Gospel Reading
Sunday of St. John Climacus
Κατὰ Μᾶρκον 9.17-31
Τῷ καιρῷ ἐκείνῳ, ἄνθρωπός τις προσῆλθε τῷ Ἰησοῦ λέγων, Διδάσκαλε͵ ἤνεγκα τὸν υἱόν μου πρὸς σέ͵ ἔχοντα πνεῦμα ἄλαλον·καὶ ὅπου ἐὰν αὐτὸν κατα λάβῃ ῥήσσει αὐτόν͵ καὶ ἀφρίζει καὶ τρίζει τοὺς ὀδόντας καὶ ξηραίνεται· καὶ εἶπα τοῖς μαθηταῖς σου ἵνα αὐτὸ ἐκβάλωσιν͵ καὶ οὐκ ἴσχυσαν. Ὁ δὲ ἀποκριθεὶς αὐτοῖς λέγει͵ Ὦ γενεὰ ἄπιστος͵ ἕως πότε πρὸς ὑμᾶς ἔσομαι; ἕως πότε ἀνέξομαι ὑμῶν; φέρετε αὐτὸν πρός με. Καὶ ἤνεγκαν αὐτὸν πρὸς αὐτόν. καὶ ἰδὼν αὐτὸν τὸ πνεῦμα εὐθὺς συνεσπάραξεν αὐτόν͵ καὶ πεσὼν ἐπὶ τῆς γῆς ἐκυλίετο ἀφρίζων. Καὶ ἐπηρώτησεν τὸν πατέρα αὐτοῦ͵ Πόσος χρόνος ἐστὶν ὡς τοῦτο γέγονεν αὐτῷ; ὁ δὲ εἶπεν͵ Ἐκ παιδιόθεν·καὶ πολλάκις καὶ εἰς πῦρ αὐτὸν ἔβαλεν καὶ εἰς ὕδατα ἵνα ἀπολέσῃ αὐτόν· ἀλλ΄ εἴ τι δύνῃ͵ βοήθησον ἡμῖν σπλαγχνισθεὶς ἐφ΄ ἡμᾶς. Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ͵ Τὸ Εἰ δύνῃπάντα δυνατὰ τῷ πιστεύοντι. Εὐθὺς κράξας ὁ πατὴρ τοῦ παιδίου ἔλεγεν͵ Πιστεύω· βοήθει μου τῇ ἀπιστίᾳ. Ἰδὼν δὲ ὁ Ἰησοῦς ὅτι ἐπισυντρέχει ὄχλος ἐπετίμησεν τῷ πνεύματι τῷ ἀκαθάρτῳ λέγων αὐτῷ͵ Τὸ ἄλαλον καὶ κωφὸν πνεῦμα͵ ἐγὼ ἐπιτάσσω σοι͵ ἔξελθε ἐξ αὐτοῦ καὶ μηκέτι εἰσέλθῃς εἰς αὐτόν. Καὶ κράξας καὶ πολλὰ σπαράξας ἐξῆλθεν· καὶ ἐγένετο ὡσεὶ νεκρός͵ ὥστε τοὺς πολλοὺς λέγειν ὅτι ἀπέθανεν. Ὁ δὲ Ἰησοῦς κρατήσας τῆς χειρὸς αὐτοῦ ἤγειρεν αὐτόν͵ καὶ ἀνέστη. Καὶ εἰσελθόντος αὐτοῦ εἰς οἶκον οἱ μαθηταὶ αὐτοῦ κατ΄ ἰδίαν ἐπηρώτων αὐτόν͵ Ὅτι ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκ βαλεῖν αὐτό;καὶ εἶπεν αὐτοῖς͵ Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν προσευχῇ. Κἀκεῖθεν ἐξελθόντες παρεπορεύοντο διὰ τῆς Γαλι λαίας͵ καὶ οὐκ ἤθελεν ἵνα τις γνοῖ·ἐδίδασκεν γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι Ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων͵ καὶ ἀποκτενοῦσιν αὐτόν͵ καὶ ἀποκτανθεὶς μετὰ τρεῖς ἡμέρας ἀναστήσεται.
Would you like to receive these daily readings via email? Sign up here.

