Ἐκ τοῦ Κατὰ Μᾶρκον 9:2-9 Εὐαγγελίου τὸ Ἀνάγνωσμα

english ελληνικά
Print

Τῷ καιρῷ ἐκείνῳ, παραλαμβάνει ὁ ᾿Ιησοῦς τὸν Πέτρον καὶ τὸν ᾿Ιάκωβον καὶ τὸν ᾿Ιωάννην καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ᾿ ἰδίαν μόνους· καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ τὰ ἱμάτια αὐτοῦ ἐγένετο στίλβοντα, λευκὰ λίαν ὡς χιών, οἷα γναφεὺς ἐπὶ τῆς γῆς οὐ δύναται οὕτω λευκᾶναι. καὶ ὤφθη αὐτοῖς ᾿Ηλίας σὺν Μωϋσεῖ, καὶ ἦσαν συλλαλοῦντες τῷ ᾿Ιησοῦ. καὶ ἀποκριθεὶς ὁ Πέτρος λέγει τῷ ᾿Ιησοῦ· ῥαββί, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· καὶ ποιήσωμεν σκηνὰς τρεῖς, σοὶ μίαν καὶ Μωϋσεῖ μίαν καὶ ᾿Ηλίᾳ μίαν. οὐ γὰρ ᾔδει τί λαλήσῃ· ἦσαν γὰρ ἔκφοβοι. καὶ ἐγένετο νεφέλη ἐπισκιάζουσα αὐτοῖς, καὶ ἦλθε φωνὴ ἐκ τῆς νεφέλης λέγουσα· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός· αὐτοῦ ἀκούετε. καὶ ἐξάπινα περιβλεψάμενοι οὐκέτι οὐδένα εἶδον, ἀλλὰ τὸν ᾿Ιησοῦν μόνον μεθ᾿ ἑαυτῶν. καταβαινόντων δὲ αὐτῶν ἀπὸ τοῦ ὄρους διεστείλατο αὐτοῖς ἵνα μηδενὶ διηγήσωνται ἃ εἶδον, εἰ μὴ ὅταν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ.

Online Chapel