Skip to content. Skip to navigation
Personal tools

Old Testament Reading

Document Actions

Παροιμίαι 21:23-22:4

Ὃς φυλάσσει τὸ στόμα αὐτοῦ καὶ τὴν γλῶσσαν, διατηρεῖ ἐκ θλίψεως τὴν ψυχὴν αὐτοῦ. θρασὺς καὶ αὐθάδης καὶ ἀλαζὼν λοιμὸς καλεῖται, ὃς δὲ μνησικακεῖ, παράνομος. ἐπιθυμίαι ὀκνηρὸν ἀποκτείνουσιν, οὐ γὰρ προαιροῦνται αἱ χεῖρες αὐτοῦ ποιεῖν τι. ἀσεβὴς ἐπιθυμεῖ ὅλην τὴν ἡμέραν ἐπιθυμίας κακάς, ὁ δὲ δίκαιος ἐλεᾷ καὶ οἰκτείρει ἀφειδῶς. θυσίαι ἀσεβῶν βδέλυγμα Κυρίῳ, καὶ γὰρ παρανόμως προσφέρουσιν αὐτάς. μάρτυς ψευδὴς ἀπολεῖται, ἀνὴρ δὲ ὑπήκοος φυλασσόμενος λαλήσει. ἀσεβὴς ἀνὴρ ἀναιδῶς ὑφίσταται προσώπῳ, ὁ δὲ εὐθὴς αὐτὸς συνίει τὰς ὁδοὺς αὐτοῦ. οὐκ ἔστι σοφία, οὐκ ἔστιν ἀνδρεία, οὐκ ἔστι βουλὴ πρὸς τὸν ἀσεβῆ. ἵππος ἑτοιμάζεται εἰς ἡμέραν πολέμου, παρὰ δὲ Κυρίου ἡ βοήθεια. Αἱρετώτερον ὄνομα καλὸν ἢ πλοῦτος πολύς, ὑπὲρ δὲ ἀργύριον καὶ χρυσίον χάρις ἀγαθή, πλούσιος καὶ πτωχὸς συνήντησαν ἀλλήλοις, ἀμφοτέρους δὲ ὁ Κύριος ἐποίησε. πανοῦργος ἱδὼν πονηρὸν τιμωρούμενον κραταιῶς αὐτὸς παιδεύεται, οἱ δὲ ἄφρονες παρελθόντες ἐζημιώθησαν. γενεὰ σοφίας φόβος Κυρίου καὶ πλοῦτος καὶ δόξα καὶ ζωή.

Additional Readings for Today:

Daily Readings via Email

Would you like to receive these daily readings via email? Sign up here.