμουν ἑαυτάς\, ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν· ὡς Σάρρα ὑπήκουσεν τῷ Ἀβραάμ\, κύριον αὐτὸν καλοῦσα\, ἧς ἐγενήθητε τέκνα\, ἀγαθοποιοῦσαι καὶ μὴ φοβούμεναι μηδεμίαν πτόησιν.\nΟἱ ἄνδρες ὁμοίως\, συνοικοῦντες κατὰ γνῶσιν\, ὡς ἀσθενεστέρῳ σκεύει τῷ γυναικείῳ ἀπονέμοντες τιμήν\, ὡς καὶ συγκληρονόμοι χάριτος ζωῆς\, εἰς τὸ μὴ ἐγκόπτεσθαι τὰς προσευχὰς ὑμῶν.\nΤὸ δὲ τέλος\, πάντες ὁμόφρονες\, συμπαθεῖς\, φιλάδελφοι\, εὔσπλαγχνοι\, φιλόφρονες· μὴ ἀποδιδόντες κακὸν ἀντὶ κακοῦ\, ἢ λοιδορίαν ἀντὶ λοιδορίας· τοὐναντίον δὲ εὐλογοῦντες\, εἰδότες ὅτι εἰς τοῦτο ἐκλήθητε\, ἵνα εὐλογίαν κληρονομήσητε.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Μᾶρκον 12.13-17\n\nΤῷ καιρῷ ἐκείνῳ\, ἀποστέλλουσι πρὸς αὐτόν τινας τῶν Φαρισαίων καὶ τῶν ῾Ηρῳδιανῶν ἵνα αὐτὸν ἀγρεύσωσι λόγῳ.οἱ δὲ ἐλθόντες λέγουσιν αὐτῷ· διδάσκαλε\, οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ οὐ μέλει σοι περὶ οὐδενός· οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων\, ἀλλ᾿ ἐπ᾿ ἀληθείας τὴν ὁδὸν τοῦ Θεοῦ διδάσκεις. εἶπον οὖν ἡμῖν· ἔξεστι δοῦναι κῆνσον Καίσαρι ἢ οὔ; δῶμεν ἢ μὴ δῶμεν;ὁ δὲ εἰδὼς αὐτῶν τὴν ὑπόκρισιν εἶπεν αὐτοῖς· τί με πειράζετε; φέρετέ μοι δηνάριον ἵνα ἴδω.οἱ δὲ ἤνεγκαν. καὶ λέγει αὐτοῖς· τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή; οἱ δὲ εἶπον· Καίσαρος.καὶ ἀποκριθεὶς ὁ ᾿Ιησοῦς εἶπεν αὐτοῖς· ἀπόδοτε τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ· καὶ ἐθαύμασαν ἐπ᾿ αὐτῷ.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20130219
DTEND;VALUE=DATE:20130220
SUMMARY:Τρίτη τοῦ Τελώνου καί Φαρισαίου
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 2/19/2013\n\nἍγιοι καὶ ἑορταί: Ἄρχιππος καὶ Φιλήμων ἐκ τῶν 70; Φιλοθέη ἡ ἐξ Ἀθηναία; Νικήτα ὁ νεώτερος \n\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πέτρου α' 3:10-22\n\nἈγαπητοί\, ὁ θέλων ζωὴν ἀγαπᾷν\, καὶ ἰδεῖν ἡμέρας ἀγαθάς\, παυσάτω τὴν γλῶσσαν αὐτοῦ ἀπὸ κακοῦ\, καὶ χείλη αὐτοῦ τοῦ μὴ λαλῆσαι δόλον· ἐκκλινάτω ἀπὸ κακοῦ\, καὶ ποιησάτω ἀγαθόν· ζητησάτω εἰρήνην\, καὶ διωξάτω αὐτήν. Ὅτι ὀφθαλμοὶ κυρίου ἐπὶ δικαίους\, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν· πρόσωπον δὲ κυρίου ἐπὶ ποιοῦντας κακά. Καὶ τίς ὁ κακώσων ὑμᾶς\, ἐὰν τοῦ ἀγαθοῦ μιμηταὶ γένησθε; Ἀλλʼ εἰ καὶ πάσχοιτε διὰ δικαιοσύνην\, μακάριοι· τὸν δὲ φόβον αὐτῶν μὴ φοβηθῆτε\, μηδὲ ταραχθῆτε· κύριον δὲ τὸν θεὸν ἁγιάσατε ἐν ταῖς καρδίαις ὑμῶν· ἕτοιμοι δὲ ἀεὶ πρὸς ἀπολογίαν παντὶ τῷ αἰτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος\, μετά πρᾳΰτητος καὶ φόβου· συνείδησιν ἔχοντες ἀγαθήν\, ἵνα\, ἐν ᾧ καταλαλοῦσιν ὑμῶν ὡς κακοποιων\, καταισχυνθῶσιν οἱ ἐπηρεάζοντες ὑμῶν τὴν ἀγαθὴν ἐν Χριστῷ ἀναστροφήν. Κρεῖττον γὰρ ἀγαθοποιοῦντας\, εἰ θέλοι τὸ θέλημα τοῦ θεοῦ\, πάσχειν\, ἢ κακοποιοῦντας. Ὅτι καὶ Χριστὸς ἅπαξ περὶ ἁμαρτιῶν ἔπαθεν\, δίκαιος ὑπὲρ ἀδίκων\, ἵνα ὑμᾶς προσαγάγῃ τῷ θεῷ\, θανατωθεὶς μὲν σαρκί\, ζωοποιηθεὶς δὲ πνεύματι\, ἐν ᾧ καὶ τοῖς ἐν φυλακῇ πνεύμασιν πορευθεὶς ἐκήρυξεν\, ἀπειθήσασίν ποτε\, ὅτε ἀπεξεδέχετο ἡ τοῦ θεοῦ μακροθυμία ἐν ἡμέραις Νῶε\, κατασκευαζομένης κιβωτοῦ\, εἰς ἣν ὀλίγαι\, τοῦτʼ ἔστιν ὀκτὼ ψυχαί\, διεσώθησαν διʼ ὕδατος· ὃ ἀντίτυπον νῦν καὶ ἡμᾶς σώζει βάπτισμα\, οὐ σαρκὸς ἀπόθεσις ῥύπου\, ἀλλὰ συνειδήσεως ἀγαθῆς ἐπερώτημα εἰς θεόν\, διʼ ἀναστάσεως Ἰησοῦ Χριστοῦ\, ὅς ἐστιν ἐν δεξιᾷ τοῦ θεοῦ\, πορευθεὶς εἰς οὐρανόν\, ὑποταγέντων αὐτῷ ἀγγέλων καὶ ἐξουσιῶν καὶ δυνάμεων.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Μᾶρκον 12.18-27\n\nΤῷ καιρῷ ἐκείνῳ\, ἔρχονται Σαδδουκαῖοι πρὸς αὐτόν\, οἵτινες λέγουσιν ἀνάστασιν μὴ εἶναι\, καὶ ἐπηρώτων αὐτὸν λέγοντες·διδάσκαλε\, Μωϋσῆς ἔγραψεν ἡμῖν ὅτι ἐάν τινος ἀδελφὸς ἀποθάνῃ καὶ καταλίπῃ γυναῖκα\, καὶ τέκνα μὴ ἀφῇ\, ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ.ἑπτὰ οὖν ἀδελφοὶ ἦσαν. καὶ ὁ πρῶτος ἔλαβε γυναῖκα\, καὶ ἀποθνῄσκων οὐκ ἀφῆκε σπέρμα.καὶ ὁ δεύτερος ἔλαβεν αὐτήν\, καὶ ἀπέθανε\, καὶ οὐδὲ αὐτὸς οὐκ ἀφῆκε σπέρμα. καὶ ὁ τρίτος ὡσαύτως.καὶ ἔλαβον αὐτὴν οἱ ἑπτά\, καὶ οὐκ ἀφῆκαν σπέρμα. ἐσχάτη πάντων ἀπέθανε καὶ ἡ γυνή.ἐν τῇ οὖν ἀναστάσει\, ὅταν ἀναστῶσι\, τίνος αὐτῶν ἔσται γυνή; οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα.καὶ ἀποκριθεὶς ὁ ᾿Ιησοῦς εἶπεν αὐτοῖς· οὐ διὰ τοῦτο πλανᾶσθε\, μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ;ὅταν γὰρ ἐκ νεκρῶν ἀναστῶσιν\, οὔτε γαμοῦσιν οὔτε γαμίζονται\, ἀλλ᾽ εἰσὶν ὡς ἄγγελοι οἱ ἐν τοῖς οὐρανοῖς.περὶ δὲ τῶν νεκρῶν ὅτι ἐγείρονται\, οὐκ ἀνέγνωτε ἐν τῇ βίβλῳ Μωϋσέως\, ἐπὶ τοῦ βάτου πῶς εἶπεν αὐτῷ ὁ Θεὸς λέγων\, ἐγὼ ὁ Θεὸς ᾿Αβραὰμ καὶ ὁ Θεὸς ᾿Ισαὰκ καὶ ὁ Θεὸς ᾿Ιακώβ;οὐκ ἔστιν ὁ Θεὸς νεκρῶν\, ἀλλὰ ζώντων· ὑμεῖς οὖν πολὺ πλανᾶσθε.\n \n \n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20130220
DTEND;VALUE=DATE:20130221
SUMMARY:Τετάρτη τοῦ Τελώνου καί Φαρισαίου
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 2/20/2013\n\nἍγιοι καὶ ἑορταί: Λέων Ἐπίσκοπος Κατάνης; Ἀγάθων Πάπας Ρώμης; Βησσαρίων ὁ Μέγας\n\nξεροφαγία (αὐστηρή νηστεία)\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πέτρου α' 4:1-11\n\nἈγαπητοί\, Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν σαρκί\, καὶ ὑμεῖς τὴν αὐτὴν ἔννοιαν ὁπλίσασθε· ὅτι ὁ παθὼν ἐν σαρκί\, πέπαυται ἁμαρτίας· εἰς τὸ μηκέτι ἀνθρώπων ἐπιθυμίαις\, ἀλλὰ θελήματι θεοῦ τὸν ἐπίλοιπον ἐν σαρκὶ βιῶσαι χρόνον. Ἀρκετὸς γὰρ ἡμῖν ὁ παρεληλυθὼς χρόνος τοῦ βίου τὸ θέλημα τῶν ἐθνῶν κατεργάσασθαι\, πεπορευμένους ἐν ἀσελγείαις\, ἐπιθυμίαις\, οἰνοφλυγίαις\, κώμοις\, πότοις\, καὶ ἀθεμίτοις εἰδωλολατρείαις· ἐν ᾧ ξενίζονται\, μὴ συντρεχόντων ὑμῶν εἰς τὴν αὐτὴν τῆς ἀσωτίας ἀνάχυσιν\, βλασφημοῦντες· οἳ ἀποδώσουσιν λόγον τῷ ἑτοίμως ἔχοντι κρῖναι ζῶντας καὶ νεκρούς. Εἰς τοῦτο γὰρ καὶ νεκροῖς εὐηγγελίσθη\, ἵνα κριθῶσιν μὲν κατὰ ἀνθρώπους σαρκί\, ζῶσιν δὲ κατὰ θεὸν πνεύματι.\nΠάντων δὲ τὸ τέλος ἤγγικεν· σωφρονήσατε οὖν καὶ νήψατε εἰς τὰς προσευχάς· πρὸ πάντων δὲ τὴν εἰς ἑαυτοὺς ἀγάπην ἐκτενῆ ἔχοντες\, ὅτι ἀγάπη καλύψει πλῆθος ἁμαρτιῶν· φιλόξενοι εἰς ἀλλήλους ἄνευ γογγυσμῶν· ἕκαστος καθὼς ἔλαβεν χάρισμα\, εἰς ἑαυτοὺς αὐτὸ διακονοῦντες\, ὡς καλοὶ οἰκονόμοι ποικίλης χάριτος θεοῦ· εἴ τις λαλεῖ\, ὡς λόγια θεοῦ· εἴ τις διακονεῖ\, ὡς ἐξ ἰσχύος ὡς χορηγεῖ ὁ θεός· ἵνα ἐν πᾶσιν δοξάζηται ὁ θεὸς διὰ Ἰησοῦ Χριστοῦ\, ᾧ ἐστὶν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Μᾶρκον 12.28-37\n\nΤῷ καιρῷ ἐκείνῳ\, προσελθὼν εἷς τῶν γραμματέων\, ἀκούσας αὐτῶν συζητούντων\, ἰδὼν ὅτι καλῶς αὐτοῖς ἀπεκρίθη\, ἐπηρώτησεν αὐτόν· ποία ἐστὶ πρώτη πάντων ἐντολή;ὁ δὲ ᾿Ιησοῦς ἀπεκρίθη αὐτῷ ὅτι πρώτη πάντων ἐντολή· ἄκουε\, ᾿Ισραήλ\, Κύριος ὁ Θεὸς ἡμῶν Κύριος εἷς ἐστι·καὶ ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς διανοίας σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου. αὕτη πρώτη ἐντολή.καὶ δευτέρα ὁμοία\, αὕτη· ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. μείζων τούτων ἄλλη ἐντολὴ οὐκ ἔστι.καὶ εἶπεν αὐτῷ ὁ γραμματεύς· καλῶς\, διδάσκαλε\, ἐπ᾿ ἀληθείας εἶπας ὅτι εἷς ἐστι καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ·καὶ τὸ ἀγαπᾶν αὐτὸν ἐξ ὅλης τῆς καρδίας καὶ ἐξ ὅλης τῆς συνέσεως καὶ ἐξ ὅλης τῆς ψυχῆς καὶ ἐξ ὅλης τῆς ἰσχύος\, καὶ τὸ ἀγαπᾶν τὸν πλησίον ὡς ἑαυτὸν πλεῖόν ἐστι πάντων τῶν ὁλοκαυτωμάτων καὶ θυσιῶν.καὶ ὁ ᾿Ιησοῦς ἰδὼν ὅτι νουνεχῶς ἀπεκρίθη\, εἶπεν αὐτῷ· οὐ μακρὰν εἶ ἀπὸ τῆς βασιλείας τοῦ Θεοῦ· καὶ οὐδεὶς οὐκέτι ἐτόλμα αὐτὸν ἐπερωτῆσαι. Καὶ ἀποκριθεὶς ὁ ᾿Ιησοῦς ἔλεγε διδάσκων ἐν τῷ ἱερῷ· πῶς λέγουσιν οἱ γραμματεῖς ὅτι ὁ Χριστὸς υἱὸς Δαυΐδ ἐστι;αὐτὸς γὰρ Δαυῒδ εἶπεν ἐν Πνεύματι ῾Αγίῳ· λέγει ὁ Κύριος τῷ Κυρίῳ μου\,κάθου ἐκ δεξιῶν μουἕως ἂν θῶ τοὺς ἐχθρούς σουὑποπόδιον τῶν ποδῶν σου. αὐτὸς οὖν Δαυΐδ λέγει αὐτὸν Κύριον· καὶ πόθεν υἱὸς αὐτοῦ ἐστι; καὶ ὁ πολὺς ὄχλος ἤκουεν αὐτοῦ ἡδέως.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20130221
DTEND;VALUE=DATE:20130222
SUMMARY:Πέμπτη τοῦ Τελώνου καί Φαρισαίου
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 2/21/2013\n\nἍγιοι καὶ ἑορταί: Ὅσιος Τιμόθεος; Ἰωάννης Πατριάρχης Κωνσταντινουπόλεως; Εὐστάθιος τῆς Ἀντιόχειας ; Ζαχαρίου πατριάρχου Ιεροσολύμων\n\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πέτρου α' 4:12-19; 5:1-5\n\nἈγαπητοί\, μὴ ξενίζεσθε τῇ ἐν ὑμῖν πυρώσει πρὸς πειρασμὸν ὑμῖν γινομένῃ\, ὡς ξένου ὑμῖν συμβαίνοντος· ἀλλὰ καθὸ κοινωνεῖτε τοῖς τοῦ Χριστοῦ παθήμασιν\, χαίρετε\, ἵνα καὶ ἐν τῇ ἀποκαλύψει τῆς δόξης αὐτοῦ χαρῆτε ἀγαλλιώμενοι. Εἰ ὀνειδίζεσθε ἐν ὀνόματι Χριστοῦ\, μακάριοι· ὅτι τὸ τῆς δόξης καὶ τὸ τοῦ θεοῦ πνεῦμα ἐφʼ ὑμᾶς ἀναπαύεται· κατὰ μὲν αὐτοὺς βλασφημεῖται\, κατὰ δὲ ὑμᾶς δοξάζεται. Μὴ γάρ τις ὑμῶν πασχέτω ὡς φονεύς\, ἢ κλέπτης\, ἢ κακοποιός\, ἢ ὡς ἀλλοτριοεπίσκοπος· εἰ δὲ ὡς Χριστιανός\, μὴ αἰσχυνέσθω\, δοξαζέτω δὲ τὸν θεὸν ἐν τῷ μέρει τούτῳ. Ὅτι ὁ καιρὸς τοῦ ἄρξασθαι τὸ κρίμα ἀπὸ τοῦ οἴκου τοῦ θεοῦ· εἰ δὲ πρῶτον ἀφʼ ἡμῶν\, τί τὸ τέλος τῶν ἀπειθούντων τῷ τοῦ θεοῦ εὐαγγελίῳ; Καὶ εἰ ὁ δίκαιος μόλις σῴζεται\, ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται; Ὥστε καὶ οἱ πάσχοντες κατὰ τὸ θέλημα τοῦ θεοῦ\, ὡς πιστῷ κτίστῃ παρατιθέσθωσαν τὰς ψυχὰς αὐτῶν ἐν ἀγαθοποιΐᾳ. Πρεσβυτέρους τοὺς ἐν ὑμῖν παρακαλῶ ὁ συμπρεσβύτερος καὶ μάρτυς τῶν τοῦ Χριστοῦ παθημάτων\, ὁ καὶ τῆς μελλούσης ἀποκαλύπτεσθαι δόξης κοινωνός· ποιμάνατε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ θεοῦ\, ἐπισκοποῦντες μὴ ἀναγκαστῶς\, ἀλλʼ ἑκουσίως· μηδὲ αἰσχροκερδῶς\, ἀλλὰ προθύμως· μηδὲ ὡς κατακυριεύοντες τῶν κλήρων\, ἀλλὰ τύποι γινόμενοι τοῦ ποιμνίου. Καὶ φανερωθέντος τοῦ ἀρχιποίμενος\, κομιεῖσθε τὸν ἀμαράντινον τῆς δόξης στέφανον. Ὁμοίως\, νεώτεροι\, ὑποτάγητε πρεσβυτέροις· πάντες δὲ ἀλλήλοις ὑποτασσόμενοι\, τὴν ταπεινοφροσύνην ἐγκομβώσασθε· ὅτι ὁ θεὸς ὑπερηφάνοις ἀντιτάσσεται\, ταπεινοῖς δὲ δίδωσιν χάριν.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Μᾶρκον 12.38-44\n\nΕἶπεν ὁ Κύριος· Βλέπετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων ἐν στολαῖς περιπατεῖν καὶ ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖςκαὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις.οἱ κατεσθίοντες τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσευχόμενοι! οὗτοι λήψονται περισσότερον κρῖμα. Καὶ καθίσας ὁ ᾿Ιησοῦς κατέναντι τοῦ γαζοφυλακίου ἐθεώρει πῶς ὁ ὄχλος βάλλει χαλκὸν εἰς τὸ γαζοφυλάκιον.καὶ πολλοὶ πλούσιοι ἔβαλλον πολλά· καὶ ἐλθοῦσα μία χήρα πτωχὴ ἔβαλε λεπτὰ δύο\, ὅ ἐστι κοδράντης.καὶ προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ εἶπεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν ὅτι ἡ χήρα ἡ πτωχὴ αὕτη πλεῖον πάντων ἔβαλε τῶν βαλλόντων εἰς τὸ γαζοφυλάκιον·πάντες γὰρ ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον· αὕτη δὲ ἐκ τῆς ὑστερήσεως αὐτῆς πάντα ὅσα εἶχεν ἔβαλεν\, ὅλον τὸν βίον αὐτῆς.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20130222
DTEND;VALUE=DATE:20130223
SUMMARY:Παρασκευή τοῦ Τελώνου καί Φαρισαίου
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 2/22/2013\n\nἍγιοι καὶ ἑορταί: Μνήμη τῶν λειψάνων Μαρτύρων τῶν ἐν τοῖς Εὐγενίου; Θαλάσσιος καὶ Βαραδάτος; Μαρτύρων Ανθούσης\n\nξεροφαγία (αὐστηρή νηστεία)\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πέτρου β' 1:1-10\n\n Συμεὼν Πέτρος\, δοῦλος καὶ ἀπόστολος Ἰησοῦ Χριστοῦ\, τοῖς ἰσότιμον ἡμῖν λαχοῦσιν πίστιν ἐν δικαιοσύνῃ τοῦ θεοῦ ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ· χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη ἐν ἐπιγνώσει τοῦ θεοῦ\, καὶ Ἰησοῦ τοῦ κυρίου ἡμῶν· Ὡς πάντα ἡμῖν τῆς θείας δυνάμεως αὐτοῦ τὰ πρὸς ζωὴν καὶ εὐσέβειαν δεδωρημένης\, διὰ τῆς ἐπιγνώσεως τοῦ καλέσαντος ἡμᾶς διὰ δόξης καὶ ἀρετῆς· διʼ ὧν τὰ τίμια ἡμῖν καὶ μέγιστα ἐπαγγέλματα δεδώρηται\, ἵνα διὰ τούτων γένησθε θείας κοινωνοὶ φύσεως\, ἀποφυγόντες τῆς ἐν κόσμῳ ἐν ἐπιθυμίᾳ φθορᾶς. Καὶ αὐτὸ τοῦτο δέ\, σπουδὴν πᾶσαν παρεισενέγκαντες\, ἐπιχορηγήσατε ἐν τῇ πίστει ὑμῶν τὴν ἀρετήν\, ἐν δὲ τῇ ἀρετῇ τὴν γνῶσιν\, ἐν δὲ τῇ γνώσει τὴν ἐγκράτειαν\, ἐν δὲ τῇ ἐγκρατείᾳ τὴν ὑπομονήν\, ἐν δὲ τῇ ὑπομονῇ τὴν εὐσέβειαν\, ἐν δὲ τῇ εὐσεβείᾳ τὴν φιλαδελφίαν\, ἐν δὲ τῇ φιλαδελφίᾳ τὴν ἀγάπην. Ταῦτα γὰρ ὑμῖν ὑπάρχοντα καὶ πλεονάζοντα\, οὐκ ἀργοὺς οὐδὲ ἀκάρπους καθίστησιν εἰς τὴν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπίγνωσιν. ᾯ γὰρ μὴ πάρεστιν ταῦτα\, τυφλός ἐστιν\, μυωπάζων\, λήθην λαβὼν τοῦ καθαρισμοῦ τῶν πάλαι αὐτοῦ ἁμαρτιῶν. Διὸ μᾶλλον\, ἀδελφοί\, σπουδάσατε βεβαίαν ὑμῶν τὴν κλῆσιν καὶ ἐκλογὴν ποιεῖσθαι· ταῦτα γὰρ ποιοῦντες οὐ μὴ πταίσητέ ποτε.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Μᾶρκον 13.1-8\n\nΤῷ καιρῷ ἐκείνῳ\, ἐκπορευομένου αὐτοῦ ἐκ τοῦ ἱεροῦ λέγει αὐτῷ εἷς τῶν μαθητῶν αὐτοῦ· διδάσκαλε\, ἴδε ποταποὶ λίθοι καὶ ποταπαὶ οἰκοδομαί. καὶ ὁ ᾿Ιησοῦς ἀποκριθεὶς εἶπεν αὐτῷ· βλέπεις ταύτας τὰς μεγάλας οἰκοδομάς; οὐ μὴ ἀφεθῇ ὧδε λίθος ἐπὶ λίθον ὃς οὐ μὴ καταλυθῇ.\n \nΚαὶ καθημένου αὐτοῦ εἰς τὸ ὄρος τῶν ἐλαιῶν κατέναντι τοῦ ἱεροῦ\, ἐπηρώτων αὐτὸν κατ᾿ ἰδίαν Πέτρος καὶ ᾿Ιάκωβος καὶ ᾿Ιωάννης καὶ ᾿Ανδρέας· εἰπὲ ἡμῖν πότε ταῦτα ἔσται\, καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ πάντα ταῦτα συντελεῖσθαι; ὁ δὲ ᾿Ιησοῦς ἀποκριθεὶς ἤρξατο λέγειν αὐτοῖς· βλέπετε μή τις ὑμᾶς πλανήσῃ. πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες ὅτι ἐγώ εἰμι\, καὶ πολλοὺς πλανήσουσιν. ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκοὰς πολέμων\, μὴ θροεῖσθε· δεῖ γὰρ γενέσθαι\, ἀλλ᾿ οὔπω τὸ τέλος. ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν\, καὶ ἔσονται σεισμοὶ κατὰ τόπους\, καὶ ἔσονται λιμοὶ καὶ ταραχαί. ἀρχαὶ ὠδίνων ταῦτα.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20130223
DTEND;VALUE=DATE:20130224
SUMMARY:Σάββατον τοῦ Τελώνου καί Φαρισαίου
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 2/23/2013\n\nἍγιοι καὶ ἑορταί: Πολύκαρπος Ἱερομάρτυς; Προτέριος Ἀρχιεπίσκοπος Αλεξανδρείας; Γοργονία ἡ δικαία; Δαμιανού\n\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Τιμόθεον β' 2:11-19\n\nΤέκνον Τιμόθεε\, πιστὸς ὁ λόγος· εἰ γὰρ συναπεθάνομεν\, καὶ συζήσομεν· 12 εἰ ὑπομένομεν\, καὶ συμβασιλεύσομεν· εἰ ἀρνούμεθα\, κἀκεῖνος ἀρνήσεται ἡμᾶς· 13 εἰ ἀπιστοῦμεν\, ἐκεῖνος πιστὸς μένει· ἀρνήσασθαι ἑαυτὸν οὐ δύναται.\n 14 Ταῦτα ὑπομίμνησκε\, διαμαρτυρόμενος ἐνώπιον τοῦ κυρίου μὴ λογομαχεῖν εἰς οὐδὲν χρήσιμον\, ἐπὶ καταστροφῇ τῶν ἀκουόντων. 15 Σπούδασον σεαυτὸν δόκιμον παραστῆσαι τῷ θεῷ\, ἐργάτην ἀνεπαίσχυντον\, ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας. 16 Τὰς δὲ βεβήλους κενοφωνίας περιΐστασο· ἐπὶ πλεῖον γὰρ προκόψουσιν ἀσεβείας\, 17 καὶ ὁ λόγος αὐτῶν ὡς γάγγραινα νομὴν ἕξει· ὧν ἐστὶν Ὑμέναιος καὶ Φιλητός· 18 οἵτινες περὶ τὴν ἀλήθειαν ἠστόχησαν\, λέγοντες τὴν ἀνάστασιν ἤδη γεγονέναι\, καὶ ἀνατρέπουσιν τήν τινων πίστιν. 19 Ὁ μέντοι στερεὸς θεμέλιος τοῦ θεοῦ ἕστηκεν\, ἔχων τὴν σφραγῖδα ταύτην\, Ἔγνω κύριος τοὺς ὄντας αὐτοῦ\, καί\, Ἀποστήτω ἀπὸ ἀδικίας πᾶς ὁ ὀνομάζων τὸ ὄνομα κυρίου.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 18.2-8\n\nΕἶπεν ὁ Κύριος τήν παραβολὴν ταύτην· Κριτής τις ἦν ἔν τινι πόλει\, τὸν θεὸν μὴ φοβούμενος\, καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος· χήρα δὲ ἦν ἐν τῇ πόλει ἐκείνῃ\, καὶ ἤρχετο πρὸς αὐτόν\, λέγουσα\, Ἐκδίκησόν με ἀπὸ τοῦ ἀντιδίκου μου. Καὶ οὐκ ἠθέλησεν ἐπὶ χρόνον· μετὰ δὲ ταῦτα εἶπεν ἐν ἑαυτῷ\, Εἰ καὶ τὸν θεὸν οὐ φοβοῦμαι\, καὶ ἄνθρωπον οὐκ ἐντρέπομαι· διά γε τὸ παρέχειν μοι κόπον τὴν χήραν ταύτην\, ἐκδικήσω αὐτήν\, ἵνα μὴ εἰς τέλος ἐρχομένη ὑποπιάζῃ με. Εἶπεν δὲ ὁ κύριος\, Ἀκούσατε τί ὁ κριτὴς τῆς ἀδικίας λέγει. Ὁ δὲ θεὸς οὐ μὴ ποιήσῃ τὴν ἐκδίκησιν τῶν ἐκλεκτῶν αὐτοῦ τῶν βοώντων πρὸς αὐτὸν ἡμέρας καὶ νυκτός\, καὶ μακροθυμῶν ἐπʼ αὐτοῖς; Λέγω ὑμῖν ὅτι ποιήσει τὴν ἐκδίκησιν αὐτῶν ἐν τάχει.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20130224
DTEND;VALUE=DATE:20130225
SUMMARY:ΙΣΤ΄ Λουκᾶ (Τελώνου καί Φαρισαίου)
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 2/24/2013\n\nἍγιοι καὶ ἑορταί: Εὕρεση Τιμίας Κεφαλῆς Ἁγίου Ιωάννου Προδρόμου; Ρωμανός\, πρίγκηπας τοῦ Οὒγλιχ\n\nΗχος πλ. α'\nΕωθ. Ε'\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους β' 4:6-15\n\nἈδελφοί\, ὁ θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι\, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ θεοῦ ἐν προσώπῳ Ἰησοῦ Χριστοῦ. Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν\, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ θεοῦ\, καὶ μὴ ἐξ ἡμῶν· ἐν παντὶ θλιβόμενοι\, ἀλλʼ οὐ στενοχωρούμενοι· ἀπορούμενοι\, ἀλλʼ οὐκ ἐξαπορούμενοι· διωκόμενοι\, ἀλλʼ οὐκ ἐγκαταλειπόμενοι· καταβαλλόμενοι\, ἀλλʼ οὐκ ἀπολλύμενοι· πάντοτε τὴν νέκρωσιν τοῦ κυρίου Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες\, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ. Ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν\, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν. Ὥστε ὁ μὲν θάνατος ἐν ἡμῖν ἐνεργεῖται\, ἡ δὲ ζωὴ ἐν ὑμῖν. Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως\, κατὰ τὸ γεγραμμένον\, Ἐπίστευσα\, διὸ ἐλάλησα\, καὶ ἡμεῖς πιστεύομεν\, διὸ καὶ λαλοῦμεν· εἰδότες ὅτι ὁ ἐγείρας τὸν κύριον Ἰησοῦν καὶ ἡμᾶς διὰ Ἰησοῦ ἐγερεῖ\, καὶ παραστήσει σὺν ὑμῖν. Τὰ γὰρ πάντα διʼ ὑμᾶς\, ἵνα ἡ χάρις πλεονάσασα διὰ τῶν πλειόνων τὴν εὐχαριστίαν περισσεύσῃ εἰς τὴν δόξαν τοῦ θεοῦ.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 18.10-14\n\nΕἶπεν ὁ Κύριος τήν παραβολὴν ταύτην· Ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι\, ὁ εἷς Φαρισαῖος καὶ ὁ ἕτερος τελώνης. ὁ Φαρισαῖος σταθεὶς πρὸς ἑαυτὸν ταῦτα προσηύχετο· ὁ Θεός\, εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων\, ἅρπαγες\, ἄδικοι\, μοιχοί\, ἢ καὶ ὡς οὗτος ὁ τελώνης· νηστεύω δὶς τοῦ σαββάτου\, ἀποδεκατῶ πάντα ὅσα κτῶμαι. καὶ ὁ τελώνης μακρόθεν ἑστὼς οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς εἰς τὸν οὐρανὸν ἐπᾶραι\, ἀλλ᾿ ἔτυπτεν εἰς τὸ στῆθος αὐτοῦ λέγων· ὁ Θεός\, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ. λέγω ὑμῖν\, κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ ἢ γὰρ ἐκεῖνος· ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται\, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20130225
DTEND;VALUE=DATE:20130226
SUMMARY:Δευτέρα τοῦ Ἀσώτου
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 2/25/2013\n\nἍγιοι καὶ ἑορταί: Ταράσιος Πατριάρχης Κωνσταντινουπόλεως; Ρηγῖνος\, Ἐπίσκοπος Σκοπέλου; Ἀλέξανδρος τῆς Θράκης\, Μάρτυς; Οσίου Μαρκέλλου επισκόπου Αιπείας Κύπρου.\n\nΚατάλυσις Πάντων\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πέτρου β' 1:20-21; 2:1-9\n\nἈγαπητοί\, τοῦτο πρῶτον γινώσκοντες\, ὅτι πᾶσα προφητεία γραφῆς ἰδίας ἐπιλύσεως οὐ γίνεται. Οὐ γὰρ θελήματι ἀνθρώπου ἠνέχθη ποτὲ προφητεία\, ἀλλʼ ὑπὸ πνεύματος ἁγίου φερόμενοι ἐλάλησαν ἅγιοι θεοῦ ἄνθρωποι. Ἐγένοντο δὲ καὶ ψευδοπροφῆται ἐν τῷ λαῷ\, ὡς καὶ ἐν ὑμῖν ἔσονται ψευδοδιδάσκαλοι\, οἵτινες παρεισάξουσιν αἱρέσεις ἀπωλείας\, καὶ τὸν ἀγοράσαντα αὐτοὺς δεσπότην ἀρνούμενοι\, ἐπάγοντες ἑαυτοῖς ταχινὴν ἀπώλειαν. Καὶ πολλοὶ ἐξακολουθήσουσιν αὐτῶν ταῖς ἀσελγείαις\, διʼ οὓς ἡ ὁδὸς τῆς ἀληθείας βλασφημηθήσεται. Καὶ ἐν πλεονεξίᾳ πλαστοῖς λόγοις ὑμᾶς ἐμπορεύσονται· οἷς τὸ κρίμα ἔκπαλαι οὐκ ἀργεῖ\, καὶ ἡ ἀπώλεια αὐτῶν οὐ νυστάξει. Εἰ γὰρ ὁ θεὸς ἀγγέλων ἁμαρτησάντων οὐκ ἐφείσατο\, ἀλλὰ σειραῖς ζόφου ταρταρώσας παρέδωκεν εἰς κρίσιν τηρουμένους· καὶ ἀρχαίου κόσμου οὐκ ἐφείσατο\, ἀλλὰ ὄγδοον Νῶε δικαιοσύνης κήρυκα ἐφύλαξεν\, κατακλυσμὸν κόσμῳ ἀσεβῶν ἐπάξας· καὶ πόλεις Σοδόμων καὶ Γομόρρας τεφρώσας καταστροφῇ κατέκρινεν\, ὑπόδειγμα μελλόντων ἀσεβεῖν τεθεικώς· καὶ δίκαιον Λώτ\, καταπονούμενον ὑπὸ τῆς τῶν ἀθέσμων ἐν ἀσελγείᾳ ἀναστροφῆς\, ἐρρύσατο· βλέμματι γὰρ καὶ ἀκοῇ ὁ δίκαιος\, ἐγκατοικῶν ἐν αὐτοῖς\, ἡμέραν ἐξ ἡμέρας ψυχὴν δικαίαν ἀνόμοις ἔργοις ἐβασάνιζεν· οἶδεν κύριος εὐσεβεῖς ἐκ πειρασμοῦ ῥύεσθαι\, ἀδίκους δὲ εἰς ἡμέραν κρίσεως κολαζομένους τηρεῖν·\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Μᾶρκον 13.9-13\n\nΕἶπεν ὁ Κὐριος τοῖς ἑαυτοῦ μαθηταῖς· Βλέπετε δὲ ὑμεῖς ἑαυτούς. παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν δαρήσεσθε\, καὶ ἐπὶ ἡγεμόνων καὶ βασιλέων σταθήσεσθε ἕνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς. καὶ εἰς πάντα τὰ ἔθνη δεῖ πρῶτον κηρυχθῆναι τὸ εὐαγγέλιον. ὅταν δὲ ἀγάγωσιν ὑμᾶς παραδιδόντες\, μὴ προμεριμνᾶτε τί λαλήσητε\, μηδὲ μελετᾶτε\, ἀλλ᾿ ὃ ἐὰν δοθῇ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ\, τοῦτο λαλεῖτε· οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες\, ἀλλὰ τὸ Πνεῦμα τὸ ῞Αγιον. παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον\, καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς. καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος\, οὗτος σωθήσεται.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20130226
