Skip to content. Skip to navigation
Personal tools
Sections

ΤΑΞΙΣ ΓΙΝΟΜΕΝΗ ΕΠΙ ΧΕΙΡΟΤΟΝΙΑ ΠΡΕΣΒΥΤΕΡΟΥ

Document Actions
  • Μετὰ τὸ πληρωθῆναι τὸν Χερουβικὸν ὕμνον, ἵσταται ἐν τῆ Σολέα ὁ μέλλων χειροτονεῖσθαι Πρεσβύτερος καὶ έξερχόμενοι δύο Διἀκονοι λαμβάνουσιν αὐτὸν ἐξ ἑκατέρου μέρους, καὶ φέρουσιν αὐτὸν ἄχρι τῶν ἁγίων θυρῶν ἐκεῖ δὲ ἀπολύουσιν αὐτὸν οἱ Διἀκονοι καὶ λαμβάνουσιν αὐτὸν δύο Πρεσβύτεροι, ὁ πρῶτος καὶ ὁ δεὐτερος.  Καὶ τοῦ Ὰρχιερέως ἱσταμένου πρὸτῆς ὡραίας Πύλης ἐκφωνεῖ ὁ πρῶτος τῶν Ἱερέων:

    1ος ΠρεσβύτεροςΚέλευσον.

    Καὶ ὁ δεὐτερος:

    2ος Πρεσβύτερος:  Κελεύσατε.

    Και πάλιν ὁ πρῶτος:

    1ος Πρεσβύτερος:  Κέλευσον Δέσποτα Ἅγιε, τὸν νῦν προσφερόμενόν σοι.

    Καὶ πάλιν ὁ Ἀρχιερεὺς ὑποδέχεται αὐτὸν καὶ σφραγίζων τρὶς τὴν κεφαλὴν αὐτοῦ, λέγει:

    Ἀρχιερέα:  Eἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος (τρίς)

    Καὶ εἰσάγουσιν αὐτὸν οἱ Πρεσβύτεροι εἰς τὸ Θυσιαστήριον καὶ κυκλοῦσι τρὶς τὴν ἁγίαν Τράπεζαν ἀπὸ τῶν δεξιῶν πρὸς τὰ ἀριστερά, ψάλλοντες τά « Ἅγιοι Μάρτυρες..., Δόξα σοι Χριστὲ ὁ Θεός...,» καὶ τὸ « Ἡσαἶα χόρευε...»

    Ἰστέον δὲ ὅτι, ὅταν ψάλλωνται τὰ ἀνωτέρω, κάθηται ἔμπροσθεν τῆς ἁγίας Τραπέζης ὁ Ἀρχιερεὺς εἰς θρονίον, καὶ ἐκεῖ ὅπου κυκλοῦσι γύρωθεν, ἀσπάζεται ὁ χειροτονούμενος τὰ τέσσαρα κέρατα τῆς ἁγίας Τραπἐζης καί ὅταν ἔρχωνται ἔμπροσθεν τοῦ Ἀρχιερέως, ποιοῦσι μετάνοιαν καὶ ὁ χειροτονούμενος ἀσπάζεται τὴν χεῖρα καὶ τὸ ἐπιγονάτιον αὐτοῦ.  Μετὰ δὲ τὴν τρίτην περιφορὰν τὰς ἁγίας εἰκονας κατὰ τάξιν.

    Εἶτα ἀνισταμένου τοῦ Ἀρχιερέως, προσέρχεται αύτῶ ὁ χειροτονούμενος καὶ ἵσταται κατὰ τὸ δεξιὸν μέρος αὐτοῦ καὶ θέτει τὰς χεῖρας ἐπὶ τῆς ἁγίας Τραπέζης σταυροειδῶς καὶ ἐρείσας τὸ μέτωπον τῆ ἁγία Τραπέζη, κλίνει ἀμφότερα τὰ γόνατα.  Καὶ ἐκφωνεῖ ὁ Ἀρχιδιάκονος:

    ἈρχιδιάκονοςΠρόσχωμεν.

    δὲ Ἀρχιερεὺς θέτει τὸ ἄκρον τοῦ ὠμοφορίου ἐπὶ τῆς κεφαλῆς τοῦ χειροτονουμένου καὶ ἐπιθέτων τὴν δεξιὰν ἐκ φωνεῖεἰς ἐπή κοον πάντων:

    ἈρχιερέαΘεία Χάρις, ἡπάν τοτε τὰ ἀσθενῆ θεραπεύουσα καὶ τὰἐλλείπον τα ἀναπληροῦσα, προχειρίζεται (τὸνδεῖνα) τὸν εὐλαβέστατον Διάκονον εἰς Πρεσβύτερον εὐξώμεθαοὖν ὑπερ αὐτοῦ, ἵνα ἔλθηἐπ αὐτον ἡ χάρις τοῦ Παναγίου Πνεύματος.

