Skip to content. Skip to navigation
Personal tools

Epistle Reading

Document Actions

Πράξεις Ἀποστόλων 15:35-41

Προκείμενον. Ἦχος πλ β΄.
ΨΑΛΜΟΙ 31.11,1

Εὐφράνθητι ἐπὶ Κύριον, καὶ ἀγαλλιᾶσθε δίκαιοι.
Στίχ. Μακάριοι, ὧν ἀφέθησαν αἱ ἀνομίαι.

Ἐν ταῖς ἡμεραῖς ἐκείναις, Παῦλος δὲ καὶ Βαρνάβας διέτριβον ἐν Ἀντιοχείᾳ, διδάσκοντες καὶ εὐαγγελιζόμενοι, μετὰ καὶ ἑτέρων πολλῶν, τὸν λόγον τοῦ κυρίου. Μετὰ δέ τινας ἡμέρας εἶπεν Παῦλος πρὸς Βαρνάβαν, Ἐπιστρέψαντες δὴ ἐπισκεψώμεθα τοὺς ἀδελφοὺς ἡμῶν κατὰ πᾶσαν πόλιν, ἐν αἷς κατηγγείλαμεν τὸν λόγον τοῦ κυρίου, πῶς ἔχουσιν. Βαρνάβας δὲ ἐβουλεύσατοN συμπαραλαβεῖν τὸν Ἰωάννην, τὸν καλούμενον Μάρκον. Παῦλος δὲ ἠξίου, τὸν ἀποστάντα ἀπʼ αὐτῶν ἀπὸ Παμφυλίας, καὶ μὴ συνελθόντα αὐτοῖς εἰς τὸ ἔργον, μὴ συμπαραλαβεῖνN τοῦτον. Ἐγένετο οὖν παροξυσμός, ὥστε ἀποχωρισθῆναι αὐτοὺς ἀπʼ ἀλλήλων, τόν τε Βαρνάβαν παραλαβόντα τὸν Μάρκον ἐκπλεῦσαι εἰς Κύπρον· Παῦλος δὲ ἐπιλεξάμενος Σίλαν ἐξῆλθεν, παραδοθεὶς τῇ χάριτι τοῦ θεοῦ ὑπὸ τῶν ἀδελφῶν. Διήρχετο δὲ τὴν Συρίαν καὶ Κιλικίαν, ἐπιστηρίζων τὰς ἐκκλησίας.

Additional Readings for Today:

Daily Readings via Email

Would you like to receive these daily readings via email? Sign up here.