Πρὸς Ἐφεσίους 5:20-25

english ελληνικά
Print
Προκείμενον. Ήχος πλ. δ'
ΨΑΛΜΟΙ 20.3,4

Ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτῶν στεφάνους ἐκ λίθων τιμίων.
Στίχ. Ζωὴν ᾐτήσαντό σε, καὶ ἔδωκας αὐτοῖς μακρότητα ἡμερῶν.

Πρὸς Ἐφεσίους 5:20-25 τὸ ἀνάγνωσμα

Ἀδελφοί, εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῷ θεῷ καὶ πατρί, ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ Χριστοῦ. Αἱ γυναῖκες, τοῖς ἰδίοις ἀνδράσιν ὑποτάσσεσθε, ὡς τῷ κυρίῳ. ὅτι ἀνήρ ἐστιν κεφαλὴ τῆς γυναικός, ὡς καὶ ὁ Χριστὸς κεφαλὴ τῆς ἐκκλησίας, καὶ αὐτὸς ἐστιν σωτὴρ τοῦ σώματος. Ἀλλʼ ὡσπερ ἡ ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, οὕτως καὶ αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ἐν παντί. Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας ἑαυτῶν, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν τὴν ἐκκλησίαν, καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς·

Online Chapel