    Καὶ ψάλλεται παρατεταμένως καὶ ἴσον τῶ ἀκούεσθαι τό Κύριε ἐλέησον (γ΄) παρὰ τῶν ἐν τῶ Βἠματι καὶ παρὰ τῶν ἐκτός.

    Ὁ Διάκονος:  Τοῦ Κυρίου δεηθῶμεν.

    Ὁ Ἀρχιερεὺς ἔχων τὴν χεῖρα ἐπικειμένην, εὔχεται οὕτω χαμηλοφώνως.

    Ἀρχιερευς:  Ο Θεὸς ὁ ἄναρχος καὶ ἀτελεύτητος, ὁ πάσης κτίσεως πρεσβύτατος ὑπάρχων, ὁ τῆ προσηγορία τοῦ πρεσβυτέρου τιμήσας τοὺς ἐν τῶ βαθμῶ τούτω ἀξιωθέντας ἱερουργεῖν τὸν λόγον τὴς ἀληθείας Αὐτός, Δέσποτα τῶν ἁπάντων, καὶ τοῦτον, ὅν εὐδόκησαν ὑποδέξασθαι τὴν μεγάλην ταύτην χάριν τοῦ Ἁγιου σου Πνεύματος, καὶ τέλειον ἀνάδειξον δοῦλόν σου ἐν πᾶσιν εὐαρεστοῦντα σοι, καὶ ἀξίως πολιτευόμενον τῆς δωρηθείσης αὐτῶ ὑπὸ τῆς σῆς προγνωστικῆς δυνάμεως, μεγάλης ταύτῆς ἱερατικης τιμῆς.  «Ὅτι σὸν τὸ κράτος, καὶ σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.  Ἀμήν.

    Καὶ μετὰ τὴν Εὐχὴν ταύτην λέγει ὁ Πρωτοπαπᾶς λεπτῆ τῆ φωνῆ, ὅσον ἀκούειν τοὺς συμπαρόντας καὶ ἀποκρίνεσθαι τὸ « Κύριε ἐλέησον», τὰ διακονικὰ ταῦτα:

     Πρωτοπαπᾶς:  Ἐν εἰρήνη, τοῦ Κυρίου δεηθῶμεν.

    Ὑπερ τῆς ἄνωθεν εἰρήνης, καὶ τῆς σωτηρίας τῶν ψυχῶν ημῶν....

    Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου....

    Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (τοῦ δεῖνος), ἱερωσύνης, ἀντιλήψεως, διαμονῆς, εἰρήνης, ὑγείας, καὶ σωτηρίας αὐτοῦ, καὶ τοῦ ἔργου τῶν χειρῶν αὐτοῦ, τοῦ Κυρίου δεηθῶμεν.

    Ὑπὲρ τοῦ δούλου τοῦ Θεοῦ (τοὺ δεῖνος), τοῦ νυνὶ προχειριζομένου Διακόνου, καὶ τῆς σωτηρίας αὐτῶ, τοῦ Κυρίου δεηθῶμεν.

    Ὅπως ὁ φιλάνθρωπος Θεὸς ἡμῶν , ἄσπιλον καὶ ἀμώμητον αὐτῶ τὴν Διακονίαν χαρίσηται, τοῦ Κυρίου δεηθῶμεν.

    Ὑπὲρ τῆς πόλεως, ταύτης, πάσης πόλεως, χώρας...

    Ὑπὲρ τοῦ ῥυσθηναι ἡμᾶς ἀπὸ πἀσης θλίψεως...

    ‘Αντιλαβοῦ, σωσον, ἐλέησον...

    Τῆς Παναγίας ἀχράντου, ὑπερευλογημένης...

    δὲ Ἀρχιερεύς, ἔχων τὴν χεἰρα ἐπικειμένην τῆ τοῦ χειροτονουμένου κεφαλῆ καὶ τοῦ Διακόνου εἰπόντες:

    Διάκονος:  Τοῦ Κυρίου δεηθῶμεν

    Καὶ πάντων ἀποκριθέντων τὸ «Κύριε ἐλέησον,» ἐπτεύχεται καὶ αὖθις οὕτως.

    Ἀρχιερέα:  Ὸ Θεός, ὸ μέγας ἐν δυνάμει, καὶ ἀνεξιχνίαστος ἐν συνέσει, ὁ θαυμαστὸς ἐν βουλαῖς, ὑπὲρ τοὺς υἱοὺς τῶν ἀνθρὠπων.  Αὐτός, Κύριε, καὶ τοῦτον, ὅν εὐδόκησας τὸν τοῦ Πρεσβυτέρου ὑπεισελθεῖν βαθμόν, πλήρωσον τῆς τοῦ Ἁγίου σου Πνεύματος δωρεᾶς ἵνα γένηται ἄξιος παρεστάναι ἀμέμπτως τῶ Θυσιαστηρίω σου, κηρύσσειν τὸ Εὐαγγέλιον τῆς βασιλείας σου, ἱερουργεῖν τὸν λόγον τῆς ἀληθείας σου, προσεφέρειν σοι δῶρα καὶ θυσίας πνευματικάς, ἀνακαινίζειν τὸν λαόν σου δία τῆς τοῦ λουτροῦ παλιγγενεσίας ὅπως καὶ αὐτός, ὑπαντήσας ἐν τῆ Δευτέρα ἐπιδημία τοῦ μεγάλου Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ μονογενοῦς σου Υἱοῦ, δέξηται τὸν μισθὸν τῆς ἀγαθῆς οἰκονομίας τοῦ οἰκείου Τάγματος, ἐν τῶ πλήθει τῆς ἀγαθότητός σου.  Ὅτι ηὐλόγηται καὶ δεδόξασται τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.  Ἀμήν.

