Gospel Reading
Document Actions
17th Thursday after Pentecost
Κατὰ Μᾶρκον 11.27.33
Τῷ καιρῷ ἐκείνῳ, ἦλθεν ὁ Ἰησοῦς πάλιν εἰς ῾Ιεροσόλυμα· καὶ ἐν τῶ ἱερῷ περιπατοῦντος αὐτοῦ ἔρχονται πρὸς αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροικαὶ λέγουσιν αὐτῷ· ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; ἢ τίς σοι ἔδωκε τὴν ἐξουσίαν ταύτην ἵνα ταῦτα ποιῇς;ὁ δὲ ᾿Ιησοῦς ἀποκριθεὶς εἶπεν αὐτοῖς· ἐπερωτήσω ὑμᾶς κἀγὼ ἕνα λόγον, καὶ ἀποκρίθητέ μοι, καὶ ἐρῶ ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.τὸ βάπτισμα ᾿Ιωάννου ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων; ἀποκρίθητέ μοι.καὶ ἐλογίζοντο πρὸς ἑαυτοὺς λέγοντες· ἐὰν εἴπωμεν, ἐξ οὐρανοῦ, ἐρεῖ· διατί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ;ἀλλὰ εἴπωμεν, ἐξ ἀνθρώπων; - ἐφοβοῦντο τὸν λαόν· ἅπαντες γὰρ εἶχον τὸν ᾿Ιωάννην ὅτι προφήτης ἦν.καὶ ἀποκριθέντες λέγουσι τῷ ᾿Ιησοῦ· οὐκ οἴδαμεν. καὶ ὁ ᾿Ιησοῦς ἀποκριθεὶς λέγει αὐτοῖς· οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.
Daily Readings via Email
Would you like to receive these daily readings via email? Sign up here.

