Πρὸς Ἑβραίους 6:9-12

english ελληνικά
Print
Προκείμενον. Ήχος πλ. β'
ΨΑΛΜΟΙ 24.13; 27.1

Αἱ ψυχαὶ αὐτῶν ἐν αγαθοῖς αὐλισθήσονται.
Στίχ. Πρὸς σέ, Κύριε, κεκράξομαι ὁ Θεός μου.

Πρὸς Ἑβραίους 6:9-12 τὸ ἀνάγνωσμα

Ἀδελφοί, πεπείσμεθα δὲ περὶ ὑμῶν, ἀγαπητοί, τὰ κρείσσονα καὶ ἐχόμενα σωτηρίας, εἰ καὶ οὕτως λαλοῦμεν· οὐ γὰρ ἄδικος ὁ θεὸς ἐπιλαθέσθαι τοῦ ἔργου ὑμῶν, καὶ τοῦ κόπου τῆς ἀγάπης ἧς ἐνεδείξασθε εἰς τὸ ὄνομα αὐτοῦ, διακονήσαντες τοῖς ἁγίοις καὶ διακονοῦντες. Ἐπιθυμοῦμεν δὲ ἕκαστον ὑμῶν τὴν αὐτὴν ἐνδείκνυσθαι σπουδὴν πρὸς τὴν πληροφορίαν τῆς ἐλπίδος ἄχρι τέλους· ἵνα μὴ νωθροὶ γένησθε, μιμηταὶ δὲ τῶν διὰ πίστεως καὶ μακροθυμίας κληρονομούντων τὰς ἐπαγγελίας.

Online Chapel