Παροιμίαι 14:27-15:4

english ελληνικά
Print

Πρόσταγμα Κυρίου πηγὴ ζωῆς, ποιεῖ δὲ ἐκκλίνειν ἐκ παγίδος θανάτου. ἐν πολλῷ ἔθνει δόξα βασιλέως, ἐν δὲ ἐκλείψει λαοῦ συντριβὴ δυνάστου. μακρόθυμος ἀνὴρ πολὺς ἐν φρονήσει, ὁ δὲ ὀλιγόψυχος ἰσχυρῶς ἄφρων. πραΰθυμος ἀνὴρ καρδίας ἰατρός, σὴς δὲ ὀστέων καρδία αἰσθητική. ὁ συκοφαντῶν πένητα παροξύνει τὸν ποιήσαντα αὐτόν, ὁ δὲ τιμῶν αὐτὸν ἐλεεῖ πτωχόν. ἐν κακίᾳ αὐτοῦ ἀπωσθήσεται ἀσεβής, ὁ δὲ πεποιθὼς τῇ ἑαυτοῦ ὁσιότητι δίκαιος. ἐν καρδίᾳ ἀγαθῇ ἀνδρὸς ἀναπαύσεται σοφίᾳ, ἐν δὲ καρδίᾳ ἀφρόνων οὐ διαγινώσκεται. δικαιοσύνη ὑψοῖ ἔθνος, ἐλασσονοῦσι δὲ φυλὰς ἁμαρτίαι. δεκτὸς βασιλεῖ ὑπηρέτης νοήμων, τῇ δὲ ἑαυτοῦ εὐστροφίᾳ ἀφαιρεῖται ἀτιμίαν. Ὀργὴ ἀπόλλυσι καὶ φρονίμους, ἀπόκρισις δὲ ὑποπίπτουσα ἀποστρέφει θυμόν, λόγος δὲ λυπηρὸς ἐγείρει ὀργάς. γλῶσσα σοφῶν καλὰ ἐπίσταται, στόμα δὲ ἀφρόνων ἀναγγέλλει κακά. ἐν παντὶ τόπῳ ὀφθαλμοὶ Κυρίου, σκοπεύουσι κακούς τε καὶ ἀγαθούς. ἴασις γλώσσης δένδρον ζωῆς, ὁ δὲ συντηρῶν αὐτὴν πλησθήσεται πνεύματος.

Online Chapel