DTEND;VALUE=DATE:20130227
SUMMARY:Τρίτη τοῦ Ἀσώτου
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 2/26/2013\n\nἍγιοι καὶ ἑορταί: Πορφύριος\, Ἐπίσκοπος Γάζης; Φωτεινή Μάρτυς; Θεόκλητος Μάρτυς; Ιωάννου του Κάλφα\n\nΚατάλυσις Πάντων\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πέτρου β' 2:9-22\n\nἈγαπητοί\, οἶδεν κύριος εὐσεβεῖς ἐκ πειρασμοῦ ῥύεσθαι\, ἀδίκους δὲ εἰς ἡμέραν κρίσεως κολαζομένους τηρεῖν· μάλιστα δὲ τοὺς ὀπίσω σαρκὸς ἐν ἐπιθυμίᾳ μιασμοῦ πορευομένους\, καὶ κυριότητος καταφρονοῦντας. Τολμηταί\, αὐθάδεις\, δόξας οὐ τρέμουσιν βλασφημοῦντες· ὅπου ἄγγελοι\, ἰσχύϊ καὶ δυνάμει μείζονες ὄντες\, οὐ φέρουσιν κατʼ αὐτῶν παρὰ κυρίῳ βλάσφημον κρίσιν. Οὗτοι δέ\, ὡς ἄλογα ζῷα φυσικὰ γεγενημένα εἰς ἅλωσιν καὶ φθοράν\, ἐν οἷς ἀγνοοῦσιν βλασφημοῦντες\, ἐν τῇ φθορᾷ αὐτῶν καταφθαρήσονται\, κομιούμενοι μισθὸν ἀδικίας\, ἡδονὴν ἡγούμενοι τὴν ἐν ἡμέρᾳ τρυφήν\, σπίλοι καὶ μῶμοι\, ἐντρυφῶντες ἐν ταῖς ἀπάταις αὐτῶν συνευωχούμενοι ὑμῖν\, ὀφθαλμοὺς ἔχοντες μεστοὺς μοιχαλίδος καὶ ἀκαταπαύστους ἁμαρτίας\, δελεάζοντες ψυχὰς ἀστηρίκτους\, καρδίαν γεγυμνασμένην πλεονεξίας ἔχοντες\, κατάρας τέκνα· καταλιπόντες εὐθεῖαν ὁδὸν ἐπλανήθησαν\, ἐξακολουθήσαντες τῇ ὁδῷ τοῦ Βαλαὰμ τοῦ Βοσόρ\, ὃς μισθὸν ἀδικίας ἠγάπησεν\, ἔλεγξιν δὲ ἔσχεν ἰδίας παρανομίας· ὑποζύγιον ἄφωνον\, ἐν ἀνθρώπου φωνῇ φθεγξάμενον\, ἐκώλυσεν τὴν τοῦ προφήτου παραφρονίαν. Οὗτοί εἰσιν πηγαὶ ἄνυδροι\, νεφέλαι ὑπὸ λαίλαπος ἐλαυνόμεναι\, οἷς ὁ ζόφος τοῦ σκότους εἰς αἰῶνα τετήρηται. Ὑπέρογκα γὰρ ματαιότητος φθεγγόμενοι\, δελεάζουσιν ἐν ἐπιθυμίαις σαρκός\, ἀσελγείαις\, τοὺς ὄντως ἀποφυγόντας τοὺς ἐν πλάνῃ ἀναστρεφομένους\, ἐλευθερίαν αὐτοῖς ἐπαγγελλόμενοι\, αὐτοὶ δοῦλοι ὑπάρχοντες τῆς φθορᾶς· ᾧ γάρ τις ἥττηται\, τούτῳ καὶ δεδούλωται. Εἰ γὰρ ἀποφυγόντες τὰ μιάσματα τοῦ κόσμου ἐν ἐπιγνώσει τοῦ κυρίου καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ\, τούτοις δὲ πάλιν ἐμπλακέντες ἡττῶνται\, γέγονεν αὐτοῖς τὰ ἔσχατα χείρονα τῶν πρώτων. Κρεῖττον γὰρ ἦν αὐτοῖς μὴ ἐπεγνωκέναι τὴν ὁδὸν τῆς δικαιοσύνης\, ἢ ἐπιγνοῦσιν ἐπιστρέψαι ἐκ τῆς παραδοθείσης αὐτοῖς ἁγίας ἐντολῆς. Συμβέβηκεν δὲ αὐτοῖς τὸ τῆς ἀληθοῦς παροιμίας\, Κύων ἐπιστρέψας ἐπὶ τὸ ἴδιον ἐξέραμα\, καί ὗς λουσαμένη εἰς κύλισμα βορβόρου.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Μᾶρκον 13.14-23\n\nΕἶπεν ὁ Κὐριος τοῖς ἑαυτοῦ μαθηταῖς· ῞Οταν δὲ ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως τὸ ῥηθὲν ὑπὸ Δανιὴλ τοῦ προφήτου ἑστὼς ὅπου οὐ δεῖ - ὁ ἀναγινώσκων νοείτω - τότε οἱ ἐν τῇ ᾿Ιουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη\, ὁ δὲ ἐπὶ τοῦ δώματος μὴ καταβάτω εἰς τὴν οἰκίαν μηδὲ εἰσελθέτω ἆραί τι ἐκ τῆς οἰκίας αὐτοῦ\, καὶ ὁ εἰς τὸν ἀγρὸν ὢν μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω ἆραι τὸ ἱμάτιον αὐτοῦ. οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις. προσεύχεσθε δὲ ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν χειμῶνος. ἔσονται γὰρ αἱ ἡμέραι ἐκεῖναι θλῖψις\, οἵα οὐ γέγονε τοιαύτη ἀπ᾿ ἀρχῆς κτίσεως ἧς ἔκτισεν ὁ Θεὸς ἕως τοῦ νῦν καὶ οὐ μὴ γένηται. καὶ εἰ μὴ ἐκολόβωσε Κύριος τὰς ἡμέρας\, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· ἀλλὰ διὰ τοὺς ἐκλεκτοὺς οὓς ἐξελέξατο ἐκολόβωσε τὰς ἡμέρας. καὶ τότε ἐάν τις ὑμῖν εἴπῃ\, ἰδοὺ ὧδε ὁ Χριστός\, ἰδοὺ ἐκεῖ\, μὴ πιστεύετε. ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται καὶ δώσουσι σημεῖα καὶ τέρατα πρὸς τὸ ἀποπλανᾶν\, εἰ δυνατόν\, καὶ τοὺς ἐκλεκτούς. ὑμεῖς δὲ βλέπετε· ἰδοὺ προείρηκα ὑμῖν ἅπαντα.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20130227
DTEND;VALUE=DATE:20130228
SUMMARY:Τετάρτη τοῦ Ἀσώτου
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 2/27/2013\n\nἍγιοι καὶ ἑορταί: Προκόπιος Ὁμολογητής; Ραφαήλ\, ἐπίσκοπος τοῦ Μπρούκλην; Ὅσιος Στέφανος τῶν Ἀρματίου\n\nΚατάλυσις Πάντων\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πέτρου β' 3:1-18\n\nἈγαπητοί\, ταύτην ἤδη\, ἀγαπητοί\, δευτέραν ὑμῖν γράφω ἐπιστολήν\, ἐν αἷς διεγείρω ὑμῶν ἐν ὑπομνήσει τὴν εἰλικρινῆ διάνοιαν\, μνησθῆναι τῶν προειρημένων ῥημάτων ὑπὸ τῶν ἁγίων προφητῶν\, καὶ τῆς τῶν ἀποστόλων ὑμῶν ἐντολῆς τοῦ κυρίου καὶ σωτῆρος· τοῦτο πρῶτον γινώσκοντες\, ὅτι ἐλεύσονται ἐπʼ ἐσχάτου τῶν ἡμερῶν ἐμπαῖκται\, κατὰ τὰς ἰδίας ἐπιθυμίας αὐτῶν πορευόμενοι\, καὶ λέγοντες\, Ποῦ ἐστὶν ἡ ἐπαγγελία τῆς παρουσίας αὐτοῦ; Ἀφʼ ἧς γὰρ οἱ πατέρες ἐκοιμήθησαν\, πάντα οὕτως διαμένει ἀπʼ ἀρχῆς κτίσεως. Λανθάνει γὰρ αὐτοὺς τοῦτο θέλοντας\, ὅτι οὐρανοὶ ἦσαν ἔκπαλαι\, καὶ γῆ ἐξ ὕδατος καὶ διʼ ὕδατος συνεστῶσα\, τῷ τοῦ θεοῦ λόγῳ\, διʼ ὧν ὁ τότε κόσμος ὕδατι κατακλυσθεὶς ἀπώλετο· οἱ δὲ νῦν οὐρανοὶ καὶ ἡ γῆ τῷ αὐτοῦ λόγῳ τεθησαυρισμένοι εἰσίν\, πυρὶ τηρούμενοι εἰς ἡμέραν κρίσεως καὶ ἀπωλείας τῶν ἀσεβῶν ἀνθρώπων. Ἓν δὲ τοῦτο μὴ λανθανέτω ὑμᾶς\, ἀγαπητοί\, ὅτι μία ἡμέρα παρὰ κυρίῳ ὡς χίλια ἔτη\, καὶ χίλια ἔτη ὡς ἡμέρα μία. Οὐ βραδύνει ὁ κύριος τῆς ἐπαγγελίας\, ὥς τινες βραδυτῆτα ἡγοῦνται· ἀλλὰ μακροθυμεῖ εἰς ἡμᾶς\, μὴ βουλόμενός τινας ἀπολέσθαι\, ἀλλὰ πάντας εἰς μετάνοιαν χωρῆσαι. Ἥξει δὲ ἡ ἡμέρα κυρίου ὡς κλέπτης ἐν νυκτί\, ἐν ᾗ οἱ οὐρανοὶ ῥοιζηδὸν παρελεύσονται\, στοιχεῖα δὲ καυσούμενα λυθήσονται\, καὶ γῆ καὶ τὰ ἐν αὐτῇ ἔργα κατακαήσεται. Τούτων οὖν πάντων λυομένων\, ποταποὺς δεῖ ὑπάρχειν ὑμᾶς ἐν ἁγίαις ἀναστροφαῖς καὶ εὐσεβείαις\, προσδοκῶντας καὶ σπεύδοντας τὴν παρουσίαν τῆς τοῦ θεοῦ ἡμέρας\, διʼ ἣν οὐρανοὶ πυρούμενοι λυθήσονται\, καὶ στοιχεῖα καυσούμενα τήκεται; Καινοὺς δὲ οὐρανοὺς καὶ γῆν καινὴν κατὰ τὸ ἐπάγγελμα αὐτοῦ προσδοκῶμεν\, ἐν οἷς δικαιοσύνη κατοικεῖ. Διό\, ἀγαπητοί\, ταῦτα προσδοκῶντες\, σπουδάσατε ἄσπιλοι καὶ ἀμώμητοι αὐτῷ εὑρεθῆναι ἐν εἰρήνῃ. Καὶ τὴν τοῦ κυρίου ἡμῶν μακροθυμίαν σωτηρίαν ἡγεῖσθε\, καθὼς καὶ ὁ ἀγαπητὸς ἡμῶν ἀδελφὸς Παῦλος κατὰ τὴν αὐτῷ δοθεῖσαν σοφίαν ἔγραψεν ὑμῖν· ὡς καὶ ἐν πάσαις ταῖς ἐπιστολαῖς\, λαλῶν ἐν αὐταῖς περὶ τούτων· ἐν οἷς ἐστιν δυσνόητά τινα\, ἃ οἱ ἀμαθεῖς καὶ ἀστήρικτοι στρεβλοῦσιν\, ὡς καὶ τὰς λοιπὰς γραφάς\, πρὸς τὴν ἰδίαν αὐτῶν ἀπώλειαν. Ὑμεῖς οὖν\, ἀγαπητοί\, προγινώσκοντες φυλάσσεσθε\, ἵνα μή\, τῇ τῶν ἀθέσμων πλάνῃ συναπαχθέντες\, ἐκπέσητε τοῦ ἰδίου στηριγμοῦ. Αὐξάνετε δὲ ἐν χάριτι καὶ γνώσει τοῦ κυρίου ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ. Αὐτῷ ἡ δόξα καὶ νῦν καὶ εἰς ἡμέραν αἰῶνος. Ἀμήν.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Μᾶρκον 13.24-31\n\nΕἶπεν ὁ Κὐριος τοῖς ἑαυτοῦ μαθηταῖς· Ἐν ἐκείναις ταῖς ἡμέραις\, μετὰ τὴν θλῖψιν ἐκείνην ὁ ἥλιος σκοτισθήσεται\, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς\, καὶ οἱ ἀστέρες ἔσονται ἐκ τοῦ οὐρανοῦ πίπτοντες\, καὶ αἱ δυνάμεις αἱ ἐν τοῖς οὐρανοῖς σαλευθήσονται. καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλαις μετὰ δυνάμεως πολλῆς καὶ δόξης. καὶ τότε ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ καὶ ἐπισυνάξει τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων\, ἀπ' ἄκρου τῆς γῆς ἕως ἄκρου τοῦ οὐρανοῦ. ᾿Απὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν. ὅταν αὐτῆς ὁ κλάδος ἤδη γένηται ἁπαλὸς καὶ ἐκφύῃ τὰ φύλλα\, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος ἐστίν· οὕτω καὶ ὑμεῖς\, ὅταν ἴδητε ταῦτα γινόμενα\, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις. ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη μέχρις οὗ πάντα ταῦτα γένηται. ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται\, οἱ δὲ ἐμοὶ λόγοι οὐ μὴ παρελεύσονται.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20130228
DTEND;VALUE=DATE:20130301
SUMMARY:Πέμπτη τοῦ Ἀσώτου
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 2/28/2013\n\nἍγιοι καὶ ἑορταί: Ὅσιος Κασιανὸς Ὁ Ρομαῖος;Βασίλειος Ὁμολογητής; Κυράννα Νεομάρτυς\n\nΚατάλυσις Πάντων\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Ἰωάννου α' 1:8-10;2:1-6\n\nἈδελφοί\, ἐὰν εἴπωμεν ὅτι ἁμαρτίαν οὐκ ἔχομεν\, ἑαυτοὺς πλανῶμεν\, καὶ ἡ ἀλήθεια οὐκ ἔστιν ἐν ἡμῖν. Ἐὰν ὁμολογῶμεν τὰς ἁμαρτίας ἡμῶν\, πιστός ἐστιν καὶ δίκαιος ἵνα ἀφῇ ἡμῖν τὰς ἁμαρτίας\, καὶ καθαρίσῃ ἡμᾶς ἀπὸ πάσης ἀδικίας. Ἐὰν εἴπωμεν ὅτι οὐχ ἡμαρτήκαμεν\, ψεύστην ποιοῦμεν αὐτόν\, καὶ ὁ λόγος αὐτοῦ οὐκ ἔστιν ἐν ἡμῖν. Τεκνία μου\, ταῦτα γράφω ὑμῖν\, ἵνα μὴ ἁμάρτητε. Καὶ ἐάν τις ἁμάρτῃ\, παράκλητον ἔχομεν πρὸς τὸν πατέρα\, Ἰησοῦν Χριστὸν δίκαιον· καὶ αὐτὸς ἱλασμός ἐστιν περὶ τῶν ἁμαρτιῶν ἡμῶν· οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον\, ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου. Καὶ ἐν τούτῳ γινώσκομεν ὅτι ἐγνώκαμεν αὐτόν\, ἐὰν τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν. Ὁ λέγων\, Ἔγνωκα αὐτόν\, καὶ τὰς ἐντολὰς αὐτοῦ μὴ τηρῶν\, ψεύστης ἐστίν\, καὶ ἐν τούτῳ ἡ ἀλήθεια οὐκ ἔστιν· ὃς δʼ ἂν τηρῇ αὐτοῦ τὸν λόγον\, ἀληθῶς ἐν τούτῳ ἡ ἀγάπη τοῦ θεοῦ τετελείωται. Ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ ἐσμέν· ὁ λέγων ἐν αὐτῷ μένειν ὀφείλει\, καθὼς ἐκεῖνος περιεπάτησεν\, καὶ αὐτὸς οὕτως περιπατεῖν.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Μᾶρκον 13.31-37. 14.1\n\nΕἶπεν ὁ Κὐριος τοῖς ἑαυτοῦ μαθηταῖς· Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται\, οἱ δὲ ἐμοὶ λόγοι οὐ μὴ παρελεύσονται. Περὶ δὲ τῆς ἡμέρας ἐκείνης ἢ τῆς ὥρας οὐδεὶς οἶδεν\, οὐδὲ οἱ ἄγγελοι ἐν οὐρανῷ\, οὐδὲ ὁ υἱός\, εἰ μὴ ὁ πατήρ. Βλέπετε\, ἀγρυπνεῖτε καὶ προσεύχεσθε· οὐκ οἴδατε γὰρ πότε ὁ καιρός ἐστιν. ὡς ἄνθρωπος ἀπόδημος\, ἀφεὶς τὴν οἰκίαν αὐτοῦ\, καὶ δοὺς τοῖς δούλοις αὐτοῦ τὴν ἐξουσίαν\, καὶ ἑκάστῳ τὸ ἔργον αὐτοῦ\, καὶ τῷ θυρωρῷ ἐνετείλατο ἵνα γρηγορῇ. γρηγορεῖτε οὖν· οὐκ οἴδατε γὰρ πότε ὁ κύριος τῆς οἰκίας ἔρχεται\, ὀψὲ ἢ μεσονυκτίου ἢ ἀλεκτοροφωνίας ἢ πρωΐ· μὴ ἐλθὼν ἐξαίφνης εὕρῃ ὑμᾶς καθεύδοντας. ἃ δὲ ὑμῖν λέγω\, πᾶσι λέγω· γρηγορεῖτε. Ἦν δὲ τὸ πάσχα καὶ τὰ ἄζυμα μετὰ δύο ἡμέρας. καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς πῶς αὐτὸν ἐν δόλῳ κρατήσαντες ἀποκτείνωσιν.ἔλεγον δὲ μὴ ἐν τῇ ἑορτῇ\, μήποτε θόρυβος ἔσται τοῦ λαοῦ.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20130301
DTEND;VALUE=DATE:20130302
SUMMARY:Παρασκευή τοῦ Ἀσώτου
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 3/1/2013\n\nἍγιοι καὶ ἑορταί: Εὐδοκία Ὁσιομάρτυς; Μάρτυς Ἀντωνίνα\n\nΚατάλυσις Πάντων\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Ἰωάννου α' 2:7-17\n\nἈδελφοί\, οὐκ ἐντολὴν καινὴν γράφω ὑμῖν\, ἀλλʼ ἐντολὴν παλαιάν\, ἣν εἴχετε ἀπʼ ἀρχῆς· ἡ ἐντολὴ ἡ παλαιά ἐστιν ὁ λόγος ὃν ἠκούσατε ἀπʼ ἀρχῆς. Πάλιν ἐντολὴν καινὴν γράφω ὑμῖν\, ὅ ἐστιν ἀληθὲς ἐν αὐτῷ καὶ ἐν ὑμῖν· ὅτι ἡ σκοτία παράγεται\, καὶ τὸ φῶς τὸ ἀληθινὸν ἤδη φαίνει. Ὁ λέγων ἐν τῷ φωτὶ εἶναι καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῶν\, ἐν τῇ σκοτίᾳ ἐστὶν ἕως ἄρτι. Ὁ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ ἐν τῷ φωτὶ μένει\, καὶ σκάνδαλον ἐν αὐτῷ οὐκ ἔστιν. Ὁ δὲ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἐν τῇ σκοτίᾳ ἐστίν\, καὶ ἐν τῇ σκοτίᾳ περιπατεῖ\, καὶ οὐκ οἶδεν ποῦ ὑπάγει\, ὅτι ἡ σκοτία ἐτύφλωσεν τοὺς ὀφθαλμοὺς αὐτοῦ. Γράφω ὑμῖν\, τεκνία\, ὅτι ἀφέωνται ὑμῖν αἱ ἁμαρτίαι διὰ τὸ ὄνομα αὐτοῦ. Γράφω ὑμῖν\, πατέρες\, ὅτι ἐγνώκατε τὸν ἀπʼ ἀρχῆς. Γράφω ὑμῖν\, νεανίσκοι\, ὅτι νενικήκατε τὸν πονηρόν. Γράφω ὑμῖν\, παιδία\, ὅτι ἐγνώκατε τὸν πατέρα. Ἔγραψα ὑμῖν\, πατέρες\, ὅτι ἐγνώκατε τὸν ἀπʼ ἀρχῆς. Ἔγραψα ὑμῖν\, νεανίσκοι\, ὅτι ἰσχυροί ἐστε\, καὶ ὁ λόγος τοῦ θεοῦ ἐν ὑμῖν μένει\, καὶ νενικήκατε τὸν πονηρόν. Μὴ ἀγαπᾶτε τὸν κόσμον\, μηδὲ τὰ ἐν τῷ κόσμῳ. Ἐάν τις ἀγαπᾷ τὸν κόσμον\, οὐκ ἔστιν ἡ ἀγάπη τοῦ πατρὸς ἐν αὐτῷ. Ὅτι πᾶν τὸ ἐν τῷ κόσμῳ\, ἡ ἐπιθυμία τῆς σαρκός\, καὶ ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν\, καὶ ἡ ἀλαζονεία τοῦ βίου\, οὐκ ἔστιν ἐκ τοῦ πατρός\, ἀλλʼ ἐκ τοῦ κόσμου ἐστίν. Καὶ ὁ κόσμος παράγεται\, καὶ ἡ ἐπιθυμία αὐτοῦ· ὁ δὲ ποιῶν τὸ θέλημα τοῦ θεοῦ μένει εἰς τὸν αἰῶνα.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Μᾶρκον 14.3-9\n\nΤῷ καιρῷ ἐκείνῳ\, ὄντος αὐτοῦ ἐν Βηθανίᾳ ἐν τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ\, κατακειμένου αὐτοῦ ἦλθε γυνὴ ἔχουσα ἀλάβαστρον μύρου νάρδου πιστικῆς πολυτελοῦς\, καὶ συντρίψασα τὸ ἀλάβαστρον κατέχεεν αὐτοῦ κατὰ τῆς κεφαλῆς.ἦσαν δέ τινες ἀγανακτοῦντες πρὸς ἑαυτοὺς λέγοντες· εἰς τί ἡ ἀπώλεια αὕτη τοῦ μύρου γέγονεν;ἠδύνατο γὰρ τοῦτο τὸ μύρον πραθῆναι ἐπάνω τριακοσίων δηναρίων καὶ δοθῆναι τοῖς πτωχοῖς· καὶ ἐνεβριμῶντο αὐτῇ.ὁ δὲ ᾿Ιησοῦς εἶπεν· ἄφετε αὐτήν· τί αὐτῇ κόπους παρέχετε; καλὸν ἔργον εἰργάσατο ἐν ἐμοί.πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθ᾿ ἑαυτῶν\, καὶ ὅταν θέλητε δύνασθε αὐτοὺς εὖ ποιῆσαι· ἐμὲ δὲ οὐ πάντοτε ἔχετε.ὃ ἔσχεν αὕτη ἐποίησε· προέλαβε μυρίσαι μου τὸ σῶμα εἰς τὸν ἐνταφιασμόν.ἀμὴν λέγω ὑμῖν\, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο εἰς ὅλον τὸν κόσμον\, καὶ ὃ ἐποίησεν αὕτη λαληθήσεται εἰς μνημόσυνον αὐτῆς.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20130302
DTEND;VALUE=DATE:20130303
SUMMARY:Σάββατον τοῦ Ἀσώτου
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 3/2/2013\n\nἍγιοι καὶ ἑορταί: Ἡσύχιος ὁ Συγκλητικός; Νικόλαος Πλανᾶς; Ἀνδρόνικος καί Ἀθανασία\, Μάρτυρες; Θεοδότου επισκόπου Κυρήνειας της Κύπρου \n\nΚατάλυσις Πάντων\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Τιμόθεον α' 6:11-16\n\nΤέκνον Τιμόθεε\, δίωκε δικαιοσύνην\, εὐσέβειαν\, πίστιν\, ἀγάπην\, ὑπομονήν\, πρᾳότητα. Ἀγωνίζου τὸν καλὸν ἀγῶνα τῆς πίστεως\, ἐπιλαβοῦ τῆς αἰωνίου ζωῆς\, εἰς ἣν ἐκλήθης\, καὶ ὡμολόγησας τὴν καλὴν ὁμολογίαν ἐνώπιον πολλῶν μαρτύρων. Παραγγέλλω σοι ἐνώπιον τοῦ θεοῦ τοῦ ζωοποιοῦντος τὰ πάντα\, καὶ Χριστοῦ Ἰησοῦ τοῦ μαρτυρήσαντος ἐπὶ Ποντίου Πιλάτου τὴν καλὴν ὁμολογίαν\, τηρῆσαί σε τὴν ἐντολὴν ἄσπιλον\, ἀνεπίληπτον\, μέχρι τῆς ἐπιφανείας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ\, ἣν καιροῖς ἰδίοις δείξει ὁ μακάριος καὶ μόνος δυνάστης\, ὁ βασιλεὺς τῶν βασιλευόντων\, καὶ κύριος τῶν κυριευόντων\, ὁ μόνος ἔχων ἀθανασίαν\, φῶς οἰκῶν ἀπρόσιτον\, ὃν εἶδεν οὐδεὶς ἀνθρώπων\, οὐδὲ ἰδεῖν δύναται· ᾧ τιμὴ καὶ κράτος αἰώνιον. Ἀμήν.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 20.46-47\, 21.1\n\nΕἶπεν ὁ Κὐριος τοῖς ἑαυτοῦ μαθηταῖς· Προσέχετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων περιπατεῖν ἐν στολαῖς καὶ φιλούντων ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις\,οἳ κατεσθίουσι τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσεύχονται· οὗτοι λήψονται περισσότερον κρῖμα. Ἀναβλέψας δὲ εἶδε τοὺς βάλλοντας τὰ δῶρα αὐτῶν εἰς τὸ γαζοφυλάκιον πλουσίους· εἶδε δέ τινα χήραν πενιχρὰν βάλλουσαν ἐκεῖ δύο λεπτά\, καὶ εἶπεν· ἀληθῶς λέγω ὑμῖν ὅτι ἡ χήρα ἡ πτωχὴ αὕτη πλεῖον πάντων ἔβαλεν· ἅπαντες γὰρ οὗτοι ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον εἰς τὰ δῶρα τοῦ Θεοῦ\, αὕτη δὲ ἐκ τοῦ ὑστερήματος αὐτῆς ἅπαντα τὸν βίον ὃν εἶχεν ἔβαλε.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20130303
DTEND;VALUE=DATE:20130304
SUMMARY:ΙΖ΄ Λουκᾶ (τοῦ Ασώτου)
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 3/3/2013\n\nἍγιοι καὶ ἑορταί: Εὐτρόπιος\, Κλεόνικος καὶ Βασιλίσκος; Θεοδώρητος Ἀντιοχείας\n\nΗχος πλ. β'\nΕωθ. ΣΤ'\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους α' 6:12-20\n\nἈδελφοί\, πάντα μοι ἔξεστιν\, ἀλλʼ οὐ πάντα συμφέρει· πάντα μοι ἔξεστιν\, ἀλλʼ οὐκ ἐγὼ ἐξουσιασθήσομαι ὑπό τινος. Τὰ βρώματα τῇ κοιλίᾳ\, καὶ ἡ κοιλία τοῖς βρώμασιν· ὁ δὲ θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει. Τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ\, ἀλλὰ τῷ κυρίῳ\, καὶ ὁ κύριος τῷ σώματι· ὁ δὲ θεὸς καὶ τὸν κύριον ἤγειρεν καὶ ἡμᾶς ἐξεγερεῖ διὰ τῆς δυνάμεως αὐτοῦ. Οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν; Ἄρας οὖν τὰ μέλη τοῦ Χριστοῦ ποιήσω πόρνης μέλη; Μὴ γένοιτο. Οὐκ οἴδατε ὅτι ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστιν; Ἔσονται γάρ\, φησίν\, οἱ δύο εἰς σάρκα μίαν. Ὁ δὲ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστιν. Φεύγετε τὴν πορνείαν. Πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος ἐκτὸς τοῦ σώματός ἐστιν· ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει. Ἢ οὐκ οἴδατε ὅτι τὸ σῶμα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου πνεύματός ἐστιν\, οὗ ἔχετε ἀπὸ θεοῦ; Καὶ οὐκ ἐστὲ ἑαυτῶν\, ἠγοράσθητε γὰρ τιμῆς· δοξάσατε δὴ τὸν θεὸν ἐν τῷ σώματι ὑμῶν\, καὶ ἐν τῷ πνεύματι ὑμῶν\, ἅτινά ἐστιν τοῦ θεοῦ.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 15.11-32\n\nΕἶπεν ὁ Κύριος τήν παραβολὴν ταύτην· Ἄνθρωπός τις εἶχε δύο υἱούς. καὶ εἶπεν ὁ νεώτερος αὐτῶν τῷ πατρί· πάτερ\, δός μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας. καὶ διεῖλεν αὐτοῖς τὸν βίον. καὶ μετ᾿ οὐ πολλὰς ἡμέρας συναγαγὼν ἅπαντα ὁ νεώτερος υἱὸς ἀπεδήμησεν εἰς χώραν μακράν\, καὶ ἐκεῖ διεσκόρπισε τὴν οὐσίαν αὐτοῦ ζῶν ἀσώτως. δαπανήσαντος δὲ αὐτοῦ πάντα ἐγένετο λιμὸς ἰσχυρὸς κατὰ τὴν χώραν ἐκείνην\, καὶ αὐτὸς ἤρξατο ὑστερεῖσθαι. καὶ πορευθεὶς ἐκολλήθη ἑνὶ τῶν πολιτῶν τῆς χώρας ἐκείνης\, καὶ ἔπεμψεν αὐτὸν εἰς τοὺς ἀγροὺς αὐτοῦ βόσκειν χοίρους. καὶ ἐπεθύμει γεμίσαι τὴν κοιλίαν αὐτοῦ ἀπὸ τῶν κερατίων ὧν ἤσθιον οἱ χοῖροι\, καὶ οὐδεὶς ἐδίδου αὐτῷ. εἰς ἑαυτὸν δὲ ἐλθὼν εἶπε· πόσοι μίσθιοι τοῦ πατρός μου περισσεύουσιν ἄρτων\, ἐγὼ δὲ λιμῷ ἀπόλλυμαι!ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου καὶ ἐρῶ αὐτῷ· πάτερ\, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου. οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου· ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. καὶ ἀναστὰς ἦλθε πρὸς τὸν πατέρα αὐτοῦ. ἔτι δὲ αὐτοῦ μακρὰν ἀπέχοντος εἶδεν αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἐσπλαγχνίσθη\, καὶ δραμὼν ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ κατεφίλησεν αὐτόν.εἶπε δὲ αὐτῷ ὁ υἱός· πάτερ\, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου\, καὶ οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου. εἶπε δὲ ὁ πατὴρ πρὸς τοὺς δούλους αὐτοῦ· ἐξενέγκατε τὴν στολὴν τὴν πρώτην καὶ ἐνδύσατε αὐτόν\, καὶ δότε δακτύλιον εἰς τὴν χεῖρα αὐτοῦ καὶ ὑποδήματα εἰς τοὺς πόδας\, καὶ ἐνέγκαντες τὸν μόσχον τὸν σιτευτὸν θύσατε\, καὶ φαγόντες εὐφρανθῶμεν\, ὅτι οὗτος ὁ υἱός μου νεκρὸς ἦν καὶ ἀνέζησε\, καὶ ἀπολωλὼς ἦν καὶ εὑρέθη. καὶ ἤρξαντο εὐφραίνεσθαι. ῏Ην δὲ ὁ υἱὸς αὐτοῦ ὁ πρεσβύτερος ἐν ἀγρῷ· καὶ ὡς ἐρχόμενος ἤγγισε τῇ οἰκίᾳ\, ἤκουσε συμφωνίας καὶ χορῶν\, καὶ προσκαλεσάμενος ἕνα τῶν παίδων ἐπυνθάνετο τί εἴη ταῦτα. ὁ δὲ εἶπεν αὐτῷ ὅτι ὁ ἀδελφός σου ἥκει καὶ ἔθυσεν ὁ πατήρ σου τὸν μόσχον τὸν σιτευτόν\, ὅτι ὑγιαίνοντα αὐτὸν ἀπέλαβεν. ὠργίσθη δὲ καὶ οὐκ ἤθελεν εἰσελθεῖν. ὁ οὖν πατὴρ αὐτοῦ ἐξελθὼν παρεκάλει αὐτόν. ὁ δὲ ἀποκριθεὶς εἶπε τῷ πατρί· ἰδοὺ τοσαῦτα ἔτη δουλεύω σοι καὶ οὐδέποτε ἐντολήν σου παρῆλθον\, καὶ ἐμοὶ οὐδέποτε ἔδωκας ἔριφον ἵνα μετὰ τῶν φίλων μου εὐφρανθῶ· ὅτε δὲ ὁ υἱός σου οὗτος\, ὁ καταφαγών σου τὸν βίον μετὰ πορνῶν\, ἦλθεν\, ἔθυσας αὐτῷ τὸν μόσχον τὸν σιτευτόν. ὁ δὲ εἶπεν αὐτῷ· τέκνον\, σὺ πάντοτε μετ᾿ ἐμοῦ εἶ\, καὶ πάντα τὰ ἐμὰ σά ἐστιν· εὐφρανθῆναι δὲ καὶ χαρῆναι ἔδει\, ὅτι ὁ ἀδελφός σου οὗτος νεκρὸς ἦν καὶ ἀνέζησε\, καὶ ἀπολωλὼς ἦν καὶ εὑρέθη.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20130304
DTEND;VALUE=DATE:20130305
SUMMARY:Δευτέρα τῆς Ἀποκρέω
