Skip to content. Skip to navigation
Personal tools

Old Testament Reading

Document Actions

Ἠσαΐας 7:1-14

Καὶ ἐγένετο ἐν ταῖς ἡμέραις ῎Αχαζ τοῦ ᾿Ιωάθαμ τοῦ υἱοῦ ᾿Οζίου βασιλέως ᾿Ιούδα, ἀνέβη Ρασεὶμ βασιλεὺς ᾿Αρὰμ καὶ Φακεὲ υἱὸς Ρομελίου βασιλεὺς ᾿Ισραὴλ ἐπὶ ῾Ιερουσαλὴμ πολεμῆσαι αὐτὴν καὶ οὐκ ἠδυνήθησαν πολιορκῆσαι αὐτήν. καὶ ἀνηγγέλη εἰς τὸν οἶκον Δαυὶδ λέγων· συνεφώνησεν ᾿Αρὰμ πρὸς τὸν ᾿Εφραίμ· καὶ ἐξέστη ἡ ψυχὴ αὐτοῦ καὶ ἡ ψυχὴ τοῦ λαοῦ αὐτοῦ, ὃν τρόπον ἐν δρυμῷ ξύλον ὑπὸ πνεύματος σαλευθῇ. καὶ εἶπε Κύριος πρὸς ᾿Ησαΐαν· ἔξελθε εἰς συνάντησιν ῎Αχαζ σὺ καὶ ὁ καταλειφθεὶς ᾿Ιασοὺβ ὁ υἱός σου πρὸς τὴν κολυμβήθραν τῆς ἄνω ὁδοῦ τοῦ ἀγροῦ τοῦ κναφέως καὶ ἐρεῖς αὐτῷ· φυλάξαι τοῦ ἡσυχάσαι καὶ μὴ φοβοῦ, μηδὲ ἡ ψυχή σου ἀσθενείτω ἀπὸ τῶν δύο ξύλων τῶν δαλῶν τῶν καπνιζομένων τούτων· ὅταν γὰρ ὀργὴ τοῦ θυμοῦ μου γένηται, πάλιν ἰάσομαι. καὶ ὁ υἱὸς τοῦ ᾿Αρὰμ καὶ ὁ υἱὸς τοῦ Ρομελίου, ὅτι ἐβουλεύσαντο βουλὴν πονηρὰν περὶ σοῦ λέγοντες· ἀναβησόμεθα εἰς τὴν ᾿Ιουδαίαν καὶ συλλαλήσαντες αὐτοῖς, ἀποστρέψομεν αὐτοὺς πρὸς ἡμᾶς καὶ βασιλεύσομεν αὐτοῖς τὸν υἱὸν Ταβεήλ· τάδε λέγει Κύριος σαβαώθ· οὐ μὴ μείνῃ ἡ βουλὴ αὕτη οὐδὲ ἔσται· ἀλλ᾿ ἡ κεφαλὴ ᾿Αρὰμ Δαμασκὸς καὶ ἡ κεφαλὴ Δαμασκοῦ Ρασεὶμ - ἀλλ᾿ ἔτι ἑξήκοντα καὶ πέντε ἐτῶν ἐκλείψει ἡ βασιλεία ᾿Εφραὶμ ἀπὸ λαοῦ - καὶ ἡ κεφαλὴ ᾿Εφραὶμ Σομόρων, καὶ ἡ κεφαλὴ Σομόρων υἱὸς τοῦ Ρομελίου· καὶ ἐὰν μὴ πιστεύσητε, οὐδὲ μὴ συνιῆτε. Καὶ προσέθετο Κύριος λαλῆσαι τῷ ῎Αχαζ λέγων· αἴτησαι σεαυτῷ σημεῖον παρὰ Κυρίου Θεοῦ σου εἰς βάθος ἢ εἰς ὕψος. καὶ εἶπεν ῎Αχαζ· οὐ μὴ αἰτήσω οὐδ᾿ οὐ μὴ πειράσω Κύριον. καὶ εἶπεν· ἀκούσατε δή, οἶκος Δαυίδ· μὴ μικρὸν ὑμῖν ἀγῶνα παρέχειν ἀνθρώποις; καὶ πῶς Κυρίῳ παρέχετε ἀγῶνα; διὰ τοῦτο δώσει Κύριος αὐτὸς ὑμῖν σημεῖον· ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ ᾿Εμμανουήλ·

Additional Readings for Today:

Daily Readings via Email

Would you like to receive these daily readings via email? Sign up here.