Skip to content. Skip to navigation
Personal tools

Gospel Reading

Document Actions

Renewal Monday

Κατὰ Ἰωάννην 1.18-28

Θεὸν οὐδεὶς ἑώρακε πώποτε· ὁ μονογενὴς υἱὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο. 

Καὶ αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ ᾿Ιωάννου, ὅτε ἀπέστειλαν οἱ ᾿Ιουδαῖοι ἐξ ῾Ιεροσολύμων ἱερεῖς καὶ Λευΐτας ἵνα ἐρωτήσωσιν αὐτόν· σὺ τίς εἶ; καὶ ὡμολόγησε, καὶ οὐκ ἠρνήσατο· καὶ ὡμολόγησεν ὅτι οὐκ εἰμὶ ἐγὼ ὁ Χριστός. καὶ ἠρώτησαν αὐτόν· τί οὖν; ᾿Ηλίας εἶ σύ; καὶ λέγει· οὐκ εἰμί. ὁ προφήτης εἶ σύ; καὶ ἀπεκρίθη, οὔ. εἶπον οὖν αὐτῷ· τίς εἶ; ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς· τί λέγεις περὶ σεαυτοῦ; ἔφη· ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, εὐθύνατε τὴν ὁδὸν Κυρίου, καθὼς εἶπεν ῾Ησαΐας ὁ προφήτης.

καὶ οἱ ἀπεσταλμένοι ἦσαν ἐκ τῶν Φαρισαίων· καὶ ἠρώτησαν αὐτὸν καὶ εἶπον αὐτῷ· τί οὖν βαπτίζεις, εἰ σὺ οὐκ εἶ ὁ Χριστὸς οὔτε ᾿Ηλίας οὔτε ὁ προφήτης; ἀπεκρίθη αὐτοῖς ὁ ᾿Ιωάννης λέγων· ἐγὼ βαπτίζω ἐν ὕδατι· μέσος δὲ ὑμῶν ἕστηκεν ὃν ὑμεῖς οὐκ οἴδατε. αὐτός ἐστιν ὁ ὀπίσω μου ἐρχόμενος, ὃς ἔμπροσθέν μου γέγονεν, οὗ ἐγὼ οὐκ εἰμὶ ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος. Ταῦτα ἐν Βηθανίᾳ ἐγένετο πέραν τοῦ ᾿Ιορδάνου, ὅπου ἦν ᾿Ιωάννης βαπτίζων.

Additional Readings for Today:

Daily Readings via Email

Would you like to receive these daily readings via email? Sign up here.