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 3/4/2013\n\nἍγιοι καὶ ἑορταί: Γεράσιμος ὁ Ιορδανίτης; Παῦλος καί Ἰουλιανή; Δανιήλ\, πρίγκηπας τῆς Μόσχας\n\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Ἰωάννου α' 2:18-29;3:1-8\n\nἈδελφοί\, ἐσχάτη ὥρα ἐστίν· καὶ καθὼς ἠκούσατε ὅτι ὁ ἀντίχριστος ἔρχεται\, καὶ νῦν ἀντίχριστοι πολλοὶ γεγόνασιν· ὅθεν γινώσκομεν ὅτι ἐσχάτη ὥρα ἐστίν. Ἐξ ἡμῶν ἐξῆλθον\, ἀλλʼ οὐκ ἦσαν ἐξ ἡμῶν· εἰ γὰρ ἦσαν ἐξ ἡμῶν\, μεμενήκεισαν ἂν μεθʼ ἡμῶν· ἀλλʼ ἵνα φανερωθῶσιν ὅτι οὐκ εἰσὶν πάντες ἐξ ἡμῶν. Καὶ ὑμεῖς χρῖσμα ἔχετε ἀπὸ τοῦ ἁγίου\, καὶ οἴδατε πάντα. Οὐκ ἔγραψα ὑμῖν\, ὅτι οὐκ οἴδατε τὴν ἀλήθειαν\, ἀλλʼ ὅτι οἴδατε αὐτήν\, καὶ ὅτι πᾶν ψεῦδος ἐκ τῆς ἀληθείας οὐκ ἔστιν. Τίς ἐστιν ὁ ψεύστης\, εἰ μὴ ὁ ἀρνούμενος ὅτι Ἰησοῦς οὐκ ἔστιν ὁ Χριστός; Οὗτός ἐστιν ὁ ἀντίχριστος\, ὁ ἀρνούμενος τὸν πατέρα καὶ τὸν υἱόν. Πᾶς ὁ ἀρνούμενος τὸν υἱὸν οὐδὲ τὸν πατέρα ἔχει. Ὑμεῖς οὐν ὃ ἠκούσατε ἀπʼ ἀρχῆς\, ἐν ὑμῖν μενέτω. Ἐὰν ἐν ὑμῖν μείνῃ ὃ ἀπʼ ἀρχῆς ἠκούσατε\, καὶ ὑμεῖς ἐν τῷ υἱῷ καὶ ἐν τῷ πατρὶ μενεῖτε. Καὶ αὕτη ἐστὶν ἡ ἐπαγγελία ἣν αὐτὸς ἐπηγγείλατο ἡμῖν\, τὴν ζωὴν τὴν αἰώνιον. Ταῦτα ἔγραψα ὑμῖν περὶ τῶν πλανώντων ὑμᾶς. Καὶ ὑμεῖς\, τὸ χρίσμα ὃ ἐλάβετε ἀπʼ αὐτοῦ ἐν ὑμῖν μένει\, καὶ οὐ χρείαν ἔχετε ἵνα τις διδάσκῃ ὑμᾶς· ἀλλʼ ὡς τὸ αὐτὸ χρίσμα διδάσκει ὑμᾶς περὶ πάντων\, καὶ ἀληθές ἐστιν\, καὶ οὐκ ἔστιν ψεῦδος\, καὶ καθὼς ἐδίδαξεν ὑμᾶς\, μενεῖτε ἐν αὐτῷ. Καὶ νῦν\, τεκνία\, μένετε ἐν αὐτῷ· ἵνα ὅταν φανερωθῇ\, ἔχῶμεν παρρησίαν\, καὶ μὴ αἰσχυνθῶμεν ἀπʼ αὐτοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ. Ἐὰν εἰδῆτε ὅτι δίκαιός ἐστιν\, γινώσκετε ὅτι πᾶς ὁ ποιῶν τὴν δικαιοσύνην ἐξ αὐτοῦ γεγέννηται. Ἴδετε ποταπὴν ἀγάπην δέδωκεν ἡμῖν ὁ πατήρ\, ἵνα τέκνα θεοῦ κληθῶμεν. Διὰ τοῦτο ὁ κόσμος οὐ γινώσκει ὑμᾶς\, ὅτι οὐκ ἔγνω αὐτόν. Ἀγαπητοί\, νῦν τέκνα θεοῦ ἐσμέν\, καὶ οὔπω ἐφανερώθη τί ἐσόμεθα· οἴδαμεν δὲ ὅτι ἐὰν φανερωθῇ\, ὅμοιοι αὐτῷ ἐσόμεθα\, ὅτι ὀψόμεθα αὐτὸν καθώς ἐστιν. Καὶ πᾶς ὁ ἔχων τὴν ἐλπίδα ταύτην ἐπʼ αὐτῷ ἁγνίζει ἑαυτόν\, καθὼς ἐκεῖνος ἁγνός ἐστιν. Πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν\, καὶ τὴν ἀνομίαν ποιεῖ· καὶ ἡ ἁμαρτία ἐστὶν ἡ ἀνομία. Καὶ οἴδατε ὅτι ἐκεῖνος ἐφανερώθη\, ἵνα τὰς ἁμαρτίας ἡμῶν ἄρῃ· καὶ ἁμαρτία ἐν αὐτῷ οὐκ ἔστιν. Πᾶς ὁ ἐν αὐτῷ μένων οὐχ ἁμαρτάνει· πᾶς ὁ ἁμαρτάνων οὐχ ἑώρακεν αὐτόν\, οὐδὲ ἔγνωκεν αὐτόν. Τεκνία\, μηδεὶς πλανάτω ὑμᾶς· ὁ ποιῶν τὴν δικαιοσύνην δίκαιός ἐστιν\, καθὼς ἐκεῖνος δίκαιός ἐστιν· ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου ἐστίν\, ὅτι ἀπʼ ἀρχῆς ὁ διάβολος ἁμαρτάνει. Εἰς τοῦτο ἐφανερώθη ὁ υἱὸς τοῦ θεοῦ\, ἵνα λύσῃ τὰ ἔργα τοῦ διαβόλου.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Μᾶρκον 11.1-11\n\nΤῷ καιρῷ ἐκείνῳ\, ἤγγιζεν ὁ Ἰησοῦς εἰς ῾Ιερουσαλὴμ εἰς Βηθσφαγῆ καὶ Βηθανίαν πρὸς τὸ ὄρος τῶν ἐλαιῶν\, ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦκαὶ λέγει αὐτοῖς· ὑπάγετε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν\, καὶ εὐθέως εἰσπορευόμενοι εἰς αὐτὴν εὑρήσετε πῶλον δεδεμένον\, ἐφ᾿ ὃν οὐδεὶς ἀνθρώπων κεκάθικε· λύσαντες αὐτὸν ἀγάγετε.καὶ ἐάν τις ὑμῖν εἴπῃ· τί ποιεῖτε τοῦτο; εἴπατε ὅτι ὁ Κύριος αὐτοῦ χρείαν ἔχει\, καὶ εὐθέως αὐτὸν ἀποστέλλει πάλιν ὧδε.ἀπῆλθον δὲ καὶ εὗρον τὸν πῶλον δεδεμένον πρὸς τὴν θύραν ἔξω ἐπὶ τοῦ ἀμφόδου\, καὶ λύουσιν αὐτόν.καί τινες τῶν ἐκεῖ ἑστηκότων ἔλεγον αὐτοῖς· τί ποιεῖτε λύοντες τὸν πῶλον;οἱ δὲ εἶπον αὐτοῖς καθὼς ἐνετείλατο ὁ ᾿Ιησοῦς\, καὶ ἀφῆκαν αὐτούς.καὶ ἤγαγον τὸν πῶλον πρὸς τὸν ᾿Ιησοῦν καὶ ἐπέβαλον αὐτῷ τὰ ἱμάτια αὐτῶν\, καὶ ἐκάθισεν ἐπ᾿ αὐτῷ.πολλοὶ δὲ τὰ ἱμάτια αὐτῶν ἔστρωσαν εἰς τὴν ὁδόν\, ἄλλοι δὲ στοιβάδας ἔκοπτον ἐκ τῶν δένδρων καὶ ἐστρώννυον εἰς τὴν ὁδόν.καὶ οἱ προάγοντες καὶ οἱ ἀκολουθοῦντες ἔκραζον λέγοντες· ὡσαννά\,εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. εὐλογημένη ἡ ἐρχομένη βασιλεία ἐν ὀνόματι Κυρίου τοῦ πατρός ἡμῶν Δαυΐδ· ὡσαννὰ ἐν τοῖς ὑψίστοις. Καὶ εἰσῆλθεν εἰς ῾Ιεροσόλυμα ὁ ᾿Ιησοῦς καὶ εἰς τὸ ἱερόν· καὶ περιβλεψάμενος πάντα\, ὀψίας ἤδη οὔσης τῆς ὥρας\, ἐξῆλθεν εἰς Βηθανίαν μετὰ τῶν δώδεκα.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20130305
DTEND;VALUE=DATE:20130306
SUMMARY:Τρίτη τῆς Ἀποκρέω
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 3/5/2013\n\nἍγιοι καὶ ἑορταί: Κόνων Ὁσιομάρτυς; Μάρκος ὁ Ἀσκητής; Πατήρ Μᾶρκος τῆς Ἀθήνας; Νεομαρτύρων Ιωάννου του Βουλγάρου; Μάρκος ὁ Ἀσκητής\n\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Ἰωάννου α' 3:9-22\n\nἈδελφοί\, πᾶς ὁ γεγεννημένος ἐκ τοῦ θεοῦ ἁμαρτίαν οὐ ποιεῖ\, ὅτι σπέρμα αὐτοῦ ἐν αὐτῷ μένει· καὶ οὐ δύναται ἁμαρτάνειν\, ὅτι ἐκ τοῦ θεοῦ γεγέννηται. Ἐν τούτῳ φανερά ἐστιν τὰ τέκνα τοῦ θεοῦ καὶ τὰ τέκνα τοῦ διαβόλου· πᾶς ὁ μὴ ποιῶν δικαιοσύνην οὐκ ἔστιν ἐκ τοῦ θεοῦ\, καὶ ὁ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ. Ὅτι αὕτη ἐστὶν ἡ ἀγγελία ἣν ἠκούσατε ἀπʼ ἀρχῆς\, ἵνα ἀγαπῶμεν ἀλλήλους· οὐ καθὼς Κάϊν ἐκ τοῦ πονηροῦ ἦν\, καὶ ἔσφαξεν τὸν ἀδελφὸν αὐτοῦ. Καὶ χάριν τίνος ἔσφαξεν αὐτόν; Ὅτι τὰ ἔργα αὐτοῦ πονηρὰ ἦν\, τὰ δὲ τοῦ ἀδελφοῦ αὐτοῦ δίκαια. Μὴ θαυμάζετε\, ἀδελφοί μου\, εἰ μισεῖ ὑμᾶς ὁ κόσμος· ἡμεῖς οἴδαμεν ὅτι μεταβεβήκαμεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν\, ὅτι ἀγαπῶμεν τοὺς ἀδελφούς. Ὁ μὴ ἀγαπῶν τὸν ἀδελφόν\, μένει ἐν τῷ θανάτῳ. Πᾶς ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἀνθρωποκτόνος ἐστίν· καὶ οἴδατε ὅτι πᾶς ἀνθρωποκτόνος οὐκ ἔχει ζωὴν αἰώνιον ἐν ἑαυτῷ μένουσαν. Ἐν τούτῳ ἐγνώκαμεν τὴν ἀγάπην\, ὅτι ἐκεῖνος ὑπὲρ ἡμῶν τὴν ψυχὴν αὐτοῦ ἔθηκεν· καὶ ἡμεῖς ὀφείλομεν ὑπὲρ τῶν ἀδελφῶν τὰς ψυχὰς τιθέναι. Ὃς δʼ ἂν ἔχῃ τὸν βίον τοῦ κόσμου\, καὶ θεωρῇ τὸν ἀδελφὸν αὐτοῦ χρείαν ἔχοντα\, καὶ κλείσῃ τὰ σπλάγχνα αὐτοῦ ἀπʼ αὐτοῦ\, πῶς ἡ ἀγάπη τοῦ θεοῦ μένει ἐν αὐτῷ; Τεκνία μου\, μὴ ἀγαπῶμεν λόγῳ μηδὲ τῇ γλώσσῃ\, ἀλλʼ ἐν ἔργῳ καὶ ἀληθείᾳ. Καὶ ἐν τούτῳ γινώσκομεν ὅτι ἐκ τῆς ἀληθείας ἐσμέν\, καὶ ἔμπροσθεν αὐτοῦ πείσομεν τὰς καρδίας ἡμῶν\, ὅτι ἐὰν καταγινώσκῃ ἡμῶν ἡ καρδία\, ὅτι μείζων ἐστὶν ὁ θεὸς τῆς καρδίας ἡμῶν\, καὶ γινώσκει πάντα. Ἀγαπητοί\, ἐὰν ἡ καρδία ἡμῶν μὴ καταγινώσκῃ ἡμῶν\, παρρησίαν ἔχομεν πρὸς τὸν θεόν\, καὶ ὃ ἐὰν αἰτῶμεν\, λαμβάνομεν παρʼ αὐτοῦ\, ὅτι τὰς ἐντολὰς αὐτοῦ τηροῦμεν\, καὶ τὰ ἀρεστὰ ἐνώπιον αὐτοῦ ποιοῦμεν.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Μᾶρκον 14.10-42\n\nΤῷ καιρῷ ἐκείνῳ\, ᾿Ιούδας ὁ ᾿Ισκαριώτης\, εἷς τῶν δώδεκα\, ἀπῆλθε πρὸς τοὺς ἀρχιερεῖς ἵνα παραδῷ αὐτὸν αὐτοῖς.οἱ δὲ ἀκούσαντες ἐχάρησαν\, καὶ ἐπηγγείλαντο αὐτῷ ἀργύρια δοῦναι· καὶ ἐζήτει πῶς εὐκαίρως αὐτὸν παραδῷ. Καὶ τῇ πρώτῃ ἡμέρᾳ τῶν ἀζύμων\, ὅτε τὸ πάσχα ἔθυον\, λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· ποῦ θέλεις ἀπελθόντες ἑτοιμάσωμεν ἵνα φάγῃς τὸ πάσχα;καὶ ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ καὶ λέγει αὐτοῖς· ὑπάγετε εἰς τὴν πόλιν\, καὶ ἀπαντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ\,καὶ ὅπου ἐὰν εἰσέλθῃ\, εἴπατε τῷ οἰκοδεσπότῃ ὅτι ὁ διδάσκαλος λέγει· ποῦ ἐστι τὸ κατάλυμά μου ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω;καὶ αὐτὸς ὑμῖν δείξει ἀνώγαιον μέγα ἐστρωμένον ἕτοιμον· ἐκεῖ ἑτοιμάσατε ἡμῖν.καὶ ἐξῆλθον οἱ μαθηταὶ αὐτοῦ καὶ ἦλθον εἰς τὴν πόλιν\, καὶ εὗρον καθὼς εἶπεν αὐτοῖς\, καὶ ἡτοίμασαν τὸ πάσχα.Καὶ ὀψίας γενομένης ἔρχεται μετὰ τῶν δώδεκα·καὶ ἀνακειμένων αὐτῶν καὶ ἐσθιόντων εἶπεν ὁ ᾿Ιησοῦς· ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με\, ὁ ἐσθίων μετ᾿ ἐμοῦ.οἱ δὲ ἤρξαντο λυπεῖσθαι καὶ λέγειν αὐτῷ εἷς καθ᾿ εἷς· μήτι ἐγώ; καὶ ἄλλος· μήτι ἐγώ;ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· εἷς ἐκ τῶν δώδεκα\, ὁ ἐμβαπτόμενος μετ᾿ ἐμοῦ εἰς τὸ τρυβλίον.ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ· οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ\, δι᾿ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος.Καὶ ἐσθιόντων αὐτῶν λαβὼν ὁ ᾿Ιησοῦς ἄρτον εὐλογήσας ἔκλασε καὶ ἔδωκεν αὐτοῖς καὶ εἶπε· λάβετε φάγετε· τοῦτό ἐστι τὸ σῶμά μου.καὶ λαβὼν τὸ ποτήριον εὐχαριστήσας ἔδωκεν αὐτοῖς\, καὶ ἔπιον ἐξ αὐτοῦ πάντες.καὶ εἶπεν αὐτοῖς· τοῦτό ἐστι τὸ αἷμά μου τὸ τῆς καινῆς διαθήκης τὸ περὶ πολλῶν ἐκχυνόμενον.ἀμὴν λέγω ὑμῖν ὅτι οὐκέτι οὐ μὴ πίω ἐκ τοῦ γεννήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω καινὸν ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ. Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ ὄρος τῶν ἐλαιῶν. καὶ λέγει αὐτοῖς ὁ ᾿Ιησοῦς ὅτι πάντες σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ· ὅτι γέγραπται\, πατάξω τὸν ποιμένακαὶ διασκορπισθήσονται τὰ πρόβατα· ἀλλὰ μετὰ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν.ὁ δὲ Πέτρος ἔφη αὐτῷ· καὶ εἰ πάντες σκανδαλισθήσονται\, ἀλλ᾿ οὐκ ἐγώ.καὶ λέγει αὐτῷ ὁ ᾿Ιησοῦς· ἀμὴν λέγω σοι ὅτι σὺ σήμερον ἐν τῇ νυκτὶ ταύτῃ πρὶν ἢ δὶς ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με.ὁ δὲ Πέτρος ἐκ περισσοῦ ἔλεγε μᾶλλον· ἐάν με δέῃ συναποθανεῖν σοι\, οὐ μή σε ἀπαρνήσομαι. ὡσαύτως δὲ καὶ πάντες ἔλεγον. Καὶ ἔρχονται εἰς χωρίον οὗ τὸ ὄνομα Γεθσημανῆ\, καὶ λέγει τοῖς μαθηταῖς αὐτοῦ· καθίσατε ὧδε ἕως προσεύξωμαι.καὶ παραλαμβάνει τὸν Πέτρον καὶ ᾿Ιάκωβον καὶ ᾿Ιωάννην μεθ᾿ ἑαυτοῦ\, καὶ ἤρξατο ἐκθαμβεῖσθαι καὶ ἀδημονεῖνκαὶ λέγειν αὐτοῖς· περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε.καὶ προελθὼν μικρὸν ἔπεσεν ἐπὶ πρόσωπον ἐπὶ τῆς γῆς\, καὶ προσηύχετο ἵνα\, εἰ δυνατόν ἐστι\, παρέλθῃ ἀπ᾿ αὐτοῦ ἡ ὥρα\,καὶ ἔλεγεν· ἀββᾶ ὁ πατήρ\, πάντα δυνατά σοι· παρένεγκε τὸ ποτήριον ἀπ᾿ ἐμοῦ τοῦτο· ἀλλ᾿ οὐ τί ἐγὼ θέλω\, ἀλλ᾿ εἴ τι σύ.καὶ ἔρχεται καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας\, καὶ λέγει τῷ Πέτρῳ· Σίμων\, καθεύδεις; οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι;γρηγορεῖτε καὶ προσεύχεσθε\, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν· τὸ μὲν πνεῦμα πρόθυμον\, ἡ δὲ σὰρξ ἀσθενής.καὶ πάλιν ἀπελθὼν προσηύξατο τὸν αὐτὸν λόγον εἰπών.καὶ ὑποστρέψας εὗρεν αὐτοὺς πάλιν καθεύδοντας· ἦσαν γὰρ οἱ ὀφθαλμοὶ αὐτῶν καταβαρυνόμενοι\, καὶ οὐκ ᾔδεισαν τί ἀποκριθῶσιν αὐτῷ.καὶ ἔρχεται τὸ τρίτον καὶ λέγει αὐτοῖς· καθεύδετε λοιπὸν καὶ ἀναπαύεσθε! ἀπέχει· ἦλθεν ἡ ὥρα· ἰδοὺ παραδίδοται ὁ υἱὸς τοῦ ἀνθρώπου εἰς τὰς χεῖρας τῶν ἁμαρτωλῶν·ἐγείρεσθε\, ἄγωμεν· ἰδοὺ ὁ παραδιδούς με ἤγγικε.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20130306
DTEND;VALUE=DATE:20130307
SUMMARY:Τετάρτη τῆς Ἀποκρέω
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 3/6/2013\n\nἍγιοι καὶ ἑορταί: 42 Μαρτύρες ἐν Ἀμορίῳ; Μνήμη τῆς εὐρέσεως τοῦ τιμίου Σταυροῦ; Ἡσύχιος ὁ θαυματουργός\n\nξεροφαγία (αὐστηρή νηστεία)\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Ἰωάννου α' 3:21-24;4:1-11\n\nἈγαπητοί\, ἐὰν ἡ καρδία ἡμῶν μὴ καταγινώσκῃ ἡμῶν\, παρρησίαν ἔχομεν πρὸς τὸν θεόν\, καὶ ὃ ἐὰν αἰτῶμεν\, λαμβάνομεν παρʼ αὐτοῦ\, ὅτι τὰς ἐντολὰς αὐτοῦ τηροῦμεν\, καὶ τὰ ἀρεστὰ ἐνώπιον αὐτοῦ ποιοῦμεν. Καὶ αὕτη ἐστὶν ἡ ἐντολὴ αὐτοῦ\, ἵνα πιστεύσωμεν τῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ\, καὶ ἀγαπῶμεν ἀλλήλους\, καθὼς ἔδωκεν ἐντολήν. Καὶ ὁ τηρῶν τὰς ἐντολὰς αὐτοῦ ἐν αὐτῷ μένει\, καὶ αὐτὸς ἐν αὐτῷ. Καὶ ἐν τούτῳ γινώσκομεν ὅτι μένει ἐν ἡμῖν\, ἐκ τοῦ πνεύματος οὗ ἡμῖν ἔδωκεν. Ἀγαπητοί\, μὴ παντὶ πνεύματι πιστεύετε\, ἀλλὰ δοκιμάζετε τὰ πνεύματα\, εἰ ἐκ τοῦ θεοῦ ἐστιν· ὅτι πολλοὶ ψευδοπροφῆται ἐξεληλύθασιν εἰς τὸν κόσμον. Ἐν τούτῳ γινώσκεται τὸ πνεῦμα τοῦ θεοῦ· πᾶν πνεῦμα ὃ ὁμολογεῖ Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα ἐκ τοῦ θεοῦ ἐστίν· καὶ πᾶν πνεῦμα ὃ μὴ ὁμολογεῖ Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα\, ἐκ τοῦ θεοῦ οὐκ ἔστιν· καὶ τοῦτό ἐστιν τὸ τοῦ ἀντιχρίστου\, ὃ ἀκηκόατε ὅτι ἔρχεται\, καὶ νῦν ἐν τῷ κόσμῳ ἐστὶν ἤδη. Ὑμεῖς ἐκ τοῦ θεοῦ ἐστέ\, τεκνία\, καὶ νενικήκατε αὐτούς· ὅτι μείζων ἐστὶν ὁ ἐν ὑμῖν ἢ ὁ ἐν τῷ κόσμῳ. Αὐτοὶ ἐκ τοῦ κόσμου εἰσίν· διὰ τοῦτο ἐκ τοῦ κόσμου λαλοῦσιν\, καὶ ὁ κόσμος αὐτῶν ἀκούει. Ἡμεῖς ἐκ τοῦ θεοῦ ἐσμεν· ὁ γινώσκων τὸν θεόν\, ἀκούει ἡμῶν· ὃς οὐκ ἔστιν ἐκ τοῦ θεοῦ\, οὐκ ἀκούει ἡμῶν. Ἐκ τούτου γινώσκομεν τὸ πνεῦμα τῆς ἀληθείας καὶ τὸ πνεῦμα τῆς πλάνης. Ἀγαπητοί\, ἀγαπῶμεν ἀλλήλους· ὅτι ἡ ἀγάπη ἐκ τοῦ θεοῦ ἐστιν\, καὶ πᾶς ὁ ἀγαπῶν ἐκ τοῦ θεοῦ γεγέννηται\, καὶ γινώσκει τὸν θεόν. Ὁ μὴ ἀγαπῶν οὐκ ἔγνω τὸν θεόν· ὅτι ὁ θεὸς ἀγάπη ἐστίν. Ἐν τούτῳ ἐφανερώθη ἡ ἀγάπη τοῦ θεοῦ ἐν ἡμῖν\, ὅτι τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἀπέσταλκεν ὁ θεὸς εἰς τὸν κόσμον\, ἵνα ζήσωμεν διʼ αὐτοῦ. Ἐν τούτῳ ἐστὶν ἡ ἀγάπη\, οὐχ ὅτι ἡμεῖς ἠγαπήσαμεν τὸν θεόν\, ἀλλʼ ὅτι αὐτὸς ἠγάπησεν ἡμᾶς\, καὶ ἀπέστειλεν τὸν υἱὸν αὐτοῦ ἱλασμὸν περὶ τῶν ἁμαρτιῶν ἡμῶν. Ἀγαπητοί\, εἰ οὕτως ὁ θεὸς ἠγάπησεν ἡμᾶς\, καὶ ἡμεῖς ὀφείλομεν ἀλλήλους ἀγαπᾷν.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Μᾶρκον 14.43-72\, 15.1\n\nΤῷ καιρῷ ἐκείνῳ\, λαλοῦντος τοῦ Ἰησοῦ πρὸς τοὺς μαθητάς\, παραγίνεται ᾿Ιούδας ὁ ᾿Ισκαριώτης\, εἷς τῶν δώδεκα\, καὶ μετ᾿ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων\, ἀπεσταλμένοι παρὰ τῶν ἀρχιερέων καὶ γραμματέων καὶ τῶν πρεσβυτέρων.δεδώκει δὲ ὁ παραδιδοὺς αὐτὸν σύσσημον αὐτοῖς λέγων· ὃν ἂν φιλήσω\, αὐτός ἐστι· κρατήσατε αὐτὸν καὶ ἀπαγάγετε ἀσφαλῶς.καὶ ἐλθὼν εὐθέως προσελθὼν αὐτῷ λέγει· χαῖρε\, ῥαββί\, καὶ κατεφίλησεν αὐτόν.οἱ δὲ ἐπέβαλον ἐπ᾿ αὐτὸν τὰς χεῖρας αὐτῶν καὶ ἐκράτησαν αὐτόν.Εἷς δέ τις τῶν παρεστηκότων σπασάμενος τὴν μάχαιραν ἔπαισε τὸν δοῦλον τοῦ ἀρχιερέως καὶ ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον.καὶ ἀποκριθεὶς ὁ ᾿Ιησοῦς εἶπεν αὐτοῖς· ὡς ἐπὶ λῃστὴν ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με·καθ᾿ ἡμέραν πρὸς ὑμᾶς ἤμην ἐν τῷ ἱερῷ διδάσκων\, καὶ οὐκ ἐκρατήσατέ με. ἀλλ᾿ ἵνα πληρωθῶσιν αἱ γραφαί.καὶ ἀφέντες αὐτὸν ἔφυγον πάντες.Καὶ εἷς τις νεανίσκος ἠκολούθησεν αὐτῷ\, περιβεβλημένος σινδόνα ἐπὶ γυμνοῦ· καὶ κρατοῦσιν αὐτὸν οἱ νεανίσκοι.ὁ δὲ καταλιπὼν τὴν σινδόνα γυμνὸς ἔφυγεν ἀπ᾿ αὐτῶν. Καὶ ἀπήγαγον τὸν ᾿Ιησοῦν πρὸς τὸν ἀρχιερέα· καὶ συνέρχονται αὐτῷ πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ οἱ γραμματεῖς.καὶ ὁ Πέτρος ἀπὸ μακρόθεν ἠκολούθησεν αὐτῷ ἕως ἔσω εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως\, καὶ ἦν συγκαθήμενος μετὰ τῶν ὑπηρετῶν καὶ θερμαινόμενος πρὸς τὸ φῶς.Οἱ δὲ ἀρχιερεῖς καὶ ὅλον τὸ συνέδριον ἐζήτουν κατὰ τοῦ ᾿Ιησοῦ μαρτυρίαν εἰς τὸ θανατῶσαι αὐτόν\, καὶ οὐχ εὕρισκον·πολλοὶ γὰρ ἐψευδομαρτύρουν κατ᾿ αὐτοῦ\, καὶ ἴσαι αἱ μαρτυρίαι οὐκ ἦσαν.καί τινες ἀναστάντες ἐψευδομαρτύρουν κατ᾿ αὐτοῦ λέγοντεςὅτι ἡμεῖς ἠκούσαμεν αὐτοῦ λέγοντος\, ὅτι ἐγὼ καταλύσω τὸν ναὸν τοῦτον τὸν χειροποίητον καὶ διὰ τριῶν ἡμερῶν ἄλλον ἀχειροποίητον οἰκοδομήσω.καὶ οὐδὲ οὕτως ἴση ἦν ἡ μαρτυρία αὐτῶν.καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἰς τὸ μέσον ἐπηρώτα τὸν ᾿Ιησοῦν λέγων· οὐκ ἀποκρίνῃ οὐδέν; τί οὗτοί σου καταμαρτυροῦσιν;ὁ δὲ ἐσιώπα καὶ οὐδὲν ἀπεκρίνατο. πάλιν ὁ ἀρχιερεὺς ἐπηρώτα αὐτὸν καὶ λέγει αὐτῷ· σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ εὐλογητοῦ;ὁ δὲ ᾿Ιησοῦς εἶπεν· ἐγώ εἰμι· καὶ ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν καθήμενον τῆς δυνάμεως καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ.ὁ δὲ ἀρχιερεὺς διαρρήξας τοὺς χιτῶνας αὐτοῦ λέγει· τί ἔτι χρείαν ἔχομεν μαρτύρων;ἠκούσατε πάντως τῆς βλασφημίας· τί ὑμῖν φαίνεται; οἱ δὲ πάντες κατέκριναν αὐτὸν εἶναι ἔνοχον θανάτου.Καὶ ἤρξαντό τινες ἐμπτύειν αὐτῷ καὶ περικαλύπτειν τὸ πρόσωπον αὐτοῦ καὶ κολαφίζειν αὐτὸν καὶ λέγειν αὐτῷ· προφήτευσον ἡμῖν τίς ἐστιν ὁ παίσας σε. καὶ οἱ ὑπηρέται ῥαπίσμασιν αὐτὸν ἔβαλον. Καὶ ὄντος τοῦ Πέτρου κάτω ἐν τῇ αὐλῇ ἔρχεται μία τῶν παιδισκῶν τοῦ ἀρχιερέως\,καὶ ἰδοῦσα τὸν Πέτρον θερμαινόμενον ἐμβλέψασα αὐτῷ λέγει· καὶ σὺ μετὰ τοῦ ᾿Ιησοῦ τοῦ Ναζαρηνοῦ ἦσθα.ὁ δὲ ἠρνήσατο λέγων· οὐκ οἶδα οὐδὲ ἐπίσταμαι τί σὺ λέγεις. καὶ ἐξῆλθεν ἔξω εἰς τὸ προαύλιον\, καὶ ἀλέκτωρ ἐφώνησε.καὶ ἡ παιδίσκη ἰδοῦσα αὐτὸν πάλιν ἤρξατο λέγειν τοῖς παρεστηκόσιν ὅτι οὗτος ἐξ αὐτῶν ἐστιν.ὁ δὲ πάλιν ἠρνεῖτο. καὶ μετὰ μικρὸν πάλιν οἱ παρεστῶτες ἔλεγον τῷ Πέτρῳ· ἀληθῶς ἐξ αὐτῶν εἶ· καὶ γὰρ Γαλιλαῖος εἶ καὶ ἡ λαλιά σου ὁμοιάζει.ὁ δὲ ἤρξατο ἀναθεματίζειν καὶ ὀμνύναι ὅτι οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον ὃν λέγετε. καὶ ἐκ δευτέρου ἀλέκτωρ ἐφώνησε.καὶ ἀνεμνήσθη ὁ Πέτρος τὸ ῥῆμα ὃ εἶπεν αὐτῷ ὁ ᾿Ιησοῦς ὅτι πρὶν ἀλέκτορα φωνῆσαι δίς\, ἀπαρνήσῃ με τρίς· καὶ ἐπιβαλὼν ἔκλαιε. Καὶ εὐθέως ἐπὶ τὸ πρωῒ συμβούλιον ποιήσαντες οἱ ἀρχιερεῖς μετὰ τῶν πρεσβυτέρων καὶ γραμματέων καὶ ὅλον τὸ συνέδριον\, δήσαντες τὸν ᾿Ιησοῦν ἀπήνεγκαν καὶ παρέδωκαν τῷ Πιλάτῳ.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20130307
DTEND;VALUE=DATE:20130308
SUMMARY:Πέμπτη τῆς Ἀποκρέω
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 3/7/2013\n\nἍγιοι καὶ ἑορταί: Ἐφραίμ\, Βασίλειος\, Εὐγένιος\, Ἀγαθόδωρος\, Ἐλπίδιος; Ὅσιος Λαυρέντιος; Παύλου απλού του ομολογητού\n\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Ἰωάννου α' 4:20-21;5:1-21\n\nἈδελφοί\, ἐάν τις εἴπῃ ὅτι Ἀγαπῶ τὸν θεόν\, καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῇ\, ψεύστης ἐστίν· ὁ γὰρ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ ὃν ἑώρακεν\, τὸν θεὸν ὃν οὐχ ἑώρακεν πῶς δύναται ἀγαπᾷν; Καὶ ταύτην τὴν ἐντολὴν ἔχομεν ἀπʼ αὐτοῦ\, ἵνα ὁ ἀγαπῶν τὸν θεόν\, ἀγαπᾷ καὶ τὸν ἀδελφὸν αὐτοῦ. Πᾶς ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστός\, ἐκ τοῦ θεοῦ γεγέννηται· καὶ πᾶς ὁ ἀγαπῶν τὸν γεννήσαντα ἀγαπᾷ καὶ τὸν γεγεννημένον ἐξ αὐτοῦ. Ἐν τούτῳ γινώσκομεν ὅτι ἀγαπῶμεν τὰ τέκνα τοῦ θεοῦ\, ὅταν τὸν θεὸν ἀγαπῶμεν\, καὶ τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν. Αὕτη γάρ ἐστιν ἡ ἀγάπη τοῦ θεοῦ\, ἵνα τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν· καὶ αἱ ἐντολαὶ αὐτοῦ βαρεῖαι οὐκ εἰσίν. Ὅτι πᾶν τὸ γεγεννημένον ἐκ τοῦ θεοῦ νικᾷ τὸν κόσμον· καὶ αὕτη ἐστὶν ἡ νίκη ἡ νικήσασα τὸν κόσμον\, ἡ πίστις ἡμῶν. Τίς ἐστιν ὁ νικῶν τὸν κόσμον\, εἰ μὴ ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ υἱὸς τοῦ θεοῦ; Οὗτός ἐστιν ὁ ἐλθὼν διʼ ὕδατος καὶ αἵματος\, Ἰησοῦς Χριστός· οὐκ ἐν τῷ ὕδατι μόνον\, ἀλλʼ ἐν τῷ ὕδατι καὶ τῷ αἵματι. Καὶ τὸ πνεῦμά ἐστιν τὸ μαρτυροῦν\, ὅτι τὸ πνεῦμά ἐστιν ἡ ἀλήθεια. Ὅτι τρεῖς εἰσιν οἱ μαρτυροῦντες\, τὸ πνεῦμα\, καὶ τὸ ὕδωρ\, καὶ τὸ αἷμα· καὶ οἱ τρεῖς εἰς τὸ ἕν εἰσιν. Εἰ τὴν μαρτυρίαν τῶν ἀνθρώπων λαμβάνομεν\, ἡ μαρτυρία τοῦ θεοῦ μείζων ἐστίν· ὅτι αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ θεοῦ\, ἥν μεμαρτύρηκεν περὶ τοῦ υἱοῦ αὐτοῦ. Ὁ πιστεύων εἰς τὸν υἱὸν τοῦ θεοῦ ἔχει τὴν μαρτυρίαν ἐν αὐτῷ· ὁ μὴ πιστεύων τῷ θεῷ ψεύστην πεποίηκεν αὐτόν\, ὅτι οὐ πεπίστευκεν εἰς τὴν μαρτυρίαν\, ἣν μεμαρτύρηκεν ὁ θεὸς περὶ τοῦ υἱοῦ αὐτοῦ. Καὶ αὕτη ἐστὶν ἡ μαρτυρία\, ὅτι ζωὴν αἰώνιον ἔδωκεν ἡμῖν ὁ θεός\, καὶ αὕτη ἡ ζωὴ ἐν τῷ υἱῷ αὐτοῦ ἐστιν. Ὁ ἔχων τὸν υἱὸν ἔχει τὴν ζωήν· ὁ μὴ ἔχων τὸν υἱὸν τοῦ θεοῦ τὴν ζωὴν οὐκ ἔχει. Ταῦτα ἔγραψα ὑμῖν τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα τοῦ υἱοῦ τοῦ θεοῦ\, ἵνα εἰδῆτε ὅτι ζωὴν αἰώνιον ἔχετε\, καὶ ἵνα πιστεύητε εἰς τὸ ὄνομα τοῦ ὑιοῦ τοῦ θεοῦ. Καὶ αὕτη ἐστὶν ἡ παρρησία ἣν ἔχομεν πρὸς αὐτόν\, ὅτι ἐάν τι αἰτώμεθα κατὰ τὸ θέλημα αὐτοῦ\, ἀκούει ἡμῶν· καὶ ἐὰν οἴδαμεν ὅτι ἀκούει ἡμῶν\, ὃ ἐὰν αἰτώμεθα\, οἴδαμεν ὅτι ἔχομεν τὰ αἰτήματα ἃ ᾐτήκαμεν παρʼ αὐτοῦ. Ἐάν τις ἴδῃ τὸν ἀδελφὸν αὐτοῦ ἁμαρτάνοντα ἁμαρτίαν μὴ πρὸς θάνατον\, αἰτήσει\, καὶ δώσει αὐτῷ ζωήν τοῖς ἁμαρτάνουσιν μὴ πρὸς θάνατον. Ἔστιν ἁμαρτία πρὸς θάνατον· οὐ περὶ ἐκείνης λέγω ἵνα ἐρωτήσῃ. Πᾶσα ἀδικία ἁμαρτία ἐστίν· καὶ ἔστιν ἁμαρτία οὐ πρὸς θάνατον. Οἴδαμεν ὅτι πᾶς ὁ γεγεννημένος ἐκ τοῦ θεοῦ οὐχ ἁμαρτάνει· ἀλλʼ ὁ γεννηθεὶς ἐκ τοῦ θεοῦ τηρεῖ ἐαυτόν\, καὶ ὁ πονηρὸς οὐχ ἅπτεται αὐτοῦ. Οἴδαμεν ὅτι ἐκ τοῦ θεοῦ ἐσμεν\, καὶ ὁ κόσμος ὅλος ἐν τῷ πονηρῷ κεῖται. Οἴδαμεν δὲ ὅτι ὁ υἱὸς τοῦ θεοῦ ἥκει\, καὶ δέδωκεν ἡμῖν διάνοιαν ἵνα γινώσκωμεν τὸν ἀληθινόν· καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ\, ἐν τῷ υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ. Οὗτός ἐστιν ὁ ἀληθινὸς θεός\, καὶ ζωὴ αἰώνιος. Τεκνία\, φυλάξατε ἑαυτὰ ἀπὸ τῶν εἰδώλων. Ἀμήν.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Μᾶρκον 15.1-15\n\nΤῷ καιρῷ ἐκείνῳ\, συμβούλιον ποιήσαντες οἱ ἀρχιερεῖς μετὰ τῶν πρεσβυτέρων καὶ γραμματέων καὶ ὅλον τὸ συνέδριον\, δήσαντες τὸν ᾿Ιησοῦν ἀπήνεγκαν καὶ παρέδωκαν τῷ Πιλάτῳ. καὶ ἐπηρώτησεν αὐτὸν ὁ Πιλᾶτος· σὺ εἶ ὁ βασιλεὺς τῶν ᾿Ιουδαίων; ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτῷ· σὺ λέγεις. καὶ κατηγόρουν αὐτοῦ οἱ ἀρχιερεῖς πολλά\, αὐτὸς δὲ οὐδὲν ἀπεκρίνατο. ὁ δὲ Πιλᾶτος πάλιν ἐπηρώτα αὐτὸν λέγων· οὐκ ἀποκρίνῃ οὐδέν; ἴδε πόσα σου καταμαρτυροῦσιν. ὁ δὲ ᾿Ιησοῦς οὐκέτι οὐδὲν ἀπεκρίθη\, ὥστε θαυμάζειν τὸν Πιλᾶτον. Κατὰ δὲ ἑορτὴν ἀπέλυεν αὐτοῖς ἕνα δέσμιον\, ὅνπερ ᾐτοῦντο. ἦν δὲ ὁ λεγόμενος Βαραββᾶς μετὰ τῶν συστασιαστῶν δεδεμένος\, οἵτινες ἐν τῇ στάσει φόνον πεποιήκεισαν. καὶ ἀναβοήσας ὁ ὄχλος ἤρξατο αἰτεῖσθαι καθὼς ἀεὶ ἐποίει αὐτοῖς. ὁ δὲ Πιλᾶτος ἀπεκρίθη αὐτοῖς λέγων· θέλετε ἀπολύσω ὑμῖν τὸν βασιλέα τῶν ᾿Ιουδαίων; ἐγίνωσκε γὰρ ὅτι διὰ φθόνον παραδεδώκεισαν αὐτὸν οἱ ἀρχιερεῖς. οἱ δὲ ἀρχιερεῖς ἀνέσεισαν τὸν ὄχλον ἵνα μᾶλλον τὸν Βαραββᾶν ἀπολύσῃ αὐτοῖς. ὁ δὲ Πιλᾶτος ἀποκριθεὶς πάλιν εἶπεν αὐτοῖς· τί οὖν θέλετε ποιήσω ὃν λέγετε τὸν βασιλέα τῶν ᾿Ιουδαίων; οἱ δὲ πάλιν ἔκραξαν· σταύρωσον αὐτόν. ὁ δὲ Πιλᾶτος ἔλεγεν αὐτοῖς· τί γὰρ ἐποίησε κακόν; οἱ δὲ περισσοτέρως ἔκραξαν· σταύρωσον αὐτόν. ὁ δὲ Πιλᾶτος βουλόμενος τῷ ὄχλῳ τὸ ἱκανὸν ποιῆσαι\, ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν\, καὶ παρέδωκε τὸν ᾿Ιησοῦν φραγελλώσας ἵνα σταυρωθῇ.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20130308
