Skip to content. Skip to navigation
Personal tools

Gospel Reading

Document Actions

Simon the Zealot & Apostle

Κατὰ Λουκᾶν 6.12-19

Τῷ καιρῷ ἐκείνῳ, ἐξῆλθεν ὁ Ἰησοῦς εἰς τὸ ὄρος προσεύξασθαι, καὶ ἦν διανυκτερεύων ἐν τῇ προσευχῇ τοῦ Θεοῦ.καὶ ὅτε ἐγένετο ἡμέρα, προσεφώνησε τοὺς μαθητὰς αὐτοῦ, καὶ ἐκλεξάμενος ἀπ᾿ αὐτῶν δώδεκα, οὓς καὶ ἀποστόλους ὠνόμασε,Σίμωνα, ὃν καὶ ὠνόμασε Πέτρον, καὶ ᾿Ανδρέαν τὸν ἀδελφὸν αὐτοῦ, ᾿Ιάκωβον καὶ ᾿Ιωάννην, Φίλιππον καὶ Βαρθολομαῖον,Ματθαῖον καὶ Θωμᾶν, ᾿Ιάκωβον τὸν τοῦ ᾿Αλφαίου καὶ Σίμωνα τὸν καλούμενον Ζηλωτήν,᾿Ιούδαν ᾿Ιακώβου καὶ ᾿Ιούδαν ᾿Ισκαριώτην, ὃς καὶ ἐγένετο προδότης,καὶ καταβὰς μετ᾿ αὐτῶν ἔστη ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς ᾿Ιουδαίας καὶ ῾Ιερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν,καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο·καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας.

Additional Readings for Today:

Daily Readings via Email

Would you like to receive these daily readings via email? Sign up here.