Ἐκ τοῦ Κατὰ Μᾶρκον 15:20, 22, 25, 33-41 Εὐαγγελίου τὸ Ἀνάγνωσμα

english ελληνικά
Print

Τῷ καιρῷ ἐκείνῳ, οἱ στρατιῶται παραλαβόντες τὸν Ἰησοῦν, ἐξάγουσιν αὐτὸν ἵνα σταυρώσωσιν αὐτόν. Καὶ φέρουσιν αὐτὸν ἐπὶ Γολγοθᾶ τόπον, ὅ ἐστι μεθερμηνευόμενον κρανίου τόπος. ἦν δὲ ὥρα τρίτη καὶ ἐσταύρωσαν αὐτόν. Γενομένης δὲ ὥρας ἕκτης σκότος ἐγένετο ἐφ᾿ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης· καὶ τῇ ὥρᾳ τῇ ἐνάτῃ ἐβόησεν ὁ ᾿Ιησοῦς φωνῇ μεγάλῃ λέγων· ᾿Ελωῒ ᾿Ελωΐ, λιμᾶ σαβαχθανί; ὅ ἐστι μεθερμηνευόμενον, ὁ Θεός μου ὁ Θεός μου, εἰς τί με ἐγκατέλιπες; καί τινες τῶν παρεστηκότων ἀκούσαντες ἔλεγον· ἴδε ᾿Ηλίαν φωνεῖ. δραμὼν δὲ εἷς καὶ γεμίσας σπόγγον ὄξους περιθείς τε καλάμῳ ἐπότιζεν αὐτὸν λέγων· ἄφετε ἴδωμεν εἰ ἔρχεται ᾿Ηλίας καθελεῖν αὐτόν. ὁ δὲ ᾿Ιησοῦς ἀφεὶς φωνὴν μεγάλην ἐξέπνευσε. Καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπὸ ἄνωθεν ἕως κάτω. ᾿Ιδὼν δὲ ὁ κεντυρίων ὁ παρεστηκὼς ἐξ ἐναντίας αὐτοῦ ὅτι οὕτω κράξας ἐξέπνευσεν, εἶπεν· ἀληθῶς ὁ ἄνθρωπος οὗτος υἱὸς ἦν Θεοῦ. ῏Ησαν δὲ καὶ γυναῖκες ἀπὸ μακρόθεν θεωροῦσαι, ἐν αἷς ἦν καὶ Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ τοῦ ᾿Ιακώβου τοῦ μικροῦ καὶ ᾿Ιωσῆ μήτηρ, καὶ Σαλώμη, αἳ καὶ ὅτε ἦν ἐν τῇ Γαλιλαίᾳ ἠκολούθουν αὐτῷ καὶ διηκόνουν αὐτῷ, καὶ ἄλλαι πολλαὶ αἱ συναναβᾶσαι αὐτῷ εἰς ῾Ιεροσόλυμα.

Online Chapel