DTEND;VALUE=DATE:20130309
SUMMARY:Παρασκευή τῆς Ἀποκρέω
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 3/8/2013\n\nἍγιοι καὶ ἑορταί: Θεοφύλακτος\, Ἐπίσκοπος Νικομήδειας; Ἀπόστολος Ἑρμᾶς; Παῦλος ὁ ὁμολογητής; Ὅσιος Δομέτιος\n\nξεροφαγία (αὐστηρή νηστεία)\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Ἰωάννου β' 1:1-13\n\nὉ πρεσβύτερος ἐκλεκτῇ κυρίᾳ καὶ τοῖς τέκνοις αὐτῆς\, οὓς ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ\, καὶ οὐκ ἐγὼ μόνος\, ἀλλὰ καὶ πάντες οἱ ἐγνωκότες τὴν ἀλήθειαν\, διὰ τὴν ἀλήθειαν τὴν μένουσαν ἐν ἡμῖν\, καὶ μεθʼ ἡμῶν ἔσται εἰς τὸν αἰῶνα· ἔσται μεθʼ ἡμῶν χάρις\, ἔλεος\, εἰρήνη παρὰ θεοῦ πατρός\, καὶ παρὰ κυρίου Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ τοῦ πατρός\, ἐν ἀληθείᾳ καὶ ἀγάπῃ. Ἐχάρην λίαν ὅτι εὕρηκα ἐκ τῶν τέκνων σου περιπατοῦντας ἐν ἀληθείᾳ\, καθὼς ἐντολὴν ἐλάβομεν παρὰ τοῦ πατρός. Καὶ νῦν ἐρωτῶ σε\, κυρία\, οὐχ ὡς ἐντολὴν γράφων σοι καινήν\, ἀλλὰ ἣν εἴχομεν ἀπʼ ἀρχῆς\, ἵνα ἀγαπῶμεν ἀλλήλους. Καὶ αὕτη ἐστὶν ἡ ἀγάπη\, ἵνα περιπατῶμεν κατὰ τὰς ἐντολὰς αὐτοῦ. Αὕτη ἐστιν ἡ ἐντολή\, καθὼς ἠκούσατε ἀπʼ ἀρχῆς\, ἵνα ἐν αὐτῇ περιπατῆτε. Ὅτι πολλοὶ πλάνοι εἰσῆλθόν εἰς τὸν κόσμον\, οἱ μὴ ὁμολογοῦντες Ἰησοῦν Χριστὸν ἐρχόμενον ἐν σαρκί. Οὗτός ἐστιν ὁ πλάνος καὶ ὁ ἀντίχριστος. Βλέπετε ἑαυτούς\, ἵνα μὴ ἀπολέσωμεν ἃ εἰργασάμεθα\, ἀλλὰ μισθὸν πλήρη ἀπολάβωμεν. Πᾶς ὁ παραβαίνων καὶ μὴ μένων ἐν τῇ διδαχῇ τοῦ Χριστοῦ\, θεὸν οὐκ ἔχει· ὁ μένων ἐν τῇ διδαχῇ τοῦ Χριστοῦ\, οὗτος καὶ τὸν πατέρα καὶ τὸν υἱὸν ἔχει. Εἴ τις ἔρχεται πρὸς ὑμᾶς\, καὶ ταύτην τὴν διδαχὴν οὐ φέρει\, μὴ λαμβάνετε αὐτὸν εἰς οἰκίαν\, καὶ χαίρειν αὐτῷ μὴ λέγετε· ὁ γὰρ λέγων αὐτῷ χαίρειν κοινωνεῖ τοῖς ἔργοις αὐτοῦ τοῖς πονηροῖς. Πολλὰ ἔχων ὑμῖν γράφειν\, οὐκ ἐβουλήθην διὰ χάρτου καὶ μέλανος· ἀλλὰ ἐλπίζω ἐλθεῖν πρὸς ὑμᾶς\, καὶ στόμα πρὸς στόμα λαλῆσαι\, ἵνα ἡ χαρὰ ἡμῶν ᾖ πεπληρωμένη. Ἀσπάζεταί σε τὰ τέκνα τῆς ἀδελφῆς σου τῆς ἐκλεκτῆς. Ἀμήν.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Μᾶρκον 15.20\,22\,25\,33\n\nΤῷ καιρῷ ἐκείνῳ\, οἱ στρατιῶται παραλαβόντες τὸν Ἰησοῦν\, ἐξάγουσιν αὐτὸν ἵνα σταυρώσωσιν αὐτόν. Καὶ φέρουσιν αὐτὸν ἐπὶ Γολγοθᾶ τόπον\, ὅ ἐστι μεθερμηνευόμενον κρανίου τόπος. ἦν δὲ ὥρα τρίτη καὶ ἐσταύρωσαν αὐτόν. Γενομένης δὲ ὥρας ἕκτης σκότος ἐγένετο ἐφ᾿ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης· καὶ τῇ ὥρᾳ τῇ ἐνάτῃ ἐβόησεν ὁ ᾿Ιησοῦς φωνῇ μεγάλῃ λέγων· ᾿Ελωῒ ᾿Ελωΐ\, λιμᾶ σαβαχθανί; ὅ ἐστι μεθερμηνευόμενον\, ὁ Θεός μου ὁ Θεός μου\, εἰς τί με ἐγκατέλιπες; καί τινες τῶν παρεστηκότων ἀκούσαντες ἔλεγον· ἴδε ᾿Ηλίαν φωνεῖ. δραμὼν δὲ εἷς καὶ γεμίσας σπόγγον ὄξους περιθείς τε καλάμῳ ἐπότιζεν αὐτὸν λέγων· ἄφετε ἴδωμεν εἰ ἔρχεται ᾿Ηλίας καθελεῖν αὐτόν. ὁ δὲ ᾿Ιησοῦς ἀφεὶς φωνὴν μεγάλην ἐξέπνευσε. Καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπὸ ἄνωθεν ἕως κάτω. ᾿Ιδὼν δὲ ὁ κεντυρίων ὁ παρεστηκὼς ἐξ ἐναντίας αὐτοῦ ὅτι οὕτω κράξας ἐξέπνευσεν\, εἶπεν· ἀληθῶς ὁ ἄνθρωπος οὗτος υἱὸς ἦν Θεοῦ. ῏Ησαν δὲ καὶ γυναῖκες ἀπὸ μακρόθεν θεωροῦσαι\, ἐν αἷς ἦν καὶ Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ τοῦ ᾿Ιακώβου τοῦ μικροῦ καὶ ᾿Ιωσῆ μήτηρ\, καὶ Σαλώμη\, αἳ καὶ ὅτε ἦν ἐν τῇ Γαλιλαίᾳ ἠκολούθουν αὐτῷ καὶ διηκόνουν αὐτῷ\, καὶ ἄλλαι πολλαὶ αἱ συναναβᾶσαι αὐτῷ εἰς ῾Ιεροσόλυμα.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20130309
DTEND;VALUE=DATE:20130310
SUMMARY:40 Μάρτυρες ἐν Σεβαστείᾳ
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 3/9/2013\n\nἍγιοι καὶ ἑορταί: 40 Μάρτυρες ἐν Σεβαστείᾳ; Καισάριος\, ἀδελφός τοῦ Αγίου Γρηγορίου τοῦ θεολόγου\n\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἑβραίους 12:1-10\n\nἈδελφοί\, τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρτύρων\, ὄγκον ἀποθέμενοι πάντα καὶ τὴν εὐπερίστατον ἁμαρτίαν\, διʼ ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα\, ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν\, ὃς\, ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς\, ὑπέμεινεν σταυρόν\, αἰσχύνης καταφρονήσας\, ἐν δεξιᾷ τε τοῦ θρόνου τοῦ θεοῦ κεκάθικεν. Ἀναλογίσασθε γὰρ τὸν τοιαύτην ὑπομεμενηκότα ὑπὸ τῶν ἁμαρτωλῶν εἰς ἀυτὸν ἀντιλογίαν\, ἵνα μὴ κάμητε ταῖς ψυχαῖς ὑμῶν ἐκλυόμενοι. Οὔπω μέχρι αἵματος ἀντικατέστητε πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι· καὶ ἐκλέλησθε τῆς παρακλήσεως\, ἥτις ὑμῖν ὡς υἱοῖς διαλέγεται\, Υἱέ μου\, μὴ ὀλιγώρει παιδείας κυρίου\, μηδὲ ἐκλύου ὑπʼ αὐτοῦ ἐλεγχόμενος· ὃν γὰρ ἀγαπᾷ κύριος παιδεύει· μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται. Εἰς παιδείαν ὑπομένετε\, ὡς υἱοῖς ὑμῖν προσφέρεται ὁ θεός· τίς γὰρ ἐστιν υἱὸς ὃν οὐ παιδεύει πατήρ; Εἰ δὲ χωρίς ἐστε παιδείας\, ἧς μέτοχοι γεγόνασιν πάντες\, ἄρα νόθοι ἐστε καὶ οὐχ υἱοί. Εἶτα τοὺς μὲν τῆς σαρκὸς ἡμῶν πατέρας εἴχομεν παιδευτὰς\, καὶ ἐνετρεπόμεθα· οὐ πολλῷ μᾶλλον ὑποταγησόμεθα τῷ πατρὶ τῶν πνευμάτων\, καὶ ζήσομεν; Οἱ μὲν γὰρ πρὸς ὀλίγας ἡμέρας κατὰ τὸ δοκοῦν αὐτοῖς ἐπαίδευον· ὁ δὲ ἐπὶ τὸ συμφέρον\, εἰς τὸ μεταλαβεῖν τῆς ἁγιότητος αὐτοῦ.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 20.1-16\n\nΕἶπεν ὁ Κύριος τήν παραβολὴν ταύτην· Ὁμοία γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ\, ὅστις ἐξῆλθεν ἅμα πρωΐ μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ. καὶ συμφωνήσας μετὰ τῶν ἐργατῶν ἐκ δηναρίου τὴν ἡμέραν ἀπέστειλεν αὐτοὺς εἰς τὸν ἀμπελῶνα αὐτοῦ. καὶ ἐξελθὼν περὶ τρίτην ὥραν εἶδεν ἄλλους ἑστῶτας ἐν τῇ ἀγορᾷ ἀργούς\, καὶ ἐκείνοις εἶπεν· ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα\, καὶ ὃ ἐὰν ᾖ δίκαιον δώσω ὑμῖν. οἱ δὲ ἀπῆλθον.πάλιν ἐξελθὼν περὶ ἕκτην καὶ ἐνάτην ὥραν ἐποίησεν ὡσαύτως. περὶ δὲ τὴν ἑνδεκάτην ὥραν ἐξελθὼν εὗρεν ἄλλους ἑστῶτας ἀργούς\, καὶ λέγει αὐτοῖς· τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί; λέγουσιν αὐτῷ· ὅτι οὐδεὶς ἡμᾶς ἐμισθώσατο. λέγει αὐτοῖς· ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα\, καὶ ὃ ἐὰν ᾖ δίκαιον λήψεσθε. ὀψίας δὲ γενομένης λέγει ὁ κύριος τοῦ ἀμπελῶνος τῷ ἐπιτρόπῳ αὐτοῦ· κάλεσον τοὺς ἐργάτας καὶ ἀπόδος αὐτοῖς τὸν μισθόν\, ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων. καὶ ἐλθόντες οἱ περὶ τὴν ἑνδεκάτην ὥραν ἔλαβον ἀνὰ δηνάριον. ἐλθόντες δὲ οἱ πρῶτοι ἐνόμισαν ὅτι πλείονα λήψονται\, καὶ ἔλαβον καὶ αὐτοὶ ἀνὰ δηνάριον. λαβόντες δὲ ἐγόγγυζον κατὰ τοῦ οἰκοδεσπότου λέγοντες ὅτι οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν\, καὶ ἴσους ἡμῖν αὐτοὺς ἐποίησας τοῖς βαστάσασι τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα. ὁ δὲ ἀποκριθεὶς εἶπεν ἑνὶ αὐτῶν· ἑταῖρε\, οὐκ ἀδικῶ σε· οὐχὶ δηναρίου συνεφώνησάς μοι; ἆρον τὸ σὸν καὶ ὕπαγε· θέλω δὲ τούτῳ τῷ ἐσχάτῳ δοῦναι ὡς καὶ σοί· ἢ οὐκ ἔξεστί μοι ποιῆσαι ὃ θέλω ἐν τοῖς ἐμοῖς; εἰ ὁ ὀφθαλμός σου πονηρός ἐστιν ὅτι ἐγὼ ἀγαθός εἰμι; Οὕτως ἔσονται οἱ ἔσχατοι πρῶτοι καὶ οἱ πρῶτοι ἔσχατοι· πολλοὶ γάρ εἰσι κλητοί\, ὀλίγοι δὲ ἐκλεκτοί.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20130310
DTEND;VALUE=DATE:20130311
SUMMARY:Κυριακή τῆς Ἀπόκρεω
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 3/10/2013\n\nἍγιοι καὶ ἑορταί: Κοδρᾶτος ἐν Κορίνθῳ καί οἱ 5 Μάρτυρες; Ἀναστασία ἡ Πατρικία\n\nΗχος βαρύς\nΕωθ. Ζ'\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους α' 8:8-13;9:1-2\n\nἈδελφοί\, βρῶμα ἡμᾶς οὐ παρίστησιν τῷ θεῷ· οὔτε γὰρ ἐὰν φάγωμεν περισσεύομεν\, οὔτε ἐὰν μὴ φάγωμεν ὑστερούμεθα. Βλέπετε δὲ μήπως ἡ ἐξουσία ὑμῶν αὕτη πρόσκομμα γένηται τοῖς ἀσθενοῦσιν. Ἐὰν γάρ τις ἴδῃ σε τὸν ἔχοντα γνῶσιν ἐν εἰδωλείῳ κατακείμενον\, οὐχὶ ἡ συνείδησις αὐτοῦ ἀσθενοῦς ὄντος οἰκοδομηθήσεται εἰς τὸ τὰ εἰδωλόθυτα ἐσθίειν; Καὶ ἀπολεῖται ὁ ἀσθενῶν ἀδελφὸς ἐπὶ τῇ σῇ γνώσει\, διʼ ὃν Χριστὸς ἀπέθανεν; Οὕτως δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφούς\, καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν\, εἰς Χριστὸν ἁμαρτάνετε. Διόπερ εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου\, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα\, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω. Οὐκ εἰμὶ ἀπόστολος; Οὐκ εἰμὶ ἐλεύθερος; Οὐχὶ Ἰησοῦν Χριστὸν τὸν κύριον ἡμῶν ἑώρακα; Οὐ τὸ ἔργον μου ὑμεῖς ἐστε ἐν κυρίῳ; Εἰ ἄλλοις οὐκ εἰμὶ ἀπόστολος\, ἀλλά γε ὑμῖν εἰμι· ἡ γὰρ σφραγὶς τῆς ἐμῆς ἀποστολῆς ὑμεῖς ἐστε ἐν κυρίῳ.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 25.31-46\n\nΕἶπεν ὁ Κύριος· Ὅταν δὲ ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ καὶ πάντες οἱ ἅγιοι ἄγγελοι μετ᾿ αὐτοῦ\, τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ\, καὶ συναχθήσεται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη\, καὶ ἀφοριεῖ αὐτοὺς ἀπ᾿ ἀλλήλων ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων\, καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ\, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων. τότε ἐρεῖ ὁ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ· δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου\, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. ἐπείνασα γάρ\, καὶ ἐδώκατέ μοι φαγεῖν\, ἐδίψησα\, καὶ ἐποτίσατέ με\, ξένος ἤμην\, καὶ συνηγάγετέ με\, γυμνός\, καὶ περιεβάλετέ με\, ἠσθένησα\, καὶ ἐπεσκέψασθέ με\, ἐν φυλακῇ ἤμην\, καὶ ἤλθετε πρός με. τότε ἀποκριθήσονται αὐτῷ οἱ δίκαιοι λέγοντες· κύριε\, πότε σε εἴδομεν πεινῶντα καὶ ἐθρέψαμεν\, ἢ διψῶντα καὶ ἐποτίσαμεν;πότε δέ σε εἴδομεν ξένον καὶ συνηγάγομεν\, ἢ γυμνὸν καὶ περιεβάλομεν; πότε δέ σε εἴδομεν ἀσθενῆ ἢ ἐν φυλακῇ\, καὶ ἤλθομεν πρός σε; καὶ ἀποκριθεὶς ὁ βασιλεὺς ἐρεῖ αὐτοῖς· ἀμὴν λέγω ὑμῖν\, ἐφ᾿ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων\, ἐμοὶ ἐποιήσατε. τότε ἐρεῖ καὶ τοῖς ἐξ εὐωνύμων· πορεύεσθε ἀπ᾿ ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.ἐπείνασα γάρ\, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν\, ἐδίψησα\, καὶ οὐκ ἐποτίσατέ με\, ξένος ἤμην\, καὶ οὐ συνηγάγετέ με\, γυμνός\, καὶ οὐ περιεβάλετέ με\, ἀσθενὴς καὶ ἐν φυλακῇ\, καὶ οὐκ ἐπεσκέψασθέ με. τότε ἀποκριθήσονται αὐτῷ καὶ αὐτοὶ λέγοντες· κύριε\, πότε σε εἴδομεν πεινῶντα ἢ διψῶντα ἢ ξένον ἢ γυμνὸν ἢ ἀσθενῆ ἢ ἐν φυλακῇ\, καὶ οὐ διηκονήσαμέν σοι; τότε ἀποκριθήσεται αὐτοῖς λέγων· ἀμὴν λέγω ὑμῖν\, ἐφ᾿ ὅσον οὐκ ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων\, οὐδὲ ἐμοὶ ἐποιήσατε. καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον\, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20130311
DTEND;VALUE=DATE:20130312
SUMMARY:Δευτέρα τῆς Τυροφάγου
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 3/11/2013\n\nἍγιοι καὶ ἑορταί: Σοφρόνιος Πατ. Ἱεροσολύμων; Ὁσία Θεοδώρα; Πιονίος\, Πρεσβυτέρος; Γεωργίου του θαυματουργού και νεοφανούς\n\nἈποχή κρέατος\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Ἰωάννου γ' 1:1-15\n\n Ὁ πρεσβύτερος Γαΐῳ τῷ ἀγαπητῷ\, ὃν ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ. Ἀγαπητέ\, περὶ πάντων εὔχομαί σε εὐοδοῦσθαι καὶ ὑγιαίνειν\, καθὼς εὐοδοῦταί σου ἡ ψυχή. Ἐχάρην γὰρ λίαν\, ἐρχομένων ἀδελφῶν καὶ μαρτυρούντων σου τῇ ἀληθείᾳ\, καθὼς σὺ ἐν ἀληθείᾳ περιπατεῖς. Μειζοτέραν τούτων οὐκ ἔχω χαράν\, ἵνα ἀκούω τὰ ἐμὰ τέκνα ἐν ἀληθείᾳ περιπατοῦντα. Ἀγαπητέ\, πιστὸν ποιεῖς ὃ ἐὰν ἐργάσῃ εἰς τοὺς ἀδελφοὺς καὶ εἰς τοὺς ξένους\, οἳ ἐμαρτύρησάν σου τῇ ἀγάπῃ ἐνώπιον ἐκκλησίας· οὓς καλῶς ποιήσεις προπέμψας ἀξίως τοῦ θεοῦ. Ὑπὲρ γὰρ τοῦ ὀνόματος ἐξῆλθον μηδὲν λαμβάνοντες ἀπὸ τῶν ἐθνῶν. Ἡμεῖς οὖν ὀφείλομεν ἀπολαμβάνειν τοὺς τοιούτους\, ἵνα συνεργοὶ γινώμεθα τῇ ἀληθείᾳ. Ἔγραψά τῇ ἐκκλησίᾳ· ἀλλʼ ὁ φιλοπρωτεύων αὐτῶν Διοτρεφὴς οὐκ ἐπιδέχεται ἡμᾶς. Διὰ τοῦτο\, ἐὰν ἔλθω\, ὑπομνήσω αὐτοῦ τὰ ἔργα ἃ ποιεῖ\, λόγοις πονηροῖς φλυαρῶν ἡμᾶς· καὶ μὴ ἀρκούμενος ἐπὶ τούτοις\, οὔτε αὐτὸς ἐπιδέχεται τοὺς ἀδελφούς\, καὶ τοὺς βουλομένους κωλύει\, καὶ ἐκ τῆς ἐκκλησίας ἐκβάλλει. Ἀγαπητέ\, μὴ μιμοῦ τὸ κακόν\, ἀλλὰ τὸ ἀγαθόν. Ὁ ἀγαθοποιῶν ἐκ τοῦ θεοῦ ἐστίν· ὁ κακοποιῶν οὐχ ἑώρακεν τὸν θεόν. Δημητρίῳ μεμαρτύρηται ὑπὸ πάντων\, καὶ ὑπʼ αὐτῆς τῆς ἀληθείας· καὶ ἡμεῖς δὲ μαρτυροῦμεν\, καὶ οἴδατε ὅτι ἡ μαρτυρία ἡμῶν ἀληθής ἐστιν. Πολλὰ εἶχον γράφειν\, ἀλλʼ οὐ θέλω διὰ μέλανος καὶ καλάμου σοι γράψαι· ἐλπίζω δὲ εὐθέως ἰδεῖν σε\, καὶ στόμα πρὸς στόμα λαλήσομεν. Εἰρήνη σοι. Ἀσπάζονταί σε οἱ φίλοι. Ἀσπάζου τοὺς φίλους κατʼ ὄνομα.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 19.29-40\, 22.7\n\nΤῷ καιρῷ ἐκείνῳ\, ὡς ἤγγισεν εἰς Βηθσφαγῆ καὶ Βηθανίαν πρὸς τὸ ὄρος τὸ καλούμενον ἐλαιῶν\, ἀπέστειλε δύο τῶν μαθητῶν αὐτοῦ εἰπών· ὑπάγετε εἰς τὴν κατέναντι κώμην\, ἐν ᾗ εἰσπορευόμενοι εὑρήσετε πῶλον δεδεμένον\, ἐφ᾿ ὃν οὐδεὶς πώποτε ἀνθρώπων ἐκάθισε· λύσαντες αὐτὸν ἀγάγετε. καὶ ἐάν τις ὑμᾶς ἐρωτᾷ\, διατί λύετε; οὕτως ἐρεῖτε αὐτῷ\, ὅτι ὁ Κύριος αὐτοῦ χρείαν ἔχει. ἀπελθόντες δὲ οἱ ἀπεσταλμένοι εὗρον καθὼς εἶπεν αὐτοῖς\, ἑστῶτα τὸν πῶλον· λυόντων δὲ αὐτῶν τὸν πῶλον εἶπον οἱ κύριοι αὐτοῦ πρὸς αὐτούς· τί λύετε τὸν πῶλον; οἱ δὲ εἶπον ὅτι ὁ Κύριος αὐτοῦ χρείαν ἔχει. καὶ ἤγαγον αὐτὸν πρὸς τὸν ᾿Ιησοῦν\, καὶ ἐπιρρίψαντες ἑαυτῶν τὰ ἱμάτια ἐπὶ τὸν πῶλον ἐπεβίβασαν τὸν ᾿Ιησοῦν. πορευομένου δὲ αὐτοῦ ὑπεστρώννυον τὰ ἱμάτια αὐτῶν ἐν τῇ ὁδῷ. ἐγγίζοντος δὲ αὐτοῦ ἤδη πρὸς τῇ καταβάσει τοῦ ὄρους τῶν ἐλαιῶν ἤρξατο ἅπαν τὸ πλῆθος τῶν μαθητῶν χαίροντες αἰνεῖν τὸν Θεὸν φωνῇ μεγάλῃ περὶ πασῶν ὧν εἶδον δυνάμεων λέγοντες· εὐλογημένος ὁ ἐρχόμενος βασιλεὺς ἐν ὀνόματι Κυρίου· εἰρήνη ἐν οὐρανῷ καὶ δόξα ἐν ὑψίστοις. καί τινες τῶν Φαρισαίων ἀπὸ τοῦ ὄχλου εἶπον πρὸς αὐτόν· διδάσκαλε\, ἐπιτίμησον τοῖς μαθηταῖς σου. καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς· λέγω ὑμῖν ὅτι ἐὰν οὗτοι σιωπήσωσιν\, οἱ λίθοι κεκράξονται.\n \n \n \n῏Ηλθε δὲ ἡ ἡμέρα τῶν ἀζύμων\, ἐν ᾗ ἔδει θύεσθαι τὸ πάσχα\, καὶ ἀπέστειλε Πέτρον καὶ ᾿Ιωάννην εἰπών· πορευθέντες ἑτοιμάσατε ἡμῖν τὸ πάσχα ἵνα φάγωμεν. οἱ δὲ εἶπον αὐτῷ· ποῦ θέλεις ἑτοιμάσωμεν; ὁ δὲ εἶπεν αὐτοῖς· ἰδοὺ εἰσελθόντων ὑμῶν εἰς τὴν πόλιν συναντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ εἰς τὴν οἰκίαν οὗ εἰσπορεύεται\, καὶ ἐρεῖτε τῷ οἰκοδεσπότῃ τῆς οἰκίας· λέγει σοι ὁ διδάσκαλος\, ποῦ ἐστι τὸ κατάλυμα ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω; κἀκεῖνος ὑμῖν δείξει ἀνώγαιον μέγα ἐστρωμένον· ἐκεῖ ἑτοιμάσατε.ἀπελθόντες δὲ εὗρον καθὼς εἴρηκεν αὐτοῖς\, καὶ ἡτοίμασαν τὸ πάσχα.\n \nΚαὶ ὅτε ἐγένετο ἡ ὥρα\, ἀνέπεσε\, καὶ οἱ δώδεκα ἀπόστολοι σὺν αὐτῷ. καὶ εἶπε πρὸς αὐτούς· ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ πάσχα φαγεῖν μεθ᾿ ὑμῶν πρὸ τοῦ με παθεῖν· λέγω γὰρ ὑμῖν ὅτι οὐκέτι οὐ μὴ φάγω ἐξ αὐτοῦ ἕως ὅτου πληρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ. καὶ δεξάμενος τὸ ποτήριον εὐχαριστήσας εἶπε· λάβετε τοῦτο καὶ διαμερίσατε ἑαυτοῖς· λέγω γὰρ ὑμῖν ὅτι οὐ μὴ πίω ἀπὸ τοῦ γενήματος τῆς ἀμπέλου ἕως ὅτου ἡ βασιλεία τοῦ Θεοῦ ἔλθῃ. καὶ λαβὼν ἄρτον εὐχαριστήσας ἔκλασε καὶ ἔδωκεν αὐτοῖς λέγων· τοῦτό ἐστι τὸ σῶμά μου τὸ ὑπὲρ ὑμῶν διδόμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. ὡσαύτως καὶ τὸ ποτήριον μετὰ τὸ δειπνῆσαι λέγων· τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐν τῷ αἵματί μου\, τὸ ὑπὲρ ὑμῶν ἐκχυνόμενον. πλὴν ἰδοὺ ἡ χεὶρ τοῦ παραδιδόντος με μετ᾿ ἐμοῦ ἐπὶ τῆς τραπέζης. καὶ ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου πορεύεται κατὰ τὸ ὡρισμένον· πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ δι᾿ οὗ παραδίδοται. καὶ αὐτοὶ ἤρξαντο συζητεῖν πρὸς ἑαυτοὺς τὸ τίς ἄρα εἴη ἐξ αὐτῶν ὁ τοῦτο μέλλων πράσσειν.\n \n᾿Εγένετο δὲ καὶ φιλονεικία ἐν αὐτοῖς\, τὸ τίς αὐτῶν δοκεῖ εἶναι μείζων. ὁ δὲ εἶπεν αὐτοῖς· οἱ βασιλεῖς τῶν ἐθνῶν κυριεύουσιν αὐτῶν\, καὶ οἱ ἐξουσιάζοντες αὐτῶν εὐεργέται καλοῦνται· ὑμεῖς δὲ οὐχ οὕτως\, ἀλλ᾿ ὁ μείζων ἐν ὑμῖν γινέσθω ὡς ὁ νεώτερος\, καὶ ὁ ἡγούμενος ὡς ὁ διακονῶν. τίς γὰρ μείζων\, ὁ ἀνακείμενος ἢ ὁ διακονῶν; οὐχὶ ὁ ἀνακείμενος; ἐγὼ δέ εἰμι ἐν μέσῳ ὑμῶν ὡς ὁ διακονῶν. ὑμεῖς δέ ἐστε οἱ διαμεμενηκότες μετ᾿ ἐμοῦ ἐν τοῖς πειρασμοῖς μου· κἀγὼ διατίθεμαι ὑμῖν καθὼς διέθετό μοι ὁ πατήρ μου βασιλείαν\, ἵνα ἐσθίητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου ἐν τῇ βασιλείᾳ μου\, καὶ καθίσεσθε ἐπὶ θρόνων κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ ᾿Ισραήλ.\n \nΕἶπε δὲ ὁ Κύριος· Σίμων Σίμων\, ἰδοὺ ὁ σατανᾶς ἐξῃτήσατο ὑμᾶς τοῦ σινιάσαι ὡς τὸν σῖτον· ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου· καὶ σύ ποτε ἐπιστρέψας στήριξον τοὺς ἀδελφούς σου. ὁ δὲ εἶπεν αὐτῷ· Κύριε\, μετὰ σοῦ ἕτοιμός εἰμι καὶ εἰς φυλακὴν καὶ εἰς θάνατον πορεύεσθαι. ὁ δὲ εἶπε· λέγω σοι\, Πέτρε\, οὐ φωνήσει σήμερον ἀλέκτωρ πρὶν ἢ τρὶς ἀπαρνήσῃ μὴ εἰδέναι με. Καὶ εἶπεν αὐτοῖς· ὅτε ἀπέστειλα ὑμᾶς ἄτερ βαλλαντίου καὶ πήρας καὶ ὑποδημάτων\, μή τινος ὑστερήθητε; οἱ δὲ εἶπον· οὐθενός.\n \nεἶπεν οὖν αὐτοῖς· ἀλλὰ νῦν ὁ ἔχων βαλλάντιον ἀράτω\, ὁμοίως καὶ πήραν\, καὶ ὁ μὴ ἔχων πωλήσει τὸ ἱμάτιον αὐτοῦ καὶ ἀγοράσει μάχαιραν. λέγω γὰρ ὑμῖν ὅτι ἔτι τοῦτο τὸ γεγραμμένον δεῖ τελεσθῆναι ἐν ἐμοί\, τὸ καὶ μετὰ ἀνόμων ἐλογίσθη· καὶ γὰρ τὰ περὶ ἐμοῦ τέλος ἔχει. οἱ δὲ εἶπον· Κύριε\, ἰδοὺ μάχαιραι ὧδε δύο. ὁ δὲ εἶπεν αὐτοῖς· ἱκανόν ἐστι.\n \nΚαὶ ἐξελθὼν ἐπορεύθη κατὰ τὸ ἔθος εἰς τὸ ὄρος τῶν ἐλαιῶν· ἠκολούθησαν δὲ αὐτῷ καὶ οἱ μαθηταὶ αὐτοῦ.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20130312
DTEND;VALUE=DATE:20130313
SUMMARY:Τρίτη τῆς Τυροφάγου
