Πρὸς Ἑβραίους 3:12-16
Προκείμενον.
Ήχος βαρύς
ΨΑΛΜΟΙ 98.9,1
ΨΑΛΜΟΙ 98.9,1
Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν.
Στίχ. Ὁ Κύριος ἐβασίλευσεν, ὀργιζέσθωσαν λαοί.
Πρὸς Ἑβραίους 3:12-16 τὸ ἀνάγνωσμα
Ἀδελφοί, βλέπετε, ἀδελφοί, μήποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας ἐν τῷ ἀποστῆναι ἀπὸ θεοῦ ζῶντος· ἀλλὰ παρακαλεῖτε ἑαυτοὺς καθʼ ἑκάστην ἡμέραν, ἄχρι οὗ τὸ σήμερον καλεῖται, ἵνα μὴ σκληρυνθῇ ἐξ ὑμῶν τις ἀπάτῃ τῆς ἁμαρτίας· μέτοχοι γὰρ γεγόναμεν τοῦ Χριστοῦ, ἐάνπερ τὴν ἀρχὴν τῆς ὑποστάσεως μέχρι τέλους βεβαίαν κατάσχωμεν· ἐν τῷ λέγεσθαι, Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ. Τινὲς γὰρ ἀκούσαντες παρεπίκραναν, ἀλλʼ οὐ πάντες οἱ ἐξελθόντες ἐξ Αἰγύπτου διὰ Μωϋσέως.
Έἰκών ©
Greek Orthodox Archdiocese of America
Περισσότερα Αναγνώσματα Δεκεμβρίου 14, 2012
Ἀνάγνωσις Ἐπιστολῆς – Πρὸς Τίτον 1:15-16, 2:1-10
Τέκνον Τίτε, πάντα μὲν καθαρὰ τοῖς καθαροῖς
Read MoreἈνάγνωσις Εὐαγγελίου – Κατὰ Μᾶρκον 9:33-41
Τῷ καιρῷ ἐκείνῳ, ἦλθεν ὁ Ἰησοῦς καὶ οἰ μαθηταὶ εἰς Καφαρναούμ.
Read More
Online Chapel