Skip to content. Skip to navigation
Personal tools

Gospel Reading

Document Actions

Monday of the 5th Week

Κατὰ Λουκᾶν 9.18-22

Τῷ καιρῷ ἐκείνῳ, ἐγένετο ἐν τῷ εἶναι αὐτὸν προσευχόμενον καταμόνας, συνῆσαν αὐτῷ οἱ μαθηταί, καὶ ἐπηρώτησεν αὐτοὺς λέγων· τίνα με λέγουσιν οἱ ὄχλοι εἶναι; οἱ δὲ ἀποκριθέντες εἶπον· ᾿Ιωάννην τὸν βαπτιστήν, ἄλλοι δὲ ᾿Ηλίαν, ἄλλοι δὲ ὅτι προφήτης τις τῶν ἀρχαίων ἀνέστη. εἶπε δὲ αὐτοῖς· ὑμεῖς δὲ τίνα μὲ λέγετε εἶναι; ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπε· τὸν Χριστὸν τοῦ Θεοῦ. ῾Ο δὲ ἐπιτιμήσας αὐτοῖς παρήγγειλε μηδενὶ λέγειν τοῦτο, εἰπὼν ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων, καὶ ἀποκτανθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι.

Additional Readings for Today:

Daily Readings via Email

Would you like to receive these daily readings via email? Sign up here.