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 3/12/2013\n\nἍγιοι καὶ ἑορταί: Θεοφάνης Ὁμολογητής; Συμεών ὁ νέος Θεολόγος; Γρηγόριος ὁ Διάλογος\, Πάπας Ρώμης\n\nἈποχή κρέατος\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Ἰούδα 1:1-10\n\n Ἰούδας Ἰησοῦ Χριστοῦ δοῦλος\, ἀδελφὸς δὲ Ἰακώβου\, τοῖς ἐν θεῷ πατρὶ ἠγίασμένοις\, καὶ Ἰησοῦ Χριστῷ τετηρημένοις\, κλητοῖς· ἔλεος ὑμῖν καὶ εἰρήνη καὶ ἀγάπη πληθυνθείη. Ἀγαπητοί\, πᾶσαν σπουδὴν ποιούμενος γράφειν ὑμῖν περὶ τῆς κοινῆς σωτηρίας\, ἀνάγκην ἔσχον γράψαι ὑμῖν\, παρακαλῶν ἐπαγωνίζεσθαι τῇ ἅπαξ παραδοθείσῃ τοῖς ἁγίοις πίστει. Παρεισέδυσαν γάρ τινες ἄνθρωποι\, οἱ πάλαι προγεγραμμένοι εἰς τοῦτο τὸ κρίμα\, ἀσεβεῖς\, τὴν τοῦ θεοῦ ἡμῶν χάριν μετατιθέντες εἰς ἀσέλγειαν\, καὶ τὸν μόνον δεσπότην θεόν καὶ κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀρνούμενοι. Ὑπομνῆσαι δὲ ὑμᾶς βούλομαι\, εἰδότας ὑμᾶς ἅπαξ τοῦτο\, ὅτι ὁ κύριος\, λαὸν ἐκ γῆς Αἰγύπτου σώσας\, τὸ δεύτερον τοὺς μὴ πιστεύσαντας ἀπώλεσεν. Ἀγγέλους τε τοὺς μὴ τηρήσαντας τὴν ἑαυτῶν ἀρχήν\, ἀλλὰ ἀπολιπόντας τὸ ἴδιον οἰκητήριον\, εἰς κρίσιν μεγάλης ἡμέρας δεσμοῖς ἀϊδίοις ὑπὸ ζόφον τετήρηκεν. Ὡς Σόδομα καὶ Γόμορρα\, καὶ αἱ περὶ αὐτὰς πόλεις\, τὸν ὅμοιον τούτοις τρόπον ἐκπορνεύσασαι\, καὶ ἀπελθοῦσαι ὀπίσω σαρκὸς ἑτέρας\, πρόκεινται δεῖγμα\, πυρὸς αἰωνίου δίκην ὑπέχουσαι. Ὁμοίως μέντοι καὶ οὗτοι ἐνυπνιαζόμενοι σάρκα μὲν μιαίνουσιν\, κυριότητα δὲ ἀθετοῦσιν\, δόξας δὲ βλασφημοῦσιν. Ὁ δὲ Μιχαὴλ ὁ ἀρχάγγελος\, ὅτε τῷ διαβόλῳ διακρινόμενος διελέγετο περὶ τοῦ Μωϋσέως σώματος\, οὐκ ἐτόλμησεν κρίσιν ἐπενεγκεῖν βλασφημίας\, ἀλλʼ εἶπεν\, Ἐπιτιμήσαι σοι κύριος. Οὗτοι δὲ ὅσα μὲν οὐκ οἴδασιν βλασφημοῦσιν· ὅσα δὲ φυσικῶς\, ὡς τὰ ἄλογα ζῷα\, ἐπίστανται\, ἐν τούτοις φθείρονται.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 22.39-42\, 45-7\n\nΤῷ καιρῷ ἐκείνῳ\, ἐξελθὼν ὁ Ἰησοῦς ἐπορεύθη κατὰ τὸ ἔθος εἰς τὸ ὄρος τῶν ἐλαιῶν· ἠκολούθησαν δὲ αὐτῷ καὶ οἱ μαθηταὶ αὐτοῦ. γενόμενος δὲ ἐπὶ τοῦ τόπου εἶπεν αὐτοῖς· προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν. καὶ αὐτὸς ἀπεσπάσθη ἀπ᾿ αὐτῶν ὡσεὶ λίθου βολήν\, καὶ θεὶς τὰ γόνατα προσηύχετο λέγων· πάτερ\, εἰ βούλει παρενεγκεῖν τοῦτο τὸ ποτήριον ἀπ᾿ ἐμοῦ· πλὴν μὴ τὸ θέλημά μου\, ἀλλὰ τὸ σὸν γινέσθω. καὶ ἀναστὰς ἀπὸ τῆς προσευχῆς\, ἐλθὼν πρὸς τοὺς μαθητὰς εὗρεν αὐτοὺς κοιμωμένους ἀπὸ τῆς λύπης\, καὶ εἶπεν αὐτοῖς· τί καθεύδετε; ἀναστάντες προσεύχεσθε\, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν.\n \n῎Ετι δὲ αὐτοῦ λαλοῦντος ἰδοὺ ὄχλος\, καὶ ὁ λεγόμενος ᾿Ιούδας\, εἷς τῶν δώδεκα\, προῆγεν αὐτούς\, καὶ ἤγγισε τῷ ᾿Ιησοῦ φιλῆσαι αὐτόν· τοῦτο γὰρ σημεῖον δεδώκει αὐτοῖς· ὃν ἂν φιλήσω\, αὐτός ἐστιν. ὁ δὲ ᾿Ιησοῦς εἶπεν αὐτῷ· ᾿Ιούδα\, φιλήματι τὸν υἱὸν τοῦ ἀνθρώπου παραδίδως; ἰδόντες δὲ οἱ περὶ αὐτὸν τὸ ἐσόμενον εἶπον αὐτῷ· Κύριε\, εἰ πατάξομεν ἐν μαχαίρᾳ; καὶ ἐπάταξεν εἷς τις ἐξ αὐτῶν τὸν δοῦλον τοῦ ἀρχιερέως καὶ ἀφεῖλεν αὐτοῦ τὸ οὖς τὸ δεξιόν. ἀποκριθεὶς δὲ ὁ ᾿Ιησοῦς εἶπεν· ἐᾶτε ἕως τούτου· καὶ ἁψάμενος τοῦ ὠτίου αὐτοῦ ἰάσατο αὐτόν. εἶπε δὲ ὁ ᾿Ιησοῦς πρὸς τοὺς παραγενομένους ἐπ᾿ αὐτὸν ἀρχιερεῖς καὶ στρατηγοὺς τοῦ ἱεροῦ καὶ πρεσβυτέρους· ὡς ἐπὶ λῃστὴν ἐξεληλύθατε μετὰ μαχαιρῶν καὶ ξύλων. καθ᾿ ἡμέραν ὄντος μου μεθ᾿ ὑμῶν ἐν τῷ ἱερῷ οὐκ ἐξετείνατε τὰς χεῖρας ἐπ᾿ ἐμέ. ἀλλ᾿ αὕτη ἐστὶν ὑμῶν ἡ ὥρα καὶ ἡ ἐξουσία τοῦ σκότους.\n \nΣυλλαβόντες δὲ αὐτὸν ἤγαγον καὶ εἰσήγαγον αὐτὸν εἰς τὸν οἶκον τοῦ ἀρχιερέως. ὁ δὲ Πέτρος ἠκολούθει μακρόθεν. ἁψάντων δὲ πυρὰν ἐν μέσῳ τῆς αὐλῆς καὶ συγκαθισάντων αὐτῶν ἐκάθητο ὁ Πέτρος ἐν μέσῳ αὐτῶν. ἰδοῦσα δὲ αὐτὸν παιδίσκη τις καθήμενον πρὸς τὸ φῶς καὶ ἀτενίσασα αὐτῷ εἶπε· καὶ οὗτος σὺν αὐτῷ ἦν. ὁ δὲ ἠρνήσατο λέγων· γύναι\, οὐκ οἶδα αὐτόν. καὶ μετὰ βραχὺ ἕτερος ἰδὼν αὐτὸν ἔφη· καὶ σὺ ἐξ αὐτῶν εἶ. ὁ δὲ Πέτρος εἶπεν· ἄνθρωπε\, οὐκ εἰμί. καὶ διαστάσης ὡσεὶ ὥρας μιᾶς ἄλλος τις διισχυρίζετο λέγων· ἐπ᾿ ἀληθείας καὶ οὗτος μετ᾿ αὐτοῦ ἦν· καὶ γὰρ Γαλιλαῖός ἐστιν. εἶπε δὲ ὁ Πέτρος· ἄνθρωπε\, οὐκ οἶδα ὃ λέγεις. καὶ παραχρῆμα\, ἔτι λαλοῦντος αὐτοῦ\, ἐφώνησεν ἀλέκτωρ. καὶ στραφεὶς ὁ Κύριος ἐνέβλεψε τῷ Πέτρῳ\, καὶ ὑπεμνήσθη ὁ Πέτρος τοῦ λόγου τοῦ Κυρίου\, ὡς εἶπεν αὐτῷ ὅτι πρὶν ἀλέκτορα φωνῆσαι ἀπαρνήσῃ με τρίς· καὶ ἐξελθὼν ἔξω ὁ Πέτρος ἔκλαυσε πικρῶς. Καὶ οἱ ἄνδρες οἱ συνέχοντες τὸν ᾿Ιησοῦν ἐνέπαιζον αὐτῷ δέροντες\, καὶ περικαλύψαντες αὐτὸν ἔτυπτον αὐτοῦ τὸ πρόσωπον καὶ ἐπηρώτων αὐτὸν λέγοντες· προφήτευσον τίς ἐστιν ὁ παίσας σε; καὶ ἕτερα πολλὰ βλασφημοῦντες ἔλεγον εἰς αὐτόν.\n \nΚαὶ ὡς ἐγένετο ἡμέρα\, συνήχθη τὸ πρεσβυτέριον τοῦ λαοῦ\, ἀρχιερεῖς καὶ γραμματεῖς\, καὶ ἀνήγαγον αὐτὸν εἰς τὸ συνέδριον ἑαυτῶν λέγοντες· εἰ σὺ εἶ ὁ Χριστός\, εἰπὲ ἡμῖν. εἶπε δὲ αὐτοῖς· ἐὰν ὑμῖν εἴπω\, οὐ μὴ πιστεύσητε\, ἐὰν δὲ καὶ ἐρωτήσω\, οὐ μὴ ἀποκριθῆτέ μοι ἢ ἀπολύσητε· ἀπὸ τοῦ νῦν ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου καθήμενος ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ Θεοῦ. εἶπον δὲ πάντες· σὺ οὖν εἶ ὁ υἱὸς τοῦ Θεοῦ; ὁ δὲ πρὸς αὐτοὺς ἔφη· ὑμεῖς λέγετε ὅτι ἐγώ εἰμι. οἱ δὲ εἶπον· τί ἔτι χρείαν ἔχομεν μαρτυρίας; αὐτοὶ γὰρ ἠκούσαμεν ἀπὸ τοῦ στόματος αὐτοῦ. Καὶ ἀναστὰν ἅπαν τὸ πλῆθος αὐτῶν ἤγαγον αὐτὸν ἐπὶ τὸν Πιλᾶτον.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20130313
DTEND;VALUE=DATE:20130314
SUMMARY:Τετάρτη τῆς Τυροφάγου
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 3/13/2013\n\nἍγιοι καὶ ἑορταί: Νικηφόρος Πατριάρχης Κωνσταντινουπόλεως; Πούπλιος\, Ἐπίσκοπος Ἀθηνῶν\n\nἈποχή κρέατος\n\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: \n\n\nἸωήλ 4:12-21\n\nἘξεγειρέσθωσαν καὶ ἀναβαινέτωσαν πάντα τὰ ἔθνη εἰς τὴν κοιλάδα ᾿Ιωσαφάτ\, διότι ἐκεῖ καθιῶ τοῦ διακρῖναι πάντα τὰ ἔθνη κυκλόθεν. ἐξαποστείλατε δρέπανα\, ὅτι παρέστηκεν ὁ τρυγητός· εἰσπορεύεσθε\, πατεῖτε\, διότι πλήρης ἡ ληνός· ὑπερεκχεῖτε τὰ ὑπολήνια\, ὅτι πεπλήθυνται τὰ κακὰ αὐτῶν. ἦχοι ἐξήχησαν ἐν τῇ κοιλάδι τῆς δίκης\, ὅτι ἐγγὺς ἡμέρα Κυρίου ἐν τῇ κοιλάδι τῆς δίκης. ὁ ἥλιος καὶ ἡ σελήνη συσκοτάσουσι\, καὶ οἱ ἀστέρες δύσουσι φέγγος αὐτῶν. ὁ δὲ Κύριος ἐκ Σιὼν ἀνακεκράξεται καὶ ἐξ ῾Ιερουσαλὴμ δώσει φωνὴν αὐτοῦ\, καὶ σεισθήσεται ὁ οὐρανὸς καὶ ἡ γῆ· ὁ δὲ Κύριος φείσεται τοῦ λαοῦ αὐτοῦ\, καὶ ἐνισχύσει τοὺς υἱοὺς ᾿Ισραήλ. καὶ ἐπιγνώσεσθε\, διότι ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν ὁ κατασκηνῶν ἐν Σιὼν ὄρει ἁγίῳ μου· καὶ ἔσται ῾Ιερουσαλὴμ ἁγία\, καὶ ἀλλογενεῖς οὐ διελεύσονται δι᾿ αὐτῆς οὐκέτι. καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀποσταλάξει τὰ ὄρη γλυκασμόν\, καὶ οἱ βουνοὶ ρυήσονται γάλα\, καὶ πᾶσαι αἱ ἀφέσεις ᾿Ιούδα ρυήσονται ὕδατα\, καὶ πηγὴ ἐξ οἴκου Κυρίου ἐξελεύσεται καὶ ποτιεῖ τὸν χειμάρρουν τῶν σχοίνων. Αἴγυπτος εἰς ἀφανισμὸν ἔσται\, καὶ ἡ ᾿Ιδουμαία εἰς πεδίον ἀφανισμοῦ ἔσται ἐξ ἀδικιῶν υἱῶν ᾿Ιούδα\, ἀνθ᾿ ὧν ἐξέχεαν αἷμα δίκαιον ἐν τῇ γῇ αὐτῶν. ἡ δὲ ᾿Ιουδαία εἰς τὸν αἰῶνα κατοικηθήσεται καὶ ῾Ιερουσαλὴμ εἰς γενεὰς γενεῶν. καὶ ἐκζητήσω τὸ αἷμα αὐτῶν καὶ οὐ μὴ ἀθωώσω\, καὶ Κύριος κατασκηνώσει ἐν Σιών.\n\n\nἸωήλ 2:12-26\n\nΚαὶ νῦν λέγει Κύριος ὁ Θεὸς ὑμῶν· ἐπιστράφητε πρός με ἐξ ὅλης τῆς καρδίας ὑμῶν καὶ ἐν νηστείᾳ καὶ ἐν κλαυθμῷ καὶ ἐν κοπετῷ· καὶ διαρρήξατε τὰς καρδίας ὑμῶν καὶ μὴ τὰ ἱμάτια ὑμῶν καὶ ἐπιστράφητε πρὸς Κύριον τὸν Θεὸν ὑμῶν\, ὅτι ἐλεήμων καὶ οἰκτίρμων ἐστί\, μακρόθυμος καὶ πολυέλεος καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις. τίς οἶδεν εἰ ἐπιστρέψει καὶ μετανοήσει καὶ ὑπολείψεται ὀπίσω αὐτοῦ εὐλογίαν καὶ θυσίαν καὶ σπονδὴν Κυρίῳ τῷ Θεῷ ὑμῶν;\n \nΣαλπίσατε σάλπιγγι ἐν Σιών\, ἁγιάσατε νηστείαν\, κηρύξατε θεραπείαν\, συναγάγετε λαόν\, ἁγιάσατε ἐκκλησίαν\, ἐκλέξασθε πρεσβυτέρους\, συναγάγετε νήπια θηλάζοντα μαστούς\, ἐξελθέτω νυμφίος ἐκ τοῦ κοιτῶνος αὐτοῦ καὶ νύμφη ἐκ τοῦ παστοῦ αὐτῆς.\n \nἈνὰ μέσον τῆς κρηπῖδος τοῦ θυσιαστηρίου κλαύσονται οἱ ἱερεῖς οἱ λειτουργοῦντες τῷ Κυρίῳ καὶ ἐροῦσι· φεῖσαι\, Κύριε\, τοῦ λαοῦ σου καὶ μὴ δῷς τὴν κληρονομίαν σου εἰς ὄνειδος τοῦ κατάρξαι αὐτῶν ἔθνη\, ὅπως μὴ εἴπωσιν ἐν τοῖ ἔθνεσι· ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν;\n \nΚαὶ ἐζήλωσε Κύριος τὴν γῆν αὐτοῦ καὶ ἐφείσατο τοῦ λαοῦ αὐτοῦ. καὶ ἀπεκρίθη Κύριος καὶ εἶπε τῷ λαῷ αὐτοῦ·\n \nἸδοὺ ἐγὼ ἐξαποστέλλω ὑμῖν τὸν σῖτον καὶ τὸν οἶνον καὶ τὸ ἔλαιον\, καὶ ἐμπλησθήσεσθε αὐτῶν\, καὶ οὐ δώσω ὑμᾶς οὐκέτι εἰς ὀνειδισμὸν ἐν τοῖς ἔθνεσι· καὶ τὸν ἀπὸ Βορρᾶ ἐκδιώξω ἀφ᾿ ὑμῶν καὶ ἐξώσω αὐτὸν εἰς γῆν ἄνυδρον καὶ ἀφανιῶ τὸ πρόσωπον αὐτοῦ εἰς τὴν θάλασσαν τὴν πρώτην καὶ τὰ ὀπίσω αὐτοῦ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην\, καὶ ἀναβήσεται ἡ σαπρία αὐτοῦ\, καὶ ἀναβήσεται ὁ βρόμος αὐτοῦ\, ὅτι ἐμεγάλυνε τὰ ἔργα αὐτοῦ.\n \nΘάρσει\, γῆ\, χαῖρε καὶ εὐφραίνου\, ὅτι ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι. θαρσεῖτε\, κτήνη τοῦ πεδίου\, ὅτι βεβλάστηκε τὰ πεδία τῆς ἐρήμου\, ὅτι ξύλον ἤνεγκε τὸν καρπὸν αὐτοῦ\, συκῆ καὶ ἄμπελος ἔδωκαν τὴν ἰσχὺν αὐτῶν.\n \nΚαὶ τὰ τέκνα Σιών\, χαίρετε καὶ εὐφραίνεσθε ἐπὶ τῷ Κυρίῳ Θεῷ ὑμῶν\, διότι ἔδωκεν ὑμῖν τὰ βρώματα εἰς δικαιοσύνην καὶ βρέξει ὑμῖν ὑετὸν πρώϊμον καὶ ὄψιμον καθὼς ἔμπροσθεν.\n \nΚαὶ πλησθήσονται αἱ ἅλωνες σίτου\, καὶ ὑπερεκχυθήσονται αἱ ληνοὶ οἴνου καὶ ἐλαίου. καὶ ἀνταποδώσω ὑμῖν ἀντὶ τῶν ἐτῶν ὧν κατέφαγεν ἡ ἀκρὶς καὶ ὁ βροῦχος καὶ ἡ ἐρυσίβη καὶ ἡ κάμπη\, ἡ δύναμίς μου ἡ μεγάλη\, ἣν ἐξαπέστειλα εἰς ὑμᾶς.\n \nΚαὶ φάγεσθε ἐσθίοντες καὶ ἐμπλησθήσεσθε καὶ αἰνέσετε τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ ὑμῶν\, ἃ ἐποίησε μεθ᾿ ὑμῶν εἰς θαυμάσια\, καὶ οὐ μὴ καταισχυνθῇ ὁ λαός μου εἰς τὸν αἰῶνα·\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20130314
DTEND;VALUE=DATE:20130315
SUMMARY:Πέμπτη τῆς Τυροφάγου
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 3/14/2013\n\nἍγιοι καὶ ἑορταί: Ὅσιος Βενέδικτος; Εὐσχήμων\, Ἐπίσκοπος Λαμψάκου\n\nἈποχή κρέατος\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Ἰούδα 1:11-25\n\nἈγαπητοί\, οὐαὶ αὐτοῖς\, ὅτι τῇ ὁδῷ τοῦ Κάῑν ἐπορεύθησαν\, καὶ τῇ πλάνῃ τοῦ Βαλαὰμ μισθοῦ ἐξεχύθησαν\, καὶ τῇ ἀντιλογίᾳ τοῦ Κορὲ ἀπώλοντο. Οὗτοί εἰσιν ἐν ταῖς ἀγάπαις ὑμῶν σπιλάδες\, συνευωχούμενοι ἀφόβως\, ἑαυτοὺς ποιμαίνοντες\, νεφέλαι ἄνυδροι ὑπὸ ἀνέμων παραφερόμεναι\, δένδρα φθινοπωρινά\, ἄκαρπα\, δὶς ἀποθανόντα\, κύματα ἄγρια θαλάσσης ἐπαφρίζοντα τάς ἑαυτῶν αἰσχύνας\, ἀστέρες πλανῆται\, οἷς ὁ ζόφος τοῦ σκότους εἰς τόν αἰῶνα τετήρηται. Προεφήτευσε δέ καί τούτοις ἕβδομος ἀπό Ἀδάμ Ἐνώχ λέγων· ἰδού ἦλθε Κύριος ἐν ἁγίαις μυριάσιν αὐτοῦ\, ποιῆσαι κρίσιν κατά πάντων καί ἐλέγξαι πάντας τούς ἀσεβεῖς αὐτῶν περί πάντων τῶν ἔργων ἀσεβείας αὐτῶν ὧν ἠσέβησαν καί περί πάντων τῶν σκληρῶν ὧν ἐλάλησαν κατ' αὐτοῦ ἁμαρτωλοί ἀσεβεῖς. Οὗτοί εἰσι γογγυσταί\, μεμψίμοιροι\, κατά τάς ἐπιθυμίας αὐτῶν πορευόμενοι\, καί τό στόμα αὐτῶν λαλεῖ ὑπέρογκα\, θαυμάζοντες πρόσωπα ὠφελείας χάριν. Ὑμεῖς δέ\, ἀγαπητοί\, μνήσθητε τῶν ῥημάτων τῶν προειρημένων ὑπό τῶν ἀποστόλων τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ\, ὅτι ἔλεγον ὑμῖν ὅτι ἐν ἐσχάτῳ χρόνῳ ἔσονται ἐμπαῖκται κατά τάς ἑαυτῶν ἐπιθυμίας πορευόμενοι τῶν ἀσεβειῶν. Οὗτοί εἰσιν οἱ ἀποδιορίζοντες\, ψυχικοί\, Πνεῦμα μή ἔχοντες. Ὑμεῖς δέ\, ἀγαπητοί\, τῇ ἁγιωτάτῃ ὑμῶν πίστει ἐποικοδομοῦντες ἑαυτούς\, ἐν Πνεύματι Ἁγίῳ προσευχόμενοι\, ἑαυτούς ἐν ἀγάπῃ Θεοῦ τηρήσατε\, προσδεχόμενοι τό ἔλεος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ\, εἰς ζωήν αἰώνιον. Καί οὕς μέν ἐλεεῖτε διακρινόμενοι\, οὕς δέ ἐν φόβῳ σώζετε ἐκ τοῦ πυρός ἁρπάζοντες\, μισοῦντες καί τόν ἀπό τῆς σαρκός ἐσπιλωμένον χιτῶνα. Τῷ δέ δυναμένῳ φυλάξαι ὑμᾶς ἀπταίστους καί στῆσαι κατενώπιον τῆς δόξης αὐτοῦ ἀμώμους ἐν ἀγαλλιάσει\, μόνῳ σοφῷ Θεῷ σωτῆρι ἡμῶν\, δόξα καί μεγαλωσύνη\, κράτος καί ἐξουσία καί νῦν καί εἰς πάντας τούς αἰῶνας· ἀμήν.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 23.1-31\, 33\, 4\n\nΤῷ καιρῷ ἐκείνῳ\, ἤγαγον τὸν Ἰησοῦν οἰ ἀπχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ ἐπὶ τὸν Πιλᾶτον. Ἤἤρξαντο δὲ κατηγορεῖν αὐτοῦ λέγοντες· τοῦτον εὕρομεν διαστρέφοντα τὸ ἔθνος καὶ κωλύοντα Καίσαρι φόρους διδόναι\, λέγοντα ἑαυτὸν Χριστὸν βασιλέα εἶναι. ὁ δὲ Πιλᾶτος ἐπηρώτησεν αὐτὸν λέγων· σὺ εἶ ὁ βασιλεὺς τῶν ᾿Ιουδαίων; ὁ δὲ ἀποκριθεὶς αὐτῷ ἔφη· σὺ λέγεις. ὁ δὲ Πιλᾶτος εἶπε πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς ὄχλους ὅτι οὐδὲν εὑρίσκω αἴτιον ἐν τῷ ἀνθρώπῳ τούτῳ. οἱ δὲ ἐπίσχυον λέγοντες ὅτι ἀνασείει τὸν λαὸν διδάσκων καθ᾿ ὅλης τῆς ᾿Ιουδαίας\, ἀρξάμενος ἀπὸ τῆς Γαλιλαίας ἕως ὧδε. Πιλᾶτος δὲ ἀκούσας Γαλιλαίαν ἐπηρώτησεν εἰ ὁ ἄνθρωπος Γαλιλαῖός ἐστι\, καὶ ἐπιγνοὺς ὅτι ἐκ τῆς ἐξουσίας ῾Ηρῴδου ἐστίν\, ἀνέπεμψεν αὐτὸν πρὸς ῾Ηρῴδην\, ὄντα καὶ αὐτὸν ἐν ῾Ιεροσολύμοις ἐν ταύταις ταῖς ἡμέραις. ὁ δὲ ῾Ηρῴδης ἰδὼν τὸν ᾿Ιησοῦν ἐχάρη λίαν· ἦν γὰρ ἐξ ἱκανοῦ θέλων ἰδεῖν αὐτὸν διὰ τὸ ἀκούειν αὐτὸν πολλὰ περὶ αὐτοῦ\, καὶ ἤλπιζέ τι σημεῖον ἰδεῖν ὑπ᾿ αὐτοῦ γινόμενον. ἐπηρώτα δὲ αὐτὸν ἐν λόγοις ἱκανοῖς· αὐτὸς δὲ οὐδὲν ἀπεκρίνατο αὐτῷ. εἱστήκεισαν δὲ οἱ γραμματεῖς καὶ οἱ ἀρχιερεῖς εὐτόνως κατηγοροῦντες αὐτοῦ. ἐξουθενήσας δὲ αὐτὸν ὁ ῾Ηρῴδης σὺν τοῖς στρατεύμασιν αὐτοῦ καὶ ἐμπαίξας\, περιβαλὼν αὐτὸν ἐσθῆτα λαμπρὰν ἀνέπεμψεν αὐτὸν τῷ Πιλάτῳ.ἐγένοντο δὲ φίλοι ὅ τε ῾Ηρῴδης καὶ ὁ Πιλᾶτος ἐν αὐτῇ τῇ ἡμέρᾳ μετ᾿ ἀλλήλων· προϋπῆρχον γὰρ ἐν ἔχθρᾳ ὄντες πρὸς ἑαυτούς.\n \nΠιλᾶτος δὲ συγκαλεσάμενος τοὺς ἀρχιερεῖς καὶ τοὺς ἄρχοντας καὶ τὸν λαὸν εἶπε πρὸς αὐτούς· προσηνέγκατέ μοι τὸν ἄνθρωπον τοῦτον ὡς ἀποστρέφοντα τὸν λαόν\, καὶ ἰδοὺ ἐγὼ ἐνώπιον ὑμῶν ἀνακρίνας οὐδὲν εὗρον ἐν τῷ ἀνθρώπῳ τούτῳ αἴτιον ὧν κατηγορεῖτε κατ᾿ αὐτοῦ. ἀλλ᾿ οὐδὲ ῾Ηρῴδης· ἀνέπεμψα γὰρ ὑμᾶς πρὸς αὐτόν· καὶ ἰδοὺ οὐδὲν ἄξιον θανάτου ἐστὶ πεπραγμένον αὐτῷ. παιδεύσας οὖν αὐτὸν ἀπολύσω. ἀνάγκην δὲ εἶχεν ἀπολύειν αὐτοῖς κατὰ ἑορτὴν ἕνα. ἀνέκραξαν δὲ παμπληθεὶ λέγοντες· αἶρε τοῦτον\, ἀπόλυσον δὲ ἡμῖν Βαραββᾶν· ὅστις ἦν διὰ στάσιν τινὰ γενομένην ἐν τῇ πόλει καὶ φόνον βεβλημένος εἰς τὴν φυλακήν. πάλιν οὖν ὁ Πιλᾶτος προσεφώνησε\, θέλων ἀπολῦσαι τὸν ᾿Ιησοῦν. οἱ δὲ ἐπεφώνουν λέγοντες· σταύρωσον σταύρωσον αὐτόν. ὁ δὲ τρίτον εἶπε πρὸς αὐτούς· τί γὰρ κακὸν ἐποίησεν οὗτος; οὐδὲν ἄξιον θανάτου εὗρον ἐν αὐτῷ· παιδεύσας οὖν αὐτὸν ἀπολύσω. οἱ δὲ ἐπέκειντο φωναῖς μεγάλαις αἰτούμενοι αὐτὸν σταυρωθῆναι\, καὶ κατίσχυον αἱ φωναὶ αὐτῶν καὶ τῶν ἀρχιερέων. ὁ δὲ Πιλᾶτος ἐπέκρινε γενέσθαι τὸ αἴτημα αὐτῶν\, ἀπέλυσε δὲ αὐτοῖς τὸν Βαραββᾶν τὸν διὰ στάσιν καὶ φόνον βεβλημένον εἰς τὴν φυλακήν\, ὃν ᾐτοῦντο\, τὸν δὲ ᾿Ιησοῦν παρέδωκε τῷ θελήματι αὐτῶν.\n \nΚαὶ ὡς ἀπήγαγον αὐτόν\, ἐπιλαβόμενοι Σίμωνός τινος Κυρηναίου\, ἐρχομένου ἀπ᾿ ἀγροῦ\, ἐπέθηκαν αὐτῷ τὸν σταυρὸν φέρειν ὀπίσω τοῦ ᾿Ιησοῦ. ἠκολούθει δὲ αὐτῷ πολὺ πλῆθος τοῦ λαοῦ καὶ γυναικῶν\, αἳ καὶ ἐκόπτοντο καὶ ἐθρήνουν αὐτόν. στραφεὶς δὲ πρὸς αὐτὰς ὁ ᾿Ιησοῦς εἶπε· θυγατέρες ῾Ιερουσαλήμ\, μὴ κλαίετε ἐπ᾿ ἐμέ\, πλὴν ἐφ᾿ ἑαυτὰς κλαίετε καὶ ἐπὶ τὰ τέκνα ὑμῶν. ὅτι ἰδοὺ ἔρχονται ἡμέραι ἐν αἷς ἐροῦσι· μακάριαι αἱ στεῖραι καὶ κοιλίαι αἳ οὐκ ἐγέννησαν\, καὶ μαστοὶ οἳ οὐκ ἐθήλασαν. τότε ἄρξονται λέγειν τοῖς ὄρεσι\, πέσετε ἐφ᾿ ἡμᾶς\, καὶ τοῖς βουνοῖς\, καλύψατε ἡμᾶς· ὅτι εἰ ἐν τῷ ὑγρῷ ξύλῳ ταῦτα ποιοῦσιν\, ἐν τῷ ξηρῷ τί γένηται; Καὶ ὅτε ἀπῆλθον ἐπὶ τὸν τόπον τὸν καλούμενον Κρανίον\, ἐκεῖ ἐσταύρωσαν αὐτὸν καὶ τοὺς κακούργους\, ὃν μὲν ἐκ δεξιῶν ὃν δὲ ἐξ ἀριστερῶν.\n \n \n \n῏Ην δὲ ὡσεὶ ὥρα ἕκτη καὶ σκότος ἐγένετο ἐφ᾿ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης\, τοῦ ἡλίου ἐκλείποντος\, καὶ ἐσχίσθη τὸ καταπέτασμα τοῦ ναοῦ μέσον· καὶ φωνήσας φωνῇ μεγάλῃ ὁ ᾿Ιησοῦς εἶπε· πάτερ\, εἰς χεῖράς σου παρατίθεμαι τὸ πνεῦμά μου· καὶ ταῦτα εἰπὼν ἐξέπνευσεν. ἰδὼν δὲ ὁ ἑκατόνταρχος τὸ γενόμενον ἐδόξασε τὸν Θεὸν λέγων· ὄντως ὁ ἄνθρωπος οὗτος δίκαιος ἦν. καὶ πάντες οἱ συμπαραγενόμενοι ὄχλοι ἐπὶ τὴν θεωρίαν ταύτην\, θεωροῦντες τὰ γενόμενα\, τύπτοντες ἑαυτῶν τὰ στήθη ὑπέστρεφον. εἱστήκεισαν δὲ πάντες οἱ γνωστοὶ αὐτοῦ ἀπὸ μακρόθεν\, καὶ γυναῖκες αἱ συνακολουθήσασαι αὐτῷ ἀπὸ τῆς Γαλιλαίας\, ὁρῶσαι ταῦτα.\n \nΚαὶ ἰδοὺ ἀνὴρ ὀνόματι ᾿Ιωσήφ\, βουλευτὴς ὑπάρχων καὶ ἀνὴρ ἀγαθὸς καὶ δίκαιος - οὗτος οὐκ ἦν συγκατατεθειμένος τῇ βουλῇ καὶ τῇ πράξει αὐτῶν - ἀπὸ ᾿Αριμαθαίας πόλεως τῶν ᾿Ιουδαίων\, ὃς προσεδέχετο καὶ αὐτὸς τὴν βασιλείαν τοῦ Θεοῦ\, οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ ᾿Ιησοῦ\, καὶ καθελὼν αὐτὸ ἐνετύλιξε σινδόνι καὶ ἔθηκεν αὐτὸ ἐν μνήματι λαξευτῷ\, οὗ οὐκ ἦν οὐδεὶς οὐδέπω κείμενος· καὶ ἡμέρα ἦν παρασκευή\, σάββατον ἐπέφωσκε. Κατακολουθήσασαι δὲ αἱ γυναῖκες\, αἵτινες ἦσαν συνεληλυθυῖαι αὐτῷ ἐκ τῆς Γαλιλαίας\, ἐθεάσαντο τὸ μνημεῖον καὶ ὡς ἐτέθη τὸ σῶμα αὐτοῦ\, ὑποστρέψασαι δὲ ἡτοίμασαν ἀρώματα καὶ μύρα. καὶ τὸ μὲν σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20130315
DTEND;VALUE=DATE:20130316
SUMMARY:Ἀγάπιος καί οἱ σύν αὐτῶ
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 3/15/2013\n\nἍγιοι καὶ ἑορταί: Ἀγάπιος καί οἱ σύν αὐτῶ; Μανουὴλ\, Νεομάρτυς; Ἅγιος Ἀπόστολος Ἀριστόβουλος\, Ἐπίσκοπος Βρεττανίας\n\nἈποχή κρέατος\n\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: \n\n\nΖαχαρίας 8:7-17\n\nΤάδε λέγει Κύριος παντοκράτωρ· ἰδοὺ ἐγὼ σῴζω τὸν λαόν μου ἀπὸ γῆς ἀνατολῶν καὶ ἀπὸ γῆς δυσμῶν καὶ εἰσάξω αὐτοὺς καὶ κατασκηνώσω ἐν μέσῳ ῾Ιερουσαλήμ\, καὶ ἔσονται ἐμοὶ εἰς λαόν\, κἀγὼ ἔσομαι αὐτοῖς εἰς Θεὸν ἐν ἀληθείᾳ καὶ ἐν δικαιοσύνῃ. τάδε λέγει Κύριος παντοκράτωρ· κατισχυέτωσαν αἱ χεῖρες ὑμῶν τῶν ἀκουόντων ἐν ταῖς ἡμέραις ταύταις τοὺς λόγους τούτους ἐκ στόματος τῶν προφητῶν\, ἀφ᾿ ἧς ἡμέρας τεθεμελίωται ὁ οἶκος Κυρίου παντοκράτορος\, καὶ ὁ ναὸς ἀφ᾿ οὗ ᾠκοδόμηται. διότι πρὸ τῶν ἡμερῶν ἐκείνων ὁ μισθὸς τῶν ἀνθρώπων οὐκ ἔσται εἰς ὄνησιν\, καὶ ὁ μισθὸς τῶν κτηνῶν οὐχ ὑπάρξει\, καὶ τῷ ἐκπορευομένῳ καὶ τῷ εἰσπορευομένῳ οὐκ ἔσται εἰρήνη ἀπὸ τῆς θλίψεως· καὶ ἐξαποστελῶ πάντας τοὺς ἀνθρώπους\, ἕκαστον ἐπὶ τὸν πλησίον αὐτοῦ. καὶ νῦν οὐ κατὰ τάς ἡμέρας τὰς ἔμπροσθεν ἐγὼ ποιῶ τοῖς καταλοίποις τοῦ λαοῦ τούτου\, λέγει Κύριος παντοκράτωρ\, ἀλλ᾿ ἢ δείξω εἰρήνην· ἡ ἄμπελος δώσει τὸν καρπὸν αὐτῆς\, καὶ ἡ γῆ δώσει τὰ γεννήματα αὐτῆς\, καὶ ὁ οὐρανὸς δώσει τὴν δρόσον αὐτοῦ\, καὶ κατακληρονομήσω τοῖς καταλοίποις τοῦ λαοῦ μου τούτου ταῦτα πάντα. καὶ ἔσται ὃν τρόπον ἦτε ἐν κατάρᾳ ἐν τοῖς ἔθνεσιν ὁ οἶκος ᾿Ιούδα καὶ οἶκος ᾿Ισραήλ\, οὕτως διασώσω ὑμᾶς καὶ ἔσεσθε ἐν εὐλογίᾳ· θαρσεῖτε καὶ κατισχύετε ἐν ταῖς χερσὶν ὑμῶν. διότι τάδε λέγει Κύριος παντοκράτωρ· ὃν τρόπον διενοήθην τοῦ κακῶσαι ὑμᾶς ἐν τῷ παροργίσαι με τοὺς πατέρας ὑμῶν\, λέγει Κύριος παντοκράτωρ\, καὶ οὐ μετενόησα\, οὕτως παρατέταγμαι καὶ διανενόημαι ἐν ταῖς ἡμέραις ταύταις τοῦ καλῶς ποιῆσαι τὴν ῾Ιερουσαλὴμ καὶ τὸν οἶκον ᾿Ιούδα· θαρσεῖτε. οὗτοι οἱ λόγοι\, οὓς ποιήσετε· λαλεῖτε ἀλήθειαν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ\, ἀλήθειαν καὶ κρίμα εἰρηνικὸν κρίνατε ἐν ταῖς πύλαις ὑμῶν\, καί ἕκαστος τὴν κακίαν τοῦ πλησίον αὐτοῦ μὴ λογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν καὶ ὅρκον ψευδῆ μὴ ἀγαπᾶτε\, διότι ταῦτα πάντα ἐμίσησα\, λέγει Κύριος παντοκράτωρ.\n\n\nΖαχαρίας 8:19-23\n\nΤάδε λέγει Κύριος παντοκράτωρ· νηστεία ἡ τετρὰς καὶ νηστεία ἡ πέμπτη καὶ νηστεία ἡ ἑβδόμη καὶ νηστεία ἡ δεκάτη ἔσονται τῷ οἴκῳ ᾿Ιούδα εἰς χαρὰν καὶ εὐφροσύνην καὶ εἰς ἑορτὰς ἀγαθάς\, καὶ εὐφρανθήσεσθε\, καὶ τὴν ἀλήθειαν καὶ τὴν εἰρήνην ἀγαπήσατε. τάδε λέγει Κύριος παντοκράτωρ· ἔτι ἥξουσι λαοὶ πολλοὶ καὶ κατοικοῦντες πόλεις πολλάς\, καὶ συνελεύσονται κατοικοῦντες πέντε πόλεις εἰς μίαν πόλιν λέγοντες· πορευθῶμεν δεηθῆναι τοῦ προσώπου Κυρίου καὶ ἐκζητῆσαι τὸ πρόσωπον Κυρίου παντοκράτορος· πορεύσομαι κἀγώ. καὶ ἥξουσι λαοὶ πολλοὶ καὶ ἔθνη πολλὰ ἐκζητῆσαι τὸ πρόσωπον Κυρίου παντοκράτορος ἐν ῾Ιερουσαλὴμ καὶ ἐξιλάσασθαι τὸ πρόσωπον Κυρίου. τάδε λέγει Κύριος παντοκράτωρ· ἐν ταῖς ἡμέραις ἐκείναις\, ἐὰν ἐπιλάβωνται δέκα ἄνδρες ἐκ πασῶν τῶν γλωσσῶν τῶν ἐθνῶν καὶ ἐπιλάβωνται τοῦ κρασπέδου ἀνδρὸς ᾿Ιουδαίου λέγοντες· πορευσόμεθα μετὰ σοῦ\, διότι ἀκηκόαμεν ὅτι ὁ Θεὸς μεθ᾿ ὑμῶν ἐστι.\n \n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20130316
DTEND;VALUE=DATE:20130317
SUMMARY:Σάββατον τῆς Τυροφάγου
