Παροιμίαι 13:19-14:6

english ελληνικά
Print

Ἐπιθυμίαι εὐσεβῶν ἡδύνουσι ψυχήν, ἔργα δὲ ἀσεβῶν μακρὰν ἀπὸ γνώσεως. ὁ συμπορευόμενος σοφοῖς σοφὸς ἔσται, ὁ δὲ συμπορευόμενος ἄφροσι γνωσθήσεται. ἁμαρτάνοντας καταδιώξεται κακά, τοὺς δὲ δικαίους καταλήψεται ἀγαθά. ἀγαθὸς ἀνὴρ κληρονομήσει υἱοὺς υἱῶν, θησαυρίζεται δὲ δικαίοις πλοῦτος ἀσεβῶν. δίκαιοι ποιήσουσιν ἐν πλούτῳ ἔτη πολλά, ἄδικοι δὲ ἀπολοῦνται συντόμως. ὃς φείδεται τῆς βακτηρίας μισεῖ τὸν υἱὸν αὐτοῦ, ὁ δὲ ἀγαπῶν ἐπιμελῶς παιδεύει. δίκαιος ἔσθων ἐμπιπλᾷ τὴν ψυχὴν αὐτοῦ, ψυχαὶ δὲ ἀσεβῶν ἐνδεεῖς. ΣΟΦΑΙ γυναῖκες ᾠκοδόμησαν οἴκους, ἡ δὲ ἄφρων κατέσκαψε ταῖς χερσὶν αὐτῆς. ὁ πορευόμενος ὀρθῶς φοβεῖται τὸν Κύριον, ὁ δὲ σκολιάζων ταῖς ὁδοῖς αὐτοῦ ἀτιμασθήσεται. ἐκ στόματος ἀφρόνων βακτηρία ὕβρεως, χείλη δὲ σοφῶν φυλάσσει αὐτούς. οὗ μή εἰσι βόες, φάτναι καθαραί· οὗ δὲ πολλὰ γεννήματα, φανερὰ βοὸς ἰσχύς. μάρτυς πιστὸς οὐ ψεύδεται, ἐκκαίει δὲ ψευδῆ μάρτυς ἄδικος. ζητήσεις σοφίαν παρὰ κακοῖς καὶ οὐχ εὑρήσεις, αἴσθησις δὲ παρὰ φρονίμοις εὐχερής.

Online Chapel