    Μετὰ τὸ Ἀμήν, ἀνίστησιν αὐτόν, καὶ φέρει τὸ ὄπισθεν τοῦ Ὀραρίου αὐτοῦ τὸ ἔμπροσθεν τοῦ δεξιοῦ μέρους (ἤ περιτίθησιν αύτῶ Ἐπιτραχήλιον) λέγων «Ἄξιος» Καὶ ψάλλουσι τοῦτο οἱ τοῦ Βήματος τρίς.  Εἶτα περιτίθησιν αὐτῶ τὴν ζώνην, λέγων «Ἄξιος» Καὶ ψάλλουσιν αὐτὸ τρὶς οἱ Ψάλται τοῦ α΄χοροῦ.  Καὶ ἐνδύων αὐτὸν τὸ Φελόνιον, ἐκφωνεῖ καὶ αὖθις τό, «Ἄξιος»  Καὶ ψάλλουσιν αὐτὸ τρὶς οἱ Ψάλται τοῦ β΄χοροῦ.

    [Εἶτα στρέφων ὁ Ἀρχιερεὺς τὸν χειροτονηθέντα κατενώπιον τοῦ Λαοῦ, λέγει ἐκφώνως «Αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου.»  Καὶ ψάλλεται τρίς, ἅπαξ παρὰ τῶν ἐν τῶν Βήματι καὶ παρ’ ἑκατέρου τῶν Χορῶν « Τίς Θεὸς μέγας ὡς ὁ Θεὸς ἡμῶν; Σὺ εἶ ὁ Θεός, ὁ θαυμάσια μόνος». 

    Καὶ δίδωσιν αὐτῶ άγάπην, ἤτοι ἀσπάζεται αὐτὸν εἰς τὸ μέτωπον, ὁ δὲ χειροτονούμενος ἀσπάζεται τὴν χεῖρα τοῦ Ἀρχιερέως καὶ άπερχόμενος ἵσταται εἰς τὸ δεξιὸν μέρος τῆς ἁγίας Τραπέζης μετὰ τῶν λοιπῶν Πρεσβυτέρων, ἀναγινώσκων τὰς εὐχάς. Ὁ δὲ Διάκονος ἵσταται εἰς τὸν συνήθητόπον, λέγων τό:

    Διάκονος:  Πληρώσωμεν τὴν δέησιν ἡμῶν τῶ Κυρίω...

    Ὅταν δὲ τελειωθῶσι τὰ Ἅγια, καὶ μέλλη εἰπεῖν τὸ:

    Διάκονος:  Ἐξαιρέτως...

    Προσέρχεται ὁ χειροτονηθείς, καὶ ἐπιδίδωσιν αύτῶ ὁ Ἀρχιερεὺς τὸν ἅγιον Ἄρτον λέγων οὕτω” 

    Ἀρχιερέα: Λάβε τὴν παρακαταθήκην ταύτην, καὶ φύλαξον αὐτήν, ἕως τῆς δευτέρας παρουσίας τοῦ Κυρίου ἡνῶν Ἰησοῦ Χριστοῦ, ὅτε παρ’ αὐτοῦ μέλλεις ἀπαιτεῖσθαι αὐτήν.

    Ὁ δὲ λαβών, ἀσπάζεται τὴν χεῖρα τοῦ Ἀρχιερέως, καὶ μεθίσταται ἐν ὦ πρότερον ἵστατο τόπω, τὰς μὲν χεῖρας θεὶς ἐπάνω τῆς ἁγίας Τραπέζης, καθ’ἑαυτὸν δὲ λέγων τὸ «Κύριε ἐλέησον,» καὶ τὸ «Ἐλέησον με ὁ Θεός...»

    Ὅτε δὲ μέλλει είπεῖν «Τὰ Ἅγια τοῖς Ἁγίοις,» τότε ὁ χειροτονηθεὶς ἀποδίδωσι τὸν ἅγιον Ἄρτον, καὶ παρὰ τοῦ Ἀρχιερέως μεταλαμβάνει πρῶτος τῶν ἄλλων.  Λέγει δὲ αὐτὸς καὶ τὴν ὀπισθάμβωνον Εὐχήν.