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 3/16/2013\n\nἍγιοι καὶ ἑορταί: Σαβῖνος Μάρτυς; Ὅσιος Χριστόδουλος; Ἀριστόβουλος ἐκ τῶν 70; Ιουλιανού του Κίλικος\n\nἈποχή κρέατος\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Γαλάτας 5:22-26; 6:1-2\n\nἈδελφοί\, ὁ καρπὸς τοῦ πνεύματός ἐστιν ἀγάπη\, χαρά\, εἰρήνη\, μακροθυμία\, χρηστότης\, ἀγαθωσύνη\, πίστις\, πρᾳότης\, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστιν νόμος. Οἱ δὲ τοῦ Χριστοῦ\, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασιν καὶ ταῖς ἐπιθυμίαις. Εἰ ζῶμεν πνεύματι\, πνεύματι καὶ στοιχῶμεν. Μὴ γινώμεθα κενόδοξοι\, ἀλλήλους προκαλούμενοι\, ἀλλήλοις φθονοῦντες. Ἀδελφοί\, ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι\, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πρᾳότητος\, σκοπῶν σεαυτόν μὴ καὶ σὺ πειρασθῇς. Ἀλλήλων τὰ βάρη βαστάζετε\, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 6.1-13\n\nΕἶπεν ὁ Κύριος· Προσέχετε τὴν ἐλεημοσύνην ὑμῶν μὴ ποιεῖν ἔμπροσθεν τῶν ἀνθρώπων πρὸς τὸ θεαθῆναι αὐτοῖς· εἰ δὲ μήγε\, μισθὸν οὐκ ἔχετε παρὰ τῷ πατρὶ ὑμῶν τῷ ἐν τοῖς οὐρανοῖς.῞Οταν οὖν ποιῇς ἐλεημοσύνην\, μὴ σαλπίσῃς ἔμπροσθέν σου\, ὥσπερ οἱ ὑποκριταὶ ποιοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς ῥύμαις\, ὅπως δοξασθῶσιν ὑπὸ τῶν ἀνθρώπων· ἀμὴν λέγω ὑμῖν\, ἀπέχουσι τὸν μισθὸν αὐτῶν.σοῦ δὲ ποιοῦντος ἐλεημοσύνην μὴ γνώτω ἡ ἀριστερά σου τί ποιεῖ ἡ δεξιά σου\,ὅπως ᾖ σου ἡ ἐλεημοσύνη ἐν τῷ κρυπτῷ\, καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι ἐν τῷ φανερῷ. Καὶ ὅταν προσεύχῃ\, οὐκ ἔσῃ ὥσπερ οἱ ὑποκριταί\, ὅτι φιλοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς γωνίαις τῶν πλατειῶν ἑστῶτες προσεύχεσθαι\, ὅπως ἂν φανῶσι τοῖς ἀνθρώποις· ἀμὴν λέγω ὑμῖν ὅτι ἀπέχουσι τὸν μισθὸν αὐτῶν.σὺ δὲ ὅταν προσεύχῃ\, εἴσελθε εἰς τὸ ταμιεῖόν σου\, καὶ κλείσας τὴν θύραν σου πρόσευξαι τῷ πατρί σου τῷ ἐν τῷ κρυπτῷ\, καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι ἐν τῷ φανερῷ. Προσευχόμενοι δὲ μὴ βαττολογήσητε ὥσπερ οἱ ἐθνικοί· δοκοῦσι γὰρ ὅτι ἐν τῇ πολυλογίᾳ αὐτῶν εἰσακουσθήσονται.μὴ οὖν ὁμοιωθῆτε αὐτοῖς· οἶδε γὰρ ὁ πατὴρ ὑμῶν ὧν χρείαν ἔχετε πρὸ τοῦ ὑμᾶς αἰτῆσαι αὐτόν. Οὕτως οὖν προσεύχεσθε ὑμεῖς· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς·ἁγιασθήτω τὸ ὄνομά σου·ἐλθέτω ἡ βασιλεία σου·γενηθήτω τὸ θέλημά σου\,ὡς ἐν οὐρανῷ\, καὶ ἐπὶ τῆς γῆς·τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον·καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν\,ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν·καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν\,ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20130317
DTEND;VALUE=DATE:20130318
SUMMARY:Κυριακή τῆς Τυροφάγου
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 3/17/2013\n\nἍγιοι καὶ ἑορταί: Ἀλέξιος ὁ Ἄνθρωπος τοῦ Θεοῦ; Πατρίκιου επισκόπου Αρμαχίας καί Φωτίστου της Ιρλανδίας του Θαυματουργού; Μαρῖνος Μάρτυς; Ὅσιος Θεοστήρικτος\, Ὁμολογητής\n\nἈποχή κρέατος\nΗχος πλ. δ'\nΕωθ. Η'\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς ῾Ρωμαίους 13:11-14; 14:1-4\n\nἈδελφοί\, νῦν ἐγγύτερον ἡμῶν ἡ σωτηρία ἢ ὅτε ἐπιστεύσαμεν. Ἡ νὺξ προέκοψεν\, ἡ δὲ ἡμέρα ἤγγικεν· ἀποθώμεθα οὖν τὰ ἔργα τοῦ σκότους\, καί ἐνδυσώμεθα τὰ ὅπλα τοῦ φωτός. Ὡς ἐν ἡμέρᾳ\, εὐσχημόνως περιπατήσωμεν\, μὴ κώμοις καὶ μέθαις\, μὴ κοίταις καὶ ἀσελγείαις\, μὴ ἔριδι καὶ ζήλῳ. Ἀλλʼ ἐνδύσασθε τὸν κύριον Ἰησοῦν Χριστόν\, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε\, εἰς ἐπιθυμίας. Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε\, μὴ εἰς διακρίσεις διαλογισμῶν. Ὃς μὲν πιστεύει φαγεῖν πάντα\, ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει. Ὁ ἐσθίων τὸν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω\, καὶ ὁ μὴ ἐσθίων τὸν ἐσθίοντα μὴ κρινέτω· ὁ θεὸς γὰρ αὐτὸν προσελάβετο. Σὺ τίς εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην; Τῷ ἰδίῳ κυρίῳ στήκει ἢ πίπτει. Σταθήσεται δέ· δυνατὸς γάρ ἐστιν ὁ θεὸς στῆσαι αὐτόν.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 6.14-21\n\nΕἶπεν ὁ Κύριος· ᾿Εὰν γὰρ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν\, ἀφήσει καὶ ὑμῖν ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος·ἐὰν δὲ μὴ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν\, οὐδὲ ὁ πατὴρ ὑμῶν ἀφήσει τὰ παραπτώματα ὑμῶν. ῞Οταν δὲ νηστεύητε\, μὴ γίνεσθε ὥσπερ οἱ ὑποκριταὶ σκυθρωποί· ἀφανίζουσι γὰρ τὰ πρόσωπα αὐτῶν ὅπως φανῶσι τοῖς ἀνθρώποις νηστεύοντες· ἀμὴν λέγω ὑμῖν ὅτι ἀπέχουσι τὸν μισθὸν αὐτῶν.σὺ δὲ νηστεύων ἄλειψαί σου τὴν κεφαλὴν καὶ τὸ πρόσωπόν σου νίψαι\,ὅπως μὴ φανῇς τοῖς ἀνθρώποις νηστεύων\, ἀλλὰ τῷ πατρί σου τῷ ἐν τῷ κρυπτῷ\, καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι ἐν τῷ φανερῷ. Μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς\, ὅπου σὴς καὶ βρῶσις ἀφανίζει\, καὶ ὅπου κλέπται διορύσσουσι καὶ κλέπτουσι·θησαυρίζετε δὲ ὑμῖν θησαυροὺς ἐν οὐρανῷ\, ὅπου οὔτε σὴς οὔτε βρῶσις ἀφανίζει\, καὶ ὅπου κλέπται οὐ διορύσσουσιν οὐδὲ κλέπτουσιν·ὅπου γάρ ἐστιν ὁ θησαυρὸς ὑμῶν\, ἐκεῖ ἔσται καὶ ἡ καρδία ὑμῶν.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20130318
DTEND;VALUE=DATE:20130319
SUMMARY:Δευτέρα Α΄ τῶν Νηστειῶν
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 3/18/2013\n\nἍγιοι καὶ ἑορταί: Κύριλλος Ἀρχιεπίσκοπος Ἱεροσολύμων; Mαρτύρες Τρόφιμος καί Εὐκαρπίων\n\nξεροφαγία (αὐστηρή νηστεία)\n\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: Ἠσαΐας 1:1-20\n\n῞Ορασις\, ἣν εἶδεν ῾Ησαΐας υἱὸς ᾿Αμώς\, ἣν εἶδε κατὰ τῆς ᾿Ιουδαίας καὶ κατὰ ῾Ιερουσαλὴμ ἐν βασιλεία ᾿Οζίου καὶ ᾿Ιωάθαμ καὶ ῎Αχαζ καὶ ᾿Εζεκίου\, οἵ ἐβασίλευσαν τῆς ᾿Ιουδαίας. ῎Ακουε οὐρανὲ καὶ ἐνωτίζου γῆ\, ὅτι Κύριος ἐλάλησεν· υἱοὺς ἐγέννησα καὶ ὕψωσα\, αὐτοὶ δέ με ἠθέτησαν. ἔγνω βοῦς τὸν κτησάμενον καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ· ᾿Ισραὴλ δέ με οὐκ ἔγνω καὶ ὁ λαός με οὐ συνῆκεν.\n \nοὐαὶ ἔθνος ἁμαρτωλόν\, λαὸς πλήρης ἁμαρτιῶν\, σπέρμα πονηρόν\, υἱοὶ ἄνομοι· ἐγκατελίπατε τὸν Κύριον καὶ παρωργίσατε τὸν ἅγιον τοῦ ᾿Ισραήλ.\n \nτί ἔτι πληγῆτε προστιθέντες ἀνομίαν; πᾶσα κεφαλὴ εἰς πόνον καὶ πᾶσα καρδία εἰς λύπην. ἀπὸ ποδῶν ἕως κεφαλῆς οὐκ ἔστιν ἐν αὐτῷ ὁλοκληρία\, οὔτε τραῦμα οὔτε μώλωψ οὔτε πληγὴ φλεγμαίνουσα· οὐκ ἔστιν μάλαγμα ἐπιθῆναι οὔτε ἔλαιον οὔτε καταδέσμους.\n \nἡ γῆ ὑμῶν ἔρημος\, αἱ πόλεις ὑμῶν πυρίκαυστοι· τὴν χώραν ὑμῶν ἐνώπιον ὑμῶν ἀλλότριοι κατεσθίουσι αὐτήν\, καὶ ἠρήμωται κατεστραμμένη ὑπὸ λαῶν ἀλλοτρίων. ἐγκαταλειφθήσεται ἡ θυγάτηρ Σιὼν ὡς σκηνὴ ἐν ἀμπελῶνι καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηράτῳ\, ὡς πόλις πολιορκουμένη·\n \nκαὶ εἰ μὴ Κύριος σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα\, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν.\n \n᾿Ακούσατε λόγον Κυρίου\, ἄρχοντες Σοδόμων· προσέχετε νόμον Θεοῦ λαὸς Γομόρρας. τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; λέγει Κύριος· πλήρης εἰμὶ ὁλοκαυτωμάτων κριῶν\, καὶ στέαρ ἀρνῶν καὶ αἷμα ταύρων καὶ τράγων οὐ βούλομαι\, οὐδὲ ἂν ἔρχησθε ὀφθῆναι μοι.\n \nτίς γὰρ ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; πατεῖν τὴν αὐλήν μου οὐ προσθήσεσθαι· ἐὰν φέρητε σεμίδαλιν\, μάταιον· θυμίαμα\, βδέλυγμά μοί ἐστι· τὰς νουμηνίας ὑμῶν καὶ τὰ σάββατα καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχομαι· νηστείαν καὶ ἀργίαν καὶ τὰς νουμηνίας ὑμῶν καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου· ἐγενήθητέ μοι εἰς πλησμονήν\, οὐκέτι ἀνήσω τὰς ἁμαρτίας ὑμῶν. ὅταν ἐκτείνητε τὰς χεῖρας ὑμῶν πρός με\, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ᾿ ὑμῶν\, καὶ ἐὰν πληθύνητε τὴν δέησιν\, οὐκ εἰσακούσομαι ὑμῶν· αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις. λούσασθε καὶ καθαροὶ γίνεσθε\, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου\, παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν\, μάθετε καλὸν ποιεῖν\, ἐκζητήσατε κρίσιν\, ρύσασθε ἀδικούμενον\, κρίνατε ὀρφανῷ καὶ δικαιώσατε χήραν·\n \nκαὶ δεῦτε διαλεχθῶμεν\, λέγει Κύριος· καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν\, ὡς χιόνα λευκανῶ\, ἐὰν δὲ ὦσιν ὡς κόκκινον\, ὡς ἔριον λευκανῶ. καὶ ἐὰν θέλητε καὶ εἰσακούσητέ μου\, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε· ἐὰν δὲ μὴ θέλητε\, μηδὲ εἰσακούσητέ μου\, μάχαιρα ὑμᾶς κατέδεται· τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα.\n\n\nΓενεσις 1:1-13\n\n᾽Εν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος\, καὶ σκότος ἐπάνω τῆς ἀβύσσου\, καὶ πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος.\n \nκαὶ εἶπεν ὁ Θεός· γενηθήτω φῶς· καὶ ἐγένετο φῶς. καὶ εἶδεν ὁ Θεὸς τὸ φῶς\, ὅτι καλόν· καὶ διεχώρισεν ὁ Θεὸς τὸ φῶς\, ὅτι καλόν· καὶ διεχώρισεν ὁ Θεὸς ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους. καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ φῶς ἡμέραν καὶ τὸ σκότος ἐκάλεσε νύκτα. καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ\, ἡμέρα μία.\n \nKαὶ εἶπεν ὁ Θεός· γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος καὶ ἔστω διαχωρίζον ἀνὰ μέσον ὕδατος καὶ ὕδατος. καὶ ἐγένετο οὕτως. καὶ ἐποίησεν ὁ Θεὸς τὸ στερέωμα\, καὶ διεχώρισεν ὁ Θεὸς ἀνὰ μέσον τοῦ ὕδατος\, ὃ ἦν ὑποκάτω τοῦ στερεώματος\, καὶ ἀναμέσον τοῦ ὕδατος τοῦ ἐπάνω τοῦ στερεώματος. καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ στερέωμα οὐρανόν. καὶ εἶδεν ὁ Θεός\, ὅτι καλόν\, καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ\, ἡμέρα δευτέρα.\n \nΚαὶ εἶπεν ὁ Θεός· συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν\, καὶ ὀφθήτω ἡ ξηρά. καὶ ἐγένετο οὕτως. καὶ συνήχθη τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς τὰς συναγωγὰς αὐτῶν\, καὶ ὤφθη ἡ ξηρά. καὶ ἐκάλεσεν ὁ Θεὸς τὴν ξηρὰν γῆν καὶ τὰ συστήματα τῶν ὑδάτων ἐκάλεσε θαλάσσας. καὶ εἶδεν ὁ Θεός\, ὅτι καλόν. καὶ εἶπεν ὁ Θεός· βλαστησάτω ἡ γῆ βοτάνην χόρτου σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ᾿ ὁμοιότητα\, καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν\, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ κατὰ γένος ἐπὶ τῆς γῆς. καὶ ἐγένετο οὕτως. καὶ ἐξήνεγκεν ἡ γῆ βοτάνην χόρτου σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ᾿ ὁμοιότητα\, καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν\, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ κατὰ γένος ἐπὶ τῆς γῆς. καὶ εἶδεν ὁ Θεός\, ὅτι καλόν. καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ\, ἡμέρα τρίτη.\n\n\nΠαροιμίαι 1:1-20\n\nΠΑΡΟΙΜΙΑΙ Σολομῶντος υἱοῦ Δαυίδ\, ὃς ἐβασίλευσεν ἐν ᾿Ισραήλ\,\n \nγνῶναι σοφίαν καὶ παιδείαν νοῆσαί τε λόγους φρονήσεως δέξασθαί τε στροφὰς λόγων νοῆσαί τε δικαιοσύνην ἀληθῆ καὶ κρίμα κατευθύνειν\, ἵνα δῷ ἀκάκοις πανουργίαν\, παιδὶ δὲ νέῳ αἴσθησίν τε καὶ ἔννοιαν· τῶνδε γὰρ ἀκούσας σοφὸς σοφώτερος ἔσται\, ὁ δὲ νοήμων κυβέρνησιν κτήσεται. νοήσει τε παραβολὴν καὶ σκοτεινὸν λόγον ρήσεις τε σοφῶν καὶ αἰνίγματα. ᾿Αρχὴ σοφίας φόβος Κυρίου\, σύνεσις δὲ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσι αὐτήν· εὐσέβεια δὲ εἰς Θεὸν ἀρχὴ αἰσθήσεως\, σοφίαν δὲ καὶ παιδείαν ἀσεβεῖς ἐξουθενήσουσιν.\n \nἄκουε\, υἱέ\, παιδείαν πατρός σου καὶ μὴ ἀπώσῃ θεσμοὺς μητρός σου· στέφανον γὰρ χαρίτων δέξῃ σῇ κορυφῇ καὶ κλοιὸν χρύσεον περὶ σῷ τραχήλῳ. υἱέ\, μή σε πλανήσωσιν ἄνδρες ἀσεβεῖς\, μηδὲ βουληθῇς\, ἐὰν παρακαλέσωσί σε λέγοντες· ἐλθὲ μεθ᾿ ἡμῶν\, κοινώνησον αἵματος\, κρύψωμεν δὲ εἰς γῆν ἄνδρα δίκαιον ἀδίκως\, καταπίωμεν δὲ αὐτὸν ὥσπερ ᾅδης ζῶντα καὶ ἄρωμεν αὐτοῦ τὴν μνήμην ἐκ γῆς· τὴν κτῆσιν αὐτοῦ τὴν πολυτελῆ καταλαβώμεθα\, πλήσωμεν δὲ οἴκους ἡμετέρους σκύλων· τὸν δὲ σὸν κλῆρον βάλε ἐν ἡμῖν\, κοινὸν δὲ βαλάντιον κτησώμεθα πάντες\, καὶ μαρσίππιον ἓν γενηθήτω ἡμῖν. μὴ πορευθῆς ἐν ὁδῷ μετ᾿ αὐτῶν\, ἔκλινον δὲ τὸν πόδα σου ἐκ τῶν τρίβων αὐτῶν· οἱ γὰρ πόδες αὐτῶν εἰς κακίαν τρέχουσι καὶ ταχινοὶ τοῦ ἐκχέαι αἷμα· οὐ γὰρ ἀδίκως ἐκτείνεται δίκτυα πτερωτοῖς. αὐτοὶ γὰρ οἱ φόνου μετέχοντες θησαυρίζουσιν ἑαυτοῖς κακά\, ἡ δὲ καταστροφὴ ἀνδρῶν παρανόμων κακή. αὗται αἱ ὁδοί εἰσι πάντων τῶν συντελούντων τὰ ἄνομα· τῇ γὰρ ἀσεβείᾳ τὴν ἑαυτῶν ψυχὴν ἀφαιροῦνται. Σοφία ἐν ἐξόδοις ὑμνεῖται\, ἐν δὲ πλατείαις παρρησίαν ἄγει·\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20130319
DTEND;VALUE=DATE:20130320
SUMMARY:Χρύσανθος καὶ Δαρεία\, Μάρτυρες
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 3/19/2013\n\nἍγιοι καὶ ἑορταί: Χρύσανθος καὶ Δαρεία\, Μάρτυρες; Δημήτριος\, Νεομάρτυς\n\nξεροφαγία (αὐστηρή νηστεία)\n\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: Ἠσαΐας 1:19-2:3\n\nΚαὶ ἐὰν θέλητε καὶ εἰσακούσητέ μου\, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε· ἐὰν δὲ μὴ θέλητε\, μηδὲ εἰσακούσητέ μου\, μάχαιρα ὑμᾶς κατέδεται· τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα.\n \nΠῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιών\, πλήρης κρίσεως\, ἐν ᾗ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ\, νῦν δὲ φονευταί. τὸ ἀργύριον ὑμῶν ἀδόκιμον· οἱ κάπηλοί σου μίσγουσι τὸν οἶνον ὕδατι· οἱ ἄρχοντές σου ἀπειθοῦσι\, κοινωνοὶ κλεπτῶν ἀγαπῶντες δῶρα\, διώκοντες ἀνταπόδομα\, ὀρφανοῖς οὐ κρίνοντες καὶ κρίσιν χηρῶν οὐ προσέχοντες.\n \nδιὰ τοῦτο τάδε λέγει Κύριος ὁ δεσπότης σαβαώθ\, ὁ δυνάστης τοῦ ᾿Ισραήλ· οὐαὶ τοῖς ἰσχύουσιν ἐν ῾Ιερουσαλήμ· οὐ παύσεται γάρ μου ὁ θυμὸς ἐν τοῖς ὑπεναντίοις\, καὶ κρίσιν ἐκ τῶν ἐχθρῶν μου ποιήσω. καὶ ἐπάξω τὴν χεῖρά μου ἐπὶ σὲ καὶ πυρώσω σε εἰς καθαρόν\, τοὺς δὲ ἀπειθοῦντας ἀπολέσω καὶ ἀφελῶ πάντας ἀνόμους ἀπὸ σοῦ καὶ πάντας ὑπηφάνους ταπεινώσω. καὶ ἐπιστήσω τοὺς κριτάς σου ὡς τὸ πρότερον καὶ τοὺς συμβούλους σου ὡς τὸ ἀπ᾿ ἀρχῆς·\n \nκαὶ μετὰ ταῦτα κληθήσῃ πόλις δικαιοσύνης\, μητρόπολις πιστὴ Σιών. μετὰ γὰρ κρίματος σωθήσεται ἡ αἰχμαλωσία αὐτῆς καὶ μετὰ ἐλεημοσύνης. καὶ συντριβήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα\, καὶ οἱ ἐγκαταλιπόντες τὸν Κύριον συντελεσθήσονται. διότι αἰσχυνθήσονται ἐν τοῖς εἰδώλοις αὐτῶν\, ἃ αὐτοὶ ἠβούλοντο\, καὶ ἐπαισχυνθήσονται ἐπὶ τοῖς κήποις αὐτῶν\, ἃ ἐπεθύμησαν. ἔσονται γὰρ ὡς τερέβινθος ἀποβεβληκυῖα τὰ φύλλα καὶ ὡς παράδεισος ὕδωρ μὴ ἔχων· καὶ ἔσται ἡ ἰσχὺς αὐτῶν ὡς καλάμη στιππύου καὶ αἱ ἐργασίαι αὐτῶν ὡς σπινθῆρες πυρός\, καὶ κατακαυθήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα\, καὶ οὐκ ἔσται ὁ σβέσων.\n \nΟ λόγος ὁ γενόμενος παρὰ Κυρίου πρὸς ῾Ησαΐαν υἱὸν ᾿Αμὼς περὶ τῆς ᾿Ιουδαίας καὶ περὶ ῾Ιερουσαλήμ. ῞Οτι ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου καὶ ὁ οἶκος τοῦ Θεοῦ ἐπ᾿ ἄκρων τῶν ὀρέων καὶ ὑψωθήσεται ὑπεράνω τῶν βουνῶν· καὶ ἥξουσιν ἐπ᾿ αὐτὸ πάντα τὰ ἔθνη\, καὶ πορεύσονται ἔθνη πολλὰ καὶ ἐροῦσι· δεῦτε καὶ ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ ᾿Ιακώβ\, καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ\, καὶ πορευσόμεθα ἐν αὐτῇ· ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος καὶ λόγος Κυρίου ἐξ ῾Ιερουσαλήμ.\n\n\nΓένεσις 1:14-23\n\nΚαὶ εἶπεν ὁ Θεός· γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ εἰς φαῦσιν ἐπὶ τῆς γῆς\, τοῦ διαχωρίζειν ἀνὰ μέσον τῆς ἡμέρας καὶ ἀνὰ μέσον τῆς νυκτός· καὶ ἔστωσαν εἰς σημεῖα καὶ εἰς καιροὺς καὶ εἰς ἡμέρας καὶ εἰς ἐνιαυτούς· καὶ ἔστωσαν εἰς φαῦσιν ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ\, ὥστε φαίνειν ἐπὶ τῆς γῆς. καὶ ἐγένετο οὕτως. καὶ ἐποίησεν ὁ Θεὸς τοὺς δύο φωστῆρας τοὺς μεγάλους\, τὸν φωστῆρα τὸν μέγαν εἰς ἀρχὰς τῆς ἡμέρας καὶ τὸν φωστῆρα τὸν ἐλάσσω εἰς ἀρχὰς τῆς νυκτός\, καὶ τοὺς ἀστέρας. καὶ ἔθετο αὐτοὺς ὁ Θεὸς ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ\, ὥστε φαίνειν ἐπὶ τῆς γῆς καὶ ἄρχειν τῆς ἡμέρας καὶ τῆς νυκτὸς καὶ διαχωρίζειν ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους. καὶ εἶδεν ὁ Θεός\, ὅτι καλόν. καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ\, ἡμέρα τετάρτη.\n \nΚαὶ εἶπεν ὁ Θεός· ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν καὶ πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ. καὶ ἐγένετο οὕτως. καὶ ἐποίησεν ὁ Θεὸς τὰ κήτη τὰ μεγάλα καὶ πᾶσαν ψυχὴν ζῴων ἑρπετῶν\, ἃ ἐξήγαγε τὰ ὕδατα κατὰ γένη αὐτῶν\, καὶ πᾶν πετεινὸν πτερωτὸν κατὰ γένος. καὶ εἶδεν ὁ Θεός\, ὅτι καλά. καὶ εὐλόγησεν αὐτὰ ὁ Θεός\, λέγων· αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὰ ὕδατα ἐν ταῖς θαλάσσαις\, καὶ τὰ πετεινὰ πληθυνέσθωσαν ἐπὶ τῆς γῆς. καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ\, ἡμέρα πέμπτη.\n\n\nΠαροιμίαι 1:20-33\n\nΣοφία ἐν ἐξόδοις ὑμνεῖται\, ἐν δὲ πλατείαις παρρησίαν ἄγει· ἐπ᾿ ἄκρων τειχέων κηρύσσεται\, ἐπὶ δὲ πύλαις δυναστῶν παρεδρεύει\, ἐπὶ δὲ πύλαις πόλεως θαρροῦσα λέγει· ὅσον ἂν χρόνον ἄκακοι ἔχωνται τῆς δικαιοσύνης\, οὐκ αἰσχυνθήσονται· οἱ δὲ ἄφρονες\, τῆς ὕβρεως ὄντες ἐπιθυμηταί\, ἀσεβεῖς γενόμενοι ἐμίσησαν αἴσθησιν καὶ ὑπεύθυνοι ἐγένοντο ἐλέγχοις\, ἰδοὺ προήσομαι ὑμῖν ἐμῆς πνοῆς ρῆσιν\, διδάξω δὲ ὑμᾶς τὸν ἐμὸν λόγον. ἐπειδὴ ἐκάλουν καὶ οὐχ ὑπηκούσατε καὶ ἐξέτεινα λόγους καὶ οὐ προσείχετε\, ἀλλὰ ἀκύρους ἐποιεῖτε ἐμᾶς βουλάς\, τοῖς δὲ ἐμοῖς ἐλέγχοις οὐ προσείχετε\, τοιγαροῦν κἀγὼ τῇ ὑμετέρᾳ ἀπωλείᾳ ἐπιγελάσομαι\, καταχαροῦμαι δὲ ἡνίκα ἔρχηται ὑμῖν ὄλεθρος\, καὶ ὡς ἂν ἀφίκηται ὑμῖν ἄφνω θόρυβος\, ἡ δὲ καταστροφὴ ὁμοίως καταιγίδι παρῇ\, καὶ ὅταν ἔρχηται ὑμῖν θλῖψις καὶ πολιορκία ἢ ὅταν ἔρχηται ὑμῖν ὄλεθρος. ἔσται γὰρ ὅταν ἐπικαλέσησθέ με\, ἐγὼ δὲ οὐκ εἰσακούσομαι ὑμῶν· ζητήσουσί με κακοί\, καὶ οὐχ εὑρήσουσιν· ἐμίσησαν γὰρ σοφίαν\, τὸν δὲ λόγον τοῦ Κυρίου οὐ προείλαντο\, οὐδὲ ἤθελον ἐμαῖς προσέχειν βουλαῖς\, ἐμυκτήριζον δὲ ἐμοὺς ἐλέγχους. τοιγαροῦν ἔδονται τῆς ἑαυτῶν ὁδοῦ τοὺς καρποὺς καὶ τῆς ἑαυτῶν ἀσεβείας πλησθήσονται· ἀνθ᾿ ὧν γὰρ ἠδίκουν νηπίους\, φονευθήσονται\, καὶ ἐξετασμὸς ἀσεβεῖς ὀλεῖ. ὁ δὲ ἐμοῦ ἀκούων κατασκηνώσει ἐπ᾿ ἐλπίδι καὶ ἡσυχάσει ἀφόβως ἀπὸ παντὸς κακοῦ.\n \n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20130320
DTEND;VALUE=DATE:20130321
SUMMARY:Ἀββάδες άναιρεθέντες ἐν τῆ Μονῆ τοῦ Ἁγίου Σάββα
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 3/20/2013\n\nἍγιοι καὶ ἑορταί: Ἀββάδες άναιρεθέντες ἐν τῆ Μονῆ τοῦ Ἁγίου Σάββα; Κάθμπερτ ὁ Θαυματουργός; Μύρων\, Νεομάρτυς; Φωτεινή\n\nξεροφαγία (αὐστηρή νηστεία)\n\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: Ἠσαΐας 2:3-11\n\nΚαὶ πορεύσονται ἔθνη πολλὰ καὶ ἐροῦσι· δεῦτε καὶ ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ ᾿Ιακώβ\, καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ\, καὶ πορευσόμεθα ἐν αὐτῇ· ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος καὶ λόγος Κυρίου ἐξ ῾Ιερουσαλήμ. καὶ κρινεῖ ἀναμέσον τῶν ἐθνῶν καὶ ἐλέγξει λαὸν πολύν\, καὶ συγκόψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα\, καὶ οὐ λήψεται ἔθνος ἐπ᾿ ἔθνος μάχαιραν\, καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν.\n \nΚαὶ νῦν\, ὁ οἶκος ᾿Ιακώβ\, δεῦτε πορευθῶμεν τῷ φωτὶ Κυρίου.\n \nἀνῆκε γὰρ τὸν λαὸν αὐτοῦ τὸν οἶκον τοῦ ᾿Ισραήλ\, ὅτι ἐνεπλήσθη ὡς τὸ ἀπ᾿ ἀρχῆς ἡ χώρα αὐτῶν κληδονισμῶν\, ὡς ἡ τῶν ἀλλοφύλων\, καὶ τέκνα πολλὰ ἀλλόφυλα ἐγενήθη αὐτοῖς. ἐνεπλήσθη γὰρ ἡ χώρα αὐτῶν ἀργυρίου καὶ χρυσίου\, καὶ οὐκ ἦν ἀριθμὸς τῶν θησαυρῶν αὐτῶν· καὶ ἐνεπλήσθη ἡ γῆ ἵππων\, καὶ οὐκ ἦν ἀριθμὸς τῶν ἁρμάτων αὐτῶν· καὶ ἐνεπλήσθη ἡ γῆ βδελυγμάτων τῶν ἔργων τῶν χειρῶν αὐτῶν\, καὶ προσεκύνησαν\, οἷς ἐποίησαν οἱ δάκτυλοι αὐτῶν· καὶ ἔκυψεν ἄνθρωπος\, καὶ ἐταπεινώθη ἀνήρ\, καὶ οὐ μὴ ἀνήσω αὐτούς. καὶ νῦν εἰσέλθετε εἰς τὰς πέτρας καὶ κρύπτεσθε εἰς τὴν γῆν ἀπὸ προσώπου τοῦ φόβου Κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ\, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν. οἱ γὰρ ὀφθαλμοὶ Κυρίου ὑψηλοί\, ὁ δὲ ἄνθρωπος ταπεινός· καὶ ταπεινωθήσεται τὸ ὕψος τῶν ἀνθρώπων\, καὶ ὑψωθήσεται Κύριος μόνος ἐν τῇ ἡμέρα ἐκείνῃ.\n\n\nΓένεσις 1:24-2:3\n\nΚαὶ εἶπεν ὁ Θεός· ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν κατὰ γένος\, τετράποδα καὶ ἑρπετὰ καὶ θηρία τῆς γῆς κατὰ γένος. καὶ ἐγένετο οὕτως. καὶ ἐποίησεν ὁ Θεὸς τὰ θηρία τῆς γῆς κατὰ γένος\, καὶ τὰ κτήνη κατὰ γένος αὐτῶν καὶ πάντα τὰ ἑρπετὰ τῆς γῆς κατὰ γένος αὐτῶν. καὶ εἶδεν ὁ Θεός\, ὅτι καλά.\n \nκαὶ εἶπεν ὁ Θεός· ποιήσωμεν ἄνθρωπον κατ᾿ εἰκόνα ἡμετέραν καὶ καθ᾿ ὁμοίωσιν\, καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ τῶν κτηνῶν καὶ πάσης τῆς γῆς καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ γῆς γῆς. καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον\, κατ᾿ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν\, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς. καὶ εὐλόγησεν αὐτοὺς ὁ Θεός\, λέγων· αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν καὶ κατακυριεύσατε αὐτῆς καὶ ἄρχετε τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ πάντων τῶν κτηνῶν καὶ πάσης τῆς γῆς καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς. καὶ εἶπεν ὁ Θεός· ἰδοὺ δέδωκα ὑμῖν πάντα χόρτον σπόριμον σπεῖρον σπέρμα\, ὅ ἐστιν ἐπάνω πάσης τῆς γῆς\, καὶ πᾶν ξύλον\, ὃ ἔχει ἐν ἑαυτῷ καρπὸν σπέρματος σπορίμου\, ὑμῖν ἔσται εἰς βρῶσιν· καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς καὶ πᾶσι τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ παντὶ ἑρπετῷ ἕρποντι ἐπὶ τῆς γῆς\, ὃ ἔχει ἐν ἑαυτῷ ψυχὴν ζωῆς\, καὶ πάντα χόρτον χλωρὸν εἰς βρῶσιν. καὶ ἐγένετο οὕτως. καὶ εἶδεν ὁ Θεὸς τὰ πάντα\, ὅσα ἐποίησε\, καὶ ἰδοὺ καλὰ λίαν. καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ\, ἡμέρα ἕκτη.\n \nκαὶ συνετελέσθησαν ὁ οὐρανὸς καὶ ἡ γῆ καὶ πᾶς ὁ κόσμος αὐτῶν. καὶ συνετέλεσεν ὁ Θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἕκτῃ τὰ ἔργα αὐτοῦ\, ἃ ἐποίησε\, καὶ κατέπαυσε τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ\, ὧν ἐποίησε. καὶ εὐλόγησεν ὁ Θεὸς τὴν ἡμέραν τὴν ἑβδόμην καὶ ἡγίασεν αὐτήν· ὅτι ἐν αὐτῇ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ\, ὧν ἤρξατο ὁ Θεὸς ποιῆσαι.\n\n\nΠαροιμίαι 2:1-22\n\nΥἱέ\, ἐὰν δεξάμενος ρῆσιν ἐμῆς ἐντολῆς κρύψῃς παρὰ σεαυτῷ\, ὑπακούσεται σοφία τὸ οὖς σου\, καὶ παραβαλεῖς καρδίαν σου εἰς σύνεσιν\, παραβαλεῖς δὲ αὐτὴν ἐπὶ νουθέτησιν τῷ υἱῷ σου. ἐὰν γὰρ τὴν σοφίαν ἐπικαλέσῃ καὶ τῇ συνέσει δῷς φωνήν σου\, τὴν δὲ αἴσθησιν ζητήσῃς μεγάλῃ τῇ φωνῇ\, καὶ ἐὰν ζητήσῃς αὐτὴν ὡς ἀργύριον καὶ ὡς θησαυροὺς ἐξερευνήσῃς αὐτήν\, τότε συνήσεις φόβον Κυρίου καὶ ἐπίγνωσιν Θεοῦ εὑρήσεις. ὅτι Κύριος δίδωσι σοφίαν\, καὶ ἀπὸ προσώπου αὐτοῦ γνῶσις καὶ σύνεσις· καὶ θησαυρίζει τοῖς κατορθοῦσι σωτηρίαν\, ὑπερασπιεῖ τὴν πορείαν αὐτῶν τοῦ φυλάξαι ὁδοὺς δικαιωμάτων καὶ ὁδὸν εὐλαβουμένων αὐτὸν διαφυλάξει. τότε συνήσεις δικαιοσύνην καὶ κρίμα καὶ κατορθώσεις πάντας ἄξονας ἀγαθούς. ἐὰν γὰρ ἔλθῃ ἡ σοφία εἰς σὴν διάνοιαν\, ἡ δὲ αἴσθησις τῇ σῇ ψυχῇ καλὴ εἶναι δόξῃ\, βουλὴ καλὴ φυλάξει σε\, ἔννοια δὲ ὁσία τηρήσει σε\, ἵνα ρύσηταί σε ἀπὸ ὁδοῦ κακῆς καὶ ἀπὸ ἀνδρὸς λαλοῦντος μηδὲν πιστόν. ὦ οἱ ἐγκαταλείποντες ὁδοὺς εὐθείας τοῦ πορεύεσθαι ἐν ὁδοῖς σκότους·\n \nοἱ εὐφραινόμενοι ἐπὶ κακοῖς καὶ χαίροντες ἐπὶ διαστροφῇ κακῆ· ὧν αἱ τρίβοι σκολίαι καὶ καμπύλαι αἱ τροχιαὶ αὐτῶν τοῦ μακράν σε ποιῆσαι ἀπὸ ὁδοῦ εὐθείας καὶ ἀλλότριον τῆς δικαίας γνώμης. υἱέ\, μή σὲ καταλάβῃ κακὴ βουλή\, ἡ ἀπολιποῦσα διδασκαλίαν νεότητος καὶ διαθήκην θείαν ἐπιλελησμένη· ἔθετο γὰρ παρὰ τῷ θανάτῳ τὸν οἶκον αὐτῆς καὶ παρὰ τῷ ἅδῃ μετὰ τῶν γηγενῶν τοὺς ἄξονας αὐτῆς. πάντες οἱ πορευόμενοι ἐν αὐτῇ οὐκ ἀναστρέψουσιν\, οὐδὲ μὴ καταλάβωσι τρίβους εὐθείας·\n \nοὐ γὰρ καταλαμβάνονται ὑπὸ ἐνιαυτῶν ζωῆς. εἰ γὰρ ἐπορεύοντο τρίβους ἀγαθάς\, εὕροσαν ἂν τρίβους δικαιοσύνης λείας. χρηστοὶ ἔσονται οἰκήτορες γῆς\, ἄκακοι δὲ ὑπολειφθήσονται ἐν αὐτῇ· ὅτι εὐθεῖς κατασκηνώσουσι γῆν\, καὶ ὅσιοι ὑπολειφθήσονται ἐν αὐτῇ. ὁδοὶ ἀσεβῶν ἐκ γῆς ὀλοῦνται\, οἱ δὲ παράνομοι ἐξωσθήσονται ἀπ᾿ αὐτῆς.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20130321
