Πρὸς Ἑβραίους 3:12-16
Προκείμενον.
Ήχος πλ. β'
ΨΑΛΜΟΙ 27.9,1
ΨΑΛΜΟΙ 27.9,1
Σῶσον, Κύριε τὸν λαὸν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου.
Στίχ. Πρὸς σἐ, Κύριε, κεκράξομαι ὁ Θεός μου.
Πρὸς Ἑβραίους 3:12-16 τὸ ἀνάγνωσμα
Ἀδελφοί, βλέπετε, ἀδελφοί, μήποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας ἐν τῷ ἀποστῆναι ἀπὸ θεοῦ ζῶντος· ἀλλὰ παρακαλεῖτε ἑαυτοὺς καθʼ ἑκάστην ἡμέραν, ἄχρι οὗ τὸ σήμερον καλεῖται, ἵνα μὴ σκληρυνθῇ ἐξ ὑμῶν τις ἀπάτῃ τῆς ἁμαρτίας· μέτοχοι γὰρ γεγόναμεν τοῦ Χριστοῦ, ἐάνπερ τὴν ἀρχὴν τῆς ὑποστάσεως μέχρι τέλους βεβαίαν κατάσχωμεν· ἐν τῷ λέγεσθαι, Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ. Τινὲς γὰρ ἀκούσαντες παρεπίκραναν, ἀλλʼ οὐ πάντες οἱ ἐξελθόντες ἐξ Αἰγύπτου διὰ Μωϋσέως.
Έἰκών ©
Greek Orthodox Archdiocese of America
Περισσότερα Αναγνώσματα Νοεμβρίου 11, 2012
Ἀνάγνωσις Εὐαγγελίου – Κατὰ Λουκᾶν 10:25-37
Τῷ καιρῷ ἐκείνῳ, νομικός τις ἀνέστη ἐκπειράζων αὐτὸν καὶ λέγων
Read More
Online Chapel