Πρὸς Γαλάτας 4:4-7

english ελληνικά
Print
Προκείμενον. Ήχος βαρύς
ΨΑΛΜΟΙ 63.11,1

Εὐφρανθήσεται δίκαιος ἐν Κυρίῳ.
Στίχ. Εἰσάκουσον, ὁ Θεός, τῆς φωνῆς μου.

Πρὸς Γαλάτας 4:4-7 τὸ ἀνάγνωσμα

Ἀδελφοί, ὅτε δὲ ἦλθεν τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν. Ὅτι δέ ἐστε υἱοί, ἐξαπέστειλεν ὁ θεὸς τὸ πνεῦμα τοῦ υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ὑμῶν, κρᾶζον, Ἀββᾶ, ὁ πατήρ. Ὥστε οὐκέτι εἶ δοῦλος, ἀλλʼ υἱός· εἰ δὲ υἱός, καὶ κληρονόμος θεοῦ διὰ Χριστοῦ.

Online Chapel