Skip to content. Skip to navigation
Personal tools

Old Testament Vespers Reading

Document Actions

Γένεσις 31:3-16

Eἶπε δὲ Κύριος πρὸς ᾿Ιακώβ· ἀποστρέφου εἰς τὴν γῆν τοῦ πατρός σου καὶ εἰς τὴν γενεάν σου, καὶ ἔσομαι μετὰ σοῦ. ἀποστείλας δὲ ᾿Ιακὼβ ἐκάλεσε Λείαν καὶ Ραχὴλ εἰς τὸ πεδίον, οὗ ἦν τὰ ποίμνια. καὶ εἶπεν αὐταῖς· ὁρῶ ἐγὼ τὸ πρόσωπον τοῦ πατρὸς ὑμῶν, ὅτι οὐκ ἔστι πρὸς ἐμοῦ ὡς ἐχθὲς καὶ τρίτην ἡμέραν· ὁ δὲ Θεὸς τοῦ πατρός μου ἦν μετ᾿ ἐμοῦ. καὶ αὐταὶ δὲ οἴδατε, ὅτι ἐν πάσῃ τῇ ἰσχύϊ μου δεδούλευκα τῷ πατρὶ ὑμῶν. ὁ δὲ πατὴρ ὑμῶν παρεκρούσατό με καὶ ἤλλαξε τὸν μισθόν μου τῶν δέκα ἀμνῶν, καὶ οὐκ ἔδωκεν αὐτῷ ὁ Θεὸς κακοποιῆσαί με. ἐὰν οὕτως εἴπῃ, τὰ ποικίλα ἔσται σου μισθός, καὶ τέξεται πάντα τὰ πρόβατα ποικίλα· ἐὰν δὲ εἴπῃ, τὰ λευκὰ ἔσται σου μισθός, καὶ τέξεται πάντα τὰ πρόβατα λευκά· καὶ ἀφείλετο ὁ Θεὸς πάντα τὰ κτήνη τοῦ πατρὸς ὑμῶν καὶ ἔδωκέ μοι αὐτά. καὶ ἐγένετο ἡνίκα ἐνεκίσσων τὰ πρόβατα ἐν γαστρὶ λαμβάνοντα, καὶ εἶδον τοῖς ὀφθαλμοῖς μου ἐν τῷ ὕπνῳ, καὶ ἰδοὺ οἱ τράγοι καὶ οἱ κριοὶ ἀναβαίνοντες ἐπὶ τὰ πρόβατα καὶ τὰς αἶγας διάλευκοι καὶ ποικίλοι καὶ σποδοειδεῖς ραντοί. καὶ εἶπέ μοι ὁ ἄγγελος τοῦ Θεοῦ καθ᾿ ὕπνον· ᾿Ιακώβ· ἐγὼ δὲ εἶπα· τί ἐστι; καὶ εἶπεν· ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου, καὶ ἰδὲ τοὺς τράγους καὶ τοὺς κριοὺς ἀναβαίνοντας ἐπὶ τὰ πρόβατα καὶ τὰς αἶγας διαλεύκους καὶ ποικίλους καὶ σποδοειδεῖς ραντούς· ἑώρακα γάρ ὅσα σοι Λάβαν ποιεῖ· ἐγώ εἰμι ὁ Θεὸς ὁ ὀφθείς σοι ἐν τόπῳ Θεοῦ, οὗ ἤλειψάς μοι ἐκεῖ στήλην καὶ ηὔξω μοι ἐκεῖ εὐχήν· νῦν οὖν ἀνάστηθι καὶ ἔξελθε ἐκ τῆς γῆς ταύτης καὶ ἄπελθε εἰς τὴν γῆν τῆς γενέσεώς σου, καὶ ἔσομαι μετὰ σοῦ. καὶ ἀποκριθεῖσαι Ραχὴλ καὶ Λεία εἶπαν αὐτῷ· μή ἐστιν ἡμῖν ἔτι μερὶς ἢ κληρονομία ἐν τῷ οἴκῳ τοῦ πατρὸς ἡμῶν; οὐχ ὡς αἱ ἀλλότριαι λελογίσμεθα αὐτῷ; πέπρακε γὰρ ἡμᾶς καὶ καταβρώσει κατέφαγε τὸ ἀργύριον ἡμῶν. πάντα τὸν πλοῦτον καὶ τὴν δόξαν, ἣν ἀφείλετο ὁ Θεὸς τοῦ πατρὸς ἡμῶν, ἡμῖν ἔσται καὶ τοῖς τέκνοις ἡμῶν. νῦν οὖν ὅσα σοι εἴρηκεν ὁ Θεός, ποίει.

Daily Readings via Email

Would you like to receive these daily readings via email? Sign up here.