Skip to content. Skip to navigation
Personal tools

Gospel Reading

Document Actions

Sunday after Epiphany

Κατὰ Ματθαῖον 4.12-17

Τῷ καιρῷ ἐκείνῳ, ἀκούσας δὲ ὁ ᾿Ιησοῦς ὅτι ᾿Ιωάννης παρεδόθη, ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν,καὶ καταλιπὼν τὴν Ναζαρὲτ ἐλθὼν κατῴκησεν εἰς Καπερναοὺμ τὴν παραθαλασσίαν ἐν ὁρίοις Ζαβουλὼν καὶ Νεφθαλείμ,ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ ῾Ησαΐου τοῦ προφήτου λέγοντος· γῆ Ζαβουλὼν καὶ γῆ Νεφθαλείμ,ὁδὸν θαλάσσης, πέραν τοῦ ᾿Ιορδάνου,Γαλιλαία τῶν ἐθνῶν,ὁ λαὸς ὁ καθήμενος ἐν σκότειεἶδε φῶς μέγα,καὶ τοῖς καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτουφῶς ἀνέτειλεν αὐτοῖς. ᾿Απὸ τότε ἤρξατο ὁ ᾿Ιησοῦς κηρύσσειν καὶ λέγειν· μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.

Daily Readings via Email

Would you like to receive these daily readings via email? Sign up here.