DTEND;VALUE=DATE:20130322
SUMMARY:Ἰάκωβος ὁ Ομολογητής
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 3/21/2013\n\nἍγιοι καὶ ἑορταί: Ἰάκωβος ὁ Ομολογητής; Θωμᾶς\, Πατριάρχης Κωνσταντινουπόλεως\n\nξεροφαγία (αὐστηρή νηστεία)\n\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: Ἠσαΐας 2:11-21\n\nΟἱ γὰρ ὀφθαλμοὶ Κυρίου ὑψηλοί\, ὁ δὲ ἄνθρωπος ταπεινός· καὶ ταπεινωθήσεται τὸ ὕψος τῶν ἀνθρώπων\, καὶ ὑψωθήσεται Κύριος μόνος ἐν τῇ ἡμέρα ἐκείνῃ.\n \nἡμέρα γὰρ Κυρίου σαβαὼθ ἐπὶ πάντα ὑβριστὴν καὶ ὑπερήφανον καὶ ἐπὶ πάντα ὑψηλὸν καὶ μετέωρον\, καὶ ταπεινωθήσονται\, καὶ ἐπὶ πᾶσαν κέδρον τοῦ Λιβάνου τῶν ὑψηλῶν καὶ μετεώρων καὶ ἐπὶ πᾶν δένδρον βαλάνου Βασὰν καὶ ἐπὶ πᾶν ὑψηλὸν ὄρος καὶ ἐπὶ πάντα βουνὸν ὑψηλὸν καὶ ἐπὶ πάντα πύργον ὑψηλὸν καὶ ἐπὶ πᾶν τεῖχος ὑψηλὸν καὶ ἐπὶ πᾶν πλοῖον θαλάσσης καὶ ἐπὶ πᾶσαν θέαν πλοίων κάλλους. καὶ ταπεινωθήσεται πᾶς ἄνθρωπος\, καὶ πεσεῖται ὕψος ἀνθρώπων\, καὶ ὑψωθήσεται Κύριος μόνος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. καὶ τὰ χειροποίητα πάντα κατακρύψουσιν\, εἰσενέγκαντες εἰς τὰ σπήλαια καὶ εἰς τὰς σχισμὰς τῶν πετρῶν καὶ εἰς τὰς τρώγλας τῆς γῆς ἀπὸ προσώπου τοῦ φόβου Κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ\, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν.\n \nτῇ γὰρ ἡμέρᾳ ἐκείνῃ ἐκβαλεῖ ἄνθρωπος τὰ βδελύγματα αὐτοῦ τὰ ἀργυρᾶ καὶ τὰ χρυσᾶ\, ἃ ἐποίησαν προσκυνεῖν\, τοῖς ματαίοις καὶ ταῖς νυκτερίσι\, τοῦ εἰσελθεῖν εἰς τὰς τρώγλας τῆς στερεᾶς πέτρας καὶ εἰς τὰς σχισμὰς τῶν πετρῶν ἀπὸ προσώπου τοῦ φόβου Κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ\, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν.\n \n\nΓένεσις 2:4-19\n\nΑὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ καὶ γῆς\, ὅτε ἐγένετο·\n \nᾗ ἡμέρᾳ ἐποίησε Κύριος ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πᾶν χλωρὸν ἀγροῦ πρὸ τοῦ γενέσθαι ἐπὶ τῆς γῆς καὶ πάντα χόρτον ἀγροῦ πρὸ τοῦ ἀνατεῖλαι· οὐ γὰρ ἔβρεξεν ὁ Θεὸς ἐπὶ τὴν γῆν\, καὶ ἄνθρωπος οὐκ ἦν ἐργάζεσθαι αὐτήν· πηγὴ δὲ ἀνέβαινεν ἐκ τῆς γῆς καὶ ἐπότιζε πᾶν τὸ πρόσωπον τῆς γῆς. καὶ ἔπλασεν ὁ Θεὸς τὸν ἄνθρωπον\, χοῦν ἀπὸ τῆς γῆς\, καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς\, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν. Καὶ ἐφύτευσεν ὁ Θεὸς παράδεισον ἐν ᾿Εδὲμ κατὰ ἀνατολὰς καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον\, ὃν ἔπλασε. καὶ ἐξανέτειλεν ὁ Θεὸς ἔτι ἐκ τῆς γῆς πᾶν ξύλον ὡραῖον εἰς ὅρασιν καὶ καλὸν εἰς βρῶσιν καὶ τὸ ξύλον τῆς ζωῆς ἐν μέσῳ τοῦ παραδείσου καὶ τὸ ξύλον τοῦ εἰδέναι γνωστὸν καλοῦ καὶ πονηροῦ.\n \nποταμὸς δὲ ἐκπορεύεται ἐξ ᾿Εδὲμ ποτίζειν τὸν παράδεισον· ἐκεῖθεν ἀφορίζεται εἰς τέσσαρας ἀρχάς. ὄνομα τῷ ἑνὶ Φισῶν· οὗτος ὁ κυκλῶν πᾶσαν τὴν γῆν Εὐιλάτ\, ἐκεῖ οὗ ἐστι τὸ χρυσίον· τὸ δὲ χρυσίον τῆς γῆς ἐκείνης καλόν· καὶ ἐκεῖ ἐστιν ὁ ἄνθραξ καὶ ὁ λίθος ὁ πράσινος. καὶ ὄνομα τῷ ποταμῷ τῷ δευτέρῳ Γεῶν· οὗτος ὁ κυκλῶν πᾶσαν τὴν γῆν Αἰθιοπίας. καὶ ὁ ποταμὸς ὁ τρίτος Τίγρις· οὗτος ὁ προπορευόμενος κατέναντι ᾿Ασσυρίων. ὁ δὲ ποταμὸς ὁ τέταρτος Εὐφράτης. \n \nΚαὶ ἔλαβε Κύριος ὁ Θεὸς τὸν ἄνθρωπον\, ὃν ἔπλασε\, καὶ ἔθετο αὐτὸν ἐν τῷ παραδείσῳ τῆς τρυφῆς\, ἐργάζεσθαι αὐτὸν καὶ φυλάσσειν. καὶ ἐνετείλατο Κύριος ὁ Θεὸς τῷ ᾿Αδὰμ λέγων· ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φαγῇ\, ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρόν\, οὐ φάγεσθε ἀπ᾿ αὐτοῦ· ᾗ δ᾿ ἂν ἡμέρᾳ φάγητε ἀπ᾿ αὐτοῦ\, θανάτῳ ἀποθανεῖσθε.\n \nΚαὶ εἶπε Κύριος ὁ Θεός· οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον· ποιήσωμεν αὐτῷ βοηθὸν κατ᾿ αὐτόν. καὶ ἔπλασεν ὁ Θεὸς ἔτι ἐκ τῆς γῆς πάντα τὰ θηρία τοῦ ἀγροῦ καὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ ἤγαγεν αὐτὰ πρὸς τὸν ᾿Αδάμ\, ἰδεῖν τί καλέσει αὐτά. καὶ πᾶν ὃ ἐὰν ἐκάλεσεν αὐτὸ ᾿Αδὰμ ψυχὴν ζῶσαν\, τοῦτο ὄνομα αὐτῷ.\n\n\nΠαροιμίαι 3:1-18\n\nΥἱέ\, ἐμῶν νομίμων μὴ ἐπιλανθάνου\, τὰ δὲ ρήματά μου τηρείτω σὴ καρδία· μῆκος γὰρ βίου καὶ ἔτη ζωῆς καὶ εἰρήνην προσθήσουσί σοι.\n \nἐλεημοσύναι καὶ πίστεις μὴ ἐκλιπέτωσάν σε\, ἄφαψαι δὲ αὐτὰς ἐπὶ σῷ τραχήλῳ\, καὶ εὑρήσεις χάριν· καὶ προνοοῦ καλὰ ἐνώπιον Κυρίου καὶ ἀνθρώπων.\n \nἴσθι πεποιθὼς ἐν ὅλῃ τῇ καρδίᾳ ἐπὶ Θεῷ ἐπὶ δὲ σῇ σοφίᾳ μὴ ἐπαίρου· ἐν πάσαις ὁδοῖς σου γνώριζε αὐτήν\, ἵνα ὀρθοτομῇ τὰς ὁδούς σου\, ὁ δὲ πούς σου μὴ προσκόψῃ. μὴ ἴσθι φρόνιμος παρὰ σεαυτῷ\, φοβοῦ δὲ τὸν Θεὸν καὶ ἔκκλινε ἀπὸ παντὸς κακοῦ· τότε ἴασις ἔσται τῷ σώματί σου καὶ ἐπιμέλεια τοῖς ὀστέοις σου.\n \nτίμα τὸν Κύριον ἀπὸ σῶν δικαίων πόνων καὶ ἀπάρχου αὐτῷ ἀπὸ σῶν καρπῶν δικαιοσύνης\, ἵνα πίμπληται τὰ ταμιεῖά σου πλησμονῆς σίτῳ\, οἴνῳ δὲ αἱ ληνοί σου ἐκβλύζωσιν.\n \nΥἱέ\, μὴ ὀλιγώρει παιδείας Κυρίου\, μηδὲ ἐκλύου ὑπ᾿ αὐτοῦ ἐλεγχόμενος· ὃν γὰρ ἀγαπᾷ Κύριος παιδεύει\, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται.\n \nμακάριος ἄνθρωπος ὃς εὗρε σοφίαν καὶ θνητὸς ὃς εἶδε φρόνησιν· κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν\, οὐκ ἀντιτάξεται αὐτῇ οὐδὲν πονηρόν· εὔγνωστός ἐστι πᾶσι τοῖς ἐγγίζουσιν αὐτῇ\, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστι. μῆκος γὰρ βίου καὶ ἔτη ζωῆς ἐν τῇ δεξιᾷ αὐτῆς\, ἐν δὲ τῇ ἀριστερᾷ αὐτῆς πλοῦτος καὶ δόξα· ἐκ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη\, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. αἱ ὁδοὶ αὐτῆς ὁδοὶ καλαί\, καὶ πᾶσαι αἱ τρίβοι αὐτῆς ἐν εἰρήνῃ· ξύλον ζωῆς ἐστι πᾶσι τοῖς ἀντεχομένοις αὐτῆς\, καὶ τοῖς ἐπερειδομένοις ἐπ᾿ αὐτὴν ὡς ἐπὶ Κύριον ἀσφαλής.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20130322
DTEND;VALUE=DATE:20130323
SUMMARY:Βασίλειος\, Ἱερομάρτυς Ἀγκύρας
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 3/22/2013\n\nἍγιοι καὶ ἑορταί: Βασίλειος\, Ἱερομάρτυς Ἀγκύρας; Μάρτυρες Καλλινίκη καὶ Βασίλισσα; Εὐθύμιος\, Νεομάρτυς\n\nξεροφαγία (αὐστηρή νηστεία)\n\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: Ἠσαΐας 3:1-14\n\n᾽Ιδοὺ δὴ ὁ δεσπότης Κύριος σαβαὼθ ἀφελεῖ ἀπὸ τῆς ᾿Ιουδαίας καὶ ἀπὸ ῾Ιερουσαλὴμ ἰσχύοντα καὶ ἰσχύουσαν\, ἰσχὺν ἄρτου καὶ ἰσχὺν ὕδατος\, γίγαντα καὶ ἰσχύοντα καὶ ἄνθρωπον πολεμιστὴν καὶ δικαστὴν καὶ προφήτην καὶ στοχαστὴν καὶ πρεσβύτερον καὶ πεντηκόνταρχον καὶ θαυμαστὸν σύμβουλον καὶ σοφὸν ἀρχιτέκτονα καὶ συνετὸν ἀκροατήν· καὶ ἐπιστήσω νεανίσκους ἄρχοντας αὐτῶν\, καὶ ἐμπαῖκται κυριεύσουσιν αὐτῶν. καὶ συμπεσεῖται ὁ λαός\, ἄνθρωπος πρὸς ἄνθρωπον καὶ ἄνθρωπος πρὸς τὸν πλησίον αὐτοῦ· πρσκόψει τὸ παιδίον πρὸς τὸν πρεσβύτην\, ὁ ἄτιμος πρὸς τὸν ἔντιμον.\n \nὅτι ἐπιλήψεται ἄνθρωπος τοῦ ἀδελφοῦ αὐτοῦ ἢ τοῦ οἰκείου τοῦ πατρὸς αὐτοῦ λέγων· ἱμάτιον ἔχεις\, ἀρχηγὸς ἡμῶν γενοῦ\, καὶ τὸ βρῶμα τὸ ἐμὸν ὑπὸ σὲ ἔστω. καὶ ἀποκριθεὶς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐρεῖ· οὐκ ἔσομαί σου ἀρχηγός· οὐ γὰρ ἔστιν ἐν τῷ οἴκῳ μου ἄρτος\, οὐδὲ ἱμάτιον· οὐκ ἔσομαι ἀρχηγὸς τοῦ λαοῦ τούτου. ὅτι αἰνεῖται ῾Ιερουσαλήμ\, καὶ ἡ ᾿Ιουδαία συμπέπτωκε\, καὶ αἱ γλῶσσαι αὐτῶν μετὰ ἀνομίας\, τὰ πρὸς Κύριον ἀπειθοῦντες· διότι νῦν ἐταπεινώθη ἡ δόξα αὐτῶν\, καὶ ἡ αἰσχύνη τοῦ προσώπου αὐτῶν ἀντέστη αὐτοῖς·\n \nτὴν δὲ ἁμαρτίαν αὐτῶν ὡς Σοδόμων ἀνήγγειλαν καὶ ἐνεφάνισαν. οὐαὶ τῇ ψυχῇ αὐτῶν\, διότι βεβούλευνται βουλὴν πονηρὰν καθ᾿ ἑαυτῶν εἰπόντες· δήσωμεν τὸν δίκαιον\, ὅτι δύσχρηστος ἡμῖν ἐστι· τοίνυν τὰ γεννήματα τῶν ἔργων αὐτῶν φάγονται. οὐαὶ τῷ ἀνόμῳ· πονηρὰ κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ συμβήσεται αὐτῷ. λαός μου\, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς\, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν· λαός μου\, οἱ μακαρίζοντες ὑμᾶς πλανῶσιν ὑμᾶς καὶ τὸν τρίβον τῶν ποδῶν ὑμῶν ταράσσουσιν.\n \nἀλλὰ νῦν καταστήσεται εἰς κρίσιν Κύριος καὶ στήσει εἰς κρίσιν τὸν λαὸν αὐτοῦ· αὐτὸς Κύριος εἰς κρίσιν ἥξει μετὰ τῶν πρεσβυτέρων τοῦ λαοῦ καὶ μετὰ τῶν ἀρχόντων αὐτοῦ. ὑμεῖς δὲ τί ἐνεπυρίσατε τὸν ἀμπελῶνά μου καὶ ἡ ἁρπαγὴ τοῦ πτωχοῦ ἐν τοῖς οἴκοις ὑμῶν.\n\n\nΓένεσις 2:20-3:20\n\nΚαὶ ἐκάλεσεν ᾿Αδὰμ ὀνόματα πᾶσι τοῖς κτήνεσι καὶ πᾶσι τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ πᾶσι τοῖς θηρίοις τοῦ ἀγροῦ· τῷ δὲ ᾿Αδὰμ οὐχ εὑρέθη βοηθὸς ὅμοιος αὐτῷ. καὶ ἐπέβαλεν ὁ Θεὸς ἔκστασιν ἐπὶ τὸν ᾿Αδάμ\, καὶ ὕπνωσε· καὶ ἔλαβε μίαν τῶν πλευρῶν αὐτοῦ καὶ ἀνεπλήρωσε σάρκα ἀντ᾿ αὐτῆς. καὶ ᾠκοδόμησεν ὁ Θεὸς τὴν πλευράν\, ἣν ἔλαβεν ἀπὸ τοῦ ᾿Αδάμ\, εἰς γυναῖκα καὶ ἤγαγεν αὐτὴν πρὸς τὸν ᾿Αδάμ. καὶ εἶπεν ᾿Αδάμ· τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστέων μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου· αὕτη κληθήσεται γυνή\, ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη αὕτη· ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ\, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. καὶ ἦσαν οἱ δύο γυμνοί\, ὅ τε ᾿Αδὰμ καὶ ἡ γυνὴ αὐτοῦ\, καὶ οὐκ ᾐσχύνοντο.\n \nΟ δὲ ὄφις ἦν φρονιμώτατος πάντων τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς\, ὧν ἐποίησε Κύριος ὁ Θεός. καὶ εἶπεν ὁ ὄφις τῇ γυναικί· τί ὅτι εἶπεν ὁ Θεός\, οὐ μὴ φάγητε ἀπὸ παντὸς ξύλου τοῦ παραδείσου; καὶ εἶπεν ἡ γυνὴ τῷ ὄφει· ἀπὸ καρποῦ τοῦ ξύλου τοῦ παραδείσου φαγούμεθα\, ἀπὸ δὲ τοῦ καρποῦ τοῦ ξύλου\, ὅ ἐστιν ἐν μέσῳ τοῦ παραδείσου\, εἶπεν ὁ Θεός\, οὐ φάγεσθε ἀπ᾿ αὐτοῦ\, οὐ δὲ μὴ ἅψησθε αὐτοῦ\, ἵνα μὴ ἀποθάνητε. καὶ εἶπεν ὁ ὄφις τῇ γυναικί· οὐ θανάτῳ ἀποθανεῖσθε· ᾔδει γὰρ ὁ Θεός\, ὅτι ᾗ ἂν ἡμέρᾳ φάγητε ἀπ᾿ αὐτοῦ\, διανοιχθήσονται ὑμῶν οἱ ὀφθαλμοὶ καὶ ἔσεσθε ὡς θεοί\, γινώσκοντες καλὸν καὶ πονηρόν. καὶ εἶδεν ἡ γυνή\, ὅτι καλὸν τὸ ξύλον εἰς βρῶσιν καὶ ὅτι ἀρεστὸν τοῖς ὀφθαλμοῖς ἰδεῖν καὶ ὡραῖόν ἐστι τοῦ κατανοῆσαι\, καὶ λαβοῦσα ἀπὸ τοῦ καρποῦ αὐτοῦ ἔφαγε· καὶ ἔδωκε καὶ τῷ ἀνδρὶ αὐτῆς μετ᾿ αὐτῆς\, καὶ ἔφαγον. καὶ διηνοίχθησαν οἱ ὀφθαλμοὶ τῶν δύο\, καὶ ἔγνωσαν ὅτι γυμνοὶ ἦσαν\, καὶ ἔρραψαν φύλλα συκῆς καὶ ἐποίησαν ἑαυτοῖς περιζώματα.\n \nΚαὶ ἤκουσαν τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινόν\, καὶ ἐκρύβησαν ὅ τε ᾿Αδὰμ καὶ ἡ γυνὴ αὐτοῦ ἀπὸ προσώπου Κυρίου τοῦ Θεοῦ ἐν μέσῳ τοῦ ξύλου τοῦ παραδείσου. καὶ ἐκάλεσε Κύριος ὁ Θεὸς τὸν ᾿Αδὰμ καὶ εἶπεν αὐτῷ· ᾿Αδάμ\, ποῦ εἶ; καὶ εἶπεν αὐτῷ· τῆς φωνῆς σου ἤκουσα περιπατοῦντος ἐν τῷ παραδείσῳ καὶ ἐφοβήθην\, ὅτι γυμνός εἰμι\, καὶ ἐκρύβην. καὶ εἶπεν αὐτῷ ὁ Θεός· τίς ἀνήγγειλέ σοι ὅτι γυμνὸς εἶ\, εἰ μὴ ἀπὸ τοῦ ξύλου\, οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν\, ἀπ᾿ αὐτοῦ ἔφαγες; καὶ εἶπεν ὁ ᾿Αδάμ· ἡ γυνή\, ἣν ἔδωκας μετ᾿ ἐμοῦ\, αὕτη μοι ἔδωκεν ἀπὸ τοῦ ξύλου\, καὶ ἔφαγον. καὶ εἶπε Κύριος ὁ Θεὸς τῇ γυναικί· τί τοῦτο ἐποίησας; καὶ εἶπεν ἡ γυνή· ὁ ὄφις ἠπάτησέ με\, καὶ ἔφαγον. καὶ εἶπε Κύριος ὁ Θεὸς τῷ ὄφει· ὅτι ἐποίησας τοῦτο\, ἐπικατάρατος σὺ ἀπὸ πάντων τῶν κτηνῶν καὶ ἀπὸ πάντων τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς· ἐπὶ τῷ στήθει σου καὶ τῇ κοιλίᾳ πορεύσῃ καὶ γῆν φαγῇ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου. καὶ ἔχθραν θήσω ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τῆς γυναικὸς καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου καὶ ἀνὰ μέσον τοῦ σπέρματος αὐτῆς· αὐτός σου τηρήσει κεφαλήν\, καὶ σὺ τηρήσεις αὐτοῦ πτέρναν. καὶ τῇ γυναικὶ εἶπε· πληθύνων πληθυνῶ τὰς λύπας σου καὶ τὸν στεναγμόν σου· ἐν λύπαις τέξῃ τέκνα\, καὶ πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου\, καὶ αὐτός σου κυριεύσει. τῷ δὲ ᾿Αδὰμ εἶπεν· ὅτι ἤκουσας τῆς φωνῆς τῆς γυναικός σου καὶ ἔφαγες ἀπὸ τοῦ ξύλου\, οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν\, ἀπ᾿ αὐτοῦ ἔφαγες\, ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου· ἐν λύπαις φαγῇ αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου· ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι\, καὶ φαγῇ τὸν χόρτον τοῦ ἀγροῦ. ἐν ἱδρῶτι τοῦ προσώπου σου φαγῇ τὸν ἄρτον σου\, ἕως τοῦ ἀποστρέψαι σε εἰς γὴν γῆν\, ἐξ ἧς ἐλήφθης\, ὅτι γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ·\n \nκαὶ ἐκάλεσεν ᾿Αδὰμ τὸ ὄνομα τῆς γυναικὸς αὐτοῦ Ζωή\, ὅτι αὕτη μήτηρ πάντων τῶν ζώντων.\n\n\nΠαροιμίαι 3:19-34\n\nὉ Θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν\, ἡτοίμασε δὲ οὐρανοὺς φρονήσει· ἐν αἰσθήσει ἄβυσσοι ἐρράγησαν\, νέφη δὲ ἐρρύησαν δρόσους.\n \nΥἱέ\, μὴ παραρρυῇς\, τήρησον δὲ ἐμὴν βουλὴν καὶ ἔννοιαν\, ἵνα ζήσῃ ἡ ψυχή σου\, καὶ χάρις ᾖ περὶ σῷ τραχήλῳ. ἔσται δὲ ἴασις ταῖς σαρξί σου καὶ ἐπιμέλεια τοῖς σοῖς ὀστέοις\, ἵνα πορεύῃ πεποιθὼς ἐν εἰρήνῃ πάσας τὰς ὁδούς σου\, ὁ δὲ πούς σου οὐ μὴ προσκόψῃ· ἐὰν γὰρ κάθῃ\, ἄφοβος ἔσῃ\, ἐὰν δὲ καθεύδῃς\, ἡδέως ὑπνώσεις· καὶ οὐ φοβηθήσῃ πτόησιν ἐπελθοῦσαν\, οὐδὲ ὁρμὰς ἀσεβῶν ἐπερχομένας· ὁ γὰρ Κύριος ἔσται ἐπὶ πασῶν ὁδῶν σου καὶ ἐρείσει σὸν πόδα\, ἵνα μὴ σαλευθῇς. μὴ ἀπόσχῃ εὖ ποιεῖν ἐνδεῆ\, ἡνίκα ἂν ἔχῃ ἡ χείρ σου βοηθεῖν·\n \nμὴ εἴπῃς· ἐπανελθὼν ἐπάνηκε\, αὔριον δώσω\, δυνατοῦ σου ὄντος εὖ ποιεῖν· οὐ γὰρ οἶδας τί τέξεται ἡ ἐπιοῦσα. μὴ τέκταινε ἐπὶ σὸν φίλον κακὰ παροικοῦντα καὶ πεποιθότα ἐπὶ σοί. μὴ φιλεχθρήσῃς πρὸς ἄνθρωπον μάτην\, μήτι σε ἐργάσηται κακόν. μὴ κτήσῃ κακῶν ἀνδρῶν ὀνείδη\, μηδὲ ζηλώσῃς τὰς ὁδοὺς αὐτῶν· ἀκάθαρτος γὰρ ἔναντι Κυρίου πᾶς παράνομος\, ἐν δὲ δικαίοις οὐ συνεδριάζει. κατάρα Θεοῦ ἐν οἴκοις ἀσεβῶν\, ἐπαύλεις δὲ δικαίων εὐλογοῦνται. Κύριος ὑπερηφάνοις ἀντιτάσσεται\, ταπεινοῖς δὲ δίδωσιν χάριν.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20130323
DTEND;VALUE=DATE:20130324
SUMMARY:Νίκων Ὁσιομάρτυς καί οἱ σύν αὐτῶ
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 3/23/2013\n\nἍγιοι καὶ ἑορταί: Νίκων Ὁσιομάρτυς καί οἱ σύν αὐτῶ; Ἁνατόλιος καὶ Προτολέων Μάρτυρες; Λοῦκας\, Νεομάρτυς\n\nΚατάλυσις οἴνου καί ἐλαίου\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Τιμόθεον β' 2:1-10\n\nΤέκνον Τιμόθεε\, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ. Καὶ ἃ ἤκουσας παρʼ ἐμοῦ διὰ πολλῶν μαρτύρων\, ταῦτα παράθου πιστοῖς ἀνθρώποις\, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι. Σὺ οὖν κακοπάθησον ὡς καλὸς στρατιώτης Ἰησοῦ Χριστοῦ. Οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις\, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ. Ἐὰν δὲ καὶ ἀθλῇ τις\, οὐ στεφανοῦται ἐὰν μὴ νομίμως ἀθλήσῃ. Τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν. Νόει ἃ λέγω· δῴη γάρ σοι ὁ κύριος σύνεσιν ἐν πᾶσιν. 8 Μνημόνευε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν\, ἐκ σπέρματος Δαυίδ\, κατὰ τὸ εὐαγγέλιόν μου· ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν\, ὡς κακοῦργος· ἀλλʼ ὁ λόγος τοῦ θεοῦ οὐ δέδεται. Διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς\, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσιν τῆς ἐν Χριστῷ Ἰησοῦ\, μετὰ δόξης αἰωνίου.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Μᾶρκον 2.23-28\, 3.1-5\n\nΤῷ καιρῷ ἐκείνῳ\, ἐπορεύετο ὁ Ἰησοῦς ἐν τοῖς σάββασι διὰ τῶν σπορίμων\, καὶ ἤρξαντο οἱ μαθηταὶ αὐτοῦ ὁδὸν ποιεῖν τίλλοντες τοὺς στάχυας. καὶ οἱ Φαρισαῖοι ἔλεγον αὐτῷ· ἴδε τί ποιοῦσιν ἐν τοῖς σάββασιν ὃ οὐκ ἔξεστι. καὶ αὐτὸς ἔλεγεν αὐτοῖς· οὐδέποτε ἀνέγνωτε τί ἐποίησε Δαυῒδ ὅτε χρείαν ἔσχε καὶ ἐπείνασεν αὐτὸς καὶ οἱ μετ᾿ αὐτοῦ; πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ ἐπὶ ᾿Αβιάθαρ ἀρχιερέως καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν\, οὓς οὐκ ἔξεστι φαγεῖν εἰ μὴ τοῖς ἱερεῦσι\, καὶ ἔδωκε καὶ τοῖς σὺν αὐτῷ οὖσι; καὶ ἔλεγεν αὐτοῖς· τὸ σάββατον διὰ τὸν ἄνθρωπον ἐγένετο\, οὐχ ὁ ἄνθρωπος διὰ τὸ σάββατον· ὥστε κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου. Καὶ εἰσῆλθε πάλιν εἰς τὴν συναγωγήν· καὶ ἦν ἐκεῖ ἄνθρωπος ἐξηραμμένην ἔχων τὴν χεῖρα. καὶ παρετήρουν αὐτὸν εἰ τοῖς σάββασι θεραπεύσει αὐτόν\, ἵνα κατηγορήσωσιν αὐτοῦ. καὶ λέγει τῷ ἀνθρώπῳ τῷ ἐξηραμμένην ἔχοντι τὴν χεῖρα· ἔγειρε εἰς τὸ μέσον. καὶ λέγει αὐτοῖς· ἔξεστι τοῖς σάββασιν ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι; ψυχὴν σῶσαι ἢ ἀποκτεῖναι; οἱ δὲ ἐσιώπων. καὶ περιβλεψάμενος αὐτοὺς μετ᾿ ὀργῆς\, συλλυπούμενος ἐπὶ τῇ πωρώσει τῆς καρδίας αὐτῶν\, λέγει τῷ ἀνθρώπῳ· ἔκτεινον τὴν χεῖρά σου. καὶ ἐξέτεινε\, καὶ ἀποκατεστάθη ἡ χεὶρ αὐτοῦ ὑγιὴς ὡς ἡ ἄλλη.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20130324
DTEND;VALUE=DATE:20130325
SUMMARY:Κυριακή Α΄ τῶν Νηστειών (της Ὀρθοδοξίας)
