Skip to content. Skip to navigation
Personal tools

Old Testament Reading

Document Actions

Ζαχαρίας 8:19-23

Τάδε λέγει Κύριος παντοκράτωρ· νηστεία ἡ τετρὰς καὶ νηστεία ἡ πέμπτη καὶ νηστεία ἡ ἑβδόμη καὶ νηστεία ἡ δεκάτη ἔσονται τῷ οἴκῳ ᾿Ιούδα εἰς χαρὰν καὶ εὐφροσύνην καὶ εἰς ἑορτὰς ἀγαθάς, καὶ εὐφρανθήσεσθε, καὶ τὴν ἀλήθειαν καὶ τὴν εἰρήνην ἀγαπήσατε. τάδε λέγει Κύριος παντοκράτωρ· ἔτι ἥξουσι λαοὶ πολλοὶ καὶ κατοικοῦντες πόλεις πολλάς, καὶ συνελεύσονται κατοικοῦντες πέντε πόλεις εἰς μίαν πόλιν λέγοντες· πορευθῶμεν δεηθῆναι τοῦ προσώπου Κυρίου καὶ ἐκζητῆσαι τὸ πρόσωπον Κυρίου παντοκράτορος· πορεύσομαι κἀγώ. καὶ ἥξουσι λαοὶ πολλοὶ καὶ ἔθνη πολλὰ ἐκζητῆσαι τὸ πρόσωπον Κυρίου παντοκράτορος ἐν ῾Ιερουσαλὴμ καὶ ἐξιλάσασθαι τὸ πρόσωπον Κυρίου. τάδε λέγει Κύριος παντοκράτωρ· ἐν ταῖς ἡμέραις ἐκείναις, ἐὰν ἐπιλάβωνται δέκα ἄνδρες ἐκ πασῶν τῶν γλωσσῶν τῶν ἐθνῶν καὶ ἐπιλάβωνται τοῦ κρασπέδου ἀνδρὸς ᾿Ιουδαίου λέγοντες· πορευσόμεθα μετὰ σοῦ, διότι ἀκηκόαμεν ὅτι ὁ Θεὸς μεθ᾿ ὑμῶν ἐστι.

Additional Readings for Today:

Daily Readings via Email

Would you like to receive these daily readings via email? Sign up here.