Old Testament Reading
Document Actions
Γένεσις 46:1-7
᾽Απάρας δὲ ᾿Ισραήλ, αὐτὸς καὶ πάντα τὰ αὐτοῦ, ἦλθεν ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου καὶ ἔθυσε θυσίαν τῷ Θεῷ τοῦ πατρὸς αὐτοῦ ᾿Ισαάκ. εἶπε δὲ ὁ Θεὸς τῷ ᾿Ισραὴλ ἐν ὁράματι τῆς νυκτός, εἰπών· ᾿Ιακώβ, ᾿Ιακώβ, ὁ δὲ εἶπε· τί ἐστιν; ὁ δὲ λέγει αὐτῷ· ἐγώ εἰμι ὁ Θεὸς τῶν πατέρων σου· μὴ φοβοῦ καταβῆναι εἰς Αἴγυπτον· εἰς γὰρ ἔθνος μέγα ποιήσω σε ἐκεῖ, καὶ ἐγὼ καταβήσομαι μετὰ σοῦ εἰς Αἴγυπτον, καὶ ἐγὼ ἀναβιβάσω σε εἰς τέλος, καὶ ᾿Ιωσὴφ ἐπιβαλεῖ τὰς χεῖρας αὐτοῦ ἐπὶ τοὺς ὀφθαλμούς σου. ἀνέστη δὲ ᾿Ιακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου, καὶ ἀνέλαβον οἱ υἱοὶ ᾿Ισραὴλ τὸν πατέρα αὐτῶν καὶ τὴν ἀποσκευὴν καὶ τὰς γυναῖκας αὐτῶν ἐπὶ τὰς ἁμάξας ἃς ἀπέστειλεν ᾿Ιωσὴφ ἆραι αὐτόν, καὶ ἀναλαβόντες τὰ ὑπάρχοντα αὐτῶν καὶ πᾶσαν τὴν κτῆσιν, ἣν ἐκτήσαντο ἐν γῇ Χαναάν, εἰσῆλθον εἰς Αἴγυπτον, ᾿Ιακὼβ καὶ πᾶν τὸ σπέρμα αὐτοῦ μετ᾿ αὐτοῦ, υἱοὶ καὶ υἱοὶ τῶν υἱῶν αὐτοῦ μετ᾿ αὐτοῦ, θυγατέρες καὶ θυγατέρες τῶν θυγατέρων αὐτοῦ· καὶ πᾶν τὸ σπέρμα αὐτοῦ ἤγαγεν εἰς Αἴγυπτον.
Daily Readings via Email
Would you like to receive these daily readings via email? Sign up here.