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 3/24/2013\n\nἍγιοι καὶ ἑορταί: Προεόρτια Εὐαγγελισμοῦ; Ἀρτέμων\, Ἐπίσκοπος; Θεωνᾶς\, ὁ έν Θεσσαλονίκῃ; Ζαχαρίας \n\nΚατάλυσις οἴνου καί ἐλαίου\nΗχος α'\nΕωθ. Θ'\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἑβραίους 11:24-26\,32-40\n\nἈδελφοί\, πίστει Μωϋσῆς μέγας γενόμενος ἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς Φαραώ\, μᾶλλον ἑλόμενος συγκακουχεῖσθαι τῷ λαῷ τοῦ θεοῦ ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν· μείζονα πλοῦτον ἡγησάμενος τῶν Αἰγύπτου θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ· ἀπέβλεπεν γὰρ εἰς τὴν μισθαποδοσίαν. Καὶ τί ἔτι λέγω; Ἐπιλείψει γὰρ με διηγούμενον ὁ χρόνος περὶ Γεδεών\, Βαράκ τε καὶ Σαμψών καὶ Ἰεφθάε\, Δαυίδ τε καὶ Σαμουὴλ καὶ τῶν προφητῶν· οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας\, εἰργάσαντο δικαιοσύνην\, ἐπέτυχον ἐπαγγελιῶν\, ἔφραξαν στόματα λεόντων\, ἔσβεσαν δύναμιν πυρός\, ἔφυγον στόματα μαχαίρας\, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας\, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ\, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων. Ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν\, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν\, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν· ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον\, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς· ἐλιθάσθησαν\, ἐπρίσθησαν\, ἐπειράσθησαν\, ἐν φόνῳ μαχαίρας ἀπέθανον· περιῆλθον ἐν μηλωταῖς\, ἐν αἰγείοις δέρμασιν\, ὑστερούμενοι\, θλιβόμενοι\, κακουχούμενοι - ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος - ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσιν καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς. Καὶ οὗτοι πάντες\, μαρτυρηθέντες διὰ τῆς πίστεως\, οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν\, τοῦ θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου\, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ἰωάννην 1.44-52\n\nΤῷ καιρῷ ἐκείνῳ\, ἠθέλησεν ὁ ᾿Ιησοῦς ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν· καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ· ἀκολούθει μοι. ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά\, ἐκ τῆς πόλεως ᾿Ανδρέου καὶ Πέτρου.εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ· ὃν ἔγραψε Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται\, εὑρήκαμεν\, ᾿Ιησοῦν τὸν υἱὸν τοῦ ᾿Ιωσὴφ τὸν ἀπὸ Ναζαρέτ. καὶ εἶπεν αὐτῷ Ναθαναήλ· ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; λέγει αὐτῷ Φίλιππος· ἔρχου καὶ ἴδε. εἶδεν ὁ ᾿Ιησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ· ἴδε ἀληθῶς ᾿Ισραηλίτης\, ἐν ᾧ δόλος οὐκ ἔστι. λέγει αὐτῷ Ναθαναήλ· πόθεν με γινώσκεις; ἀπεκρίθη ᾿Ιησοῦς καὶ εἶπεν αὐτῷ· πρὸ τοῦ σε Φίλιππον φωνῆσαι\, ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε. ἀπεκρίθη Ναθαναὴλ καὶ λέγει αὐτῷ· ῥαββί\, σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ\, σὺ εἶ ὁ βασιλεὺς τοῦ ᾿Ισραήλ. ἀπεκρίθη ᾿Ιησοῦς καὶ εἶπεν αὐτῷ· ὅτι εἶπόν σοι\, εἶδόν σε ὑποκάτω τῆς συκῆς\, πιστεύεις; μείζω τούτων ὄψει. καὶ λέγει αὐτῷ· ἀμὴν ἀμὴν λέγω ὑμῖν\, ἀπ᾽ ἄρτι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα\, καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20130325
DTEND;VALUE=DATE:20130326
SUMMARY:Εὐαγγελισμός τῆς Θεοτόκου
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 3/25/2013\n\nἍγιοι καὶ ἑορταί: Εὐαγγελισμός τῆς Θεοτόκου\n\nΚατάλυσις ἰχθύος\n\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἑβραίους 2:11-18\n\nἈδελφοί\, ὁ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι\, ἐξ ἑνὸς πάντες· διʼ ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν\, λέγων\, Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου\, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε. Καὶ πάλιν\, Ἐγὼ ἔσομαι πεποιθὼς ἐπʼ αὐτῷ. Καὶ πάλιν\, Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ θεός. Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν σαρκός καὶ αἵματος\, καὶ αὐτὸς παραπλησίως μετέσχεν τῶν αὐτῶν\, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου\, τοῦτʼ ἔστιν τὸν διάβολον\, καὶ ἀπαλλάξῃ τούτους\, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῇν ἔνοχοι ἦσαν δουλείας. Οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται\, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται. Ὅθεν ὤφειλεν κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι\, ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν θεόν\, εἰς τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ. Ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρασθείς\, δύναται τοῖς πειραζομένοις βοηθῆσαι.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 1.24-38\n\nἘν ταῖς ἡμέραις ἐκείναις συνέλαβεν ᾿Ελισάβετ ἡ γυνὴ αὐτοῦ\, καὶ περιέκρυβεν ἑαυτὴν μῆνας πέντε\,λέγουσα ὅτι οὕτω μοι πεποίηκεν ὁ Κύριος ἐν ἡμέραις αἷς ἐπεῖδεν ἀφελεῖν τὸ ὄνειδός μου ἐν ἀνθρώποις. ᾿Εν δὲ τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ ὑπὸ τοῦ Θεοῦ εἰς πόλιν τῆς Γαλιλαίας\, ᾗ ὄνομα Ναζαρέτ\,πρὸς παρθένον μεμνηστευμένην ἀνδρί\, ᾧ ὄνομα ᾿Ιωσήφ\, ἐξ οἴκου Δαυΐδ\, καὶ τὸ ὄνομα τῆς παρθένου Μαριάμ.καὶ εἰσελθὼν ὁ ἄγγελος πρὸς αὐτὴν εἶπε· χαῖρε\, κεχαριτωμένη· ὁ Κύριος μετὰ σοῦ· εὐλογημένη σὺ ἐν γυναιξίν.ἡ δὲ ἰδοῦσα διεταράχθη ἐπὶ τῷ λόγῳ αὐτοῦ\, καὶ διελογίζετο ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος.καὶ εἶπεν ὁ ἄγγελος αὐτῇ· μὴ φοβοῦ\, Μαριάμ· εὗρες γὰρ χάριν παρὰ τῷ Θεῷ.καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱόν\, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ ᾿Ιησοῦν.οὗτος ἔσται μέγας καὶ υἱὸς ὑψίστου κληθήσεται\, καὶ δώσει αὐτῷ Κύριος ὁ Θεὸς τὸν θρόνον Δαυῒδ τοῦ πατρὸς αὐτοῦ\,καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον ᾿Ιακὼβ εἰς τοὺς αἰῶνας\, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος.εἶπε δὲ Μαριὰμ πρὸς τὸν ἄγγελον· πῶς ἔσται μοι τοῦτο\, ἐπεὶ ἄνδρα οὐ γινώσκω;καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῇ· Πνεῦμα ῞Αγιον ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται υἱὸς Θεοῦ.καὶ ἰδοὺ ᾿Ελισάβετ ἡ συγγενής σου καὶ αὐτὴ συνειληφυῖα υἱὸν ἐν γήρει αὐτῆς\, καὶ οὗτος μὴν ἕκτος ἐστὶν αὐτῇ τῇ καλουμένῃ στείρᾳ·ὅτι οὐκ ἀδυνατήσει παρὰ τῷ Θεῷ πᾶν ῥῆμα.εἶπε δὲ Μαριάμ· ἰδοὺ ἡ δούλη Κυρίου· γένοιτό μοι κατὰ τὸ ῥῆμά σου. καὶ ἀπῆλθεν ἀπ᾿ αὐτῆς ὁ ἄγγελος.\n\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20130326
DTEND;VALUE=DATE:20130327
SUMMARY:Σύναξις Ἀρχαγγέλου Γαβριήλ
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 3/26/2013\n\nἍγιοι καὶ ἑορταί: Σύναξις Ἀρχαγγέλου Γαβριήλ; 26 Μάρτυρες\, οἱ ἐν Γοτθίᾳ; Εἰρηναῖος ὁ ἱερομάρτυς τῆς Ουγγαρίας\n\nΚατάλυσις οἴνου καί ἐλαίου\n\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: Ἠσαΐας 5:7-16\n\nὉ γὰρ ἀμπελῶν Κυρίου σαβαὼθ οἶκος τοῦ ᾿Ισραήλ ἐστι καὶ ἄνθρωπος τοῦ ᾿Ιούδα νεόφυτον ἠγαπημένον· ἔμεινα τοῦ ποιῆσαι κρίσιν\, ἐποίησε δὲ ἀνομίαν καὶ οὐ δικαιοσύνην\, ἀλλὰ κραυγήν. - Οὐαὶ οἱ συνάπτοντες οἰκίαν πρὸς οἰκίαν καὶ ἀγρὸν πρὸς ἀγρὸν ἐγγίζοντες\, ἵνα τοῦ πλησίον ἀφέλωνταί τι. μὴ οἰκήσετε μόνοι ἐπὶ τῆς γῆς; ἠκούσθη γὰρ εἰς τὰ ὦτα Κυρίου σαβαὼθ ταῦτα· ἐὰν γὰρ γένωνται οἰκίαι πολλαί\, εἰς ἔρημον ἔσονται μεγάλαι καὶ καλαί\, καὶ οὐκ ἔσονται οἱ ἐνοικοῦντες ἐν αὐταῖς. οὗ γὰρ ἐργῶνται δέκα ζεύγη βοῶν\, ποιήσει κεράμιον ἕν\, καὶ ὁ σπείρων ἀρτάβας ἓξ ποιήσει μέτρα τρία. Οὐαὶ οἱ ἐγειρόμενοι τὸ πρωΐ\, καὶ τὰ σίκερα διώκοντες\, οἱ μένοντες τὸ ὀψέ· ὁ γὰρ οἶνος αὐτοὺς συγκαύσει. μετὰ γὰρ κιθάρας καὶ ψαλτηρίου καὶ τυμπάνων καὶ αὐλῶν τὸν οἶνον πίνουσι\, τὰ δὲ ἔργα Κυρίου οὐκ ἐμβλέπουσι καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ οὐ κατανοοῦσι. τοίνυν αἰχμάλωτος ὁ λαός μου ἐγενήθη διὰ τὸ μὴ εἰδέναι αὐτοὺς τὸν Κύριον\, καὶ πλῆθος ἐγενήθη νεκρῶν διὰ λιμὸν καὶ δίψος ὕδατος. καὶ ἐπλάτυνεν ὁ ᾅδης τὴν ψυχὴν αὐτοῦ καὶ διήνοιξε τὸ στόμα αὐτοῦ τοῦ μὴ διαλιπεῖν\, καὶ καταβήσονται οἱ ἔνδοξοι καὶ οἱ μεγάλοι καὶ οἱ πλούσιοι καὶ οἱ λοιμοὶ αὐτῆς. καὶ ταπεινωθήσεται ἄνθρωπος\, καὶ ἀτιμασθήσεται ἀνήρ\, καὶ οἱ ὀφθαλμοὶ οἱ μετέωροι ταπεινωθήσονται. καὶ ὑψωθήσεται Κύριος σαβαὼθ ἐν κρίματι\, καὶ ὁ Θεὸς ὁ ἅγιος δοξασθήσεται ἐν δικαιοσύνῃ.\n\n\nΓένεσις 4:8-15\n\nΚαὶ εἶπε Κάϊν πρὸς ῎Αβελ τὸν ἀδελφὸν αὐτοῦ· διέλθωμεν εἰς τὸ πεδίον. καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτοὺς ἐν τῷ πεδίῳ\, ἀνέστη Κάϊν ἐπὶ ῎Αβελ τὸν ἀδελφὸν αὐτοῦ καὶ ἀπέκτεινεν αὐτόν. καὶ εἶπε Κύριος ὁ Θεὸς πρὸς Κάϊν· ποῦ ἔστιν ῎Αβελ ὁ ἀδελφός σου; καὶ εἶπεν· οὐ γινώσκω· μὴ φύλαξ τοῦ ἀδελφοῦ μου εἰμὶ ἐγώ; καί εἶπε Κύριος· τί πεποίηκας; φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με ἐκ τῆς γῆς. καὶ νῦν ἐπικατάρατος σὺ ἀπὸ τῆς γῆς\, ἣ ἔχανε τὸ στόμα αὐτῆς δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου ἐκ τῆς χειρός σου· ὅτε ἐργᾷ τὴν γῆν\, καὶ οὐ προσθήσει τὴν ἰσχὺν αὐτῆς δοῦναί σοι· στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς. καὶ εἶπε Κάϊν πρὸς Κύριον τὸν Θεόν· μείζων ἡ αἰτία μου τοῦ ἀφεθῆναί με· εἰ ἐκβάλλεις με σήμερον ἀπὸ προσώπου τῆς γῆς καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι\, καὶ ἔσομαι στένων καὶ τρέμων ἐπὶ τῆς γῆς\, καὶ ἔσται πᾶς ὁ εὑρίσκων με\, ἀποκτενεῖ με. καὶ εἶπεν αὐτῷ Κύριος ὁ Θεός· οὐχ οὕτως\, πᾶς ὁ ἀποκτείνας Κάϊν ἑπτὰ ἐκδικούμενα παραλύσει. καὶ ἔθετο Κύριος ὁ Θεὸς σημεῖον τῷ Κάϊν τοῦ μὴ ἀνελεῖν αὐτὸν πάντα τὸν εὑρίσκοντα αὐτόν.\n\n\nΠαροιμίαι 5:1-15\n\nΥἱέ\, ἐμῇ σοφίᾳ πρόσεχε\, ἐμοῖς δὲ λόγοις παράβαλλε σὸν οὗς\, ἵνα φυλάξῃς ἔννοιαν ἀγαθήν· αἴσθησις δὲ ἐμῶν χειλέων ἐντέλλεταί σοι. μὴ πρόσεχε φαύλῃ γυναικί· μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης\, ἣ πρὸς καιρὸν λιπαίνει σὸν φάρυγγα\, ὕστερον μέντοι πικρότερον χολῆς εὑρήσεις καὶ ἠκονημένον μᾶλλον μαχαίρας διστόμου. τῆς γὰρ ἀφροσύνης οἱ πόδες κατάγουσι τοὺς χρωμένους αὐτῇ μετὰ θανάτου εἰς τὸν ᾅδην\, τὰ δὲ ἴχνη αὐτῆς οὐκ ἐρείδεται· ὁδοὺς γὰρ ζωῆς οὐκ ἐπέρχεται\, σφαλεραὶ δὲ αἱ τροχιαὶ αὐτῆς καὶ οὐκ εὔγνωστοι.\n \nνῦν οὖν\, υἱέ\, ἄκουέ μου καὶ μὴ ἀκύρους ποιήσῃς ἐμοὺς λόγους. μακρὰν ποίησον ἀπ᾿ αὐτῆς σὴν ὁδόν\, μὴ ἐγγίσῃς πρὸς θύραις οἴκων αὐτῆς\, ἵνα μὴ πρόῃ ἄλλοις ζωήν σου καὶ σὸν βίον ἀνελεήμοσιν· ἵνα μὴ πλησθῶσιν ἀλλότριοι σῆς ἰσχύος\, οἱ δὲ σοὶ πόνοι εἰς οἴκους ἀλλοτρίων ἔλθωσι καὶ μεταμεληθήσῃ ἐπ᾿ ἐσχάτων\, ἡνίκα ἂν κατατριβῶσι σάρκες σωματός σου\, καὶ ἐρεῖς· πῶς ἐμίσησα παιδείαν\, καὶ ἐλέγχους ἐξέκλινεν ἡ καρδία μου; οὐκ ἤκουον φωνὴν παιδεύοντός με καὶ διδάσκοντός με\, οὐδὲ παρέβαλλον τὸ οὖς μου· παρ᾿ ὀλίγον ἐγενόμην ἐν παντὶ κακῷ ἐν μέσῳ ἐκκλησίας καὶ συναγωγῆς. πῖνε ὕδατα ἀπὸ σῶν ἀγγείων καὶ ἀπὸ σῶν φρεάτων πηγῆς.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20130327
DTEND;VALUE=DATE:20130328
SUMMARY:Ὁσία Ματρώνα
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 3/27/2013\n\nἍγιοι καὶ ἑορταί: Ὁσία Ματρώνα; Παῦλος\, Ἐπίσκοπος Κορίνθου\n\nξεροφαγία (αὐστηρή νηστεία)\n\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: Ἠσαΐας 5:16-25\n\nΚαὶ ὑψωθήσεται Κύριος σαβαὼθ ἐν κρίματι\, καὶ ὁ Θεὸς ὁ ἅγιος δοξασθήσεται ἐν δικαιοσύνῃ. καὶ βοσκηθήσονται οἱ διηρπασμένοι ὡς ταῦροι\, καὶ τὰς ἐρήμους τῶν ἀπειλημμένων ἄρνες φάγονται. οὐαὶ οἱ ἐπισπώμενοι τὰς ἁμαρτίας ὡς σχοινίῳ μακρῷ καὶ ὡς ζυγοῦ ἱμάντι δαμάλεως τὰς ἀνομίας\, οἱ λέγοντες· τὸ τάχος ἐγγισάτω ἃ ποιήσει\, ἵνα ἴδωμεν\, καὶ ἐλθάτω ἡ βουλὴ τοῦ ἁγίου ᾿Ισραήλ\, ἵνα γνῶμεν. Οὐαὶ οἱ λέγοντες τὸ πονηρὸν καλὸν καὶ τὸ καλὸν πονηρόν\, οἱ τιθέντες τὸ σκότος φῶς καὶ τὸ φῶς σκότος\, οἱ τιθέντες τὸ πικρὸν γλυκὺ καὶ τὸ γλυκὺ πικρόν. Οὐαὶ οἱ συνετοὶ ἑαυτοῖς καὶ ἐνώπιον αὐτῶν ἐπιστήμονες. οὐαὶ οἱ ἰσχύοντες ὑμῶν\, οἱ πίνοντες τὸν οἶνον καὶ οἱ δυνάσται οἱ κεραννύντες τὰ σίκερα\, οἱ δικαιοῦντες τὸν ἀσεβῆ ἕνεκεν δώρων καὶ τὸ δίκαιον τοῦ δικαίου αἴροντες. διὰ τοῦτο ὃν τρόπον καυθήσεται καλάμη ὑπὸ ἄνθρακος πυρὸς καὶ συγκαυθήσεται ὑπὸ φλογὸς ἀνειμένης\, ἡ ρίζα αὐτῶν ὡς χνοῦς ἔσται καὶ τὸ ἄνθος αὐτῶν ὡς κονιορτὸς ἀναβήσεται· οὐ γὰρ ἠθέλησαν τὸν νόμον Κυρίου σαβαώθ\, ἀλλὰ τὸ λόγιον τοῦ ἁγίου ᾿Ισραὴλ παρώξυναν. καὶ ἐθυμώθη ὀργῇ Κύριος σαβαὼθ ἐπὶ τὸν λαὸν αὐτοῦ\, καὶ ἐπέβαλε τὴν χεῖρα αὐτοῦ ἐπ᾿ αὐτοὺς καὶ ἐπάταξεν αὐτούς\, καὶ παρωξύνθη τὰ ὄρη\, καὶ ἐγενήθη τὰ θνησιμαῖα αὐτῶν ὡς κοπρία ἐν μέσῳ ὁδοῦ. καὶ ἐν πᾶσι τούτοις οὐκ ἀπεστράφη ὁ θυμὸς αὐτοῦ\, ἀλλὰ ἔτι χεὶρ ὑψηλή.\n\n\nΓένεσις 4:16-26\n\nἘξῆλθε δὲ Κάϊν ἀπὸ προσώπου τοῦ Θεοῦ καὶ ᾤκησεν ἐν γῇ Ναὶδ κατέναντι ᾿Εδέμ. Καὶ ἔγνω Κάϊν τὴν γυναῖκα αὐτοῦ\, καὶ συλλαβοῦσα ἔτεκε τὸν ᾿Ενώχ. καὶ ἦν οἰκοδομῶν πόλιν καὶ ἐπωνόμασε τὴν πόλιν ἐπὶ τῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ\, ᾿Ενώχ. ἐγεννήθη δὲ τῷ ᾿Ενὼχ Γαϊδάδ\, καὶ Γαϊδὰδ ἐγέννησε τὸν Μαλελεήλ\, καὶ Μαλελεὴλ ἐγέννησε τὸν Μαθουσάλα\, καὶ Μαθουσάλα ἐγέννησε τὸν Λάμεχ. καὶ ἔλαβεν ἑαυτῷ Λάμεχ δύο γυναῖκας\, ὄνομα τῇ μιᾷ ᾿Αδά\, καὶ ὄνομα τῇ δευτέρᾳ Σελλά. καὶ ἔτεκεν ᾿Αδὰ τὸν ᾿Ιωβήλ· οὗτος ἦν πατὴρ οἰκούντων ἐν σκηναῖς κτηνοτρο‘φων. καὶ ὄνομα τῷ ἀδελφῷ αὐτοῦ ᾿Ιουβάλ· οὗτος ἦν ὁ καταδείξας ψαλτήριον καὶ κιθάραν. Σελλὰ δὲ καὶ αὐτὴ ἔτεκε τὸν Θόβελ\, καὶ ἦν σφυροκόπος χαλκεὺς χαλκοῦ καὶ σιδήρου· ἀδελφὴ δὲ Θόβελ Νοεμά. εἶπε δὲ Λάμεχ ταῖς ἑαυτοῦ γυναιξίν· ᾿Αδὰ καὶ Σελλά\, ἀκούσατέ μου τῆς φωνῆς\, γυναῖκες Λάμεχ\, ἐνωτίσασθέ μου τοὺς λόγους\, ὅτι ἄνδρα ἀπέκτεινα εἰς τραῦμα ἐμοὶ καὶ νεανίσκον εἰς μώλωπα ἐμοί· ὅτι ἑπτάκις ἐκδεδίκηται ἐκ Κάϊν\, ἐκ δὲ Λάμεχ ἑβδομηκοντάκις ἑπτά.\n \n῎Εγνω δὲ ᾿Αδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ\, καὶ συλλαβοῦσα ἔτεκεν υἱόν\, καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Σήθ\, λέγουσα· ἐξανέστησε γάρ μοι ὁ Θεὸς σπέρμα ἕτερον ἀντὶ ῎Αβελ\, ὃν ἀπέκτεινε Κάϊν. καὶ τῷ Σὴθ ἐγένετο υἱός\, ἐπωνόμασε δὲ τὸ ὄνομα αὐτοῦ ᾿Ενώς· οὗτος ἤλπισεν ἐπικαλεῖσθα τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ.\n\n\nΠαροιμίαι 5:15-6:3\n\nΠῖνε ὕδατα ἀπὸ σῶν ἀγγείων καὶ ἀπὸ σῶν φρεάτων πηγῆς. μὴ ὑπερεκχείσθω σοι ὕδατα ἐκ τῆς σῆς πηγῆς\, εἰς δὲ σὰς πλατείας διαπορευέσθω τὰ σὰ ὕδατα· ἔστω σοι μόνῳ ὑπάρχοντα\, καὶ μηδεὶς ἀλλότριος μετασχέτω σοι· ἡ πηγή σου τοῦ ὕδατος ἔστω σοι ἰδία\, καὶ συνευφραίνου μετὰ γυναικὸς τῆς ἐκ νεότητός σου. ἔλαφος φιλίας καὶ πῶλος σῶν χαρίτων ὁμιλείτω σοι· ἡ δὲ ἰδία ἡγείσθω σου καὶ συνέστω σοι ἐν παντὶ καιρῷ\, ἐν γὰρ τῇ ταύτης φιλίᾳ συμπεριφερόμενος πολλοστὸς ἔσῃ. μὴ πολὺς ἴσθι πρὸς ἀλλοτρίαν\, μηδὲ συνέχου ἀγκάλαις τῆς μὴ ἰδίας· ἐνώπιον γάρ εἰσι τῶν τοῦ Θεοῦ ὀφθαλμῶν ὁδοὶ ἀνδρός\, εἰς δὲ πάσας τὰς τροχιὰς αὐτοῦ σκοπεύει. παρονομίαι ἄνδρα ἀγρεύουσι\, σειραῖς δὲ τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγεται· οὗτος τελευτᾷ μετὰ ἀπαιδεύτων\, ἐκ δὲ πλήθους τῆς ἑαυτοῦ βιότητος ἐξερρίφη καὶ ἀπώλετο δι᾿ ἀφροσύνην.\n \nΥυέ\, ἐὰν ἐγγυήσῃ σὸν φίλον\, παραδώσεις σὴν χεῖρα ἐχθρῷ· παγὶς γὰρ ἰσχυρὰ ἀνδρὶ τὰ ἴδια χείλη\, καὶ ἁλίσκεται χείλεσιν ἰδίου στόματος. ποίει\, υἱέ\, ἃ ἐγώ σοι ἐντέλλομαι\, καὶ σώζου· ἥκεις γὰρ εἰς χεῖρας κακῶν διὰ σὸν φίλον. ἴσθι μὴ ἐκλυόμενος\, παρόξυνε δὲ καὶ τὸν φίλον σου\, ὃν ἐνεγγυήσω.\n \n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20130328
DTEND;VALUE=DATE:20130329
SUMMARY:Ὅσιος Ἱλαρίων ὁ Νέος
DESCRIPTION:Καθημεριναί ἀναγνώσεις τῆς Ἁγίας Γραφῆς καὶ τῶν Βίων Ἁγίων 3/28/2013\n\nἍγιοι καὶ ἑορταί: Ὅσιος Ἱλαρίων ὁ Νέος; Ἡρωδίων\, ἐκ τῶν 70; Στέφανος ὁ Θαυματουργός\n\nξεροφαγία (αὐστηρή νηστεία)\n\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: Ἠσαΐας 6:1-12\n\nΚαὶ ἐγένετο τοῦ ἐνιαυτοῦ\, οὗ ἀπέθανεν ᾿Οζίας ὁ βασιλεύς\, εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπῃρμένου\, καὶ πλήρης ὁ οἶκος τῆς δόξης αὐτοῦ. καὶ Σεραφὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ\, ἓξ πτέρυγες τῷ ἑνὶ καὶ ἓξ πτέρυγες τῷ ἑνί\, καὶ ταῖς μὲν δυσὶ κατεκάλυπτον τὸ πρόσωπον\, ταῖς δὲ δυσὶ κατεκάλυπτον τοὺς πόδας καὶ ταῖς δυσὶν ἐπέταντο.καὶ ἐκέκραγεν ἕτερος πρὸς τὸν ἕτερον καὶ ἔλεγον· ἅγιος\, ἅγιος\, ἅγιος Κύριος σαβαώθ\, πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ. καὶ ἐπήρθη τὸ ὑπέρθυρον ἀπὸ τῆς φωνῆς\, ἧς ἐκέκραγον\, καὶ ὁ οἶκος ἐπλήσθη καπνοῦ. καὶ εἶπον· ὦ τάλας ἐγώ\, ὅτι κατανένυγμαι\, ὅτι ἄνθρωπος ὢν καὶ ἀκάθαρτα χείλη ἔχων\, ἐν μέσῳ λαοῦ ἀκάθαρτα χείλη ἔχοντος ἐγὼ οἰκῶ καὶ τὸν βασιλέα Κύριον σαβαὼθ εἶδον τοῖς ὀφθαλμοῖς μου. καὶ ἀπεστάλη πρός με ἓν τῶν Σεραφίμ\, καὶ ἐν τῇ χειρὶ εἶχεν ἄνθρακα\, ὃν τῇ λαβίδι ἔλαβεν ἀπὸ τοῦ θυσιαστηρίου\, καὶ ἥψατο τοῦ στόματός μου καὶ εἶπεν· ἰδοὺ ἥψατο τοῦτο τῶν χειλέων σου καὶ ἀφελεῖ τὰς ἀνομίας σου καὶ τὰς ἁμαρτίας σου περικαθαριεῖ. καὶ ἤκουσα τῆς φωνῆς Κυρίου λέγοντος· τίνα ἀποστείλω\, καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον; καὶ εἶπα· ἰδοὺ ἐγώ εἰμι· ἀπόστειλόν με. καὶ εἶπε· πορεύθητι καὶ εἰπὸν τῷ λαῷ τούτῳ· ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε· ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου\, καὶ τοῖς ὠσὶν αὐτῶν βαρέως ἤκουσαν καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσι καὶ τῇ καρδίᾳ συνῶσι\, καὶ ἐπιστρέψωσι\, καὶ ἰάσομαι αὐτούς. καὶ εἶπα· ἕως πότε Κύριε; καὶ εἶπεν· ἕως ἂν ἐρημωθῶσι πόλεις παρὰ τὸ μὴ κατοικεῖσθαι καὶ οἶκοι παρὰ τὸ μὴ εἶναι ἀνθρώπους\, καὶ ἡ γῆ καταλειφθήσεται ἔρημος. καὶ μετὰ ταῦτα μακρυνεῖ ὁ Θεὸς τοὺς ἀνθρώπους\, καὶ πληθυνθήσονται οἱ ἐγκαταλειφθέντες ἐπὶ τῆς γῆς·\n\n\nΓένεσις 5:1-24\n\nΑὕτη ἡ βίβλος γενέσεως ἀνθρώπων· ᾗ ἡμέρᾳ ἐποίησεν ὁ Θεὸς τὸν ᾿Αδάμ\, κατ᾿ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν· ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς καὶ εὐλόγησεν αὐτούς· καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ ᾿Αδάμ\, ᾗ ἡμέρᾳ ἐποίησεν αὐτούς· ἔζησε δὲ ᾿Αδὰμ τριάκοντα καὶ διακόσια ἔτη\, καὶ ἐγέννησε κατὰ τὴν ἰδέαν αὐτοῦ καὶ κατὰ τὴν εἰκόνα αὐτοῦ καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Σήθ. ἐγένοντο δὲ αἱ ἡμέραι τοῦ ᾿Αδάμ\, ἃς ἔζησε μετά τὸ γεννῆσαι αὐτὸν τὸν Σήθ\, ἔτη ἑπτακόσια\, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι ᾿Αδάμ\, ἃς ἔζησε\, τριάκοντα καὶ ἐννακόσια ἔτη\, καὶ ἀπέθανεν.\n \n῎Εζησε δὲ Σὴθ πέντε καὶ διακόσια ἔτη καὶ ἐγέννησε τὸν ᾿Ενώς. καὶ ἔζησε Σὴθ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν ᾿Ενὼς ἑπτὰ ἔτη καὶ ἑπτακόσια καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Σὴθ δώδεκα καὶ ἐννακόσια ἔτη\, καὶ ἀπέθανε.\n \nΚαὶ ἔζησεν ᾿Ενὼς ἔτη ἑκατὸν ἐνενήκοντα καὶ ἐγέννησε τὸν Καϊνᾶν. καὶ ἔζησεν ᾿Ενὼς μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Καϊνᾶν πεντεκαίδεκα ἔτη καὶ ἑπτακόσια καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι ᾿Ενὼς πέντε ἔτη καὶ ἐννακόσια\, καὶ ἀπέθανε.\n \nΚαὶ ἔζησε Καϊνᾶν ἑβδομήκοντα καὶ ἑκατὸν ἔτη\, καὶ ἐγέννησε τὸν Μαλελεήλ. καὶ ἔζησε Καϊνᾶν μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Μαλελεὴλ τεσσαράκοντα καὶ ἑπτακόσια ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέρα Καϊνᾶν δέκα ἔτη καὶ ἐννακόσια\, καὶ ἀπέθανε.\n \nΚαὶ ἔζησε Μαλελεὴλ πέντε καὶ ἑξήκοντα καὶ ἑκατὸν ἔτη καὶ ἐγέννησε τὸν ᾿Ιάρεδ. καὶ ἔζησε Μαλελεὴλ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν ᾿Ιάρεδ ἔτη τριάκοντα καὶ ἑπτακόσια καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Μαλελεήλ\, ἔτη πέντε καὶ ἐνενήκοντα καὶ ὀκτακόσια\, καὶ ἀπέθανε.\n \nΚαὶ ἔζησεν ᾿Ιάρεδ δύο καὶ ἑξήκοντα ἔτη καὶ ἑκατὸν καὶ ἐγέννησε τὸν ᾿Ενώχ. καὶ ἔζησεν ᾿Ιάρεδ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν ᾿Ενὼχ ὀκτακόσια ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι ᾿Ιάρεδ δύο καὶ ἑξήκοντα καὶ ἐννακόσια ἔτη\, καὶ ἀπέθανε. Καὶ ἔζησεν ᾿Ενὼχ πέντε καὶ ἑξήκοντα καὶ ἑκατὸν ἔτη καὶ ἐγέννησε τὸν Μαθουσάλα. εὐηρέστησε δὲ ᾿Ενὼχ τῷ Θεῷ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Μαθουσάλα διακόσια ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι ᾿Ενὼχ πέντε καὶ ἑξήκοντα καὶ τριακόσια ἔτη. καὶ εὐηρέστησεν ᾿Ενὼχ τῷ Θεῷ καὶ οὐχ εὑρίσκετο\, ὅτι μετέθηκεν αὐτὸν ὁ Θεός.\n\n\nΠαροιμίαι 6:3-20\n\nΠοίει\, υἱέ\, ἃ ἐγώ σοι ἐντέλλομαι\, καὶ σώζου· ἥκεις γὰρ εἰς χεῖρας κακῶν διὰ σὸν φίλον. ἴσθι μὴ ἐκλυόμενος\, παρόξυνε δὲ καὶ τὸν φίλον σου\, ὃν ἐνεγγυήσω. μὴ δῷς ὕπνον σοῖς ὄμμασι\, μηδὲ ἐπινυστάξῃς σοῖς βλεφάροις\, ἵνα σώζῃ ὥσπερ δορκὰς ἐκ βρόχων καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος. ῎Ιθι πρὸς τὸν μύρμηκα\, ὦ ὀκνηρέ\, καὶ ζήλωσον ἰδὼν τὰς ὁδοὺς αὐτοῦ καὶ γενοῦ ἐκείνου σοφώτερος· ἐκείνῳ γὰρ γεωργίου μὴ ὑπάρχοντος\, μηδὲ τὸν ἀναγκάζοντα ἔχων\, μηδὲ ὑπὸ δεσπότην ὤν\, ἑτοιμάζεται θέρους τὴν τροφὴν πολλήν τε ἐν τῷ ἀμητῷ ποιεῖται τὴν παράθεσιν. ἢ πορεύθητι πρὸς τὴν μέλισσαν καὶ μάθε ὡς ἐργάτις ἐστὶ τήν τε ἐργασίαν ὡς σεμνὴν ποιεῖται· ἦς τοὺς πόνους βασιλεῖς καὶ ἰδιῶται πρὸς ὑγίειαν προσφέρονται· ποθεινὴ δέ ἐστι πᾶσι καὶ ἐπίδοξος· 8γ καί περ οὖσα τῇ ρώμῃ ἀσθενής\, τὴν σοφίαν τιμήσασα προήχθη. ἕως τίνος\, ὀκνηρέ\, κατάκεισαι; πότε δὲ ἐξ ὕπνου ἐγερθήσῃ; ὀλίγον μὲν ὑπνοῖς\, ὀλίγον δὲ κάθησαι\, μικρὸν δὲ νυστάζεις\, ὀλίγον δὲ ἐναγκαλίζῃ χερσὶ στήθη· εἶτ᾿ ἐμπαραγίνεταί σοι ὥσπερ κακὸς ὁδοιπόρος ἡ πενία καὶ ἡ ἔνδεια ὥσπερ ἀγαθὸς δρομεύς. 11α ἐὰν δὲ ἄοκνος ᾖς\, ἥξει ὥσπερ πηγὴ ὁ ἀμητός σου\, ἡ δὲ ἔνδεια ὥσπερ κακὸς δρομεὺς ἀπαυτομολήσει. ᾿Ανὴρ ἄφρων καὶ παράνομος πορεύεται ὁδοὺς οὐκ ἀγαθάς· ὁ δ᾿ αὐτὸς ἐννεύει ὀφθαλμῷ\, σημαίνει δὲ ποδί\, διδάσκει δὲ ἐννεύμασι δακτύλων. διεστραμμένῃ καρδίᾳ τεκταίνεται κακά\, ἐν παντὶ καιρῷ ὁ