Ἠσαΐας 29:13-23

english ελληνικά
Print

Καὶ εἶπε Κύριος· ἐγγίζει μοι ὁ λαὸς οὗτος ἐν τῷ στόματι αὐτοῦ καὶ ἐν τοῖς χείλεσιν αὐτῶν τιμῶσί με, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ᾿ ἐμοῦ· μάτην δὲ σέβονταί με διδάσκοντες ἐντάλματα ἀνθρώπων καὶ διδασκαλίας. διὰ τοῦτο ἰδοὺ ἐγὼ προσθήσω τοῦ μετατεθῆναι τὸν λαὸν τοῦτον καὶ μεταθήσω αὐτοὺς καὶ ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν καὶ τὴν σύνεσιν τῶν συνετῶν κρύψω. οὐαὶ οἱ βαθέως βουλὴν ποιοῦντες καὶ οὐ διὰ Κυρίου· οὐαὶ οἱ ἐν κρυφῇ βουλὴν ποιοῦντες καὶ ἔσται ἐν σκότει τὰ ἔργα αὐτῶν καὶ ἐροῦσι· τίς ἑώρακεν ἡμᾶς; καὶ τίς ἡμᾶς γνώσεται ἢ ἃ ἡμεῖς ποιοῦμεν; οὐχ ὡς ὁ πηλὸς τοῦ κεραμέως λογισθήσεσθε; μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι αὐτό· οὐ σύ με ἔπλασας; ἢ τὸ ποίημα τῷ ποιήσαντι· οὐ συνετῶς με ἐποίησας;

οὐκέτι μικρὸν καὶ μετατεθήσεται ὁ Λίβανος, ὡς τὸ ὄρος τὸ Χέρμελ καὶ τὸ Χέρμελ εἰς δρυμὸν λογισθήσεται; καὶ ἀκούσονται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κωφοὶ λόγους βιβλίου, καὶ οἱ ἐν τῷ σκότει καὶ οἱ ἐν τῇ ὁμίχλῃ ὀφθαλμοὶ τυφλῶν ὄψονται· καὶ ἀγαλλιάσονται πτωχοὶ διὰ Κύριον ἐν εὐφροσύνῃ, καὶ οἱ ἀπηλπισμένοι τῶν ἀνθρώπων ἐμπλησθήσονται εὐφροσύνης. ἐξέλιπεν ἄνομος, καὶ ἀπώλετο ὑπερήφανος, καὶ ἐξωλοθρεύθησαν οἱ ἀνομοῦντες ἐπὶ κακίᾳ, καὶ οἱ ποιοῦντες ἁμαρτεῖν ἀνθρώπους ἐν λόγῳ· πάντας δὲ τοὺς ἐλέγχοντας ἐν πύλαις πρόσκομμα θήσουσιν ὅτι ἐπλαγίασαν ἐπ᾿ ἀδίκοις δίκαιον.

διὰ τοῦτο τάδε λέγει Κύριος ἐπὶ τὸν οἶκον ᾿Ιακώβ, ὃν ἀφώρισεν ἐξ ῾Αβραάμ· οὐ νῦν αἰσχυνθήσεται ᾿Ιακώβ, οὐδὲ νῦν τὸ πρόσωπον μεταβαλεῖ ᾿Ισραήλ· ἀλλ᾿ ὅταν ἴδωσι τὰ τέκνα αὐτῶν τὰ ἔργα μου, δι᾿ ἐμὲ ἁγιάσουσιν τὸ ὄνομά μου καὶ ἁγιάσουσιν τὸν ἅγιον ᾿Ιακὼβ καὶ τὸν Θεὸν τοῦ ᾿Ισραὴλ φοβηθήσονται.

Online Chapel